ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Νς΄ Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

Παρασκευή 28 Οκτωβρίου 2016

Νς΄ Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Νς΄  Καὶ παράγων  ὁ  Ἰησοῦς  εἶδεν  ἄνθρωπον  τυφλὸν  ἐκ γενετῆς.  Καὶ ἠρώτησαν αὐτὸν  οἱ μαθηταὶ αὐτοῦ, λέγοντες·  «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»

αʹ. Καὶ παράγων  ὁ  Ἰησοῦς εἶδεν  ἄνθρωπον  τυφλὸν  ἐκ  γενετῆς.  Σφόδρα φιλάνθρωπος  ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν  ἀγνωμόνων  τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων   ὑψηλὸν   οὐκ  ἐδέξαντο,  ἀλλὰ   καὶ  δαιμονῶντα   ἐκάλεσαν,  καὶ  ἀνελεῖν ἐπεχείρουν,  ἐξελθὼν  ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν,  τῇ τε ἀπουσίᾳ τὸν  θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε  πρῶτον  συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος,  φησὶν,  οὐκ ἠκούσθη, ὅτι  ἤνοιξέ  τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.


 Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν  ἐκ τοῦ ἱεροῦ, ἐπὶ  τὸ ἔργον ἦλθεν  ἐπίτηδες,  δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυφλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τούτου γοῦν καὶ   ἐπὶ   τὴν   ἐρώτησιν   ἦλθον.   Ὁρῶντες   γὰρ   αὐτὸν   σπουδαίως   προσέχοντα, ἐπυνθάνοντο   λέγοντες·  Τίς  ἥμαρτεν,  οὗτος,  ἢ  οἱ  γονεῖς  αὐτοῦ;  Ἐσφαλμένη  ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννηθῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκολάσθη; Πόθεν οὖν ἦλθον  ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον  θεραπεύων, ἔλεγεν·  Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐννοήσαντες, ὅτι ἐκεῖνος δι' ἁμαρτίας παρελύθη, λέγουσιν· Ἔστω, ἐκεῖνος δι' ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ' .. οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ' οἱ γονεῖς αὐτοῦ; Ἀλλ' οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον  κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες,  ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες  τοῦτο ἔλεγον, ἀλλ' ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ. Τοῦτο δὲ οὐχ  ἁμαρτημάτων  ἀπαλλάττων  αὐτούς  φησιν  (οὐ γὰρ ἁπλῶς  εἶπεν,  Οὔτε οὗτος ἥμαρτεν,  οὔτε  οἱ γονεῖς  αὐτοῦ· ἀλλ' ἐπήγαγεν·  Ἵνα  τυφλὸς  γεννηθῇ),  ἀλλ' ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ' οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες  ἐκ τούτων  ἐτυφλώθησαν  τῶν  αἰτιῶν,  διὰ τὰς τῶν  γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος  ἑτέρου, κολάζεσθαι ἕτερον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κολασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην  ἀναιρεῖ τὴν ὑπόνοιαν·  Ζῶ ἐγὼ, λέγει  Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων  τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων  εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων.  Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες,  μετὰ τὰ σημεῖα . καὶ τὰ θαύματα  τῶν προγόνων,  γεγόνασι χείρους τῶν  οὐδὲν τούτων  θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν,  ἅπερ ἔπαθον  ἐκεῖνοι,  ἐπειδὴ  τὰ αὐτὰ  τετολμήκασι. Καὶ ὅτι  περὶ ἐκείνων εἴρηται,  τῷ  τόπῳ  τις  ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν  ἕνεκεν  τυφλὸς ἐγεννήθη;  Ἵνα φανερωθῇ  ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν  ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ.  Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν   αὐτὸν  ἐβούλετο.  Ἐγὼ  δὲ  καὶ  εὐηργετῆσθαι  αὐτόν  φημι  ἀπὸ  τῆς πηρώσεως.  Τοὺς  γὰρ  ἔνδον  ἀνέβλεψεν   ὀφθαλμούς.  Τί  γὰρ  ὄφελός  ἐστι  τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; ∆ιὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν  κόσμον  τοῦτον,  ἵνα  οἱ  μὴ  βλέποντες  βλέψωσι,  καὶ  οἱ  βλέποντες  τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ'  ἵνα  τύχωσι,  ἀπολογίας.  Καὶ πάλιν  ἀλλαχοῦ·  Νόμος  δὲ  παρεισῆλθεν,  ἵνα πλεονάσῃ τὸ παράπτωμα.  Καίτοι οὐ διὰ τοῦτο  παρεισῆλθεν, ἀλλ' ἵνα  κωλυθῇ  ἡ ἁμαρτία.

βʹ. Ὁρᾷς  πανταχοῦ  τὸ  ἐπίῤῥημα  τῆς  ἐκβάσεως  ὄν;  Καθάπερ γάρ  τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπολογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθούμενος,  τοὺς  λεπροὺς  καθαίρων,  τοὺς  νοσοῦντας  ἐγείρων,  τοὺς  τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλμοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα  πηρώματα,  εἶτα  διορθούμενος, ἐδείκνυ  αὐτοῦ  τὴν  δύναμιν.  Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν  χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον,  πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον,  οὐκ ἔτι λοιπὸν προσίστατο. ∆ιὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεισήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ  τοῦ  μείζονος  πίστις  καὶ  τὸ  ἔλαττον  ἐβεβαίου.  Τῆς  κτίσεως  γὰρ  ἁπάσης τιμιώτερον  ἄνθρωπος,  καὶ τῶν  ἐν ἡμῖν  μελῶν  τιμιώτερος  ὀφθαλμός.  . ∆ιὰ τοῦτο οὐχ ἁπλῶς,  ἀλλ' ἐκείνῳ  τῷ  τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ' ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιότερον. Καὶ τοῦτο Παῦλος δηλῶν  ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας  ἐστὶν  ἀπόδειξις· πολλῷ  δὲ μᾶλλον  ὀφθαλμός.  Τοῦτο γοῦν  τὸ  πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν,  τοῦτο  λύχνος   ἐστὶν  ἁπάντων   τῶν   μελῶν.   Ὅπερ  γὰρ  ἥλιος  κατὰ  τὴν οἰκουμένην, τοῦτο ὀφθαλμὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλμοὺς,  καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων  τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν.  Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται.  Οὐκ ἄρα τῷ  σώματι  λύχνος  ὁ  ὀφθαλμὸς  μόνον,  ἀλλὰ  καὶ  πρὸ τοῦ σώματος τῇ ψυχῇ. ∆ιόπερ ὥσπερ ἔν τινι  βασιλικῷ χωρίῳ  ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν  εἶχεν  (ὁ γὰρ  οὐκ  οὔσας οὐσίας τὰς  μείζους  παραγαγὼν,  πολλῷ  μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι·  ἵνα  εἰδῇς  ὅτι  οὐ  πηλοῦ  δέομαι  πρὸς  τὸ  ποιῆσαι  ὀφθαλμοὺς,  ἀλλ'  ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ  δόξα  τοῦ  Θεοῦ, ἐπήγαγεν·  Ἐμὲ  δεῖ  ἐργάζεσθαι  τὰ  ἔργα  τοῦ  πέμψαντός  με· τουτέστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλαξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει  λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον  τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν,  ἀλλὰ  καὶ  τὸ  ὁρᾷν  ἐχαρίσατο·  ὅπερ  τεκμήριόν  ἐστι  τοῦ  καὶ  ψυχὴν ἐμφυσῆσαι. Ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν  δὲ ἀκολουθίαν  ἔχει; Πολλήν. Ὃ γὰρ λέγει,  τοιοῦτόν  ἐστιν· Ἕως ἡμέραἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχεται νὺξ, τουτέστιν, ὁ μέλλων  καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ' Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων  πιστεύειν, . καὶ μηκέτι δυναμένων  ἐκεῖ καρποῦσθαί τι. ∆ιὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι,  καὶ  εἰ ἔβλεπεν,  ἐπίστευσεν ἂν  καὶ  προσῆλθεν, καὶ  εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ' ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦσαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνιψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν,  καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν  εἶχε, παρὼν ἂν ἐθεράπευσεν·  ὅπερ  καὶ  ὁ  Νεεμὰν  πρὸς  τὸν  Ἑλισσαῖον  ἔλεγε.  Καὶ γὰρ  ἐκεῖνος κελευσθεὶς  ἀπελθεῖν   λούσασθαι  εἰς  τὸν  Ἰορδάνην,  ἠπίστει,  καὶ  ταῦτα  φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ' οὐχ ὁ τυφλὸς ἠπίστησεν, οὐδὲ ἀντεῖπεν, οὐδὲ ἐλογίσατο  πρὸς ἑαυτὸν,  Τί ποτε  τοῦτό  ἐστι;  πηλὸν  ἐχρῆν  ἐπιθεῖναι;  τοῦτο πηρῶσαι μᾶλλόν  ἐστι· τίς  οὕτως  ἀνέβλεψέ  ποτε; Ἀλλ' οὐδὲν  τούτων  ἐλογίσατο. Εἶδες πίστιν στεῤῥὰν καὶ προθυμίαν; Ἔρχεται νύξ. ∆είκνυσιν ἐκ τούτου, ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσεβῶν, καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου· ὃ καὶ ἑτέροις ἔλεγε· Πιστεύετε, ἕως τὸ φῶς μεθ' ὑμῶν ἐστι.

γʹ. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν  τῇ  ἡμέρᾳ  ἐκείνῃ·  ὁ  δὲ  Χριστὸς  νύκτα  τὸ  μέλλον   καλεῖ,  διὰ  τὸ  τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν,  ὡς μελλόντων  ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ  σκότους.  Ὁρᾷς  ὅτι  ἐκείνοις  εἶναι   νύκτα  φησί;  ∆ιὸ  λέγει·  Ὡς  ἐν  ἡμέρᾳ εὐσχημόνως  περιπατήσωμεν,  ἵνα τοῦ φωτὸς  ἀπολαύσωμεν  ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκοτισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται.  Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς  ἔχειν  οἰκίας, καὶ εὐαερεῖς, μυρία δαπανῶμεν  χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι·  ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομηθῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι  περὶ ὅρων καὶ τοίχων·  ἐκεῖ δὲ οὐδὲν  τοιοῦτόν  ἐστιν· οὐ φθόνος,  οὐ βασκανία· οὐδὲ φιλονεικήσει  τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην  μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲ . συμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σαθροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην  δὲ μένειν  ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην  δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. ∆ιὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν  προκειμένων  ἀγαθῶν,  ῥᾳθυμοῦμεν,  ὀλιγωροῦμεν,  καὶ  ὅπως  μὲν  ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώγιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐν  ταῖς  βασιλικωτάταις  καὶ μεγάλαις,  ἔνθα  πλείων  ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ  κτίζειν  τε καὶ οἰκοδομεῖν,  δι' ἐλαττόνων  χρημάτων,  δι' ἐλάττονος  πόνου. Ἐκείνην  τὴν  οἰκίαν  τῶν  πενήτων  οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευσεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως  ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ   τοῖς   παιδίοις   καταλείψω,   φησίν.   Ἀλλὰ   καὶ   ἐκεῖνοι   μικρὸν   ὕστερον καταλείψουσι  μετὰ σέ· πολλάκις  δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ' ἐκείνους  πάλιν.  Καὶ γίνεταί  σοι καὶ  ἐνταῦθα  τὸ  πρᾶγμα  ἀθυμίας  ὑπόθεσις, ὅταν  τοὺς  κληρονόμους κατέχοντας  μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν  τοιοῦτόν  ἐστιν ὑποπτεῦσαι· ἀλλ' ἀκίνητος  ἡ κτῆσις μένει,  καὶ σοὶ, καὶ τοῖς  παιδίοις  καὶ τοῖς  ἐγγόνοις,  ἂν τὴν  αὐτὴν  ἀρετὴν μιμήσωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην  οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν  ἄριστος, καὶ  σφόδρα  σου κήδεται  τῶν  συμφερόντων.  Κἂν πένης  ᾖς,  καὶ βουληθῇς  οἰκοδομῆσαι τὴν  οἰκίαν  ταύτην,  οὐ φέρει σοι φθόνον,  οὐδὲ τίκτει  σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων  φθονεῖν,  ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι  τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν  τὰ τοιαῦτα νοσούντων.  Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν  ἀγγέλων,  τῶν  ἀρχαγγέλων.  ∆ιὰ δὴ ταῦτα  πάντα,  τὰ ὄντα  εἰς τοὺς πένητας κενώσωμεν,  ἵνα  ἐκείνων   ἐπιτύχωμεν   τῶν   σκηνῶν·  ὧν  γένοιτο   πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |