ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ξʹ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ

Παρασκευή 28 Οκτωβρίου 2016

Ξʹ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


Ξʹ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώ σκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.

αʹ. Μέγα,  ἀγαπητοὶ,  μέγα  Ἐκκλησίας  προστασία, καὶ  πολλῆς  δεόμενον φιλοσοφίας, καὶ ἀνδρείας τοσαύτης, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν  αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστασθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ  τὴν  ἰδίαν  σωτηρίαν  πανταχοῦ   σκοπεῖ,  τῶν  προβάτων  ἀμελῶν·  οὗτος  δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέχων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων  μὲν οὐδὲν ποιοῦντα, γινομένων  δὲ τούτων  οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι' ἐκείνων  μὲν τοὺς περὶ Θευδᾶν αἰνιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκάλους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας  τῶν  ἐμπεπιστευμένων  αὐτοῖς  προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν  ἐγκαλῶν  αὐτοῖς  ἔλεγεν· 


Ὢ οἱ ποιμένες  Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺς . οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἀλλ' ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέγιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. ∆ιὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημένον  ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέγων· Οἱ γὰρ πάντες  τὰ ἑαυτῶν  ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν,  Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ' ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων  μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων,  τῷ εἰπεῖν, ∆ιὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι,   καὶ   περισσὸν  ἔχωσι·  τούτων   δὲ  τῶν   περιορώντων   ὑπὸ   τῶν   λύκων ἁρπαζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν,  ὥστε μὴ τὰ πρόβατα ἀποθανεῖν.  Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο  ἀνελεῖν, οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ' ἔστη, καὶ εἵλετο ἀποθανεῖν. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τίθημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦθεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου. . πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες  σωθησόμεθα. Καὶ πάλιν  ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγκαλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις  ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων  ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώσκω  τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ' οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει  με ὁ Πατὴρ, κἀγὼ  γινώσκω  τὸν  Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ  τὸν  Πατέρα, εἰ  μὴ  ὁ  Υἱὸς, κεχωρισμένην  τινὰ  γνῶσιν  λέγων,  καὶ τοιαύτην, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τίθημι τὴν ψυχήν  μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν  λόγον,  ἀπὸ  τῶν  κινδύνων   καὶ  τῶν  θανάτων  ἑαυτὸν  συνίστησι λέγων·  Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν  βασκανίαν  εἶχεν,  οὐδὲ  φθόνον.   ∆ιὰ  τοῦτο  οὐδὲ  λέγουσιν  αὐτῷ·  Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν,  εἴ γε ὑπὲρ τῶν  λιθαζόντων  ἐβούλετο ἑαυτὸν ἐκδοῦναι.


βʹ. ∆ιὰ τοῦτο καὶ εὐκαίρως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον. Καὶ γὰρ καὶ ἄλλα πρόβατα ἔχω, φησὶν, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν. Ἰδοὺ πάλιν τὸ,∆εῖ, ῥῆμα κείμενον,  οὐκ ἀνάγκης  ἐστὶν, ἀλλὰ  τοῦ πάντως  ἐσομένου δηλωτικόν·ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε, εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι, καὶ τὰ πρόβατα τῆς φωνῆς  μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦντα, καὶ τῆς φωνῆς μου ἀκούοντα, τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει, Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον, καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. ∆είκνυσιν ἀμφοτέρους ἐσκορπισμένους καὶ μεμιγμένους καὶ ποιμένας οὐκ ἔχοντας, κἀκείνους καὶ  τούτους,  οὔπω  τοῦ  καλοῦ  παραγενο  . μένου  ποιμένος.  Εἶτα καὶ  τὴν μέλλουσαν αὐτῶν προαναφωνεῖ συνάφειαν, ὅτι Ἔσονται μία ποίμνη. Ὅπερ καὶ αὐτὸ πάλιν  ὁ Παῦλος ἐδήλωσεν  εἰπών·  Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ  εἰς ἕνα καινὸν ἄνθρωπον. ∆ιὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Καὶ τί τοῦ ῥήματος τούτου ταπεινότερον  γένοιτ' ἂν, εἴ γε δι' ἡμᾶς ὁ ∆εσπότης ἀγαπᾶσθαι μέλλει ὁ ἡμέτερος, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει; Τί οὖν, εἰπέ μοι; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς γεγόναμεν  τῆς ἀγάπης αὐτῷ αἴτιοι; Ὁρᾷς πῶς κέχρηται τῇ συγκαταβάσει; Τί οὖν ἐνταῦθα κατασκευάσαι βούλεται; Ἐπειδὴ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς καὶ πλάνον, καὶ ἐπὶ λύμῃ ἥκειν αὐτὸν καὶ ἀπωλείᾳ, λέγει· Καὶ εἰ μηδὲν ἄλλο, τοῦτο γοῦν με ἔπειθεν ἀγαπᾷν ὑμᾶς, τὸ οὕτω ὑμᾶς ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς ὡς ἐμέ· καὶ διὰ τοῦτο ἀγαπᾶσθαι παρ' αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Καὶ μετὰ τούτου δὲ καὶ ἐκεῖνο κατασκευάσαι βούλεται, ὅτι τε οὐκ ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται (εἰ γὰρ ἄκων, πῶς ἀγάπης ἦν ποιητικὸν τὸ γινόμενον;), καὶ ὅτι καὶ τῷ Πατρὶ μεθ' ὑπερβολῆς τοῦτο δοκεῖ. Εἰ δὲ ὡς ἄνθρωπος τοῦτο διαλέγεται, μὴ θαυμάσῃς· πολλάκις γὰρ τὴν ὑπὲρ τούτων εἰρήκαμεν αἰτίαν, καὶ πάλιν τὰ αὐτὰ λέγειν περιττὸν καὶ ἐπαχθές. Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν· καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν  αὐτήν.  Ἐπειδὴ γὰρ πολλάκις  ἐβουλεύοντο  αὐτὸν  ἀνελεῖν,  λέγει,  ὅτι  Μὴ βουλομένου ἐμοῦ, ἀνόνητος ὑμῖν ἐστιν ὁ πόνος· καὶ ἐκ τοῦ προτέρου τὸ δεύτερον κατασκευάζει, ἀπὸ τοῦ θανάτου τὴν ἀνάστασιν. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ παράδοξον.  Καὶ γὰρ  ἀμφότερα  καινῶς  γέγονε,  καὶ  ὑπὲρ τὴν  κοινὴν  συνήθειαν. Προσέχωμεν δὲ μετὰ ἀκριβείας τῷ λεγομένῳ· Ἐξουσίαν ἔχω θεῖναι, φησὶ, τὴν ψυχήν μου.  Καὶ τίς  οὐκ  ἔχει  ἐξουσίαν  θεῖναι  τὴν  ψυχὴν   τὴν  ἑαυτοῦ;  Ἑκάστῳ  γὰρ βουλομένῳ  δυνατὸν  ἑαυτὸν  ἀνελεῖν.  Ἀλλ'  οὐχ  οὕτω  φησίν·  ἀλλὰ  πῶς;  Οὕτως ἐξουσίαν ἔχω θεῖναι, ὡς μηδένα δυνηθῆναι  ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι, ἀλλ' ἀναιροῦντες ἑαυτούς. Εἰ δὲ ἐμπίπτοιμεν  εἰς ἐπιβουλεύοντάς  τινας καὶ κυρίους ἀνελεῖν,  οὐκ ἔτι ἔχομεν  ἐξουσίαν  τοῦ  θεῖναι  καὶ  μὴ,  ἀλλὰ  καὶ  ἀκόντων   ἡμῶν  ἐκεῖνοι  αὐτὴν ἀναιροῦσιν. Ἐπ' αὐτοῦ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἑτέρων ἐπιβουλευόντων  κύριος ἦν αὐτὸς μὴ θεῖναι αὐτήν. Εἰπὼν οὖν, ὅτι Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, τότε ἐπήγαγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· τουτέστιν, Ἐγὼ μόνος εἰμὶ κύριος τοῦ θεῖναι αὐτήν· ὅπερ ἐφ'  ὑμῶν οὐκ ἔστι. Καὶ γὰρ καὶ ἄλλοι πολλοὶ κύριοί εἰσι τοῦ λαβεῖν αὐτὴν ἀφ' ἡμῶν. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀρχὴν οὐκ εἶπεν· οὐδὲ γὰρ ἔμελλεν ὁ λόγος ἀξιόπιστος εἶναι· ἀλλ' ὅτε τὴν ἀπὸ τῶν πραγμάτων ἔλαβε μαρτυρίαν, καὶ πολλάκις ἐπιβουλεύσαντες  οὐκ ἴσχυσαν αὐτὸν  κατασχεῖν  (καὶ γὰρ ἐξῆλθεν  ἐκ τῶν  χειρῶν αὐτῶν  μυριάκις)· τότε  λοιπόν  φησιν,  Οὐδεὶς αὐτὴν  αἴρει ἀπ' ἐμοῦ. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ἕπεται, τὸ ἑκόντα ἐπὶ τοῦτο ἔρχεσθαι. Τούτου δὲ ὄντος ἀληθοῦς, κἀκεῖνο συνέστηκε, τὸ ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὴν, δυνηθῆναι πάλιν. Εἰ γὰρ τὸ ἀποθανεῖν  μεῖζον ἢ κατὰ ἄνθρωπον  ἦν, μηδὲ περὶ ἐκείνου λοιπὸν  ἀμφίβαλλε.  Τὸ γὰρ αὐτὸν  μόνον  εἶναι  κύριον τοῦ τὴν  ψυχὴν  ἀφεῖναι,  δείκνυσι  καὶ τοῦ λαβεῖν αὐτὴν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς . ἐξουσίας. Ὁρᾷς πῶς ἀπὸ τοῦ προτέρου τὸ δεύτερον κατεσκεύασε, καὶ ἀπὸ τοῦ θανάτου καὶ τὴν ἀνάστασιν ἔδειξεν ἀναμφισβήτητον; Ταύτην τὴν ἐντολὴν  ἔλαβον παρὰ τοῦ Πατρός. Ποίαν δὴ ταύτην; Τὸ ἀποθανεῖν  ὑπὲρ τοῦ κόσμου. Ἆρ' οὖν  ἀνέμεινεν  ἀκοῦσαι πρότερον, καὶ τότε εἵλετο, καὶ ἐδέησεν αὐτὸ μαθεῖν; Καὶ τίς ἂν τοῦτο νοῦν  ἔχων  εἴποι; Ἀλλ' ὥσπερ ἀνωτέρω εἰπὼν, ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, τὴν ἑκούσιον ἐδήλωσεν ὁρμὴν, καὶ τὴν τῆς ἐναντιότητος ἀνεῖλεν ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθα ἐντολὴν εἰληφέναι παρὰ τοῦ Πατρὸς εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο, ὃ ἐγὼ ποιῶ· ἵν' ὅταν αὐτὸν ἀνέλωσι, μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον  καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι, μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ.

γʹ. Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς   αὐτοῦ  ὄντα   τὰ  πρόβατα,  καὶ  ὅτι  αὐτοῦ  τὸ  κατόρθωμα  ἦν  πᾶν   τὸ γεγενημένον,  καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν· Ἀπ' ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ' ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι, καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη, ἀλλ' ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως, τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία. Σχίσμα οὖν ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Καὶ οἱ μὲν ἔλεγον, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε; Οἱ δὲ, ὅτι Τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ μείζονα  ἢ κατὰ ἄνθρωπον  τὰ λεγόμενα,  καὶ οὐ τῆς κοινῆς συνηθείας, δαιμονῶντα αὐτὸν ἔλεγον, τέταρτον ἤδη τούτῳ αὐτὸν προσειπόντες (καὶ γὰρ ἔμπροσθεν ἔλεγον·  ∆αιμόνιον  ἔχεις,  τίς  σε ζητεῖ  ἀποκτεῖναι;  καὶ  πάλιν·  Οὐ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; καὶ ἐνταῦθα· ∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;)· μᾶλλον δὲ οὐ τέταρτον, ἀλλὰ καὶ πολλάκις αὐτὸν ἀκηκοέναι. Τὸ γὰρ λέγειν,  Οὐ καλῶς ἐλέγομεν ὅτι δαιμόνιον  ἔχεις; οὐ τοῦ δεύτερον καὶ τρίτον, ἀλλὰ τοῦ πολλάκις εἰρηκέναι τοῦτο, σημεῖόν ἐστι. Οἱ δὲ ἔλεγον, φησίν·   Ταῦτα  τὰ   ῥήματα   οὐκ   ἔστι  δαιμονιζομένου.   Μὴ  δαιμόνιον   δύναται ὀφθαλμοὺς τυφλῶν  ἀνοῖξαι; Ἐπειδὴ γὰρ ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν, τὴν ἀπόδειξιν λοιπὸν ἀπὸ τῶν ἔργων ἐποιοῦντο. Μάλιστα μὲν γὰρ οὐδὲ τὰ ῥήματα δαιμονῶντός   ἐστιν·  εἰ  δὲ  οὐ  πείθεσθε  ἀπὸ  τῶν   ῥημάτων,   ἀπὸ  τῶν   ἔργων δυσωπήθητε. Εἰ δὲ μὴ δαιμονῶντός ἐστι, μείζονα δὲ ἢ κατὰ ἄνθρωπον, εὔδηλον ὅτι θείας  τινὸς  ταῦτά  ἐστι δυνάμεως.  Εἶδες συλλογισμόν;  Ὅτι  γὰρ  μείζονα  ἢ  κατὰ ἄνθρωπον ἦν, δῆλον ἐκ τοῦ λέγειν, ὅτι ∆αιμόνιον ἔχει· ὅτι δὲ δαιμόνιον οὐκ εἶχεν, ἐδήλωσεν ἀφ' ὧν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸς . ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο, Ἐγὼ δαιμόνιον  οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ  τὴν   διὰ  τῶν   πραγμάτων   παρέσχεν   ἀπόδειξιν,   ἐσίγα  λοιπόν.   Οὐδὲ  γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι  οἱ δαιμονῶντα  αὐτὸν  καλοῦντες  ὑπὲρ τούτων,  ὑπὲρ ὧν θαυμάζειν, καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ' αὐτοῦ λοιπὸν ἐλέγχων,  αὐτῶν κατ' ἀλλήλων  ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; ∆ιὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν.

δʹ. Τοῦτον τοίνυν ζηλώσωμεν. Οὐδὲ γὰρ ἐσίγησε μόνον,  ἀλλὰ  καὶ πάλιν  ἐπέστη, καὶ ἐρωτηθεὶς  ἀποκρίνεται,  καὶ τὰ τῆς προνοίας αὐτοῦ ἐπιδείκνυται· καὶ δαιμονῶν κληθεὶς καὶ μαινόμενος, παρὰ ἀνθρώπων  μυρία εὐηργετημένων, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις, οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ εὐεργετῶν αὐτοὺς οὐ διέλιπε. Καὶ τί λέγω εὐεργετῶν; Ὑπὲρ αὐτῶν καὶ τὴν ψυχὴν αὐτοῦ ἔθηκε, καὶ σταυρούμενος ὑπὲρ αὐτῶν τῷ Πατρὶ διαλέγεται. Ταῦτ' οὖν καὶ ἡμεῖς μιμησώμεθα. Τοῦτο γάρ ἐστι Χριστοῦ εἶναι μαθητὴν, τὸ πρᾶον εἶναι καὶ ἐπιεικῆ.  Πόθεν  δὲ  γένοιτ'  ἂν  ἡμῖν  αὕτη  ἡ  πραότης;  Ἂν  τὰς  ἁμαρτίας  ἡμῶν λογιζώμεθα  συνεχῶς,  ἂν  πενθῶμεν,   ἂν  δακρύωμεν.  Οὐδὲ γὰρ  ἀνέχεται  ψυχὴ τοσαύτῃ συνοικοῦσα ὀδύνῃ παροξύνεσθαι καὶ ὀργίζεσθαι. Ἔνθα γὰρ ἂν ᾖ πένθος, ὀργὴν εἶναι  ἀμήχανον· ἔνθα λύπη, πᾶσα ἐκποδὼν  ὀργή· ἔνθα συντριβὴ διανοίας, οὐδεὶς  παροξυσμός. Ὑπὸ γὰρ πένθους  μαστιζομένη  ἡ διάνοια  οὐδὲ σχολὴν  ἔχει διεγερθῆναι·  ἀλλὰ  στενάζει πικρὸν, καὶ κλαύσεται πικρότερον. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ  γελῶσι  ταῦτα ἀκούοντες· ἀλλ' ἐγὼ  τοὺς γελῶντας  θρηνῶν  οὐ παύσομαι. Πένθους γὰρ ὁ παρὼν καιρὸς καὶ θρήνων καὶ ὀδυρμῶν. Πολλὰ γὰρ καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασιν ἁμαρτάνομεν. Τοὺς δὲ τοιαῦτα πλημμελοῦντας  γέεννα ἐκδέχεται, καὶ ποταμὸς   ζέων   τῷ   ῥοθίῳ   τοῦ   πυρὸς,   καὶ   βασιλείας   ἔκπτωσις,   τὸ   πάντων χαλεπώτατον.  Τούτων οὖν ἠπειλημένων,  εἰπέ μοι, γελᾷς σὺ καὶ τρυφᾷς; καὶ τοῦ ∆εσπότου  σου παροξυνομένου  καὶ  ἀπειλοῦντος,  ἕστηκας  ἀναπεπτωκώς;  καὶ  οὐ δέδοικας  μὴ  τούτῳ  σαυτῷ  λαμπρὰν  ἀνάψῃς  τὴν  κάμινον;  Οὐκ ἀκούεις  τί  καθ' ἑκάστην  ἡμέραν  βοᾷ; Πεινῶντά  με εἴδετε, καὶ οὐκ ἐθρέψατε· διψῶντα,  καὶ οὐκ ἐποτίσατε. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ταῦτα ἀπειλεῖ καθ' ἑκάστην ἡμέραν. Ἀλλ' ἔθρεψα, φησὶν, αὐτόν. Πότε καὶ πόσας ἡμέρας; δέκα καὶ εἴκοσι; Ἀλλ' οὐ τοσοῦτον βούλεται χρόνον μόνον, ἀλλ' ὅσον ἐπὶ τῆς γῆς διατρίβεις. Ἐπεὶ καὶ αἱ παρθένοι εἶχον ἔλαιον, ἀλλ' οὐκ ἀρκοῦν πρὸς σωτηρίαν αὐταῖς. Καὶ γὰρ καὶ αὗται ἀνῆψαν τὰς λαμπάδας, ἀλλ' ἀπεκλείσθησαν τοῦ νυμφῶνος·  καὶ  μάλα  εἰκότως.  Ἔφθησαν  γὰρ  σβεσθεῖσαι πρὸ  τῆς  τοῦ  νυμφίου παρουσίας. ∆ιὰ τοῦτο πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ δαψιλοῦς τῆς φιλανθρωπίας. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐκοῦν καὶ ἡμᾶς τοὺς πλησίον οὕτως ἐλεεῖν δεῖ, κατὰ τὸ μέγα ἔλεος τὸ παρ' ἡμῖν. Οἷοι γὰρ ἂν γενώμεθα  περὶ τοὺς ὁμοδούλους, τοιούτου τευξόμεθα τοῦ ∆εσπότου. Ποῖον δὲ ἔλεος μέγα; Ὅταν μὴ ἐκ τοῦ περισσεύματος δῶμεν, ἀλλ' ἐκ τοῦ ὑστερήματος. Εἰ δὲ μηδὲ ἐκ τοῦ περισσεύματος, τίς ἡμῖν  ἔσται ἐλπίς; πόθεν  τῶν κακῶν ἐκείνων ἀπαλλαγή; ποῦ δυνησόμεθα φυγεῖν καὶ σωτηρίαν εὑρεῖν; Εἰ γὰρ αἱ παρθένοι μετὰ τοσούτους καὶ τηλικούτους ἱδρῶτας οὐδεμίαν οὐδαμόθεν ἔσχον παραμυθίαν·  τίς  . ἡμῶν  προστήσεται, ὅταν  ἀκούσωμεν  ἐκεῖνα  τὰ  φοβερὰ ῥήματα αὐτοῦ τοῦ δικάζοντος, λέγοντος καὶ ὀνειδίζοντος ἡμᾶς, ὅτι Πεινῶντά με οὐκ ἐθρέψατε; Ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ, φησὶ, τῶν ἐλαχίστων τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· οὐ περὶ τῶν μαθητῶν λέγων  ταῦτα μόνον, οὐδὲ περὶ τῶν ἀνῃρημένων τὸν τῶν μοναχῶν  βίον, ἀλλὰ περὶ παντὸς ἀνθρώπου πιστοῦ. Ὁ γὰρ τοιοῦτος, κἂν δοῦλος ᾖ, κἂν τῶν ἐν ἀγορᾷ προσαιτούντων, πιστεύῃ δὲ εἰς τὸν Θεὸν, δίκαιον πάσης αὐτὸν ἀπολαύειν εὐνοίας. Κἂν περιίδωμεν τὸν τοιοῦτον γυμνὸν ἢ πεινῶντα, ταῦτα ἀκουσόμεθα τὰ ῥήματα· καὶ μάλα εἰκότως. Τί γὰρ βαρὺ, ἢ τί ἐπαχθὲς ᾔτησε παρ' ἡμῶν; τί δὲ οὐ τῶν  σφόδρα εὐκολωτάτων  καὶ ῥᾴστων; Οὐδὲ γὰρ εἶπεν· Ἀσθενῶν ἤμην, καὶ οὐκ ἀνεστήσατέ με· ἀλλ',  Οὐκ ἐπεσκέψασθέ με. Οὐκ εἶπεν· Ἐν φυλακῇ ἤμην,  καὶ οὐκ ἐξεβάλετέ  με· ἀλλ',  Οὐκ ἤλθετε  πρός με. Ὅσῳ τοίνυν  κοῦφα  τὰ ἐπιτάγματα, τοσούτῳ μείζων ἡ κόλασις τοῖς παρακούουσι. Τί γὰρ κουφότερον, εἰπέ μοι, τοῦ βαδίσαι καὶ εἰς δεσμωτήριον εἰσελθεῖν; τί δὲ ἥδιον; Ὅταν γὰρ ἴδῃς τοὺς μὲν δεδεμένους, τοὺς δὲ αὐχμῶντας, τοὺς δὲ κομῶντας, καὶ ῥάκια περικειμένους, τοὺς δὲ ὑπὸ  λιμοῦ  φθειρομένους,  καὶ  ὡς  κύνας  τοῖς  ποσὶ  προστρέχοντας·  ἑτέρους  τὰς πλευρὰς διωρυγμένους, ἄλλους ἐκ τῆς ἀγορᾶς νῦν ἐπανιόντας δεδεμένους, καὶ μεθ' ἡμέραν μὲν ἐπαιτοῦντας, καὶ οὐδὲ τὴν ἀναγκαίαν  συλλέγοντας τροφὴν, ἐν ἑσπέρᾳ δὲ   παρὰ   τῶν   ἐφεστώτων   τὴν   πονηρὰν   ἐκείνην   καὶ   ὠμὴν   ἀπαιτουμένους λειτουργίαν·  κἂν λίθος τις ᾖς, πάντως  ἔσῃ φιλανθρωπότερος·  κἂν τὸν ὑγρὸν καὶ διαλελυμένον  ζῶν βίον, πάντως  ἔσῃ φιλοσοφώτερος, τὰ ἀνθρώπινα  πράγματα ἐπὶ ταῖς ἀλλοτρίαις ἐπισκοπῶν συμφοραῖς. Καὶ γὰρ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἔννοιαν λήψῃ πάντως, καὶ τῶν ποικίλων κολάσεων. Ταῦτα δὲ στρέφων καὶ λογιζόμενος, καὶ θυμὸν, καὶ ἡδονὴν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἔρωτα ἐκβαλεῖς πάντως, καὶ παντὸς λιμένος γαληνοτάτου  γαληνοτέραν  ἐργάσῃ τὴν ψυχήν· καὶ περὶ τοῦ δικαστηρίου  φιλοσοφήσεις   ἐκείνου,   ἐννοῶν   ὅτι  εἰ  παρὰ  ἀνθρώποις   τοσαύτη πρόνοια, καὶ τάξις, καὶ φόβος, καὶ ἀπειλαὶ, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ παρὰ Θεοῦ. Ὁ τοίνυν  τοῖς ἄρχουσι ταῦτα δοὺς διατάσσειν, πολλῷ μᾶλλον  αὐτὸς  αὐτὰ  ἐργάσεται.

 εʹ. Καὶ γὰρ  εἰ  μὴ  οὗτος  ἦν  ὁ  φόβος,  πάντα  ἂν ἀπολώλει·  ὅπου γε τοσούτων κολάσεων ἐπικειμένων,  πολλοὶ  οἱ πρὸς τὴν κακίαν αὐτομολοῦντές   εἰσι.  Ταῦτα  [καὶ]  φιλοσοφῶν,   καὶ  πρὸς  τὴν  ἐλεημοσύνην  ἔσῃ προθυμότερος,  καὶ  πολλὴν  καρπώσῃ  τὴν  ἡδονὴν,  καὶ  πολλῷ  μείζονα  τῶν  ἀπὸ θεάτρου  καταβαινόντων.   Οἱ  μὲν  γὰρ  ἐκεῖθεν  ἀναστάντες,  φλέγονται   ὑπὸ  τῆς ἐπιθυμίας  καιόμενοι. Ὅταν γὰρ ἴδωσι τὰς ἀνεπτερωμένας  ἐκείνας ἐπὶ τῆς σκηνῆς γυναῖκας, καὶ μυρία λάβωσιν ἐκεῖθεν τραύματα, θαλάσσης κυμαινούσης οὐδὲν ἄμεινον  διακείσονται,  τοῦ τύπου τῶν  ὄψεων,  τῶν  σχημάτων, τῶν  ῥημάτων,  τῆς βαδίσεως, τῶν ἄλλων πάντων πρὸ τῶν ὀφθαλμῶν ἱσταμένων, καὶ τὴν ψυχὴν αὐτοῖς πολιορκούντων.  Οἱ δὲ ἐντεῦθεν  ἐξελθόντες,  οὐδὲν  ὑποστήσονται τοιοῦτον,  ἀλλὰ πολλὴν  καρπώσονται τὴν γαλήνην  καὶ τὴν ἀταραξίαν. Ἡ γὰρ κατάνυξις ἡ ἐκ τῆς ὄψεως τῶν  δεδεμένων  ἐγγενομένη,  ἅπαν ἐκεῖνο σβέννυσι τὸ πῦρ. Κἂν ἀπαντήσῃ γυνὴ πορνευομένη καὶ ἀκόλαστος ἐξελθόντι τῶν δεσμωτῶν, οὐδὲν αὐτὸν ἐργάσεται χαλεπόν. Ὡς γὰρ ἄπλαστος λοιπὸν γενόμενος, οὕτως οὐχ ἁλώσεται τοῖς δικτύοις τῆς ὄψεως  ἐκείνης,  ἀντὶ  τῆς  ὄψεως  τῆς  ἀκολάστου,  τοῦ  φόβου  τῆς  κρίσεως  πρὸ ὀφθαλμῶν αὐτῷ τότε κειμένου. ∆ιὰ τοῦτο καὶ ὁ πᾶν εἶδος τρυφῆς ἐπελθὼν ἔλεγεν· Ἀγα . θὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Καὶ ἐνταῦθα μὲν τοσαύτην ἐπιδείξει τὴν φιλοσοφίαν, ἐκεῖ δὲ ἀκούσῃ τὰ μυρίων μακαρισμῶν ἄξια ῥήματα. Μὴ τοίνυν  ἀμελῶμεν τῆς τοιαύτης πράξεως καὶ πραγματείας. Κἂν γὰρ μὴ δυνηθῶμεν τροφὴν εἰσενεγκεῖν, μηδὲ ἀργύριον βοηθῆσαι δόντες, ἀλλὰ παρακαλέσαι λόγῳ, καὶ τὴν κειμένην ἀναστῆσαι ψυχὴν δυνησόμεθα, καὶ ἕτερα ἐπικουρῆσαι πολλὰ, καὶ τοῖς ἐμβαλοῦσι διαλεγόμενοι, καὶ τοὺς ἐφεστῶτας ἡμερωτέρους  ποιοῦντες,  καὶ ἢ μικρὸν  ἢ μέγα πάντως  ἐργασόμεθα κέρδος. Εἰ δὲ λέγεις ὅτι οὐκ εὐδαίμονές εἰσιν ἐκεῖ, οὐδὲ εὔχρηστοι, οὐδὲ ἐπιεικεῖς ἄνδρες, ἀλλ' ἀνδροφόνοι  καὶ τυμβωρύχοι,  καὶ βαλαντιοτόμοι,  καὶ μοιχοὶ,  καὶ ἀκόλαστοι, καὶ πολλῶν  γέμοντες  κακῶν,  πάλιν  ἀναγκαίαν  μοι καὶ ἐντεῦθεν  δεικνύεις  τῆς  ἐκεῖ διατριβῆς  τὴν  πρόφασιν. Οὐ γὰρ δὴ τοὺς μὲν ἀγαθοὺς ἐλεεῖν,  τοὺς δὲ πονηροὺς κολάζειν ἐκελεύσθημεν· ἀλλὰ περὶ πάντας ἐνδείκνυσθαι τὴν φιλανθρωπίαν ταύτην. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει τὸν ἥλιον  αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μὴ τοίνυν κατηγόρει τῶν ἀλλοτρίων  πικρῶς, μηδὲ ἔσο σφοδρὸς δικαστὴς, ἀλλ' ἥμερος καὶ  φιλάνθρωπος.  Καὶ γὰρ καὶ  ἡμεῖς, εἰ καὶ  μὴ μοιχοὶ,  μηδὲ τυμβωρύχοι,  μηδὲ βαλαντιοτόμοι γεγόναμεν, ἀλλ' ἔχομεν ἕτερα πλημμελήματα μυρίας ἄξια κολάσεως. Καὶ γὰρ καὶ τὸν  ἀδελφὸν  μωρὸν  ἐκαλέσαμεν  πολλάκις,  ὅπερ τὴν  γέενναν  ἡμῖν προξενεῖ· καὶ γυναῖκας ἀκολάστοις εἴδομεν ὀφθαλμοῖς, ὅπερ μοιχείαν ἀπηρτισμένην συνίστησι· καὶ τὸ πάντων  χαλεπώτερον,  τῶν μυστηρίων οὐ μετέχομεν ἀξίως, ὅπερ ἐνόχους ἡμᾶς ποιεῖ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Μὴ τοίνυν  πικροὶ γενώμεθα   τῶν  ἄλλων   ἐξετασταὶ,  ἀλλὰ  τὰ  ἡμῶν  αὐτῶν   ἐννοῶμεν,   καὶ  οὕτω παυσόμεθα τῆς ἀπανθρωπίας  ταύτης καὶ τῆς ὠμότητος. Χωρὶς δὲ τούτων  κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἐπιεικεῖς ἄνδρας πολλοὺς εὑρήσομεν αὐτόθι, καὶ τῆς πόλεως πολλάκις  ἀνταξίους  πάσης. Ἐπεὶ καὶ τὸ δεσμωτήριον  ἐκεῖνο,  ἔνθα  ὁ Ἰωσὴφ  ἦν, πολλοὺς εἶχε πονηρούς· ἀλλ' ὅμως πάντων ἐπεμελεῖτο ὁ δίκαιος ἐκεῖνος, καὶ ἦν καὶ αὐτὸς μετὰ τῶν ἄλλων, κρυπτόμενος ὅστις ἦν. Καὶ γὰρ τῆς Αἰγύπτου πάσης ἀντάξιος ἦν, καὶ τὸ δεσμωτήριον ὅμως ᾤκει, καὶ οὐδεὶς ᾔδει τῶν ἔνδον ὄντων. Καὶ νῦν τοίνυν πολλοὺς εἶναι εἰκὸς χρηστοὺς καὶ ἐπιεικεῖς, εἰ καὶ μὴ πᾶσιν εἶεν κατάδηλοι· καὶ ἡ περὶ τοὺς τοιούτους ἐπιμέλεια, τῆς περὶ πάντας σπουδῆς δίδωσί σοι τὴν ἀμοιβήν. Ἂν δὲ καὶ μηδεὶς ᾖ τοιοῦτος, καὶ ἐνταῦθα πολλὴ ἡ ἀντίδοσις. Ἐπεὶ καὶ ὁ ∆εσπότης ὁ σὸς οὐχὶ  δικαίοις   διελέγετο   μόνον,  τοὺς  δὲ  ἀκαθάρτους  ἔφευγεν·  ἀλλὰ   καὶ  τὴν Χαναναίαν  μετὰ πολλῆς  ἐδέξατο τῆς εὐνοίας, καὶ τὴν Σαμαρεῖτιν τὴν ἐναγῆ  καὶ ἀκάθαρτον, καὶ ἑτέραν δὲ πόρνην  πάλιν,  ὑπὲρ ἧς καὶ ὠνείδιζον  οἱ Ἰουδαῖοι, καὶ ἐδέξατο καὶ ἐθεράπευσε, καὶ τοὺς πόδας βρεχομένους ὑπὸ τῶν δακρύων τῆς ἐναγοῦς ἠνείχετο,  παιδεύων  ἡμᾶς συγκατιέναι τοῖς ἐν ἁμαρτίαις οὖσι. Τοῦτο γὰρ μάλιστα φιλανθρωπία. Τί φῄς; λῃσταὶ καὶ τυμβωρύχοι τὸ δεσμωτήριον οἰκοῦσι; Τὴν δὲ πόλιν, εἰπέ μοι, δίκαιοι πάντες εἰσὶν οἱ κατοικοῦντες; ἀλλ' οὐχὶ πολλοὶ καὶ τούτων χείρους μετὰ πλείονος λῃστεύοντες ἀναισχυντίας; Οἱ μὲν γὰρ εἰ καὶ μηδὲν ἕτερον, τὴν γοῦν ἐρημίαν καὶ τὸ σκότος προβάλλονται,  καὶ τὸ λανθάνοντες  ταῦτα ποιεῖν· οἱ δὲ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὰ κακὰ μετέρχονται, βίαιοι καὶ ἅρπαγες ὄντες καὶ πλεονέκται. Καὶ γὰρ δύσκολον εὑρεῖν ἄνθρωπον ἀδικίας καθαρόν.  ʹ. Εἰ δὲ μὴ χρυσίον ἁρπάζομεν, μηδὲ πλέθρα γῆς . τόσα καὶ τόσα· ἀλλ' ὅμως ἀπάτῃ τινὶ καὶ κλοπῇ τὸ αὐτὸ ἐπ' ἐλάττοσι, καὶ οἷς δυνάμεθα κατεργαζόμεθα. Ὅταν γὰρ ἐν τοῖς συμβολαίοις, καὶ ἡνίκα δ' ἂν ἀγοράσαι δέῃ τι ἢ καὶ ἀποδόσθαι, φιλονεικῶμεν  καὶ βιαζώμεθα  ἔλαττον  τῆς  ἀξίας  καταβαλεῖν,  καὶ  πάντα  ὑπὲρ  τούτου  ποιῶμεν,  οὐ λῃστεία τὸ πρᾶγμά ἐστιν; οὐ κλοπὴ καὶ πλεονεξία; Μὴ γάρ μοι εἴπῃς, ὅτι οὐκ οἰκίαν, οὐκ ἀνδράποδα παρεσπάσω. Ἡ γὰρ ἀδικία οὐ τῷ μέτρῳ τῶν ἀφαιρουμένων, ἀλλὰ τῇ προαιρέσει τῶν κλεπτόντων  κρίνεται. Τὸ γὰρ ἄδικον καὶ τὸ δίκαιον ἐν μεγάλοις καὶ ἐν μικροῖς τὴν  αὐτὴν  ἔχει  δύναμιν·  καὶ βαλαντιοτόμους  ὁμοίως  ἐγὼ  καλῶ,  κἂν βαλάντιόν  τις διατεμὼν  χρυσίον λάβῃ, κἂν ὠνούμενος  παρά τινος τῶν ἀγοραίων τῆς ἀξίας παρασπάσῃ τι τιμῆς· καὶ τοιχωρύχος  δὲ οὐχ ὁ τοῖχον διελὼν  μόνον καὶ ὑφελόμενός  τι τῶν  ἔνδον,  ἀλλὰ  καὶ ὁ δίκην  διαφθείρας  καὶ ἀφελόμενός  τι τοῦ πλησίον. Μὴ τοίνυν τὰ ἡμέτερα παρατρέχοντες, τῶν ἀλλοτρίων γενώμεθα δικασταί· μηδὲ ὅπου φιλανθρωπίας  καιρὸς, ἐξετάζωμεν πονηρίαν· ἀλλ' ἐννοήσαντες πῶς καὶ ἡμεῖς   διεκείμεθα   πάλαι,   γενώμεθά   ποτε  ἥμεροι  καὶ  φιλάνθρωποι.   Πῶς  οὖν διεκείμεθα; Ἄκουσον Παύλου λέγοντος, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι,  δουλεύοντες  ἐπιθυμίαις  καὶ ἡδοναῖς  ποικίλαις,  στυγητοὶ, μισοῦντες ἀλλήλους·  καὶ  πάλιν,  Ἦμεν γὰρ  φύσει  τέκνα  ὀργῆς.  Ἀλλ'  ὁ  Θεὸς  ὥσπερ  ἐν δεσμωτηρίῳ κατεχομένους ἰδὼν, καὶ ἁλύσεσι χαλεπαῖς δεδεμένους, πολὺ τῶν ἀπὸ σιδήρου χαλεπωτέραις, οὐκ ἐπῃσχύνθη, ἀλλ' ἦλθε καὶ ἐπέστη τῷ δεσμωτηρίῳ, καὶ τοὺς μυρίων ἀξίους κολάσεων ἐξήγαγέ τε ἐκεῖθεν, καὶ εἰς βασιλείαν ἤγαγε, καὶ τοῦ οὐρανοῦ λαμπροτέρους ἐποίησεν, ἵνα καὶ ἡμεῖς τὰ αὐτὰ ποιῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ ὅταν λέγῃ τοῖς μαθηταῖς· Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων  νίπτειν  τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα, καὶ ὑμεῖς ποιῆτε· οὐκ ἐπὶ τῷ νίπτειν τοὺς πόδας τοῦτον  γράφει τὸν νόμον  μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις  ἅπασιν, οἷς περὶ ἡμᾶς ἐπεδείξατο. Ἀνδροφόνος ἐστὶν ὁ τὸ δεσμωτήριον οἰκῶν; Ἀλλ' ἡμεῖς τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν. Τυμβωρύχος ἐστὶ καὶ μοιχός; Ἀλλὰ μὴ τὴν κακίαν, ἀλλὰ τὴν συμφορὰν ἐλεῶμεν. Πολλάκις δὲ, ὅπερ ἔφην, εὑρεθήσεται ἐκεῖ καὶ εἷς μυρίων ἀντάξιος  ἀνδρῶν.  Κἂν συνεχῶς  ἀπίῃς  πρὸς τοὺς  δεδεμένους,  οὐκ ἀποτεύξῃ  τῆς τοιαύτης θήρας. Ὥσπερ γὰρ ὁ Ἀβραὰμ καὶ τοὺς τυχόντας ξενοδοχῶν, . ἐπέτυχέ ποτε καὶ ἀγγέλων· οὕτω καὶ ἡμεῖς ἐπιτευξόμεθα καὶ μεγάλων ἀνδρῶν, ἂν ἔργον τὸ πρᾶγμα ποιησώμεθα. Εἰ δὲ χρὴ καὶ θαυμαστόν τι εἰπεῖν, οὐχ οὕτως ἐπαίνων ἄξιος ὁ μέγαν ὑποδεχόμενος, ὡς ὁ τὸν οἰκτρὸν καὶ ταλαίπωρον. Ἐκεῖνος μὲν γὰρ οὐ μικρὰν ἀφορμὴν ἔχει τὸν ἑαυτοῦ βίον πρὸς τὸ παθεῖν εὖ· ὁ δὲ ἀπεῤῥιμμένος καὶ ὑπὸ πάντων προδεδομένος, ἕνα λιμένα  μόνον  ἔχει, τὸν  ἔλεον  τοῦ ποιοῦντος  αὐτὸν  εὖ· ὥστε φιλανθρωπία  καθαρὰ τοῦτο μάλιστά ἐστι. Καὶ ὁ μὲν τὸν θαυμαστὸν καὶ περιφανῆ θεραπεύων, πολλάκις καὶ πρὸς ἀνθρώπων ἐπίδειξιν τοῦτο ἐποίησεν· ὁ δὲ τὸν ἀπεῤῥιμμένον καὶ ἀπεγνωσμένον, διὰ μόνην τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦτο ἐργάζεται.∆ιὸ κἂν δοχὴν ποιῶμεν, χωλοὺς καὶ ἀναπήρους ὑποδέχεσθαι κελευόμεθα· κἂν ἐλεημοσύνην  ἐργαζώμεθα, ἐλαχίστους  καὶ εὐτελεῖς  ἐλεεῖν  ἐπετάγημεν.  Ἐφ'  ὅσον γὰρ ἐποιήσατε, φησὶν, ἑνὶ τούτων  τῶν ἐλαχίστων,  ἐμοὶ ἐποιήσατε. Εἰδότες τοίνυν τὸν ἐκεῖ κείμενον θησαυρὸν, εἰσίωμεν συνεχῶς καὶ πραγματευώμεθα, καὶ τὰς περὶ τὰ θέατρα σπουδὰς ἐκεῖ τρέψωμεν. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν, εἰσάγαγε τὴν ἀπὸ τῶν λόγων  παράκλησιν. Οὐ γὰρ δὴ μόνον τὸν τρέφοντα, ἀλλὰ καὶ τὸν εἰσιόντα ὁ Θεὸς ἀμείβεται. Ὅταν γὰρ εἰσελθὼν τρέμουσαν καὶ δεδοικυῖαν τὴν ψυχὴν διαναστήσῃς, παρακαλῶν, βοηθῶν, ὑπισχνούμενος ἀμύνειν, φιλοσοφεῖν παρασκευάζων, οὐ μικρὸν καὶ ἐντεῦθεν λήψῃ τὸν μισθόν. Ἔξω μὲν γὰρ σοῦ τοιαῦτα διαλεγομένου, πολλοὶ καὶ γελάσονται ὑπὸ τῆς πολλῆς τρυφῆς διακεχυμένοι· οἱ δὲ ἐν συμφοραῖς ὄντες, κατεσταλμένης αὐτοῖς τῆς διανοίας, μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ προσέξουσι τοῖς λεγομένοις, καὶ ἐπαινέσονται, καὶ ἔσονται βελτίους. Ἐπεὶ καὶ Παύλου δημηγοροῦντος,  Ἰουδαῖοι μὲν πολλάκις  κατεγέλων·  οἱ δὲ δεσμῶται μετὰ πολλῆς  ἐπηκροῶντο  τῆς  ἡσυχίας.  Οὐδὲν γὰρ  οὕτως  εἰς  φιλοσοφίαν  ἐπιτηδείαν κατασκευάζει τὴν ψυχὴν ὡς συμφορὰ, καὶ πειρασμὸς, καὶ θλίψις ἐπικειμένη. Ταῦτ' οὖν  ἐννοήσαντες   ἅπαντα,  ὅσα  μὲν  τοὺς  ἔνδον   ἀγαθὰ,  ὅσα  δὲ  ἡμᾶς  αὐτοὺς ἐργασόμεθα, συνεχῶς  αὐτοῖς ἀναμιγνύμενοι,  καὶ τὰς ἐν ἀγορᾷ διατριβὰς, καὶ τὰς ἀκαίρους  ἀσχολίας  ἐκεῖ  καταναλώσωμεν,  ἵνα  κἀκείνους  κερδάνωμεν,  καὶ  ἡμᾶς αὐτοὺς  εὐφράνωμεν,  καὶ  τὸν  Θεὸν δοξασθῆναι  παρασκευάσαντες, τῶν  αἰωνίων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |