ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΓΑΛΑΤΑΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΓΑΛΑΤΑΣ. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 26 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ' οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;

Read More ->>

Βʹ Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


Βʹ Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα,συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.

αʹ. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν Πέτρον εἶναί φησι, καὶ τὸ ἱστορῆσαι ἐκεῖνον· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τὴν τοῦ Πνεύματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Τί φὴς, ὦ Παῦλε; ὁ παρὰ τὴν ἀρχὴν μὴ ἑλόμενος, ἀναθέσθαι μηδὲ μετὰ ἔτη τρία δεκατεσσάρων παρελθόντων ἐτῶν, τότε ἀνατίθῃ, μή πως εἰς κενὸν τρέχῃς; Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάμενον τοῦτο ποιῆσαι, ἢ μετὰ ἔτη τοσαῦτα; Τί δὲ καὶ ἔτρεχες, εἰ μὴ πεπεισμένος ἦς, ὅτι οὐκ εἰς κενὸν ἔτρεχες; τίς οὕτως ἀνόητος, ὡς ἔτη τοσαῦτα κηρύττειν, οὐκ εἰδὼς ὅτι κηρύττει καλῶς; Καὶ τὸ πολὺ τούτου πάλιν ἀπορώτερον, ὅτι κατὰ ἀποκάλυψίν φησιν ἀνεληλυθέναι.

Read More ->>

Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς ἸησοῦςΧριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.

αʹ. Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον μεταβαίνει κεφάλαιον. Ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. Ἀρχόμενος μὲν οὖν φησι· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται! Τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε μετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ λέγειν μωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν.

Read More ->>

∆ʹ Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


∆ʹ.Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

αʹ. Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Read More ->>

Εʹ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


ΕʹΤῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.

αʹ. Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν; Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου. Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε.

Read More ->>

ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

αʹ. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, ∆ιορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ. Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |