ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΒʹ Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς

Παρασκευή 28 Οκτωβρίου 2016

ΠΒʹ Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΠΒʹ Ἐγὼ  δέδωκα  αὐτοῖς  τὸν  λόγον  σου, καὶ  ὁ  κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

αʹ. Ὅταν ἐνάρετοι γενόμενοι διωκώμεθα παρὰ τῶν πονηρῶν, καὶ τῆς ἀρετῆς ἐφιέμενοι χλευαζώμεθα παρ' ἐκείνων, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν. Τοιαύτην γὰρ τὸ πρᾶγμα τὴν φύσιν ἔχει, καὶ πανταχοῦ μῖσος εἴωθε τίκτειν ἡ ἀρετὴ παρὰ τοῖς πονηροῖς. Φθονοῦντες γὰρ τοῖς ἐπιεικῶς βιοῦν βουλομένοις, καὶ οἰόμενοι παρασκευάζειν ἑαυτοῖς ἀπολογίαν, ἐὰν τὴν ἑτέρων δόξαν καταβάλωσι, μισοῦσί τε ὡς τὰ ἐναντία μετιόντας, καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ καταισχύνειν τὸν βίον τὸν ἐκείνων.  Ἀλλὰ μὴ ἀλγῶμεν·  τοῦτο γὰρ ἀρετῆς σημεῖον. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· καὶ ἀλλαχοῦ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. ∆ιὰ τοῦτο καὶ ἐνταῦθά φησι· Τὸν λόγον σου δέδωκα αὐτοῖς, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς.


Πάλιν λέγει τὴν αἰτίαν, δι' ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ Πατρὸς ἐπιμελείας  τυχεῖν. ∆ιὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σόν· ὥστε δίκαιοι πάσης ἂν εἶεν ἀπολαῦσαι προνοίας. Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Πάλιν σαφηνίζει τὸν λόγον, πάλιν  τρανότερον  ἐργάζεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἐνδεικνυμένου,   ἣ  ὅτι  πολλὴν  αὐτῶν  ποιεῖται  κηδεμονίαν,  τῷ  μετὰ  ἀκριβείας ποιεῖσθαι τὴν  . ὑπὲρ αὐτῶν  παράκλησιν. Καὶ μὴν  αὐτὸς ἔλεγεν,  ὅτι πάντα ποιήσει ὁ Πατὴρ, ὅσα ἂν αἰτήσωσι. Πῶς οὖν ἐνταῦθα αὐτὸς ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐδὲν ἄλλο, ὅπερ ἔφην,  ἢ τὴν  ἀγάπην  ἐνδεικνύμενος.  Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πῶς οὖν ἀλλαχοῦ φησιν, Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν; Ἐκεῖ μὲν τὴν φύσιν λέγων, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν. Καὶ μακρὸν αὐτῶν συντίθησιν ἐγκώμιον· πρῶτον, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου· εἶτα, ὅτι  αὐτὸς  αὐτοὺς  ἔδωκε, καὶ ὅτι  τὸν  λόγον  αὐτοῦ  ἐτήρησαν, καὶ ὅτι  διὰ τοῦτο μισοῦνται. Εἰ δὲ λέγει, Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, μὴ θορυβηθῇς. Τὸ γὰρ, Καθὼς, ἐνταῦθα οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὥσπερ γὰρ, ὅταν ἐπ' αὐτοῦ καὶ τοῦ Πατρὸς λέγηται  τὸ Καθὼς, πολλὴ  ἡ ἰσότης διὰ τὴν  τῆς φύσεως συγγένειαν· οὕτως ὅταν ἐφ' ἡμῶν καὶ αὐτοῦ λέγηται, πολὺ τὸ μέσον διὰ τὸ καὶ πολὺ εἶναι τὸ μέσον καὶ ἄπειρον ἑκατέρας τῆς φύσεως. Εἰ γὰρ Ἁμαρτίαν οὐκ ἐποίησεν αὐτὸς, οὐδὲ δόλος τις εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, πῶς δύναιντ' ἂν οἱ ἀπόστολοι παρισοῦσθαι αὐτῷ; Τί οὖν ἐστιν ὅ φησιν, Ἐκ τοῦ κόσμου οὐκ εἰσί; Πρὸς ἕτερον ὁρῶσιν, οὐδὲν κοινόν τι πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν, γεγόνασι πολῖται. Καὶ ἐκ τούτων δὲ τὴν ἀγάπην αὐτοῦ δείκνυσιν, ὅταν πρὸς τὸν Πατέρα αὐτοὺς ἐγκωμιάζῃ, καὶ παρατιθῆται τῷ γεγεννηκότι. Εἰπὼν δὲ, Τήρησον αὐ . τοὺς, οὐ περὶ τῆς τῶν κινδύνων  ἀπαλλαγῆς φησι μόνον, ἀλλὰ καὶ περὶ τῆς ἐν πίστει παραμονῆς· διὸ καὶ ἐπήγαγεν·  Ἁγίασον  αὐτοὺς  ἐν  τῇ  ἀληθείᾳ  σου·  ἁγίους  ποίησον  διὰ  τῆς  τοῦ Πνεύματος δόσεως καὶ τῶν ὀρθῶν δογμάτων. Ὥσπερ ὅταν λέγῃ, Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν, καὶ νῦν τὸ αὐτό φησι· Παίδευσον αὐτοὺς, δίδαξον τὴν ἀλήθειαν. Καὶ μὴν τοῦτο λέγει τὸ Πνεῦμα ποιεῖν. Πῶς οὖν αὐτὸ παρὰ τοῦ Πατρὸς αἰτεῖ νῦν; Ἵνα μάθῃς πάλιν τὴν ἰσοτιμίαν. Τὰ γὰρ ὀρθὰ δόγματα περὶ Θεοῦ λεγόμενα ἁγιάζει  τὴν  ψυχήν.  Εἰ δὲ  λόγῳ  φησὶν  ἁγιάζεσθαι,  μὴ  θαυμάσῃς.  Καὶ ὅτι  περὶ δογμάτων φησὶν, ἐπήγαγεν· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι· τουτέστι, Οὐδὲν ψεῦδος ἐν αὐτῷ, πάντως δὲ ἐκβῆναι δεῖ πάντα τὰ εἰρημένα· καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικόν· καθὼς καὶ Παῦλός φησι περὶ τῆς Ἐκκλησίας· ὅτι Ἡγίασεν αὐτὴν ἐν ῥήματι. Οἶδε γὰρ καὶ ῥῆμα Θεοῦ καθαίρειν.  ∆οκεῖ δέ μοι καὶ ἕτερον δηλοῦν  τὸ, Ἁγίασον αὐτοὺς, οἱονεὶ τὸ, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι. Καὶ τοῦτο πάλιν ἐκ τῶν ἑξῆς δῆλον. Καθὼς γὰρ ἐμὲ, φησὶν, ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτούς· ὃ λέγει καὶ Παῦλος, Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ οὗ γὰρ ὁ Χριστὸς ἀφῖκται, ὑπὲρ τούτου καὶ οὗτοι τὴν οἰκουμένην κατέλαβον. Τὸ δὲ, Καθὼς, πάλιν ἐνταῦθα οὐχ ὁμοιώσεως ἐπ' αὐτοῦ καὶ τῶν ἀποστόλων κεῖται· (πῶς γὰρ ἄλλως ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι; ἔθος δὲ αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς  λέγειν.  Καὶ ὑπὲρ αὐτῶν  ἁγιάζω  ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ. Τί ἐστιν, Ἁγιάζω ἐμαυτόν; Προσφέρω σοι θυσίαν. Αἱ δὲ θυσίαι πᾶσαι ἅγιαι λέγονται· καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα. Ἐπειδὴ γὰρ τὸ παλαιὸν ἐν τύπῳ ὁ ἁγιασμὸς ἦν ἐν τῷ προβάτῳ· νυνὶ δὲ οὐκ ἔστιν ἐν τύπῳ, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ· διό φησιν· Ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ σου. Καὶ γὰρ καὶ αὐτούς σοι ἀνατίθημι καὶ ποιῶ προσφοράν. Ἤτοι διὰ τὸ τὴν κεφαλὴν  τοῦτο γίνεσθαί φησι, ἢ διὰ τὸ καὶ αὐτοὺς θύεσθαι. Παραστήσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν Θυσίαν ζῶσαν, ἁγίαν· καὶ, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ, Χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐργάζεται καὶ προσφοράν. Ὅτι γὰρ τὴν θυσίαν ᾐνίξατο τὴν αὐτοῦ εἰπὼν, Ἁγιάζω, δῆλον ἐκ τῶν ἑξῆς. Οὐ περὶ τούτων  δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν  πιστευόντων  διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἐπειδὴ γὰρ ὑπὲρ αὐτῶν ἀπέθνησκεν (εἶπε δὲ, ὅτι Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν)· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ τῶν ἀποστόλων τοῦτο μόνον ἐποίει, ἐπήγαγεν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου  αὐτῶν  εἰς  ἐμέ.

βʹ. Ἐντεῦθεν  πάλιν  ἀνέστησεν  αὐτῶν  τὰς  ψυχὰς,  δείξας ἐσομένους πολλοὺς  μαθητάς. Ἐπειδὴ γὰρ, ὅπερ εἶχον  ἐξαίρετον, κοινὸν  ἐποίησε, πάλιν αὐτοὺς παραμυθεῖται, δηλῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας γινομένους αὐτοὺς αἰτίους. Εἰπὼν δὲ καὶ περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει  λοιπὸν  περὶ ὁμονοίας,  καὶ εἰς τοῦτο  λοιπὸν  κατακλείει  τὸν  λόγον, ἐντεῦθεν  ἀρξάμενος, καὶ εἰς αὐτὸ καταλύσας. Καὶ γὰρ ἀρχόμενός φησιν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν· καὶ ἐνταῦθα, Ἵνα ὦσιν ἓν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν σοί. Πάλιν τὸ, Καθὼς, οὐκ ἀκριβοῦς ἐξισώσεως ἐπ' αὐτῶν· οὐδὲ γὰρ δυνατὸν αὐτοῖς ἦν  τοσοῦτον,  . ἀλλ'  ὡς  ἀνθρώποις  δυνατόν·  ὥσπερ  ὅταν  λέγῃ,  Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Τί δέ ἐστιν, Ἐν ἡμῖν; Ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως σκανδαλίζει ἅπαντας, ὡς τὸ διεσπάσθαι, τοῦτο κατασκευάζει ὥστε γενέσθαι ἕν. Τί οὖν; ἤνυσεν αὐτὸ, φησί; Καὶ σφόδρα ἤνυσεν. Ἅπαντες γὰρ οἱ διὰ τῶν ἀποστόλων πιστεύσαντες ἕν εἰσιν, εἰ καί τινες ἐξ αὐτῶν  διεσπάσθησαν. Οὐδὲ γὰρ τοῦτο  αὐτὸν  παρέλαθεν,  ἀλλὰ  καὶ αὐτὸ  προεῖπε, καὶ ἔδειξε τῆς  τῶν  ἀνθρώπων ῥᾳθυμίας ὄν. Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας. Ὅπερ οὖν καὶ ἀρχόμενος ἔλεγεν,  ὅτι  Ἐν  τούτῳ  γνώσονται  πάντες,  ὅτι  ἐμοί  ἐστε  μαθηταὶ,  ἐὰν  ἀγαπᾶτε ἀλλήλους. Καὶ πῶς ἐντεῦθεν πιστεύειν ἔμελλον; Ὅτι τῆς εἰρήνης εἶ Θεὸς, φησίν. Ἂν τοίνυν,  ἅπερ  ἐξ  ὧν  ἔμαθον,  διατηρήσωσιν,  εἴσονται  τὸν  διδάσκαλον  ἀπὸ  τῶν μαθητῶν   οἱ  ἀκούοντες·  ἐὰν  δὲ  μάχωνται,   οὐκ  ἐροῦσιν  εἰρηνικοῦ  Θεοῦ  εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν, οὐκ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς πῶς μέχρι τέλους τοῦτο κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς· τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσιν. Αὕτη γὰρ δόξα, ἵνα ὦσιν ἓν, καὶ τῶν σημείων μείζων. Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζουσιν, ὅτι οὐκ ἔστι στάσις, οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· Οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Καὶ πῶς τὸν Πατέρα, φησὶν, αἰτεῖ τοῦτο δοῦναι αὐτοῖς, αὐτὸς αὐτὸ λέγων διδόναι; Εἴτε γὰρ περὶ σημείων, εἴτε περὶ ὁμονοίας, εἴτε περὶ εἰρήνης  ὁ λόγος αὐτῷ, φαίνεται αὐτὸς αὐτοῖς ταῦτα παρεσχηκώς. Ὅθεν δῆλον ἦν, ὅτι παραμυθίας ἕνεκεν τῆς αὐτῶν ἡ αἴτησις γίνεται. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί. Πῶς ἔδωκε τὴν δόξαν; Ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ' ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτω φησίν· οὐ γὰρ διὰ αὐτοῦ τὸν Πατέρα παραγίνεσθαι, ἀλλ' αὐτὸν καὶ τὸν Πατέρα παραγίνεσθαι  καὶ  μονὴν  παρ' αὐτῷ  ποιεῖν·  ἐκεῖ  μὲν  τὸ  τοῦ  Σαβελλίου, ἐνταῦθα δὲ Ἀρείου τὴν ὑπόνοιαν  ἀναιρῶν.  Ἵνα ὦσι τετελειωμένοι  εἰς τὸ ἓν, ἵνα γινώσκῃ  ὁ κόσμος ὅτι  σύ με ἀπέστειλας.  Συνεχῶς  αὐτὸ  λέγει,  δεικνὺς  σημείου μᾶλλον τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ  συμφωνία  συγκροτητικόν.  Καὶ ἠγάπησα  αὐτοὺς,  καθὼς  ἐμὲ  ἠγάπησας. Πάλιν ἐνταῦθα τὸ, Καθὼς, ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ· καὶ τεκμήριον τῆς ἀγάπης, τὸ ἑαυτὸν ὑπὲρ αὐτῶν δοῦναι. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι οὐ περιτραπήσονται, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι' αὐτῶν, ὅτι πολλῆς ἀπολαύσονται δόξης, ὅτι οὐκ αὐτὸς αὐτοὺς ἠγάπησε μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ, λέγει λοιπὸν  καὶ περὶ τῶν  μετὰ τὴν  ἐντεῦθεν  ἀποδημίαν, περὶ τῶν  βραβείων καὶ τῶν στεφάνων  τῶν ὑποκειμένων  αὐτοῖς. Πάτερ γὰρ, φησὶν, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Ὅπερ οὖν ἐζήτουν ἀεὶ λέγοντες,  Ποῦ ὑπάγεις; τί λέγεις; τοῦτο ἐν αἰτήσει λαμβάνεις, καὶ οὐδέπω ἔχεις; πῶς οὖν αὐτοῖς ἔλεγες, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους; πῶς ἕτερα ἐπηγγείλω  πλείονα καὶ μείζω; ὁρᾷς ὅτι πάντα  συγκαταβάσεως  ἕνεκεν  λέγει;  Ἐπεὶ πῶς  ἔλεγεν,  Ἀκολουθήσεις δὲ  . ὕστερον; Ἀλλ' ὑπὲρ πλείονος πληροφορίας καὶ ἐνδείξεως ἀγάπης τοῦτό φησιν. Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Πάλιν τοῦτο τοῦ πρὸς τὸν Πατέρα ὁμονοεῖν  σημεῖον, ὑψηλότερον  μὲν  τῶν  προτέρων  (Πρὸ καταβολῆς  γὰρ κόσμου, φησὶν), ἔχον δέ τινα καὶ αὐτὸ συγκατάβασιν· Ἔδωκας γάρ μοι λέγει. Εἰ δὲ μὴ τοῦτό ἐστιν, ἡδέως ἂν ἐροίμην τοὺς ἀντιλέγοντας· ὁ διδοὺς, ὑφεστῶτί τινι δίδωσιν· ἆρ' οὖν πρῶτον αὐτὸν γεννήσας, ὕστερον τὴν δόξαν ἔδωκε, πρότερον ἀφεὶς εἶναι ἄδοξον; Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁρᾷς ὅτι τὸ, Ἔδωκεν, Ἐγέννησέν ἐστι; ∆ιατί δὲ μὴ εἶπεν, Ἵνα μετέχωσι τῆς δόξης, ἀλλ',  Ἵνα θεωρῶσι τὴν δόξαν;

γʹ. Ἐνταῦθα αἰνίττεται,  ὅτι ἡ  πᾶσα ἀνάπαυσις  αὕτη  ἐστὶ, τὸ θεωρεῖν  εἰς  τὸν  Υἱὸν τοῦ  Θεοῦ. Τοῦτο γοῦν  καὶ δοξάζεσθαι  ποιεῖ·  ὃ  καὶ  Παῦλός  φησιν·  Ἀνακεκαλυμμένῳ  προσώπῳ  τὴν  δόξαν Κυρίου κατοπτριζόμενοι. Ὥσπερ γὰρ οἱ πρὸς ἀκτῖνας  θεωροῦντες  καὶ ἀέρος ἀπολαύοντες λεπτοτάτου, ἀπὸ τῆς ὄψεως ἔχουσιν τὴν ἀπόλαυσιν· οὕτω καὶ τότε, καὶ πολλῷ πλεῖον τοῦτο ἡμῖν ἐργάσεται τὴν ἡδονήν. Ἅμα δὲ καὶ δείκνυσιν, ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον, ἀλλὰ φρικτή τις οὐσία. Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Τί βούλεται τοῦτο; ποίαν ἔχει τὴν ἀκολουθίαν; ∆είκνυσιν ἐνταῦθα μηδένα εἰδότα Θεὸν, ἀλλ' ἢ μόνον τοὺς τὸν Υἱὸν ἐπεγνωκότας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἅπαντας τοῦτο εἶναι, Ἀλλ' οὐκ ἔγνωσάν σε, καίτοι οὐδὲν ἔχοντες ἐγκαλεῖν. Τοῦτο γάρ ἐστι, Πάτερ δίκαιε. Ἐνταῦθά μοι δοκεῖ καὶ δυσχεραίνων  ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον οὐκ ἠθέλησαν ἐπιγνῶναι.  Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἔλεγον τὸν Θεὸν εἰδέναι, αὐτὸν δὲ μὴ εἰδέναι, πρὸς τοῦτο ἀποτείνεται λέγων, ὅτι Ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, ἀπολογίαν συντιθεὶς πρὸς τὰς κατηγορίας τὰς Ἰουδαϊκάς. Ὁ γὰρ δόξαν λαβὼν, ὁ ἀγαπηθεὶς πρὸ καταβολῆς κόσμου, ὁ μάρτυρας βουλόμενος ἔχειν αὐτοὺς τῆς δόξης ἐκείνης, πῶς ἐναντίος ἦν τῷ Πατρί; Οὐ τοίνυν τοῦτό ἐστιν ὅπερ  φασὶν  οἱ  Ἰουδαῖοι,  ὅτι  αὐτοὶ  μέν  σε γινώσκουσιν,  ἐγὼ  δὲ  ἀγνοῶ·  ἀλλὰ τοὐναντίον, ἐγὼ μέν σε οἶδα, ἄλλοι δέ σε οὐκ ἔγνωσαν. Καὶ οὗτοι δὲ ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Ὁρᾷς ὅτι αὐτοὺς αἰνίττεται  τοὺς λέγοντας  μὴ εἶναι  αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτον τὸν λόγον ἀνακεφαλαιοῦται  πάντα; Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω. Καὶ μὴν τοῦ Πνεύματος φὴς τὴν τελείαν γνῶσιν· ἀλλὰ τὰ τοῦ Πνεύματος ἐμά ἐστιν. Ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς μένῃ, κἀγὼ ἐν αὐτοῖς. Ἐὰν γὰρ μάθωσι, τίς σὺ, τότε εἴσονται, ὅτι οὐκ ἀπεσχισμένος ἐγὼ, ἀλλὰ τῶν σφόδρα ἠγαπημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος. Τοῦτο δὲ πεισθέντες ὡς χρὴ, καὶ τὴν πίστιν τὴν εἰς ἐμὲ καὶ τὴν ἀγάπην διατηρήσουσιν ἀκριβῆ. Ἀγαπώντων  δὲ αὐτῶν  ὡς  χρὴ, ἐγὼ  μενῶ  ἐν  αὐτοῖς.  Ὁρᾷς πῶς  εἰς καλὸν  τέλος  ἀπήντησεν,  εἰς ἀγάπην, τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἀπαρτίσας τὸν λόγον; Πιστεύωμεν τοίνυν, καὶ ἀγαπῶμεν τὸν Θεὸν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὅταν γὰρ ἐκεῖνος μὲν καὶ οἰκέταις καὶ συγγενέσι καὶ ἀλλοτρίοις  ἐπικουρῇ·  σὺ δὲ μηδὲ τοὺς πρὸς γένος προσήκοντας θεραπεύῃς, τίς ἔσται σοι λοιπὸν ἀπολογία, τοῦ Θεοῦ βλασφημουμένου  καὶ ὑβριζομένου διὰ σέ; Σκόπει γὰρ πόσας . ἔδωκεν ἡμῖν ἀφορμὰς εὐποιίας ὁ Θεός. Τὸν μὲν ὡς συγγενῆ, τὸν δὲ ὡς φίλον,  τὸν δὲ ὡς γείτονα,  τὸν  δὲ ὡς πολίτην,  τὸν δὲ ὡς ἄνθρωπον  ἐλέει, φησίν. Ἂν  δὲ μηδέν σε τούτων κατέχῃ, ἀλλὰ πάντα διαῤῥήξῃς τὰ δεσμὰ, ἀκούσῃ τοῦ Παύλου, ὅτι ἀπίστου εἶ χείρων·  ὅτι ἐκεῖνος  μὲν οὐδὲν περὶ ἐλεημοσύνης ἀκούσας, οὐδὲ τῶν  ἐν οὐρανῷ, ὑπερηκόντισέ σε τῇ φιλανθρωπίᾳ·  σὺ δὲ αὐτοὺς τοὺς ἐχθροὺς ἀγαπᾷν κελευσθεὶς, τοὺς οἰκείους, ὡς ἐχθροὺς ὁρᾷς, καὶ χρημάτων φείδῃ μᾶλλον ἢ σωμάτων. Καίτοι τὰ μὲν ἀναλισκόμενα οὐδὲν πείσεται δεινόν· οὗτος δὲ περιορώμενος οἰχήσεται. Τίς οὖν ἡ μανία χρημάτων φείδεσθαι, καὶ ἀφειδεῖν συγγενῶν; πόθεν οὗτος ὁ πόθος εἰσεκώμασε; πόθεν  ἡ ἀπανθρωπία  καὶ  ἡ ὠμότης;  Εἰ γάρ τις  ὥσπερ ἐπὶ  θεάτρου κορυφῆς καθίσας, τὸν κόσμον κατοπτεύσειε πάντα, μᾶλλον  δὲ εἰ βούλεσθε, μίαν τέως μεταχειρισώμεθα πόλιν.

δʹ. Εἴ τις τοίνυν ἐφ' ὑψηλοῦ καθίσας πάντα κατιδεῖν δυνηθείη τὰ ἀνθρώπινα, ἐννόησον ὅσην καταγνώσεται ἀλογίαν, ὅσα δάκρυα οἴσει, ὅσον  γελάσεται  γέλωτα,  ὅσον  μισήσει  μῖσος.  Τοιαῦτα  γὰρ  πράττομεν,  ὡς  καὶ γέλωτος, καὶ ἀνοίας, καὶ δακρύων, καὶ μίσους εἶναι ἄξια. Ὁ δεῖνα τρέφει κύνας, ἵνα θηρία ἄγρια σαγηνεύσῃ, αὐτὸς εἰς θηριωδίαν ἐμπίπτων· ἕτερος ὄνους καὶ ταύρους, ἵνα μετακομίζῃ λίθους· ἀνθρώπους δὲ περιορᾷ, λιμῷ τηκομένους. Καὶ χρυσίον μὲν ἄπειρον  δαπανᾷ,  ἵνα  λιθίνους  ἀνθρώπους  ἐργάσηται· τοὺς  δὲ ὄντως  ἀνθρώπους λιθίνους   γενομένους   ὑπὸ  τῆς   κακουχίας,   ὑπερορᾷ.  Ἕτερος  ψηφῖδας   χρυσᾶς συλλέγων μετὰ πολλῆς ταλαιπωρίας περιβάλλει τοὺς τοίχους· τὰς δὲ γαστέρας τῶν πενήτων  γυμνὰς  ὁρῶν, οὐκ ἐπικάμπτεται.  Καὶ οἱ μὲν τοῖς ἱματίοις  αὐτῶν  ἱμάτια πάλιν ἐπινοοῦσιν· ἕτερος δὲ οὐδὲ αὐτὸ τὸ σῶμα γυμνὸν περιβάλλειν ἔχει. Ἐν δικαστηρίοις δὲ πάλιν  ἄλλος  ἄλλον  κατέπιεν· ἄλλος  εἰς πόρνας ἀνάλωσε καὶ εἰς παρασίτους· ἕτερος εἰς μίμους καὶ ὀρχήστρας· εἰς οἰκοδομὰς ἕτερος λαμπρὰς, εἰς ἀγορασίας ἀγρῶν καὶ οἰκιῶν. Πάλιν ὁ μὲν τόκους ἀριθμεῖ, ὁ δὲ τόκους τόκων, ὁ δὲ γραμματεῖα συντίθησι πολλῶν γέμοντα φόνων, καὶ οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς ἀνάπαυσιν καρποῦται, ἐπὶ τοῖς ἑτέρων κακοῖς ἀγρυπνῶν. Ἡμέρας δὲ γενομένης, ὁ μὲν ἐπὶ κέρδος ἄδικον, ὁ δὲ ἐπὶ δαπάνην ἀσελγῆ, οἱ δὲ ἐπὶ κλοπὴν δεδημοσιευμένην τρέχουσι.  Καὶ τῶν  μὲν  περιττῶν   καὶ  κεκωλυμένων   πολλὴ  ἡ  σπουδή·  τῶν  δὲ ἀναγκαίων  οὐδεὶς ὁ λόγος. Οἱ δὲ κρίνοντες, τὸ μὲν ὄνομα δικαστῶν ἔχουσι, τὸ δὲ ἔργον λῃστῶν καὶ ἀνδροφόνων. Κἂν τὰς δίκας τις ἐξετάσῃ, κἂν τὰς διαθήκας, μυρία πάλιν εὑρήσει καὶ ἐνταῦθα κακὰ, δόλους, κλοπὰς, ἐπιβουλάς. Καὶ περὶ ταῦτα ἅπασα ἡ σχολὴ, τῶν δὲ πνευματικῶν  λόγος οὐδείς· ἀλλὰ τὴν ἐκκλησίαν ὑπὲρ τοῦ μόνον ἰδεῖν ἐνοχλοῦσιν ἅπαντες. Τὸ δὲ ζητούμενον οὐ τοῦτό ἐστιν, ἀλλ' ἔργων δεῖ ἡμῖν καὶ διανοίας καθαρᾶς. Ἂν δὲ τὴν πᾶσαν ἡμέραν ἀναλώσῃς εἰς πλεονεξίαν,  εἶτα μικρὰ ῥήματα εἰσελθὼν εἴπῃς, οὐ μόνον οὐκ ἐποίησας ἵλεω τὸν Θεὸν, ἀλλὰ καὶ παρώξυνας μειζόνως. Εἰ γὰρ βούλει καταλλάξαι  σου τὸν ∆εσπότην, ἔργα ἐπίδειξαι, μάθε τὸν φορυτὸν τῶν συμφορῶν, βλέπε τοὺς γυμνοὺς, τοὺς πεινῶντας, τοὺς ἀδικουμένους· μυρίας σοι φιλανθρωπίας  ἔτεμεν  ὁδούς. Μὴ τοίνυν  ἀπατῶμεν  ἑαυτοὺς, εἰκῆ καὶ μάτην ζῶντες, μηδὲ, ὅτι νῦν ὑγιαίνομεν,  καταφρονήσωμεν· ἀλλ' ἐννοήσαντες  ὅτι πολλάκις εἰς νόσον καταπεσόντες, καὶ εἰς ἔσχατον ἀῤῥωστίας ἐλθόντες, ἀπεθάνομεν τῷ δέει καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων, προσδοκήσωμεν πάλιν εἰς τὰ αὐτὰ καταπε. σεῖσθαι, καὶ τὸν αὐτὸν κτησώμεθα φόβον, καὶ γενώμεθα βελτίους· ὡς τά γε νῦν μυρίας κατηγορίας ἄξια. Οἱ μὲν γὰρ ἐν τοῖς δικαστηρίοις λέουσιν ἐοίκασι καὶ κυσὶ, οἱ δὲ ἐν ταῖς ἀγοραῖς, ἀλώπεξιν· οἱ δὲ τὸν ἀπράγμονα ζῶντες βίον, οὐδὲ οὗτοι εἰς δέον τῇ ἀπραγμοσύνῃ κέχρηνται, τὴν σχολὴν ἅπασαν εἰς θέατρα καὶ τὰ ἐκεῖθεν κακὰ ἀναλίσκοντες. Καὶ ὁ μὲν ἐπιτιμῶν τοῖς γινομένοις, οὐδείς· οἱ δὲ ζηλοῦντες καὶ δακνόμενοι,   ὅτι  μὴ  ἴσα  αὐτοῖς   πράττουσι,  πολλοί·  ὥστε  καὶ  τούτους  πάλιν κολάζεσθαι, καὶ μὴ ποιοῦντας τὰ πονηρά. Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ γὰρ τὰ τῆς προθυμίας αὐτοῖς ὁμοίως διέφθαρται·ὅθεν . δῆλον, ὅτι καὶ γνώμης ἔστι δοῦναι δίκην. Ταῦτα καθ' ἑκάστην ἡμέραν λέγω, καὶ λέγων οὐ παύσομαι. Ἂν μὲν γάρ τινες ἀκούσωσιν, κέρδος· ἂν δὲ μηδεὶς ὁ προσέχων ᾖ, τότε ἀκούσεσθε ταῦτα, ὅτε κέρδος οὐδὲν ὑμῖν, καὶ μέμψεσθε ἑαυτοῖς,καὶ τῆς αἰτίας ἡμεῖς καθαροί. Ἀλλὰ μὴ γένοιτο ταύτην μόνον ἡμᾶς τὴν ἀπολογίαν ἔχειν,  ἀλλὰ καὶ καύχημα ὑμᾶς γενέσθαι ἡμῶν  παρὰ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κοινῇ τῶν ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ  Πνεύματι, εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |