ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρός Κορινθίους Α' Πρόλογος

Παρασκευή 28 Οκτωβρίου 2016

Πρός Κορινθίους Α' Πρόλογος




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΥΠΟΘΕΣΙΣ 

Ἡ Κόρινθός ἐστι μὲν νῦν πόλις τῆς Ἑλλάδος ἡ πρώτη, πολλοῖς δὲ τὸ παλαιὸν πλεονεκτήμασι  βιωτικοῖς  ἐκόμα, καὶ πρὸ τῶν  ἄλλων  πάντων  τῇ τῶν  χρημάτων περιουσίᾳ· διὸ καί τις τῶν ἔξωθεν συγγραφέων ἀφνειὸν  ἐκάλει τὸ χωρίον. Ἐν γὰρ τῷ  Ἰσθμῷ κεῖται τῆς Πελοποννήσου, καὶ πολλὴν εἶχεν ἐμπορίας ὑπόθεσιν. Ἦν δὲ καὶ ῥητόρων πολλῶν ἔμπλεως ἡ πόλις καὶ φιλοσόφων· καί τις τῶν ἑπτὰ καλουμένων σοφῶν ἀπὸ τῆς πόλεως ταύτης ἦν. Ταῦτα δὲ ἡμῖν οὐ φιλοτιμίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς ἐπίδειξιν πολυμαθείας· (τί γὰρ δὴ καὶ ἔστι τὸ ταῦτα εἰδέναι;) ἀλλὰ πρὸς τὴν ὑπόθεσιν ἡμῖν συντελεῖ τῆς Ἐπιστολῆς. Πολλὰ δὲ καὶ αὐτὸς ἔπαθεν ὁ Παῦλος ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ Χριστὸς δὲ ἐν ταύτῃ αὐτῷ φανείς φησι· Μὴ σιγήσῃς, ἀλλὰ λάλει· διότι λαός μοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. Καὶ ἔμεινεν ἐκεῖ δύο ἔτη. Ἐν ταύτῃ καὶ ὁ δαίμων ἐξῆλθεν, ὃν οἱ Ἰουδαῖοι ἐφορκίζοντες, τὰ ἀνήκεστα ἔπαθον παρ' αὐτοῦ· ἐν  ταύτῃ  τὰς  βίβλους  συναγαγόντες  τῶν  γοήτων  οἱ μετανοήσαντες κατέκαυσαν,  καὶ  ὤφθησαν  μυριάδες  πέντε·  ἐν  ταύτῃ  καὶ  ἐπὶ  Γαλλίωνος  τοῦ ἀνθυπάτου  ἐπὶ τοῦ βήματος ὁ Παῦλος ἐτύπτετο.


  Ὁρῶν τοίνυν  ὁ διάβολος πόλιν μεγάλην  καὶ πολυάνθρωπον  τῆς ἀληθείας ἐπειλημμένην,  καὶ πλούτου καὶ σοφίας ἕνεκεν  θαυμαστὴν οὖσαν, καὶ τῆς Ἑλλάδος τὸ κεφάλαιον  (τὰ γὰρ Ἀθηναίων  καὶ Λακεδαιμονίων ἀθλίως διέκειτο λοιπὸν, τῆς ἀρχῆς πάλαι μεταπεσούσης), καὶ θεασάμενος, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ἐδέξαντο τὸν τοῦ Θεοῦ λόγον, τί ποιεῖ;∆ιαιρεῖ τοὺς ἀνθρώπους· ᾔδει γὰρ, ὅτι καὶ βασιλεία ἡ πασῶν ἰσχυροτέρα ἐφ' ἑαυτὴν μερισθεῖσα, οὐ  σταθήσεται. Εἶχε  δὲ  ἀφορμὴν  πρὸς  τὴν  ἐπιβουλὴν  ταύτην  τὸν πλοῦτον  καὶ τὴν  σοφίαν  τῶν  οἰκούντων.  Ἐντεῦθεν  συμμορίας ποιησάμενοι καθ'ἑαυτοὺς καὶ αὐτοχειροτόνητοι  γενόμενοί τινες, προειστήκεσαν τοῦ πλήθους, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἑαυτοὺς προσένεμον, τοῖς μὲν ὡς πλουσίοις, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν· οἳ δὴ καὶ παραλαβόντες αὐτοὺς, ἐφιλοτιμοῦντο  πλέον τι τοῦ Ἀποστόλου δῆθεν λέγειν· ὅπερ οὖν καὶ αἰνιττόμενος ἔλεγεν·  Οὐκ ἠδυνήθην  ὑμῖν  λαλῆσαι  ὡς  πνευματικοῖς.  ∆ηλονότι  οὐ  παρὰ  τὴν οἰκείαν ἀπορίαν, ἀλλὰ παρὰ τὴν ἐκείνων  ἀσθένειαν τὸ μὴ πολλὰ ἀκοῦσαι γέγονε· καὶ  τὸ, Χωρὶς ἡμῶν  ἐπλουτήσατε,  τοῦτό  ἐστιν  ἐνδεικνυμένου.  Καὶ ἦν  τοῦτο  οὐ μικρὸν, ἀλλὰ πάντων  ὀλεθριώτερον, τὸ διεσπάσθαι τὴν Ἐκκλησίαν. Καὶ ἕτερον δὲ μετὰ τούτων ἁμάρτημα ἐτολμᾶτο αὐτόθι, τὸ μητρυιᾷ τινα συγγενόμενον μὴ μόνον μὴ ἐπιπλήττεσθαι, ἀλλὰ καὶ ὀχλαγωγεῖν, καὶ τοῖς μετ' αὐτοῦ παρέχειν μέγα φρονεῖν· διό φησι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ μετὰ τοῦτο πάλιν τινὲς τῶν δῆθεν τελειοτέρων, καὶ ὑπὸ γαστριμαργίας τῶν εἰδωλοθύτων ἀπογευόμενοι,  καὶ ἐν τοῖς ἱεροῖς κατακλινόμενοι,  τὰ πάντα  ἐλυμαίνοντο.  Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονεικίας  ὑπὲρ χρημάτων, τοῖς ἔξωθεν δικαστηρίοις τὰ καθ' ἑαυτοὺς ἐπέτρεπον ἅπαντα. Καὶ κομῆται δὲ πολλοὶ παρ' αὐτοῖς περιῄεσαν, οὓς καὶ ἀποκείρασθαι κελεύει. Ἦν τι καὶ ἕτερον πλημμέλημα οὐ μικρὸν, τὸ καθ' ἑαυτοὺς ἐσθίειν ἐν ταῖς  ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ δὲ τοῦτο καὶ ἕτερον ἐπλημμέλουν, ἐπὶ τοῖς χαρίσμασι μέγα φρονοῦντες, καὶ πρὸς ἀλλήλους ἐντεῦθεν ζηλοτύπως ἔχοντες, ὅπερ καὶ αὐτὸ μάλιστα διέσπα τὴν Ἐκκλησίαν. Καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ λόγος ἐχώλευε  παρ'  αὐτοῖς·  ἔνιοι γὰρ αὐτῶν  οὐ σφόδρα ἐπίστευον ἀνάστασιν εἶναι σωμάτων, τὰ τῆς Ἑλληνικῆς μωρίας ἔτι νοσοῦντες. Καὶ γὰρ ἅπαντα ταῦτα ἀπὸ τῆς κατὰ τὴν φιλοσοφίαν  τὴν ἔξωθεν ἀνοίας ἐτίκτετο, καὶ αὕτη  ἦν  τῶν  κακῶν  ἡ μήτηρ· ἐντεῦθεν  καὶ διῄρηντο,  καὶ αὐτὸ τοῦτο  ἀπὸ τῶν φιλοσόφων  μαθόντες. Καὶ γὰρ ἐκεῖνοι κατ' ἀλλήλων  ἔστησαν, ἀεὶ ὑπὲρ φιλαρχίας καὶ κενοδοξίας  ἕκαστος τοῖς ἀλλήλων  ἐναντιούμενοι  δόγμασι, καὶ σπουδάζοντες ἐφευρεῖν τι τοῖς προτέροις. Ταῦτα δὲ ἔπασχον, ἐπειδὴ λογισμοῖς ἐπέτρεπον τὰ καθ' ἑαυτούς. Ἔγραψαν μὲν οὖν αὐτῷ διὰ Φορτουνάτου καὶ Στεφανᾶ καὶ Ἀχαϊκοῦ, δι' ὧν καὶ αὐτὸς γράφει.  Καὶ τοῦτο ἐδήλωσεν  ἐν τῷ τέλει  τῆς Ἐπιστολῆς, οὐ μὴν περὶ πάντων,  ἀλλὰ περὶ γάμου καὶ παρθενίας· διὸ καὶ ἔλεγε· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Αὐτὸς μέντοι, καὶ ὑπὲρ ὧν ἔγραψαν, καὶ ὑπὲρ ὧν οὐκ ἔγραψαν, ἐπιστέλλει, πάντα μετὰ ἀκριβείας μαθὼν αὐτῶν τὰ ἐλαττώματα. Καὶ τὸν Τιμόθεον δὲ ἀποστέλλει μετὰ τῶν γραμμάτων, εἰδὼς ὅτι πολλὴν  μὲν ἰσχὺν ἔχει καὶ τὰ γράμματα, οὐ μικρὰν δὲ αὐτοῖς οἴσει προσθήκην καὶ ἡ παρουσία τοῦ μαθητοῦ. Ἐπειδὴ δὲ αἰσχυνόμενοι  οἱ διανειμάμενοι  τὴν  Ἐκκλησίαν, μὴ δόξωσι φιλοτιμίας  ἕνεκεν  τοῦτο  πεποιηκέναι, προκαλύμματα τοῦ πάθους ἐπενόησαν, τὸ τὰ τελειότερα δῆθεν διδάσκειν, καὶ σοφώτεροι τῶν ἄλλων  εἶναι· κατ' αὐτοῦ πρῶτον ὁ Παῦλος ἵσταται τοῦ νοσήματος, τὴν ῥίζαν τῶν κακῶν ἀναστέλλων, καὶ τὴν ἐντεῦθεν φυεῖσαν διχόνοιαν· καὶ πολλῇ κέχρηται  τῇ παῤῥησίᾳ. Ἦσαν γὰρ αὐτῷ  καὶ μαθηταὶ  οὗτοι  μάλιστα πάντων· διό φησιν· Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ ἀσθενέστερόν γε τῶν ἄλλων διέκειντο· διό φησιν, Οὐ γὰρ ὡς πνευματικοῖς ἐλάλησα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Τοῦτο δὲ λέγει, ἵνα μὴ νομίσωσιν, ὅτι ὑπὲρ τοῦ παρελθόντος τοῦτο λέγει χρόνου. ∆ιὸ ἐπήγαγε· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Πλὴν ἀλλ' οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ' εἶναί τινας  ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους. Καὶ τοῦτο ἐν μέσῳ τῆς Ἐπιστολῆς ἐδήλωσεν εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, καὶ ἐπαγαγὼν, Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Ἐπεὶ οὖν ἐξ ἀπονοίας πάντα ἐτίκτετο τὰ κακὰ καὶ  τοῦ  νομίζειν  εἰδέναι  τι  πλέον,  ταύτην  πρὸ τῶν  ἄλλων  καθαιρεῖ,  καὶ ἀρχόμενός φησι·


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |