Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63
Α΄Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.
Τί τοῦτο; τὴν πόλιν ἅπασαν παρεῖναι δέον σήμερον, οὐδὲ τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ' ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη. Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν, αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν; Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλανίσω τοὺς ἀπολειφθέντας ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως; Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς. Ἀλλ' εἰ καὶ μὴ πάρεισιν, ἀναγκαῖον καὶ πρὸς ἀπόντας διαλεχθῆναι· εὔδηλον γὰρ ὅτι δι' ὑμῶν ταῦτα ἀκούσονται τῶν παρόντων· μέχρι πότε τῶν χρημάτων ἡ λύσσα; μέχρι τίνος ἡ μηδέποτε σβεννυμένη κάμινος πάντα ἔπεισι καὶ καταφλέγει; οὐκ ἴστε ὅτι αὕτη ἡ φλὸξ ἐκεῖνο τίκτει τὸ ἄσβεστον πῦρ; αὕτη ἡ τηκεδὼν ἐκεῖνον γεννᾷ τὸν σκώληκα τὸν ἰοβόλον;
Εἰ δὲ καταφρονεῖς γεέννης, καὶ οὐ διασείει σου τὴν διάνοιαν ταῦτα τὰ ῥήματα διὰ τὸ μέλλειν ἔτι τὴν κόλασιν· κἂν τὰ παρόντα πειθέτω σε. Οὐκ ἔγνωτε οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο; οὐ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐστι τὰ ὑπομνήματα; οὐκ ἔναυλος τῆς τοσαύτης καταστροφῆς ἡ ἀπόδειξις; Πᾶσα ἡ πόλις ἡμῖν τῶν λειψάνων τοῦ ναυαγίου ἐκείνου ἐμπέπλησται· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ὥσπερ πλοίου μεγάλου καταποντισθέντος, ὁ μὲν τὴν σανίδα, ὁ δὲ τὴν κώπην, ὁ δὲ τὸ ἱστίον, ὁ δὲ μέρος τι τῶν ἀγωγίμων διασώσαντες ἔχουσι καὶ περιφέρουσιν· οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνήματα διασπαρῆναι παρεσκεύασαν. Καὶ ὁ μὲν νύκτας ἀΰπνους διατελέσας, καὶ μυρίους πόνους καὶ κινδύνους ὑπομείνας, καὶ ἁμαρτήματα τοσαῦτα συναγαγὼν ἀπὸ τῆς τοιαύτης πλεονεξίας, ἄοικος, ἄπολις πρὸς τὴν ὑπερορίαν φυγὰς γέγονε, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς· καὶ καθ' ἑκάστην ἡμέραν τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἐπικρεμάμενον ὁρᾷ, ξίφη καὶ δημίους καὶ βάραθρα φανταζόμενος, μυρίων θανάτων χαλεπωτέραν ζωὴν ζῶν· ἕτεροι δὲ τοῖς ἐκείνου κτήμασιν ἐντρυφῶσι, καὶ οἱ πρὸ τούτου κολακεύοντες αὐτὸν, ἐπιβουλεύουσι νῦν. Ταῦτα οὖν οὐχ ἱκανὰ καὶ τὸν σφόδρα ἀναίσθητον σωφρονίζειν; Ἀλλὰ μετὰ τοσαύτην πληγὴν, μετὰ τοσοῦτον χειμῶνα, μετὰ τοσαύτην καταστροφὴν, μετὰ τοσαύτην μεταβολὴν καὶ τηλικαύτην, τὴν πρὸ τῶν ὀφθαλμῶν φαινομένην, τὴν πρὸ τριάκοντα οὐδ' ὅλως γεγενημένην ἡμερῶν, πάλιν ταῦτα μαίνεσθε; καὶ ποίαν ἂν σχοίητε συγγνώμην, ἢ τίνα ἀπολογίαν; Καὶ οὐ μαίνεσθε μόνον, ἀλλ' οὐδὲ παραγίνεσθε, ἵνα αὐτὸ τοῦτο μάθητε. Ὥσπερ γὰρ πρὸς παρόντας τοὺς ἀπόντας διαλέγομαι, πολλῇ τῇ ἀθυμίᾳ κεκαρωμένος, ὅτι οὐ τῷ φόβῳ τῶν μελλόντων, οὐ τῇ πείρᾳ τῶν παρόντων γίνονται βελτίους· ἀλλ' ἁρπάζοντες, πλεονεκτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμένοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζουσιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν. Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι αὐτοὶ μὲν οὐκ ἂν δύναιντο συνιδεῖν ἐν οἷς εἰσιν, ἰατρῶν δὲ δέονται τῶν τῆς μανίας αὐτοὺς ἀπαλλαξόντων· οὕτω δὴ καὶ οἱ τῇ χαλεπῇ λύσσῃ τῶν χρημάτων κατεχόμενοι, ἑτέρων δέονται διδασκάλων, ἵνα κἂν ὅτι λυσσῶσι μάθωσι. ∆ιὰ τοῦτο μάλιστα αὐτῶν δέομαι καὶ παρακαλῶ καὶ ἱκετεύω ἀπαντᾷν πρὸς ἡμᾶς, καὶ τὰ ἀπὸ τοῦ λόγου δέχεσθαι φάρμακα. Οὐκ ἔστι μοι σιδήριον ἠκονημένον, ἀλλ' ἔστι λόγος σιδήρου τομώτερος· οὐκ ἔστι πῦρ, οὐδὲ φάρμακον δάκνον, ἀλλ' ἔστι ῥήματα πυρὸς θερμότερα, καὶ ἀνώδυνον ἐπάγοντα τὴν ἰατρείαν.
βʹ. Τίνος οὖν ἕνεκεν ἀποπηδᾷς, εἰπέ μοι, καὶ οὐδὲ τὴν αὐτὴν ἐπιδείκνυσαι περὶ τὴν ψυχὴν πρόνοιαν, ὅσην ἔχεις περὶ τὴν σάρκα φειδώ; Ἐκείνης μὲν γὰρ κακῶς διακειμένης καὶ χρήματα δαπανᾷς, κἂν δανείσασθαι δέῃ, πάντα ὑποθέμενος ἀναλίσκεις· καὶ ἰατροῖς, κἂν τεμεῖν βουληθῶσι, κἂν καῦσαι, μετὰ πολλῆς προθυμίας παρέχεις τὸ σῶμα ποιεῖν ὅπερ ἂν ἐθέλωσι· τῆς δὲ ψυχῆς πηγὰς σκωλήκων ἐχούσης, οὐκ ἀπαντᾷς ἀκουσόμενος, εἰπέ μοι, λόγου τὴν σηπεδόνα ἐκκαθάροντος· καὶ ταῦτα οὔτε χρήματα ἔχων καταβαλεῖν, οὔτε τοσαύτην ὀδύνην ὑπομεῖναι· ἀλλ' ἐξέδωκας σαυτὸν ἀπωλείᾳ παντελεῖ; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Εἰ μὲν γὰρ ἔλεγον, Ὁ πλεονεκτῶν, ὁ ἁρπάζων, ὁ πορνεύων, ὁ μοιχεύων μὴ ἀπαντάτω εἰς ἐκκλησίαν, καὶ ἤλαυνον καὶ ἐδίωκον ἅπαντας τοὺς ἐν ἁμαρτήμασι· μάλιστα μὲν οὐδὲ τότε ἦν τις ἀπολογία· ἔδει γὰρ ἐκκαθαρθέντα ἀπαντᾷν· νυνὶ δὲ οὐδὲ τοῦτο λέγω, ἀλλὰ κἂν πορνεύσῃς, κἂν μοιχεύῃς, κἂν ἁρπάζῃς, κἂν πλεονεκτῇς, ἀπάντησον εἰς ἐκκλησίαν, ἵνα μάθῃς μηκέτι τοιαῦτα ποιεῖν· ἕλκω πάντας καὶ ἐπισπῶμαι, καὶ τὰ δίκτυα τοῦ λόγου πανταχόθεν ἁπλώσας, οὐχὶ τοὺς ὑγιαίνοντας, ἀλλὰ καὶ τοὺς νοσοῦντας ἐνταῦθα ζωγρῆσαι ἐπιθυμῶ.Ταῦτα λέγω καθ' ἑκάστην ἡμέραν· ἐλθὲ καὶ θεραπεύου μετ' ἐμοῦ· καὶ γὰρ ἐγὼ ἰατρεύων χρείαν ἔχω φαρμάκων· ἄνθρωπος γάρ εἰμι καὶ τῆς αὐτῆς σοὶ φύσεως ὑποκείμενος πάθεσι, καὶ δέομαι ῥημάτων τῶν τὸν ἄτακτον δεσμὸν χαλινούντων· οὐδὲ ἀπράγμονα ζῶ βίον καὶ ἡσύχιον καὶ ἀτάραχον, ἀλλ' ἔχω καὶ αὐτὸς θορύβους ἐπιθυμίας καὶ ταραχὰς κυμάτων. Καὶ τί δεῖ λέγειν ἐμὲ καὶ τὸν δεῖνα, ὅπου γε ὁ τῶν οὐρανῶν ἁψάμενος Παῦλος καὶ αὐτὸς πολλῆς ἐδεῖτο τῆς θεραπείας; Καὶ τοῦτο αὐτὸ δῆλον ἡμῖν ἐποίησεν, ὅτι ἐδεῖτο, καὶ οὐδὲ αὐτὸς ἀπράγμονα ἔζη βίον, ἀλλὰ πολλὰ εἶχε παλαίσματα· διὸ καὶ ἔλεγεν· Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὑπεπίαζε δὲ τὸ ἐξανιστάμενον, καὶ ἐδουλαγώγει τὸ ἀφηνιᾶσαι βουλόμενον· διὸ καὶ ἄλλοις παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.Εἰ δὲ ὁ Παῦλος οὐκ ἀπέλαυε γαλήνης, ἀλλ' ὥσπερ οἱ πελάγει φερόμενοι, πολλὰ πανταχόθεν ἑώρα διεγειρόμενα κύματα· τίς τολμήσει λέγειν, ὅτι οὐ δεῖται διορθώσεως καὶ θεραπείας καὶ διηνεκοῦς ἀγρυπνίας; Ἐλθὲ τοίνυν καὶ θεραπεύου μετ' ἐμοῦ τοῦ διδασκάλου. Εἰ δὲ ὑγιὴς εἶ, καὶ διὰ τοῦτο παραγίνου, ἵνα ὑγιέστερος γένῃ· ὁ γὰρ λόγος τούς τε ἔχοντας νοσήματα ἀπαλλάττει τῆς ἀῤῥωστίας, τούς τε οὐκ ἔχοντας ἀσφαλεστέρους καθίστησι, διορθωτικός τε ὢν τῶν γενομένων, καὶ προφυλακτικὸς τῶν οὐδέπω συμβάντων. Εἰ δὲ μὴ τοῦτο ἔχεις τὸ ἁμάρτημα, ἀλλ' ἕτερον ἔχεις· Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Μὴ τοίνυν, ἐπειδὴ ἥμαρτες, αἰσχυνθῇς παραγενέσθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀπάντησον. Οὐδεὶς γὰρ λέγει· Ἐπειδὴ ἕλκος ἔχω, οὐκ ἐπιζητῶ τὸν ἰατρὸν, ἀλλ' οὐδὲ καταδέχομαι φάρμακον· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα καὶ τοὺς ἰατρεύοντας καὶ τῶν φαρμάκων τὴν δύναμιν ἐπιζητεῖν ἀναγκαῖον. Ἴσμεν γὰρ καὶ ἡμεῖς συγγινώσκειν, ἅτε καὶ αὐτοὶ ἑτέροις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι.
∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀγγέλους ἔδωκεν ἡμῖν διδασκάλους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ' ἀπ' αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων ποιεῖ ποιμένας, ἀπ' αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ' ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον Παύλου ταῦτα γράφοντος καὶ φιλοσοφοῦντος· τοῖς γὰρ Ἑβραίοις ἐπιστέλλων, οὕτως ἔφη· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, ὥστε προσφέρειν δῶρα καὶ θυσίας, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι' ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ' ἄνθρωποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες; Καὶ γὰρ καὶ αὐτὸς περίκειται, φησὶν, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Τοῦτο γοῦν καὶ νῦν γίνεται· καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ......
γʹ. Μή μοι τὸν πλεονέκτην, καὶ τὸν γαστρὸς δοῦλον, καὶ τὸν προδεδωκότα τῇ πονηρίᾳ τῆς φύσεως τὴν εὐγένειαν εἰς μέσον ἀγάγῃς, ἀλλὰ τοῦτον καὶ τοὺς κατ' ἐκεῖνον ἄνδρας, τοὺς τὸ ἀρχέτυπον διατηροῦντας, καὶ τὸν χαρακτῆρα τὸν βασιλικὸν οὐ λυμαινομένους, καὶ τότε εἴσῃ τί ποτέ ἐστιν ἄνθρωπος. Καὶ γὰρ καὶ οὗτος ἄνθρωπος ἦν, καὶ ἀπὸ γυναικὸς ἐτέχθη, καὶ γάλακτι ἐτράφη, καὶ γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσε, καὶ πάντα κοινὰ αὐτῷ ἦν πρὸς ἡμᾶς, κοινὰ τὰ τῆς φύσεως· ἀλλ' ἐπειδὴ τὰ τῆς προαιρέσεως ἐξαίρετα γέγονε, διὰ ταῦτα καὶ ταύτης χάριτος ἐξέλαμψε. Καίτοι οὐδὲ χρήματα αὐτῷ παρῆν, οὐ γένους περιφάνεια, οὐ πατρίδος μέγεθος, οὐ λόγων δεινότης, οὐ γλῶττα ἠκονημένη, οὐκ ἀνδραπόδων ἀγέλαι, οὐκ εὐνούχων ἑσμὸς, οὐκ οἰκία χρυσόροφος, οὐχ ἱμάτια σηρικὰ, οὐ τράπεζα τρυφὴν ἔχουσα, οὐκ ἄλλο τι τῶν δοκούντων εἶναι πολλοῖς μακαριστῶν, ἀλλὰ πενία ἡ ἐσχάτη· οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ χήρας γυναικὸς, καὶ ταῦτα Σιδωνίας, προσαίτης ἐγίνετο, χεῖρα προτείνων, καὶ ἄρτον αἰτῶν· καὶ σπήλαιον ἦν αὐτῷ τὸ οἴκημα, καὶ δέρμα τὸ ἱμάτιον, καὶ ἡ τράπεζα γῆ, καὶ πρόγονοι ἄσημοί τε καὶ ἀνώνυμοι, καὶ πατρὶς εὐτελὴς, καὶ βίος ἀγροικώδης. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐγένετο κώλυμα τῷ ἀνδρὶ πρὸς εὐδοκίμησιν, ἀλλὰ καὶ βασιλέων ἁπάντων εὐπορώτερος ἦν, καὶ φιλοσόφων ἁπάντων καὶ ῥητόρων σοφώτερος, καὶ τῶν τὰ διαδήματα ἐχόντων περιφανέστερος, καὶ μᾶλλον εὐπατρίδης τῶν τὰς βασιλικὰς κεκτημένων πόλεις· τὴν γὰρ οἰκουμένην εἶχε πατρίδα, μᾶλλον δὲ καὶ αὐτὴ αὐτῷ μικρὰ πόλις ἦν, καὶ βοᾷ Παῦλος λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ εἰς τὴν ἄνω πόλιν ἐτέλει, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. ∆ιὰ τοῦτό σοι πένητα καὶ ἄγροικον παρήγαγον εὐδοκιμοῦντα, ἵνα μηδεμίαν ἔχῃς πρόφασιν. Εἰ μὲν γὰρ πλούσιον παρήγαγον καὶ σοφὸν, ἠδύνασο λέγειν, ὅτι δὴ Ἐμὲ ἡ πενία καὶ ἡ ἀμαθία κωλύει γενέσθαι τοιοῦτον· νυνὶ δὲ εἰς οὐδεμίαν πρόφασιν τοιαύτην ἔχεις καταφυγεῖν· καὶ γὰρ καὶ πένης ἦν ἐκεῖνος, πάντων ἀνθρώπων πενέστερος, καὶ τὴν ἔρημον ᾤκει, καὶ ἐκ προγόνων ἄσημος καὶ ἐκ πατρίδος καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων. Ἀλλ' ὅμως ὑπὲρ τὸν ἥλιον ἔλαμψε καὶ τότε καὶ νῦν, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἔπεισιν αὐτοῦ ἡ δόξα, καίτοι πρὸ τοσούτου χρόνου γεγονότος· ἀλλ' οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος αὐτοῦ τὴν μνήμην· καὶ μάλα εἰκότως. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, πρᾶγμα ἀθάνατον, καὶ ὑπὲρ τὸν ἥλιον λάμπον. Ἀλλ', ὅπερ ἔφθην εἰπὼν (οὐ γὰρ δεῖ τῆς ὑποθέσεως ἐπιλαθέσθαι εἰς τὸ πέλαγος ἐξενεχθέντας τῶν ἐγκωμίων τοῦ προφήτου), καὶ οὗτος δείκνυσι τὰ ἐπὶ τοῦ Μωϋσέως εἰρημένα. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ὑπὸ τῶν κατορθωμάτων αὐτὸν ἐπαρθέντα, οὐ σφόδρα εἶναι τοῖς πολλοῖς συγγνωμονικὸν, ὅρα τί ποιεῖ ὁ Θεός· Ἀφίησιν αὐτὸν γυμνωθῆναι τῆς παρ' αὐτοῦ χάριτος, ὥστε δειχθῆναι αὐτοῦ τὴν ἀσθένειαν· μᾶλλον δὲ πρότερον ἀναγκαῖον δεῖξαι πῶς οὐ σφόδρα ἦν συγγνωμονικός. Ἐπειδὴ γὰρ ἔκλεισε τὸν οὐρανὸν, καὶ τὴν γῆν ἐποίησεν ἄγονον, καὶ λιμὸς ἦν, λιμὸς ἁπάντων ὁ πικρότατος, καὶ ἀνάλωτο ὕδατα, καὶ ἐξηράνθη βοτάνη πᾶσα, καὶ ἐπέλιπον ποταμοὶ, καὶ φοβερὸν τῆς γῆς τὸ πρόσωπον ἦν, θάνατον ἀπειλοῦν, καὶ πάντα ὁ λιμὸς ἐπιὼν ἐπενέμετο, θάνατον ἐπάγων τὸν οἴκτιστον· οὐδὲ οὕτως ἐνεδίδου, ἀλλ' ἀπελθὼν ἐπὶ κορυφῆς ὄρους ἐκάθητο, τῇ χαλεπῇ ταύτῃ τηκεδόνι τῶν Ἰουδαίων τὸν δῆμον παραδούς.Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, καὶ ἡ ἄφατος ἀγαθότης, οὐκ ἠνείχετο τῆς αὐστηρότητος ταύτης· ἀλλ' ἐπειδὴ αὐτὸς αὐτὸν οἴκοθεν παρακαλέσαι οὐκ ἠβουλήθη λῦσαι τὸ δεινὸν, αὐτός τε αὖ πάλιν χωρὶς ἐκείνου τοῦτο ποιῆσαι οὐκ ἤθελεν, ὅρα τί γίνεται· πρότερον αὐτῷ κοινοῦται, καὶ τότε ἀφίησι τὸν ὑετόν. Εἶδες Θεοῦ καὶ ἐν τούτῳ ἀγαθότητα καὶ φιλανθρωπίαν καὶ εἰς τὸν ἅγιον τιμήν; Οὐδὲ γὰρ πρότερον ἀφῆκε τὰς ἡνίας τῶν ὄμβρων, ἕως ὅτε αὐτῷ διελέχθη καὶ εἶπε τὸ μέλλον ἔσεσθαι, καὶ κήρυκα αὐτὸν τῆς μελλούσης εὐπορίας ἀπέστειλεν. Ἐπειδὴ γὰρ δι' αὐτοῦ τὰ σκυθρωπὰ γέγονεν, ἠβουλήθη καὶ τῶν χρηστῶν αὐτὸν ἄγγελον γενέσθαι καὶ καταγαγὼν ἀπὸ τοῦ ὄρους, ἔπεμψεν ἀπαγγέλλοντα πανταχοῦ τῆς γῆς ἐκείνης τὴν τῶν ὄμβρων παρουσίαν καὶ τὴν τοῦ λιμοῦ λύσιν. Ἀλλ' ὅμως κατενεχθέντος δὴ τοῦ ὑετοῦ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τῆς εὐθηνίας ἐπανελθούσης, ἀγαγὼν τοὺς ἱερεῖς τοῦ Βάαλ τοὺς τετρακοσίους, καὶ τοὺς τετρακοσίους ὀγδοήκοντα, κατέσφαξε, καὶ χειμάῤῥους ἀφῆκεν αἱμάτων.
δʹ. Τί οὖν ταῦτα πρὸς τὴν προκειμένην ὑπόθεσιν; Μὴ θορυβηθῇς, ἀγαπητέ· πρὸς γὰρ αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ πέρας τῶν εἰρημένων. Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις. Ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ τοῦ Ἀχαὰβ, πορνίδιον εὐτελὲς καὶ εὐκαταφρόνητον, λέγουσα· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, ἐὰν μὴ θῶ τὴν ψυχήν σου αὔριον ὡς ἑνὸς τῶν ἱερέων τούτων. Καὶ ἐφοβήθη, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Τί οὖν; ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τοῦ κόσμου παντὸς ὑπερορῶν, ὁ λιμοῦ τοσούτου καταφρονήσας, καὶ βασιλέως οὕτω τυραννικοῦ κατεξαναστὰς, ὁ κλείσας τὸν οὐρανὸν καὶ ἀνοίξας, ὁ νῦν μὲν ὑετὸν, νῦν δὲ λαμπάδα κατενεγκὼν, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ ἀκατάπληκτος, ὁ πανταχοῦ θαῤῥῶν· οὗτος ἀθρόον, μετὰ τοσαῦτα κατορθώματα, μετὰ τηλικαύτην παῤῥησίαν, μιᾶς κόρης πορνευομένης ἀπειλὴν οὐκ ἤνεγκε τὴν διὰ ῥημάτων, ἀλλὰ λοιπὸν φυγὰς καὶ ἄπολις γίνεται, καὶ δραπετεύει πρὸς τὴν ἔρημον, καὶ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀναχωρεῖ. Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς τῆς χάριτος, καὶ ἐδείχθη τῆς φύσεως ἡ ἀσθένεια· ἔδειξε τὸν προφήτην, ἔδειξε καὶ τὸν ἄνθρωπον, ἵνα μάθωσιν, ὅτι καὶ τὰ γενόμενα τότε τῆς χάριτος γέγονεν ἔργον. Ταῦτα δὲ ἐποίει συγγνωμονικόν τε αὐτὸν κατασκευάζων τοῖς πολλοῖς, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἐγγινομένην ἀπόνοιαν ὑποτεμνόμενος καὶ κωλύων. Ὅτι γὰρ μεγάλα περὶ ἑαυτοῦ ἐφρόνει καὶ ἐφαντάζετο, καὶ τῶν ἄλλων ἁπάντων κατεξανίστατο, αὐτὸν ὑμῖν τοῦτον παρέξομαι μάρτυρα.
Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὸν ὁ Θεὸς, καὶ ἠρώτα τὴν αἰτίαν τῆς αὐτόθι διατριβῆς, λέγων· Τί σοι ὧδε, Ἠλία; καὶ, Τί σοι ὧδε; ἠρώτα, οὐ μαθεῖν θέλων, ἀλλὰ ἡμῖν ἐκκαλύψαι τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ βουλόμενος· ἐπεὶ καὶ τὴν Χαναναίαν ὁ Χριστὸς ὅτε ἠρώτα, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα ἡμᾶς διδάξῃ τὸν θησαυρὸν τὸν ἐναποκείμενον αὐτῇ τῆς πίστεως· ἐρωτᾷ τοίνυν αὐτὸν, τί δήποτε ἀφιγμένος εἴη τοσαύτην ὁδὸν, καὶ καταλιπὼν πόλεις καὶ δήμους, τὴν ἔρημον ἀσπάζεται, οὐχ ἵνα αὐτὸς μάθῃ, (πῶς γὰρ ὁ πάντα εἰδώς;) ἀλλ' ἵνα ἡμᾶς διδάξῃ διὰ τῆς ἀποκρίσεως ἐκείνου τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ, καὶ ὅτι εἰκότως ἀφῆκεν αὐτὸν ὑπὸ τοῦ φόβου διασεισθῆναι, καὶ εἰς δειλίαν ἐμπεσεῖν· ἀφῆκεν, οὐκ ὤθησε· συνεχώρησεν, οὐκ ἐνήργησεν, ἀλλ' ἐγύμνωσεν αὐτὸν μόνον, καὶ ἠλέγχθη· ἐπειδὴ οὖν εἶπεν, Τί σοι ὧδε, Ἠλία; ἀκούσωμεν τί φησι· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ὁρᾷς ὅτι πάντας ἐνόμιζεν ἀπολωλέναι, καὶ μόνον αὐτὸν ὑπολελεῖφθαι, καὶ μετ' αὐτὸν οὐδένα εἶναι ἕτερον· ὅπερ αὐτὸν κατὰ μικρὸν εἰς ἀπόνοιαν ἀγαγεῖν ἠδύνατο. ∆ιὰ δὴ τοῦτο ὁ Θεὸς τοῦτον ἐξαίρων αὐτοῦ τὸν λογισμὸν τὸν πεπλανημένον, φησί· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. Ἐπεὶ οὖν καὶ ἡνίκα τὸν αὐχμὸν ἐπήγαγε, παρέμενεν ἐπιτείνων τὴν κόλασιν, καὶ μετὰ ταῦτα περὶ ἑαυτοῦ μεγάλα ἐφαντάζετο, ἅτε δὴ μόνος ὢν ἐπὶ τῆς γῆς τοιοῦτος· ἀφίησιν αὐτὸν αἰσθέσθαι τὴν οἰκείαν ἀσθένειαν, διδάσκων τὸ πλῆθος τῶν διασωθέντων, δι' ἀμφοτέρων τούτων καθαιρῶν αὐτοῦ τὴν διάνοιαν, καὶ πείθων μετριάζειν πανταχοῦ, καὶ συγγνωμικὸν εἶναι, καὶ τῷ ζήλῳ κεραννύναι φιλανθρωπίαν.
εʹ. Εἰ δὲ βούλει καὶ ἐπὶ τῆς Καινῆς αὐτὰ ταῦτα ἰδεῖν, πάλιν σοι τοὺς κορυφαίους καὶ πύργους καὶ προβόλους, καὶ τὰ κεφάλαια τῶν ἐν τῇ Καινῇ εἰς μέσον ἀγαγεῖν πειρασόμεθα. Ὥσπερ Μωϋσέα καὶ Ἠλίαν, οὕτω Παῦλον καὶ Πέτρον ἐπὶ τῆς Καινῆς δείκνυνται. Καθάπερ γὰρ τούτων ἑκάτερος ὁ μὲν Αἰγυπτίου ἑνὸς, ὁ δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες ἐφυγαδεύθησαν· οὕτω δὴ καὶ Πέτρος ἡ κρηπὶς, ὁ θεμέλιος, ὁ στῦλος, μετὰ μυρία παραγγέλματα, μετὰ τὰ τοσαῦτα θαύματα, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, οὐδὲ βασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε· καὶ ἦν τοῦ προτέρου πολλῷ χαλεπώτερον. Οἱ μὲν γὰρ δείσαντες ἔφυγον μόνον, οὗτος δὲ καὶ πτῶμα ἔπεσε χαλεπώτατον, ὅπερ ἅπαντες ἴσασιν· ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια, ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀφῆκε δὲ ὁ Θεὸς αὐτὸν πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμένης ἁπάσης· ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Σίμων, Σίμων, ποσάκις ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ταύτην μοι δὸς τὴν ἀμοιβὴν, φησὶ, τῆς περὶ σὲ βοηθείας· εἰ γὰρ μὴ τῆς ἐμῆς ἀπέλαυες προνοίας, οὐκ ἂν ἤρκεσας καθ' ἑαυτὸν ἐνεγκεῖν ἐκείνου τὴν ἔφοδον. Ἐννοῶν τοίνυν τὰ σὰ, γίνου καὶ τοῖς ἄλλοις συγγνωμονικός· τὸ γὰρ, Στήριξον, τοῦτό ἐστιν αἰνιττομένου· τοὺς σαλευομένους στήριξον συγκαταβαίνων, χεῖρα ὀρέγων, φιλανθρωπίαν ἐπιδεικνύμενος πολλήν. Καὶ ὁ Παῦλος ὁ λέοντος παντὸς θρασύτερος ὢν, ἡ ἀκατάπληκτος ψυχὴ, τὸ αὐτὸ τοῦτο ἔπαθε. Καὶ ὅρα πῶς δείκνυσιν ἑαυτὸν συνεχῶς δεόμενον τῶν τῆς ταπεινοφροσύνης φαρμάκων· Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται. Ἀπεγνώσθημεν, φησὶν, οὐ προσεδοκήσαμεν ζήσεσθαι, ἀλλ' ἐν ἑαυτοῖς ἐλογισάμεθα, ὅτι πάντως ἀποθανούμεθα· τοῦτο γάρ ἐστιν, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· τοῦτο ἡμῖν τὰ πράγματα ἀπεκρίνατο, ὅτι ἀπολούμεθα πάντως. Τίνος ἕνεκεν συνεχώρησε μέχρι τοσούτων κινδύνων ἐλθεῖν ἡμᾶς ὁ Θεός; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἵνα μὴ μέγα φρονῶμεν, ἵνα μὴ ἐπαιρώμεθα τοῖς κατορθώμασιν. Ὃ καὶ προϊὼν σαφέστερον λέγει, πάλιν οὕτω γράφων; ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· τοὺς θλίβοντας ἐνταῦθα αἰνιττόμενος καὶ ἐπηρεάζοντας, καὶ εἰς δεσμωτήριον αὐτὸν ἐμβάλλοντας· τούτων γὰρ ἕκαστον Σατανᾶν καλεῖ. Συνεχωρήθην δὲ πειρασμοὺς, φησὶν, ὑπομένειν, ἵνα ἡ ἀπόνοιά μου καταστέλληται, καὶ μετριάζειν μάθω. ∆ιὰ δὴ τοῦτο καὶ παρακαλέσας τὸν Θεὸν, οὐκ ἔτυχον τῆς αἰτήσεως· ἀλλ' ἔμεινα διηνεκῶς ἐπιβουλευόμενος, φάρμακον ταπεινοφροσύνης τὴν θλίψιν ἔχων. Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπιστροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι. Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παραδόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ' ἑκάστην ἡμέραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγόμενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμηνεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀνα στάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παντὸς θηριωδέστερος ἦν· καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα, οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον. ∆ιὸ καὶ αὐτὸς συνεχῶς ἐπὶ τῶν ἐπιστολῶν ταῦτα στρέφει, κάτω κύπτων καὶ ἐγκαλυπτόμενος ἐπὶ τοῖς ἤδη γεγενημένοις· καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Καὶ πάλιν, ∆ιὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ὁ Θεὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγεν· Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν.
ςʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, καὶ ἠφίει αὐτοὺς ὁ Θεὸς γυμνοὺς τῆς αὑτοῦ χάριτος, ἵνα, ὅταν διδαχθῶσιν αὑτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδείκνυνται. ∆ιὸ καὶ γράφων ἔλεγε Γαλάταις· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ταῦτ' οὖν εἰδότες τούς τε ἀφηνιῶντας ἕλκωμεν, τοῖς τε ἁμαρτάνουσι συγγνωμονικοὶ γινώμεθα, πολλήν τε τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα μετὰ τῶν τοῦ Θεοῦ νόμων· ἵνα καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς συγγνώμης ἐν οἷς ἁμαρτάνομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου