ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Οʹ Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα

Παρασκευή 28 Οκτωβρίου 2016

Οʹ Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Οʹ Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κό σμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.

αʹ. Μιμηταί μου γίνεσθε, φησὶν ὁ Παῦλος, καθὼς κἀγὼ Χριστοῦ.∆ιὰ γὰρ τοῦτο καὶ σάρκα ἐκ τοῦ φυράματος ἔλαβε τοῦ ἡμετέρου, ἵνα δι' αὐτῆς ἡμᾶς παιδεύσῃ τὴν ἀρετήν. Ἐν γὰρ ὁμοιώματι σαρκὸς, φησὶν, ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ αὐτὸς ὁ Χριστὸς, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς  τῇ καρδίᾳ. Καὶ ταῦτα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἐδίδασκε. Καὶ γὰρ καὶ Σαμαρείτην καὶ δαιμονῶντα  αὐτὸν ἐκάλουν, καὶ πλάνον, καὶ λίθους ἠφίεσαν κατ' αὐτοῦ· καὶ νῦν μὲν ὑπηρέτας ἀπέστελλον οἱ Φαρισαῖοι ὥστε αὐτὸν  συλλαβεῖν,  νῦν  δὲ ἄλλους  καθίεσαν  ἐπιβουλεύοντας· καὶ αὐτοὶ δὲ πολλάκις  ὑβρίζοντες διετέλουν, καὶ ταῦτα οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εὐεργετούμενοι  διηνεκῶς·  καὶ ὅμως μετὰ τοσαῦτα οὐκ ἀφίσταται  αὐτοὺς  εὖ ποιῶν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων.


 Καὶ οἰκέτου δέ τινος ῥαπίσαντος αὐτὸν, φησίν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλ' ἐκεῖνα μὲν πρὸς τοὺς ἐχθροὺς καὶ τοὺς ἐπιβουλεύοντας·  ἴδωμεν δὲ καὶ πρὸς τοὺς μαθητὰς τί ποιεῖ νῦν· μᾶλλον δὲ καὶ ἃ νῦν ἐπιδείκνυται  πρὸς τὸν ἐπίβουλον. Ὃν γὰρ μάλιστα πάντων  ἐχρῆν μισεῖν, ὅτι μαθητὴς ὢν, καὶ τραπεζῶν καὶ ἁλῶν κοινωνήσας,   καὶ   θαύματα   ἰδὼν,   καὶ   τοσούτων   ἀξιωθεὶς,   πάντων    ἐποίησε χαλεπώτερα,   λίθοις   μὲν  οὐ  βάλλων   οὐδὲ  ὑβρίσας,  ἀλλὰ  προδοὺς  αὐτὸν  καὶ παραδοὺς, τοῦτον ὅρα πῶς φιλοφρόνως  δέχεται, νίπτων  αὐτοῦ τοὺς πόδας. Καὶ γὰρ ταύτῃ αὐτὸν κατασχεῖν ἐβούλετο τῆς πονηρίας ἐκείνης. Καίτοι γε ἐνῆν, εἴπερ ἤθελε, καὶ  ξηρᾶναι  αὐτὸν  ὡς  τὴν  συκῆν, καὶ  διατεμεῖν  ὥσπερ τὰς  πέτρας  ἔῤῥηξε, καὶ διασχίσαι ὥσπερ τὸ καταπέτασμα· ἀλλ' οὐκ ἐβούλετο ἀνάγκῃ, ἀλλὰ προαιρέσει τῆς ἐπιβουλῆς αὐτὸν ἀπαγαγεῖν. ∆ιὰ τοῦτο καὶ νίπτει τοὺς πόδας. Καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος  ἐκεῖνος  καὶ ἄθλιος. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, φησὶν, εἰδὼς  ὁ Ἰησοῦς ὅτι ἦλθεν  αὐτοῦ ἡ ὥρα. Οὐ τότε εἰδώς· ἀλλ' ὅτι ἐποίησεν ὅπερ ἐποίησεν, πάλαι εἰδὼς, φησίν. Ἵνα μεταβῇ. Μεγαλοφρόνως. ὁ εὐαγγελιστὴς μετάβασιν αὐτοῦ τὸν θάνατον  καλεῖ Ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν αὐτούς. Εἶδες πῶς μέλλων  ἐγκαταλιμπάνειν  αὐτοὺς, σφοδροτέραν τὴν ἀγάπην  ἐπιδείκνυται;  Τὸ γὰρ, Ἀγαπήσας, εἰς τέλος ἠγάπησεν αὐτοὺς, τοῦτο δηλοῖ· Οὐδὲν ἐνέλιπεν ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Τί δήποτε δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησε; Τὰ μείζονα ὕστερον ἐργάζεται, ὥστε αὐτῶν ἐπιτεῖ . ναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἰδίους δὲ αὐτοὺς λέγει κατὰ τὸν τῆς οἰκειώσεως λόγον· ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει, κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ· Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί δέ ἐστι, Τοὺς ἐν τῷ κόσμῳ; Ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες,  οἱ περὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ κατ' ἐκείνους· ἀλλ' οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖνοι. Ὁρᾷς ὅτι Παλαιᾶς καὶ Καινῆς αὐτός ἐστιν ὁ Θεός; Τί δέ ἐστιν, Εἰς τέλος ἠγάπησεν αὐτούς; Ἀντὶ τοῦ, ἔμενεν ἀγαπῶν διηνεκῶς, καὶ τεκμήριον τῆς πολλῆς ἀγάπης τοῦτο λέγει· καίτοι γε ἀλλαχοῦ ἕτερον εἶπε, τὸ, τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων  αὐτοῦ. Ἀλλ' οὔπω ἐκεῖνο ἐγεγόνει. Τίνος δὲ ἕνεκεν τοῦτο νῦν ἐποίησεν; Ὅτι πολλῷ θαυμαστότερον  ἦν,  ὅτε  λαμπρότερος  παρὰ πᾶσιν  ἐφάνη·  καὶ  παραμυθίαν  δὲ  οὐ μικρὰν κατέλιπε μέλλων ἀναχωρεῖν. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφοδρῶς, ἀντίῤῥοπον αὐτοῖς διὰ τούτων παράκλησιν ἐπεισάγει. Καὶ δείπνου γενομένου, τοῦ διαβόλου   βεβληκότος   εἰς   τὴν   καρδίαν   Ἰούδα,   ἵνα   παραδῷ   αὐτόν.   Τοῦτο ἐκπληττόμενος   εἶπεν  ὁ  εὐαγγελιστὴς,  δηλῶν,  ὅτι  τοῦτον  τὸν  ἤδη  προδοῦναι ἑλόμενον αὐτὸν ἔνιψε. ∆είκνυσι δὲ αὐτοῦ πολλὴν τὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἁλῶν αὐτὸν  ἡ κοινωνία  κατέσχεν, ὃ μάλιστα οἶδεν  ἐπέχειν  πονηρίαν,  οὐ τὸ μέχρι τῆς ἐσχάτης  ἡμέρας  παραμεῖναι  τὸν  διδάσκαλον  αὐτοῦ  διαβαστάζοντα.  Εἰδὼς  δὲ  ὁ Ἰησοῦς, ὅτι πάντα αὐτῷ εἰς χεῖρα δέδωκεν ὁ Πατὴρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς  τὸν  Θεὸν  ὑπάγει.  Ἐνταῦθα  καὶ  θαυμάζων   λέγει,  ὅτι  Ὁ  τοσοῦτος,  καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων  κρατῶν, τοῦτο εἰργάσατο, καὶ οὐδὲ οὕτως ἀπηξίωσε καταδέξασθαι πρᾶγμα τοσοῦτον. Παράδοσιν δὲ, ὡς ἐμοὶ δοκεῖ, τὴν τῶν πιστῶν σωτηρίαν ἐνταῦθα καλεῖ. Καὶ γὰρ ὅταν λέγῃ, Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου, ταύτην λέγει τὴν παράδοσιν· ὡς καὶ ἀλλαχοῦ φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων,  καὶ πάντα ἔχων. Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον  ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται  τιμὴν  καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον  δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων  ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μη . τέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ' ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια.

βʹ. Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν  ἐνδείκνυται.  Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι,  ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο.  Καὶ οὐδὲ  τούτῳ  ἠρκέσθη, ἀλλὰ  καὶ  αὐτὸς  ἐγέμισε,  καὶ  οὐχ  ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων  δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι  τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν  τοὺς πόδας τῶν  μαθητῶν,  καὶ ἐπαγαγεῖν,  Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει  αὐτῷ  ἐκεῖνος· Σύ μου νίπτεις  τοὺς πόδας; Ταῖς χερσὶ ταύταις, φησὶν,  αἷς  ὀφθαλμοὺς  ἀνέῳξας,  καὶ  λεπροὺς  ἐκάθηρας, καὶ  νεκροὺς  ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ' ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ' ἄν τις εἰκότως, πῶς  οὐδεὶς  αὐτὸν  τῶν  ἄλλων  ἐκώλυσεν,  ἀλλὰ  Πέτρος μόνος,  ὅπερ  οὐ  μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι,  εἶτα  πρὸς τὸν  Πέτρον ἐλθεῖν,  καὶ  τοὺς  ἄλλους  ἀπ' ἐκείνου  παιδευθῆναι λοιπόν. Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ' οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου.  Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ' εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ  δείκνυται,  ὅταν  βάπτῃ  μετὰ  τοῦ  ∆ιδασκάλου, καὶ  ὅταν  ἐλεγχόμενος  μὴ κατανύσσηται. Ἀλλ' ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας  τὰ  ῥήματα  εἰπὼν,  οὕτω  συνεστάλη, ὡς  καὶ  ἀγωνιῶν   καὶ  τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις  τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν  ταπεινοφροσύνην  ἡμᾶς. Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει,  καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω  σωφρονίζῃ,  ἀλλ'  ἔτι  σφοδρὸς εἶ;  Ναὶ, φησί·  πολὺ  γὰρ  τὸ  γινόμενον  καὶ ἐκπλήξεως  γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ  τὰς  χεῖρας  καὶ  τὴν  κεφαλήν.   Καὶ ἐν  τῇ  παραιτήσει  σφοδρὸς,  καὶ  ἐν  τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης. ∆ιατί γὰρ οὐκ εἶπε, τίνος ἕνεκεν ἐποίει τοῦτο· . ἀλλ' ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν,  Ἔασον, διὰ  γὰρ τούτου  πείθω  ὑμᾶς ταπεινοφρονεῖν,  ὑπέσχετο  ἂν μυριάκις  τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν  ∆εσπότην τοῦτο  ποιῆσαι. Νῦν δὲ τί  φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; ∆ιόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, ∆ίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ' ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ' ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε; Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν  κάθημαι, τότε εἴσῃ τὸ νῦν  γινόμενον.  Τί οὖν  ὁ Χριστός; Ἐπειδὴ εἶπεν  ὁ Πέτρος, Μὴ τοὺς  πόδας  μου  μόνον,  ἀλλὰ  καὶ  τὰς  χεῖρας  καὶ  τὴν  κεφαλὴν,  Ὁ λελουμένος,  φησὶν, οὐ χρείαν  ἔχει  εἰ μὴ τοὺς πόδας νίψασθαι  μόνον,  ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. ∆ιὰ τοῦτο οὐκ ἐφ' ἕτερον μέρος ἦλθεν, ἀλλ' ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ' οὖν αὐτοὶκαθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν  ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι,  οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος;  πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι  λέγει; Ἀλλ'  ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς  καθαροί ἐστε διὰ τὸν  λόγον  ὃν  ἐλάλησα ὑμῖν·  τουτέστι, Ταύτῃ τέως  ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ  προφήτης  φησί·  Λούσασθε, καθαροὶ  γίνεσθε,  ἀφέλετε  τὰς  πονηρίας  ἀπὸ  τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς  διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ  λουτρὸν  οὐ  τὸ  δι' ὕδατος  λέγει  τὸ  Ἰουδαϊκὸν,  ἀλλὰ  τὸν  τῆς  συνειδήσεως καθαρμόν.

γʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ' ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν,  ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖ . ται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον  τὰ  ἀπὸ  τῆς  χηρείας  ὑπομένουσι  δεινά.  Ὀρέγωμεν  τοίνυν  αὐταῖς  χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν  ἀποθώμεθα  φιλανθρωπίας  ἡμῖν  ἀφορμήν.  Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν  αὐταῖς  ἐπεμβαίνωμεν,  μηδὲ χείρονα  ποιῶμεν  τὴν  . συμφορὰν, ἀλλὰ παντὶ   τρόπῳ   βοηθῶμεν.   Ἂν   οὕτω   ποιῶμεν,   πολλὴν   ἑαυτοῖς   περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα. Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |