ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α'

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α'. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α'. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 28 Οκτωβρίου 2016

Πρός Κορινθίους Α' Πρόλογος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΥΠΟΘΕΣΙΣ 

Ἡ Κόρινθός ἐστι μὲν νῦν πόλις τῆς Ἑλλάδος ἡ πρώτη, πολλοῖς δὲ τὸ παλαιὸν πλεονεκτήμασι  βιωτικοῖς  ἐκόμα, καὶ πρὸ τῶν  ἄλλων  πάντων  τῇ τῶν  χρημάτων περιουσίᾳ· διὸ καί τις τῶν ἔξωθεν συγγραφέων ἀφνειὸν  ἐκάλει τὸ χωρίον. Ἐν γὰρ τῷ  Ἰσθμῷ κεῖται τῆς Πελοποννήσου, καὶ πολλὴν εἶχεν ἐμπορίας ὑπόθεσιν. Ἦν δὲ καὶ ῥητόρων πολλῶν ἔμπλεως ἡ πόλις καὶ φιλοσόφων· καί τις τῶν ἑπτὰ καλουμένων σοφῶν ἀπὸ τῆς πόλεως ταύτης ἦν. Ταῦτα δὲ ἡμῖν οὐ φιλοτιμίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς ἐπίδειξιν πολυμαθείας· (τί γὰρ δὴ καὶ ἔστι τὸ ταῦτα εἰδέναι;) ἀλλὰ πρὸς τὴν ὑπόθεσιν ἡμῖν συντελεῖ τῆς Ἐπιστολῆς. Πολλὰ δὲ καὶ αὐτὸς ἔπαθεν ὁ Παῦλος ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ Χριστὸς δὲ ἐν ταύτῃ αὐτῷ φανείς φησι· Μὴ σιγήσῃς, ἀλλὰ λάλει· διότι λαός μοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. Καὶ ἔμεινεν ἐκεῖ δύο ἔτη. Ἐν ταύτῃ καὶ ὁ δαίμων ἐξῆλθεν, ὃν οἱ Ἰουδαῖοι ἐφορκίζοντες, τὰ ἀνήκεστα ἔπαθον παρ' αὐτοῦ· ἐν  ταύτῃ  τὰς  βίβλους  συναγαγόντες  τῶν  γοήτων  οἱ μετανοήσαντες κατέκαυσαν,  καὶ  ὤφθησαν  μυριάδες  πέντε·  ἐν  ταύτῃ  καὶ  ἐπὶ  Γαλλίωνος  τοῦ ἀνθυπάτου  ἐπὶ τοῦ βήματος ὁ Παῦλος ἐτύπτετο.

Read More ->>

Αʹ Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Αʹ Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς,  τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις  ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς  ἁγίοις  σὺν πᾶσι τοῖς ἐπικαλουμένοις  τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν  καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Ὅρα πῶς εὐθέως  ἐκ προοιμίων  τὸν τῦφον  κατέβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν,  κλητὸν  ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ διώκων  καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ μὲν καλοῦντος  τὸ πᾶν· τοῦ δὲ κληθέντος  οὐδὲν, ὡς εἰπεῖν, γίνεται,  ἢ τὸ ὑπακοῦσαι μόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑμῶν Χριστός· καὶ ὑμεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδασκαλίας προστάτας· ∆ιὰ θελήματος Θεοῦ. Ὁ γὰρ  Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑμᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡμεῖς κατωρθώσαμεν, ἀλλὰ διὰ τοῦ θελήματος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράμεθα· καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθημεν, οὐκ ἐπειδὴ ἄξιοι ἦμεν. Πάλιν μετριάζει, συντάττων  ἑαυτῷ  τὸν ἐλάττονα  πολλῷ·  καὶ γὰρ πολὺ τὸ μέσον ἦν Παύλου καὶ Σωσθένους.

Read More ->>

∆ʹ Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

∆ʹ Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις  μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν ετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος  τούτου;

αʹ. Τοῖς κάμνουσι καὶ ψυχοῤῥαγοῦσι καὶ αἱ τροφαὶ  αἱ ὑγιεῖς ἀηδεῖς, οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ οὐδὲ γνωρίζονται πολλάκις, ἀλλὰ καὶ ἐνοχλεῖν δοκοῦσιν. Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθε· τὰ γὰρ πρὸς σωτηρίαν  φέροντα  ἀγνοοῦσι, καὶ τοὺς κηδομένους  αὐτῶν  ἐνοχλεῖν νομίζουσι. Γίνεται δὲ τοῦτο  οὐ παρὰ τὴν  τοῦ πράγματος  φύσιν,  ἀλλὰ  παρὰ τὴν ἐκείνων  νόσον.  Καὶ ὅπερ  οἱ  παραπαίοντες  ποιοῦσιν,  ἀπεχθανόμενοι   πρὸς  τοὺς ἐπιμελομένους αὐτῶν, καὶ λοιπὸν λοιδορούμενοι· τοῦτο καὶ οἱ ἄπιστοι πάσχουσιν. Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῶν Ἑλλήνων ποιήσωμεν, καὶ μᾶλλον τῶν γυναικῶν ὀλολύξωμεν  ἐπ' αὐτοῖς, ὅτι τὴν κοινὴν ἀγνοοῦσι σωτηρίαν.

Read More ->>

ΣΤ΄ Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΣΤ΄ Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων  ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ  Ἰησοῦν  Χριστὸν, καὶ  τοῦτον  ἐσταυρωμένον. 

αʹ. Οὐδὲν  τῆς  Παύλου  ψυχῆς ἀγωνιστικώτερον,  μᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν· ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρημένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται   τοῖς  λεχθεῖσι,  κειμένοις   τοῖς  ἐναντίοις   ἐπεμβαίνων.   Σκόπει  δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι  μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων.

Read More ->>

Ηʹ Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

Ηʹ Κἀγὼ, ἀδελφοὶ,  οὐκ  ἡδυνήθην  ὑμῖν  λαλῆσαι  ὡς  πνευματικοῖς,  ἀλλ'  ὡς σαρκικοῖς, ὡς νηπίοις  ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω  γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι  νῦν  δύνασθε· ἔτι  γὰρ σαρκικοί ἐστε.

αʹ. Καθελὼν τὴν φιλοσοφίαν  τὴν  ἔξωθεν,  καὶ  τὸν  τῦφον  αὐτῆς  καταβαλὼν  ἅπαντα,  ἐφ'  ἑτέραν ὑπόθεσιν  ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν  ἐκείνους  λέγειν,  ὅτι  εἰ μὲν  τὰ Πλάτωνος  ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν  φιλοσόφων  ἀπηγγέλλομεν,  εἰκότως οὕτω μακρὸν καθ' ἡμῶν ἀπέτεινες λόγον· ἐπεὶ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξωθεν σοφίαν ἄνω καὶ κάτω στρέφεις; Πῶς οὖν πρὸς τοῦτο ἵσταται, ἄκουσον. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς. Μάλιστα μὲν γὰρ, εἰ καὶ τέλειοι, φησὶν, ἦτε καὶ ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι· οὐδὲ γὰρ τὰ ὑμέτερα καταγγέλλετε,  οὐδὲ ἅπερ αὐτοὶ  οἴκοθεν  εὑρήκατε· νυνὶ  δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι.

Read More ->>

Ιʹ Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Ιʹ Μηδεὶς ἑαυτὸν  ἐξαπατάτω.  Εἴ τις  δοκεῖ  σοφὸς εἶναι  ἐν  τῷ  αἰῶνι  τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού του μωρία παρὰ τῷ Θεῷ ἐστιν.

 αʹ. Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν ἐξενεχθεὶς, καὶ αἰνιγματωδῶς αὐτὴν παρανοίξας διὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγεται  πάλιν  ἐπὶ τὴν  μάχην  τῆς σοφίας   τῆς   ἔξωθεν,   καὶ   τὰ   ἐγκλήματα   τῶν   ἐντεῦθεν   πεφυσιωμένων    καὶ διατεμνόντων  τὴν  Ἐκκλησίαν· ἵνα  τὸ  λεῖπον  προσθεὶς, καὶ  τὸ  κεφάλαιον  ἅπαν ἀπαρτίσας μετὰ ἀκριβείας, οὕτω λοιπὸν σφοδρᾷ τῇ ῥύμῃ κατὰ τοῦ πεπορνευκότος φέρεσθαι  τὴν   γλῶτταν   ἀφῇ,  πρότερον  ἀκροβολισάμενος  πρὸς  αὐτὸν   δι'  ὧν ἔμπροσθεν εἴρηκε. Καὶ γὰρ τὸ, Μηδεὶς ἑαυτὸν  ἐξαπατάτω, πρὸς ἐκεῖνον  μάλιστά ἐστιν  ἀποτεινομένου,  καὶ  προκαταλεαίνοντος   αὐτὸν  τῷ  φόβῳ·

Read More ->>

ΙΒʹ Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΙΒʹ Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.

αʹ. Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε  τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο,   ἵνα   τὸ   ἀξίωμα   τῶν   ἐγκαλουμένων    προσώπων   τοῖς   ἐγκαλοῦσιν ἀντιπίπτον,  ἀπὸ τῶν ἐγκλημάτων  εἰς ὀργὴν ἐξενεχθῆναι  μὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι  λοιπὸν  ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. ∆ιὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμενα   σιτία  παρὰ  τῶν  ἰατρῶν,  τὸν  πατέρα  ἢ  τὸν  παιδαγωγὸν καλέσαντες 

Read More ->>

Ι∆ʹ ∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν

0 σχόλια

ΙωάννηςΧρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Ι∆ʹ ∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει  τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Σκόπει μοι κἀνταῦθα τὴν γενναίαν  ψυχὴν, τὴν πυρὸς θερμοτέραν καὶ γοργοτέραν. Ἐβούλετο μὲν γὰρ αὐτὸς παραγενέσθαι μάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει  τοὺς μαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ μὲν ἐδήλωσεν ἐν τῇ πρὸς  Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπιστολῇ ταύτῃ. λέγων·  Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες, ἐλεύσομαι δέ. Ἠπείγετο μὲν οὖν καὶ ἐπεθύμει παραγενέσθαι αὐτός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ  καὶ τῇ τοῦ μαθητοῦ  ἀποστολῇ. ∆ιὰ τοῦτο  γὰρ, φησὶν, ἔπεμψα ὑμῖν Τιμόθεον.

Read More ->>

ΙΣΤ ΄Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΙΣΤ ΄Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις  ἢ ἅρπαξιν ἢ εἰ δωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμί γνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυ σος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

 αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας  λύμης  ὁ  ἡμαρτηκὼς  τοῖς  οὐχ  ἡμαρτηκόσι, πολλῷ  μᾶλλον  τοὺς  ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον  τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου  τιθείς.

Read More ->>

ΙΗʹ Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν;

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΙΗʹ Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.

 Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ  μὴ  δεικνὺς  σφόδρα παρανομώτατον  ὂν,  οὐδὲν  τοσοῦτον  ἀπὸ  τῆς  τιμωρίας εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων μόνον, καὶ μὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται  τῶν  ἀναισθήτως  διακειμένων.  ∆ιόπερ  ἀμφότερα  ποιεῖ  Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι  πλεονέκται  βασιλείαν  Θεοῦ οὐ κληρονομήσουσι; Καὶ ἐπὶ  τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι' ὧν ἔμπροσθεν εἶπεν, ἐκτεμών τε αὐτὸν  καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς μελλούσης ἀναμνήσας ἡμέρας, ἐντρέπει πάλιν  λέγων·  Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν  μέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας  λοιπὸν  εὐγενεῖς  διαλεγόμενος.  Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶμα τῷ  Κυρίῳ, σαφέστερον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγμα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ μὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόμενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω  πόρνης  μέλη;  Μὴ γένοιτο.

Read More ->>

Κ΄.Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Κ΄.Περὶ δὲ τῶν  εἰδωλοθύτων  οἴδαμεν  ὅτι  πάντες  γνῶσιν  ἔχομεν.  Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.

αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡμῖν. Ὁ γὰρ ἐγκαλούμενόν τινα ὁρῶν, ἂν μὴ πρότερον ἴδῃ τοῦ ἁμαρτήματος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόμενα. Τί ποτ' οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκλημα μέγα καὶ πολλῶν αἴτιον κακῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ' αὐτοῖς μαθόντες, ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν  ἄνθρωπον,  ἀλλὰ  τὰ  ἐκπορευόμενα,  καὶ  ὅτι  τὰ  εἴδωλα,  ξύλα  καὶ  λίθοι  καὶ δαίμονες,  οὔτε  βλάψαι  οὔτε  ὠφελῆσαι  δυνάμενα,  ἀμέτρως  τῇ  τελειότητι   τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην. Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν  αὐτόθι μετεῖχον  τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν  τὸν ὄλεθρον ἔτικτον.

Read More ->>

ΚΒʹ Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΚΒʹ Οὐκ οἴδατε  ὅτι  οἱ  τὰ  ἱερὰ  ἐργαζόμενοι,  ἐκ  τοῦ  ἱεροῦ  ἐσθίουσιν;  οἱ  τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε  τοῖς  τὸ εὐαγγέλιον  καταγγέλλουσιν,  ἐκ τοῦ εὐαγγελίου  ζῇν.

αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κεκωλυμένον  τὸ λαμβάνειν. ∆ιόπερ τοσαῦτα εἰπὼν  ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ  καὶ ἐπὶ τὸν  νόμον  χωρεῖ, οἰκειότερον  τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν. Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ  ἐργαζόμενοι  ἐκ  τῶν  προσφερόντων  λαμβάνουσιν·  ἀλλὰ  τί;  Ἐκ τοῦ  ἱεροῦ ἐσθίουσιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται,  μήτε οἱ παρέχοντες ἐπαίρωνται.∆ιὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες   ἀπὸ   τῶν    θυόντων    λαμβάνουσιν,    ἀλλὰ,    Τῷ   θυσιαστηρίῳ συμμερίζονται.

Read More ->>

Κ∆ʹ Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Κ∆ʹ Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν,  εἰ μὴ ἀνθρώπινος.  Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.

αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν  τούτων  ἀμελέτητοι  τῶν  κακῶν·  καὶ  γὰρ  ἠλάθημεν  καὶ  ἐδιώχθημεν  καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους·  καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν,  εἰ μὴ ἀνθρώπινος·  τουτέστι, μικρὸς, βραχὺς,  σύμμετρος. Τὸ  γὰρ  ἀνθρώπινον   ἐπὶ  τοῦ  μικροῦ  λέγει,  ὡς  ὅταν  λέγῃ· Ἀνθρώπινον  λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν.

Read More ->>

ΚΣΤ΄ Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΚΣΤ΄ Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα  μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. 

αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν  εἰδωλοθύτων  λόγον,  ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον  αὐτὸν διὰ πάντων  ἐργασάμενος, μέτεισιν ἐφ' ἕτερον· ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς τίθησι τὰ σφοδρὰ κατηγορήματα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰς μέσον αὐτῶν  παρεμβάλλει τὰ κουφότερα, παραμυθούμενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιμήσεως ἐγγινόμενον τοῖς ἀκούουσι. ∆ιὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ' ἕτερον χωρεῖ κουφότερον  λέγων·  Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε.

Read More ->>

ΚΗʹ ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΚΗʹ ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.

αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης  οὔσης; Ἔθος τοῦτο  τῷ  Παύλῳ,  ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων  ᾖ.  Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν  αὐτὸν  κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν  κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς  τῶν  μυστηρίων  ἐδεήθη  μνήμης,  ἀναγκαῖον   εἶναι  ἐνόμισεν  ἐπεξελθεῖν  τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν.

Read More ->>

ΛʹΚαθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΛʹΚαθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.

 αʹ. Παραμυθησάμενος ἐκ τοῦ  εἰπεῖν  χάρισμα  εἶναι  τὸ  διδόμενον,  ἐκ  τοῦ  πάντα  ἐξ  ἑνὸς  καὶ  τοῦ  αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν  γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει,  ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο  τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι;

Read More ->>

ΛΒʹ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΛΒʹ Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.

αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο  μὲν γὰρ φύσει δουλεύει,  τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προ άγων αὐτὸ τοῖς καθ' ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ  μᾶλλον  τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον,  ὅσῳ φύσεως  χάρις δυνατωτέρα.  Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν.  Περὶ γὰρ  ἀμφοτέρων  τούτων  ἀνωτέρω  διελέχθη,  τοὺς  πολλοὺς  εἰς  ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομέ    νους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συν εχόμενα καὶ δυνάμενα εἶναι πολλά.

Read More ->>

Πέμπτη 27 Οκτωβρίου 2016

ΛΓʹ Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΛΓʹ Ἡ  ἀγάπη   μακροθυμεῖ,  χρηστεύεται, οὐ  ζηλοῖ, οὐ  περπερεύεται,   οὐ φυσιοῦται.

 αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμά των καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύ της ἀπούσης οὐδὲν  ὄφελος  μέγα, ἀναγκαίως  λοιπὸν  ὑπογράφει  τὸ κάλλος  αὐτῆς  τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ,  τὰ λεγόμενα,  ἀλλ' ἕκαστον αὐτῶν  μετὰ      πολλῆς ἐξέταζε  τῆς  ἐπιμελείας,  ἵνα  καὶ  τοῦ  πράγματος  εἰδῇς  τὸν  θησαυρὸν, καὶ  τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. ∆ιὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος  ἰσχυ ρῶς ἄφρων.

Read More ->>

ΛΕʹ ∆ιώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΛΕʹ ∆ιώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.

αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν  ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν μετὰ προθυμίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε, ∆ιώκετε. Ὁ γὰρ διώκων   ἐκεῖνο  μόνον  ὁρᾷ  τὸ  διωκόμενον,   καὶ  πρὸς  ἐκεῖνο  τέταται,  καὶ  οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι' ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει  τὸν  φεύγοντα,   τοὺς  ἐγγὺς  ὄντας  μετὰ  πολλῆς  παρακαλῶν   τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν·  καὶ  ὅταν  αὐτοὶ  μὴ  φθάνωμεν   τὴν  ἀγάπην,  τοὺς  ἐγγὺς  ὄντας  αὐτῆς κελεύωμεν   κατέχειν   αὐτὴν,   ἕως   ἂν   φθάσωμεν   πρὸς   αὐτήν·   εἶτα   ἐπειδὰν ἐπιλαβώμεθα,  μηκέτ' ἀφῶμεν  αὐτὴν,  ἵνα  μὴ πάλιν  ἡμᾶς διαφύγῃ. 

Read More ->>

ΛΖʹ Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61
ΛΖʹ Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται  αὐταῖς λαλεῖν,   ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.

αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν,  καὶ τὸν ἀπὸ τῶν προφητειῶν,  καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας  ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν  τὴν  ἀπὸ  τῶν  γυναικῶν   γινομένην   ὁδῷ  πρόεισι,  τὴν  ἄκαιρον  αὐτῶν ἐκκόπτων  παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.   Εἰ γὰρ τοῖς  τὰ χαρίσματα ἔχουσιν ἁπλῶς  οὐκ ἐφίε ται λαλεῖν,  οὐδ' ὅτε βούλονται,  καὶ ταῦτα ὑπὸ τοῦ   Πνεύματος κινουμένοις,  πολλῷ  μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. ∆ιὰ τοῦτο καὶ μετὰ πολλῆς  τῆς αὐθεντίας  ἐπιστομίζει τὴν φλυαρίαν  αὐτῶν, καὶ τὸν νόμον μεθ' ἑαυτοῦ λαβὼν,  οὕτως  αὐτῶν  ἀποῤ ῥάπτει  τὰ στόματα. Οὐ γὰρ παραινεῖ  μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει  σφοδρῶς, πα λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων  νόμον

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |