ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν;

Τετάρτη 26 Οκτωβρίου 2016

Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν;




Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς ἸησοῦςΧριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.

αʹ. Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον μεταβαίνει κεφάλαιον. Ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. Ἀρχόμενος μὲν οὖν φησι· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται! Τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε μετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ λέγειν μωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν.


Τίνες δὲ τούτων δικαιότερον ἂν ἔτυχον ταύτης τῆς προσηγορίας, οἱ μετὰ τοσαῦτα καὶ τηλικαῦτα, ὡς οὐδενὸς γενομένου, τῶν προτέρων ἐχόμενοι. Εἰ δὲ διὰ τοῦτο ὑβριστὴν καλεῖς τὸν Παῦλον, καὶ διὰ τὴν Σάπφειραν καὶ τὸν Ἀνανίαν ἀνδροφόνον ἐρεῖς τὸν Πέτρον. Εἰ δὲ ἐκεῖνα μανίας εἰπεῖν, πολλῷ μᾶλλον καὶ ταῦτα. Σὺ δέ μοι σκόπει, πῶς οὐκ ἀπὸ προοιμίων ταύτῃ κέχρηται τῇ σφοδρότητι, ἀλλὰ μετὰ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις, ὅτε λοιπὸν οὐ παρ' ἐκείνου, ἀλλὰ παρ' αὐτῶν τῶν ἐλέγχων τὴν ἐπιτίμησιν ἐδέχοντο.Ὅτε γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους, καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν, καὶ οὐδὲ τότε κατ' ἀξίαν· καὶ γὰρ πολλῷ χαλεπωτέρων ἦσαν ἄξιοι ῥημάτων. Θέα δέ μοι πῶς εὐθέως καὶ καθυφίησι πλήξας. Οὐ γὰρ εἶπε, Τίς ὑμᾶς ἠπάτησε; Τίς ὑμῖν ἀπεχρήσατο; Τίς ὑμᾶς παρελογίσατο; ἀλλὰ, Τίς ὑμᾶς ἐβάσκανεν; οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς. Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίμονος ἐπήρεια τὸ γινόμενον ἦν, σφοδρὸν κατὰ τῆς εὐημερίας αὐτῶν πνεύσαντος. Ὅταν δὲ φθόνον ἀκούσῃς ἐνταῦθα, καὶ ἐν τῷ Εὐαγγελίῳ ὀφθαλμὸν πονηρὸν τὸ αὐτὸ δηλοῦντα, μὴ τοῦτο νομίσῃς, ὅτι ἡ τῶν ὀφθαλμῶν βολὴ τοὺς ὁρῶντας βλάπτειν πέφυκεν· ὀφθαλμὸς γὰρ οὐκ ἂν εἴη πονηρὸς, αὐτὸ τὸ μέλος· ἀλλ' ἐνταῦθα ὁ Χριστὸς οὕτω τὸν φθόνον λέγει. Ὀφθαλμῶν μὲν γὰρ τὸ ἁπλῶς ὁρᾷν μόνον, τὸ δὲ πονηρῶς ὁρᾷν τῆς ἔνδον διεστραμμένης γίνεται γνώμης. Ἐπειδὴ γὰρ διὰ τῆς αἰσθήσεως ταύτης εἰς τὴν ψυχὴν ἡμῶν εἰσρεῖ τῶν ὁρωμένων ἡ θεωρία, καὶ ὡς ἐπὶ πολὺ ἐν πλούτῳ μάλιστα ὁ φθόνος τίκτεται, ὁ δὲ πλοῦτος ἀπὸ ὀφθαλμῶν ὁρᾶται, καὶ αἱ δυναστεῖαι καὶ αἱ δορυφορίαι· διὰ τοῦτο πονηρὸν ὀφθαλμὸν ἐκάλεσεν, οὐ τὸν ὁρῶντα, ἀλλὰ τὸν μετὰ βασκανίας ὁρῶντα ἀπὸ τῆς κατὰ ψυχὴν πονηρίας. Εἰπὼν δὲ, Τίς ὑμᾶς ἐβάσκανεν; δείκνυσιν ὅτι οὐχ ὡς κηδεμόνες, οὐδὲ ὡς τὸ λεῖπον ἀναπληροῦντες, ἀλλὰ καὶ τὸ ὂν ἀκρωτηριάζοντες, τοῦτο ποιοῦσι. Φθόνου γάρ ἐστιν, οὐ τὸ λεῖπον προσθεῖναι, ἀλλὰ καὶ τῶν πεπληρωμένων ὑφελέσθαι τι, καὶ λυμήνασθαι τῷ παντί. Ταῦτα δὲ λέγει, οὐχ ὡς τοῦ φθόνου καθ' ἑαυτὸν ἰσχὺν ἔχοντος, ἀλλ' ὡς τῶν ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων. Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Καὶ μὴν οὐκ ἐν τῇ Γαλατῶν χώρᾳ, ἀλλ' ἐν Ἱεροσολύμοις ἐσταυρώθη· πῶς οὖν φησιν, Ἐν ὑμῖν; Τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν καὶ τὰ πόῤῥωθεν δυναμένης ὁρᾷν. Καὶ οὐκ εἶπεν, Ἐσταυρώθη, ἀλλὰ, Προεγράφη ἐσταυρωμένος, δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων καὶ τὰ γινόμενα θεωμένων. Ἐκείνων μὲν γὰρ πολλοὶ θεασάμενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὲν οὐκ εἶδον, διὰ δὲ τῆς πίστεως ἀκριβέστερον εἶδον. Ταῦτα δὲ λέγει ὁμοῦ καὶ καθαπτόμενος αὐτῶν, καὶ ἐπαινῶν. Ἐπαινῶν μὲν, ὅτι μετὰ τοσαύτης πληροφορίας ἐδέξαντο τὸ γεγενημένον· καθαπτόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, ἐμπτυόμενον, κωμῳδούμενον, ποτιζόμενον ὄξος, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον (ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος), τοῦτον ἀφέντες, ἐπὶ τὸν νόμον ἔδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἐκήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιφέρων. Τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐπειδὴ γὰρ τοῖς μακροῖς οὐ παρακολουθεῖτε λόγοις, φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι τὴν ἐσχάτην ὁρῶν ἀγνωμοσύνην. Ἀνωτέρω μὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συμβάντων, ἀλλ' ἐκ τῶν ἐν αὐτοῖς γινομένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι μόνον ἀπὸ τῶν κοινῇ δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρημένων πείθων καὶ ποιούμενος τὴν ἀπόδειξιν. ∆ιό φησι. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐλάβετε Πνεῦμα ἅγιον, φησὶν, εἰργάσασθε δυνάμεις πολλὰς, ἐπετελέσατε σημεῖα νεκροὺς ἐγείροντες, λεπροὺς καθαίροντες, προφητεύοντες, γλώσσαις λαλοῦντες· ταύτην οὖν τὴν τοσαύτην ἰσχὺν ἔδωκεν ὑμῖν ὁ νόμος; Καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον. Ἀλλ' ἡ πίστις;

βʹ. Πῶς οὖν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τοιοῦτον παρασχόντα νόμον αὐτομολῆσαι πάλιν; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε. ∆έον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνου προϊόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. Οἱ γὰρ ἀπὸ τῶν μικρῶν ἀρχόμενοι, προϊόντες ἐπὶ τὰ μείζονα ἀναβαίνουσιν· ὑμεῖς δὲ ἀπὸ τῶν μεγάλων ἀρξάμενοι, πρὸς τὰ ἐναντία κατηνέχθητε. Εἰ γὰρ καὶ ἀπὸ σαρκικῶν ἤρξασθε, ἔδει εἰς τὰ πνευματικὰ προκόψαι· νῦν δὲ ἀπὸ πνευματικῶν ἀρξάμενοι, εἰς τὰ σαρκικὰ κατελύσατε· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικὸν, τὸ δὲ περιτέμνεσθαι, σαρκικόν. Ὑμεῖς δὲ μετὰ τὰ σημεῖα ἐπὶ τὴν περιτομὴν ἤλθετε, μετὰ τὸ δράξασθαι τῆς ἀληθείας ἐπὶ τοὺς τύπους κατεπέσετε, μετὰ τὸ κατοπτεῦσαι τὸν ἥλιον τὸν λύχνον ἐπιζητεῖτε, μετὰ τὴν στερεὰν τροφὴν ἐπὶ τὸ γάλα τρέχετε. Καὶ οὐκ εἶπε, Σαρκὶ τελεῖσθε, ἀλλὰ, Σαρκὶ ἐπιτελεῖσθε, δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκοπτον, τούτων ἑαυτοὺς ἐκδιδόντων εἰς τὸ πάσχειν ἅπερ ἐβούλοντο ἐκεῖνοι· ὥσπερ ἂν εἴ τις ἀπὸ στρατηγῶν καὶ ἀριστέων μετὰ μυρία τρόπαια καὶ νίκας εἰς τὴν τῶν λειποτακτῶν δοὺς ἑαυτὸν ἀτιμίαν, καταστίζειν παρέχει τοῖς βουλομένοις τὸ σῶμα. Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον. Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ Χριστόν. Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑμῶν ἁρπάσαι. Εἶτα, ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἔμεινεν ἕως τῆς ἀποφάσεως, ἀλλ' ἐπήγαγεν· Εἴ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ. Ποῦ νῦν εἰσιν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες; Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ ὁμολογηταὶ ἐγένοντο, μυρίους διὰ τὸν Χριστὸν ὑπομείναντες κινδύνους καὶ διωγμοὺς, καὶ μετὰ τοσαῦτα κατορθώματα τῆς χάριτος ἐξέπεσον. Ἀλλ' ὅμως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης, φησὶν, ἠξιώθητε δωρεᾶς, καὶ θαύματα ἐπετελέσατε τοσαῦτα, ὅτι νόμον ἐφυλάξατε, ἢ ὅτι πίστιν ἐτηρήσατε; ∆ῆλον ὅτι διὰ τὴν πίστιν.
Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον ἐκεῖνοι λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόμου μὴ προσκειμένου· δείκνυσι τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προστεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· ἡ γὰρ πίστις τότε ἰσχύει, ὅταν μὴ προστεθῇ ἀπὸ τοῦ νόμου. Ὅσοι γὰρ ἐν νόμῳ δικαιοῦσθε, φησὶ, τῆς χάριτος ἐξεπέσετε. Ἀλλὰ τοῦτο μὲν προϊών φησιν, ὅτε καὶ μείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη κατεσκευασμένων τὴν ἀφορμὴν λαμβάνων· τέως δὲ ἀπὸ τῶν παρελθόντων τὴν ἀφορμὴν κατασκευάζει. Ὅτε γὰρ, φησὶν, οὐ προσείχετε τῷ νόμῳ, ἀλλὰ τῇ πίστει, τότε τὸ Πνεῦμα ἐλάβετε, καὶ τὰ σημεῖα ἐπετελέσατε. Εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον ἐκίνει τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον ἄγων, καὶ σφόδρα εὐκαίρως, καὶ μετὰ πολλῆς τῆς περιουσίας, οὕτω λέγων· Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ∆ηλοῖ μὲν γὰρ, φησὶ, τῆς πίστεως τὴν δύναμιν, καὶ τὰ ὑφ' ὑμῶν γενόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πείσαιμι διηγημάτων. Ἐπειδὴ γὰρ πολὺς τοῦ πατριάρχου λόγος ἦν παρ' αὐτοῖς, ἄγει καὶ αὐτὸν εἰς μέσον, καὶ δείκνυσι καὶ αὐτὸν οὕτω δικαιωθέντα. Εἰ δὲ ὁ πρὸ τῆς χάριτος ἀπὸ πίστεως ἐδικαιώθη, καίτοι γε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ὑμεῖς. Τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον; Οὐδὲν, ἀλλ' ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ. Οὐδὲ γὰρ ἦν νόμος τότε, φησίν. Οὐδὲ γὰρ νῦν ἔστι νόμος, ὥσπερ οὐδὲ τότε. ∆ιὰ γὰρ τοῦτο ἀνελὼν τοῦ νόμου τὴν χρείαν, τότε τὸν πρὸ τοῦ νόμου δικαιωθέντα εἰσήγαγεν, ἵνα μὴ ταύτην δέξηται τὴν ἀντίθεσιν. Ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν, οὕτω καὶ νῦν δοθεὶς πέπαυται. Εἶτα ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ἐξ Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεισαν, μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας· καὶ τοῦτο πάλιν εἰς τὸ ἐναντίον περιτρέπει, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα ἡ πίστις ἐργάζεται. Καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται, λέγων οὕτω· Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. Εἶτα καὶ αὐτὸ τοῦτο ἀπὸ μαρτυρίας συνίστησι παλαιᾶς. Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν, οὗτοί εἰσιν υἱοὶ, ἀλλ' οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι (τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τὰ ἔθνη), δῆλον ὅτι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν.

γʹ. ∆ιὰ δὲ τούτων καὶ ἕτερον δείκνυται μέγα. Ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην αὐτῶν ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἢ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη. ∆είκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο· Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προευηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν; Αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησὶ, καὶ πρὶν ἢ τὸν νόμον τοῦτον δοῦναι, τοῦτο ἦν ὁρίσας, ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη. Καὶ οὐκ εἶπεν, Ἀπεκάλυψεν, ἀλλ', Εὐηγγελίσατο, ἵνα μάθῃς, ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι. Ἐπειδὴ δὲ εἶχε φόβος καὶ αὐτοὺς ἕτερος (ἐγέγραπτο γάρ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτὰ), καὶ τοῦτο διαλύει τὸ δέος, σοφῶς καὶ συνετῶς πάλιν εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων, καὶ δεικνὺς ὅτι οὐ μόνον οὐκ εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφέντες, ἀλλὰ καὶ εὐλογημένοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ μὴ τηρῶν τὸν νόμον ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τηρῶν ἐπικατάρατος, ὁ δὲ μὴ τηρῶν εὐλογημένος. Ἐκεῖνοι πάλιν ἔλεγον, ὅτι ὁ τῇ πίστει μόνῃ προσέχων, ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τῇ πίστει προσέχων μόνῃ, εὐλογημένος. Πῶς οὖν ταῦτα πάντα δείκνυσιν; οὐ γὰρ τὸ τυχὸν ἐπηγγειλάμεθα.
∆ιὸ χρὴ καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς ἑξῆς. Ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ Γραφὴ εἶπε τῷ πατριάρχῃ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Τότε δὲ νόμος οὐκ ἦν, ἀλλὰ πίστις· διὸ καὶ συλλογιζόμενος, ἐπήγαγεν· Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσι, καὶ εἴπωσιν· Εἰκότως ἀπὸ πίστεως ἐδικαιώθη· οὔπω γὰρ ἦν νόμος· σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν· ἐπὶ τοῦτο ἔρχεται, καὶ πλέον ὧν ζητοῦσιν ἐπιδείκνυσιν, οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ τὸν νόμον ἐπικαταράτους τοὺς χρωμένους αὐτῷ ποιοῦντα. Καὶ ἵνα ταῦτα μάθῃς, αὐτῶν ἄκουσον τῶν ἀποστολικῶν ῥημάτων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα. Τίς οὖν ἡ ἀπόδειξις; Ἐξ αὐτοῦ τοῦ νόμου· Ἐπικατάρατος γὰρ πᾶς, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται, παντί που δῆλον. Πάντες γὰρ ἥμαρτον, καὶ ὑπὸ κατάραν εἰσίν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτὸς ἀποφαίνεσθαι, πάλιν δὲ ἀπὸ μαρτυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ, καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε (διὸ καὶ ἐπικατάρατοι ἦσαν), καὶ ὅτι ἡ πίστις δικαιοῖ. Τίς οὖν ἡ μαρτυρία; Ἀπὸ τοῦ προφήτου Ἀββακοὺμ οὕτω λέγοντος· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην μόνον, ἀλλ' ὅτι καὶ διὰ νόμου σωθῆναι οὐκ ἔνι. Ἐπειδὴ γὰρ νόμον, φησὶν, οὐδεὶς ἐτήρησεν, ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν διὰ τὴν παράβασιν, ἐπενοήθη ῥᾳδία τις ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ σημεῖον μέγιστόν ἐστι τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκ τοῦ νόμου. Οὐ γὰρ εἶπεν ὁ προφήτης, Ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ', Ἐκ πίστεως. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. Οὐ γὰρ πίστιν ἐπιζητεῖ μόνον ὁ νόμος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ. Εἶδες πῶς ἔδειξεν, ὅτι οἱ τῷ νόμῳ προσέχοντες, διὰ τὸ ἀδύνατον εἶναι πληρωθῆναι, ὑπὸ κατάραν ἐγένοντο; Πῶς δὲ καὶ ἡ πίστις ταύτην ἔχει τὴν ἰσχὺν τὴν τοῦ δικαιοῦν; Ταῦτα γὰρ ἔμπροσθεν ἐπηγγείλατο, καὶ μετὰ πολλῆς αὐτὰ παρέστησε τῆς ἰσχύος. Ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν ἡ πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι' αὐτῆς. Εἰ τοίνυν καὶ ἡ Γραφὴ λέγει, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογινώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη, δῆλον ὅτι τῆς πίστεως πολλὴ ἡ ἰσχύς. Ἀλλ' ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον. Ὅτι δὲ οὐχ ἕστηκεν ἔτι ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἀποδεῖξαι ἡμῖν, φησίν· Ὁ μὲν γὰρ Ἀβραὰμ πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τίς οὖν ὁ τὴν κατάραν λύσας ἐκείνην; Πρὸς τοῦτο ὅρα πῶς ἀπαντᾷ ταχέως· ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα. Ὁ γὰρ δικαιωθεὶς ἅπαξ, καὶ ἀποθανὼν τῷ νόμῳ, καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἂν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται, γράφων· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γὰρ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ μὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει ἐν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου. Καὶ τί τοῦτο; Ὁ μὲν γὰρ λαὸς ὑπεύθυνος ἦν· οὐ γὰρ ἐνέμεινεν, οὐδὲ ἦν τις ὁ πεπληρωκὼς τὸν νόμον ἅπαντα. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν καὶ ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος, μέλλοντα δὲ ἐκείνην λύειν τὴν κατάραν ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῆς, δεῖ δὲ δέξασθαι κατάραν ἀντ' ἐκείνης, τοιαύτην ἐδέξατο, καὶ δι' αὐτῆς ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος θανεῖν ὑπὲρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτόν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐπειδὴ γὰρ οὐχ ὑπέκειτο κατάρᾳ τῇ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ' ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.

δʹ. Ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτω καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσονται πάντα τὰ ἔθνη, τουτέστιν, ἐν τῷ Χριστῷ. Εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ ἦν σπέρμα τοῦ Ἀβραὰμ, καὶ δι' αὐτοῦ τὰ ἔθνη εὐλόγηνται, καὶ οὕτω πρόσεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωσι διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀχάριστον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη τοῦ Πνεύματος τὴν χάριν ἐπεσπάσατο. Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τί ἐστι, Κατὰ ἄνθρωπον λέγω; Ἐξ ἀνθρωπίνων παραδειγμάτων. Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν. Ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καὶ καταγλυκαίνειν τὸν λόγον, καὶ εὐπαράδεκτόν τε καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν.
Οὕτω καὶ Κορινθίοις διαλεγόμενος, φησίν· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; καὶ Ἑβραίοις πάλιν· ∆ιαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐμφιλοχωροῦντα τοῖς λογισμοῖς. Καὶ γὰρ ὁ Θεὸς ἐν τῇ Παλαιᾷ συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς; καὶ πάλιν, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί ποιεῖς; Καὶ ἐν τῷ Ὠσηὲ ἄνδρα μιμεῖται καταφρονούμενον ὑπὸ τῆς γυναικός. Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγμάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωμα ὁ προφήτης λαμβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦ κεραμέως κατῄει. Τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; Ὅτι ἡ μὲν πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει. ∆ιό φησιν· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω. Ἀνωτέρω ἀνοήτους εἰπὼν ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ, καὶ παραμυθούμενος. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τολμᾷ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι; τοῦτο γάρ ἐστιν, Ἢ ἐπιδιατάσσεται. Οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ πρὸς τίνα διέθετο ὁ Θεός; Τῷ Ἀβραὰμ, φησὶν, ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν αὐτοῦ, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ, διαλεγόμενος εἰς τὰ ἔθνη, ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; Ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε· Κατὰ ἄνθρωπον λέγω. Μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν λάβῃς. Σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ' ἕτερος ἀντ' ἐκείνης, ἐκβέβληται ἐκείνη. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε, φησί; Τῶν παραβάσεων χάριν. Οὐδὲ γὰρ οὗτός ἐστι περιττός.Ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς; Ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε, καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη· Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ' ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· περὶ Χριστοῦ λέγων. Εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις; ∆ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ. Μεσίτην δὲ ἐνταῦθα τὸν Χριστόν φησι, δεικνὺς ὅτι προῆν, καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστι.

εʹ. Τί ἂν ἐνταῦθα εἴποιεν αἱρετικοί; Εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν. Εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἐστὶ Θεὸς καὶ ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ἀληθινοῦ λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός. Ὁ δὲ μεσίτης, φησὶ, δύο τινῶν γίνεται μεσίτης. Τίνος οὖν μεσίτης ἦν ὁ Χριστός; Ἦ δῆλον, ὅτι Θεοῦ καὶ ἀνθρώπων. Ὁρᾷς πῶς δείκνυσιν, ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; Εἰ τοίνυν αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Πῶς οὖν λύει τὴν ἀντίθεσιν; Πρῶτον μὲν ἀπαγορεύει, εἰπών· Μὴ γένοιτο· ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες· εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης. Εἰ μὲν γὰρ δι' ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις μὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόμου· εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τοῦ τυχεῖν τῆς ἐπαγγελίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν. Τοῦτο γοῦν δηλῶν ἔλεγεν· Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι, οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε τὸν νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. Τὸ γὰρ, Συνέκλεισεν, ἤλεγξέν ἐστι, καὶ ἐλέγξας κατεῖχεν ἐν φόβῳ. Εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπαγγελιῶν ἐδόθη; Εἰ μὲν γὰρ ἑαυτῷ τὸ πρᾶγμα ἐξεδίκει καὶ τὴν αὐθεντίαν ὁ νόμος, καλῶς ταῦτα ἐλέγετο· εἰ δὲ ἑτέρῳ τρέχει, καὶ δι' ἐκεῖνον πάντα ἔπραττε, πῶς κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, δύο ταῦτα κατώρθωσεν, ἀρετὴν σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, ὃ μάλιστα αὐτοὺς ἐποίει προθυμοτέρους πρὸς τὸ ζητεῖν τὸν Υἱόν.
Οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων, οὐκ ἐπίστευσαν. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; Τὸ γὰρ, Ἐφρουρούμεθα, καὶ, Συγκεκλεισμένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν. Ὥσπερ γὰρ ἐν τειχίῳ τινὶ τῷ φόβῳ κατέχων αὐτοὺς καὶ τῷ βίῳ τῷ κατ' αὐτὸν ὁ νόμος ἐτήρει τῇ πίστει. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει, πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ' ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός.
∆ιὰ τοῦτό φησιν· Ἐλθούσης δὲ τῆς πίστεως τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Εἰ τοίνυν ὁ νόμος παιδαγωγὸς, καὶ ὑπ' αὐτὸν ἐφρουρούμεθα συγκεκλεισμένοι, οὐκ ἐναντίος τῆς χάριτος, ἀλλὰ καὶ συνεργός· εἰ δὲ ἐλθούσης τῆς χάριτος ἐπιμένοι κατέχων, τότε ἐναντίος. Ἂν γὰρ ὀφείλοντας ἐξελθεῖν πρὸς αὐτὴν συγκλείῃ, τότε τὴν ἡμετέραν λυμαίνεται σωτηρίαν. Ὥσπερ γὰρ ὁ λύχνος ἐν τῇ νυκτὶ φωτίσας, ἐὰν γενομένης ἡμέρας ἀναγκάζῃ μὴ καθορᾷν τὸν ἥλιον, οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλὰ καὶ ἐλυμήνατο· οὕτω καὶ ὁ νόμος, ἂν πρὸς τὰ μείζονα κώλυμα γίνηται. Οἱ τοίνυν αὐτὸν τηροῦντες νῦν, οὗτοι μάλιστα αὐτὸν διαβάλλουσι. Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ' ἑαυτῷ κατέχῃ. ∆ιὸ καὶ ὁ Παῦλός φησιν· Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐστε. Ὥστε οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε. Βαβαὶ, πόση τῆς πίστεως ἡ δύναμις, καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών! Πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· Γινώσκετε γὰρ, φησὶν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νῦν δὲ ἀποφαίνει, ὅτι καὶ τοῦ Θεοῦ· Πάντες γὰρ υἱοὶ Θεοῦ, φησὶν, ἐστὲ διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. ∆ιὰ τῆς πίστεως, οὐ διὰ τοῦ νόμου. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ θαυμαστὸν, λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν. Ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν. Εἰ γὰρ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν ἢ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ἀκόρεστον; Εἰπὼν γὰρ, ὅτι Υἱοὶ τοῦ Θεοῦ γεγόναμεν διὰ τῆς πίστεως, οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπιζητεῖ τι πλέον εὑρεῖν, τὸ δυνάμενον σαφέστερον παραστῆσαι τὴν ἐγγυτέραν πρὸς τὸν Χριστὸν ἕνωσιν.Καὶ εἰπὼν, ὅτι Αὐτὸν ἐνεδύσασθε, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει, ἀλλ' ἑρμηνεύων αὐτὴν, ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καί φησιν, ὅτι Πάντες εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τὸν τοῦ Χριστοῦ. Τί τούτων γένοιτ' ἂν φρικωδέστερον τῶν ῥημάτων; Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ' αὐτοῦ τοῦ πάντων ∆εσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν αὐτῷ δεικνὺς τὸν Χριστόν. Εἰ δὲ ὑμεῖς τοῦ Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδομέναι;


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |