ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν  ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει  τῷ Τιμοθέῳ ἐπιστολήν;

Εἶπεν, Ἐλπίζω ἐλθεῖν  πρὸς σὲ τάχιον·  οὐκ ἐξεγένετο  τοῦτο· παραμυθεῖται  αὐτὸν  διὰ  γραμμάτων  ἀντὶ  τῆς  παρουσίας, ἴσως  τεθλιμμένον   καὶ  διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς  ἤδη ἧφθαι  τότε. Κἂν γὰρ μεγάλοι  τινὲς  ἄνδρες  ὦσιν, ὅταν ἀναδέξωνται    τοὺς  οἴακας  καὶ  τὴν  κυβέρνησιν  τῆς  Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν  βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος  ἦν, ὅτε πάντα  ἀνήροτα, ὅτε πάντα  ἐχθρὰ, ὅτε πάντα  προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν  ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν  πρός με ταχέως,  φησί· καὶ, Ἐρχόμενος φέρε  τὰ  βιβλία,  μάλιστα  τὰς  μεμβράνας.

Read More ->>

ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χρι στῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. ∆ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε.∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσαἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

αʹ. Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ' ἤδη καὶ διὰ ῥημάτων. Καὶ τοῦτο πολλαχοῦ  καὶ ἐν ἄλλοις  ἐδήλωσε λέγων· Εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν· πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα. Μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκεν· ἅπερ οὖν ἀναμιμνήσκων   αὐτὸν,  ἔλεγεν·  Ὑποτύπωσιν  ἔχε  ὑγιαινόντων  λόγων  ὧν  παρ'  ἐμοῦ ἤκουσας. Τί δέ ἐστιν ὅ φησι; Καθάπερ ἐπὶ τῶν ζωγράφων  ἐνετυπωσάμην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους καταβαλὼν  εἰς τὴν σὴν ψυχήν.  Ταῦτα οὖν ἔχε· κἂν περὶ πίστεως, κἂν περὶ ἀγάπης,  κἂν  περὶ σωφρονισμοῦ  δέῃ τι βουλεύσασθαι, ἐκεῖθεν  λάμβανε  τὰ παραδείγματα·  οὐ δεήσει σοι παρ'  ἑτέρων  εἰκόνα ζητεῖν, πάντων  ἐκεῖ κατακειμένων.

Read More ->>

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο μεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσα σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομί μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου,  μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.


αʹ. Πολλοὶ  τῶν  ἀσθενεστέρων  ἀνθρώπων  πρὸς  μὲν  τὸν  τῆς  πίστεως  πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν  τῆς ἐλπίδος  φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσιν  καὶ ἀπὸ τούτων τὰ μέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ μὲν ἐνταῦθα θάνατοςἦν,  βάσανοι,  δεσμά· αὐτὸς  δέ  φησιν,  ὅτι  εἰς  ζωὴν  αἰώνιον  ἥξουσιν,  οὐκ  ἂν  δέ τις ἐπίστευσεν, ἀλλ' εἶπεν ἂν, Τί λέγεις; Ὅτε ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ μοι οὐδὲν ἐπαγγέλλῃ,  καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ μικρὰ οὐ δίδως, καὶ τὰ μεγάλα παρέχεις;   Ἵνα   τοίνυν   μηδεὶς   ταῦτα   ἐννοῇ,   ἀναμφίβολον   ποιεῖται   τούτου   τὴν κατασκευὴν,   προκαταβάλλων   μὲν   αὐτὸ  καὶ  ἤδη,  καὶ  τεκμήρια   διδοὺς   (τὸ  γὰρ, Μνημόνευε  Χριστὸν Ἰησοῦν ἐγηγερμένον  ἐκ νεκρῶν,  τοῦτό  ἐστιν, ὅτι μετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται.

Read More ->>

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.

αʹ. Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον  ταί τινες τῆς πίστεως· καὶ πάλιν  ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων  τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆςἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον  σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα  ἔσονται, οὐδὲν  θαυμαστὸν  εἶναι  καὶ ἐφ' ἡμῶν.  Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων  λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων.

Read More ->>

ΟΜΙΛΙΑ Θʹ.Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Θʹ.Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

αʹ. Πολλὴν παράκλησιν  ποιησάμενος  καὶ παραμυθίαν  ἀπὸ πάντων,  ἐπάγει  καὶ τὴν  ἀπὸ τῶν  Γραφῶν τελειοτέραν  οὖσαν· εἰκότως  δὲ ποιεῖται  τοσαύτην  παράκλησιν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν  τῷ  διδασκάλῳ,  καὶ ἐν τρόπῳ  τελευτῆς  ὁρῶν  αὐτὸν  τελευτῶντα,  διέῤῥηξε τὰ ἱμάτια  αὐτοῦ, τί οἴει τοῦτον  παθεῖν  τὸν  οὕτω  μὲν ἀγαπώμενον,  οὕτω  δὲ ἀγαπῶντα, ἀκούοντα  ὅτι μέλλει  ἀποθνήσκειν  ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν  αὐτοῦ τὸν χρόνον  τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων  εἴωθε λυπεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετελευτηκότων.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |