ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΝΗʹ Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς;

Παρασκευή 28 Οκτωβρίου 2016

ΝΗʹ Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς;



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΝΗʹ Λέγουσι  τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν.Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι.

αʹ. Τὰς Γραφὰς οὐχ ἁπλῶς οὐδὲ παρέργως ἐπιέναι χρὴ, ἀλλὰ μετὰ ἀκριβείας ἁπάσης,  ὥστε  μὴ  συμποδίζεσθαι.  Καὶ  γὰρ  καὶ  νῦν   εἰκότως   ἄν  τις   ἐνταῦθα διαπορήσειε, πῶς εἰπόντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, λέγουσιν αὐτῷ· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Καὶ οὐκ εἶπον, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι παρέλυσε τὸ σάββατον; ἀλλὰ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τιθέασι. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ εἰσὶν αὐτοὶ οἱ λέγοντες,
Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ' οἱ σχισθέντες ἀπ' αὐτῶν· οἳ καὶ εἶπον, Ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται τοιαῦτα σημεῖα ποιεῖν. Βουλόμενοι γὰρ αὐτοὺς ἐπιστομίσαι πλέον, ἵνα μὴ δόξωσιν αὐτοὶ συνηγορεῖν τῷ Χριστῷ, τὸν λαβόντα  τῆς δυνάμεως αὐτοῦ πεῖραν εἰς μέσον ἄγουσι καὶ ἐρωτῶσιν. Ὅρα τοίνυν τοῦ πένητος τὴν σοφίαν.


 Ἁπάντων γὰρ τούτων συνετωτέρως φθέγγεται. Καὶ πρῶτον μέν φησιν, ὅτι Προφήτης ἐστὶ, καὶ  οὐ  κατέπτηξεν  αὐτῶν  τῶν  διεστραμμένων  Ἰουδαίων  τὴν  κρίσιν,  τῶν ἀντιλεγόντων, καὶ λεγόντων· Πῶς δύναται οὗτος εἶναι παρὰ τοῦ Θεοῦ, τὸ σάββατον οὐ τηρῶν; ἀλλ' ἔλεγεν, ὅτι Προφήτης ἐστί. Καὶ οὐκ ἐπίστευσαν ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν,  ἕως  οὗ  ἐφώνησαν   τοὺς  γονεῖς  αὐτοῦ.  Καὶ σκόπει  πόσοις  τρόποις ἐπιχειροῦσι τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν. Ἀλλ' αὐτὴ τῆς ἀληθείας ἡ φύσις, δι' ὧν δοκεῖ παρὰ τῶν  ἀνθρώπων  ἐπιβουλεύεσθαι,  διὰ τούτων  ἰσχυροτέρα γίνεται·  διὰ τούτων λάμπει, δι' ὧν συσκιάζεται. Εἰ γὰρ μὴ ταῦτα ἐγένετο, κἂν ὑπωπτεύθη παρὰ τοῖς πολλοῖς  τὸ θαῦμα· νυνὶ  δὲ ὡς σπουδάζοντες γυμνῶσαι τὴν ἀλήθειαν,  οὕτως ἅπαντα  πράττουσι, καὶ οὐκ ἂν  ἑτέρως  ἐποίησαν, εἴ γε  ὑπὲρ τοῦ  Χριστοῦ πάντα ἐποίουν. Καὶ γὰρ ἐπεχείρησαν διὰ τούτου τοῦ τρόπου καταβαλεῖν αὐτὸν, λέγοντες, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; τουτέστι, μὴ γοητείᾳ τινί; Καὶ γὰρ ἀλλαχοῦ μηδὲν ἔχοντες ἐπισκῆψαι, τῷ τρόπῳ τῆς θεραπείας ἐπηρεάζειν ἐπιχειροῦσι λέγοντες· Οὐκ ἐκβάλλει  τὰ  δαιμόνια,  εἰ  μὴ ἐν  Βεελζεβούλ. Καὶ ἐνταῦθα  πάλιν,  οὐδὲν  ἔχοντες εἰπεῖν, ἐπὶ τὸν καιρὸν καταφεύγουσι λέγοντες, ὅτι Λύει τὸ σάββατον· καὶ πάλιν, ὅτι Ἁμαρτωλός ἐστι. Καὶ μὴν φθονοῦντας  ὑμᾶς καὶ ἑτοίμους ὄντας ἐπιλαβέσθαι τῶν αὐτῷ πεπραγμένων, μετὰ πάσης ἠρώτησεν ἀκριβείας, λέγων, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας· Καὶ οὐδεὶς  ἐφθέγξατο,  οὐδὲ εἶπεν,  ὅτι Βλα . σφημεῖς, ἀναμάρτητον λέγων σεαυτόν. Καίτοι γε εἰ εἶχον εἰπεῖν, οὐκ ἂν ἐσίγησαν. Οἱ γὰρ διὰ τὸ ἀκοῦσαι, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστι, λιθάσαντες αὐτὸν καὶ εἰπόντες ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἑαυτοὺς μὲν ἐκ τοῦ Θεοῦ αὐχοῦντες εἶναι, ἀνδροφόνους ὄντας, τὸν δὲ τοιαῦτα σημεῖα πράττοντα, ἐπειδὴ ἐθεράπευσεν, οὐκ εἶναι ἐκ τοῦ Θεοῦ διὰ τὸ μὴ τηρεῖν τὸ σάββατον λέγοντες· εἰ σκιὰν γοῦν εἶχον ἐγκλήματος, οὐκ ἂν παρέδραμον. Εἰ δὲ διὰ τοῦτο ἁμαρτωλὸν  καλοῦσι, διότι  τὸ σάββατον ἐδόκει λύειν,  καὶ τοῦτο ἕωλον  ἐφάνη  τὸ ἔγκλημα,  τῶν  μετ' αὐτῶν  τεταγμένων,  ψυχρότητα  πολλὴν  καὶ μικροψυχίαν  καταγνόντων  αὐτῶν.  Πάντοθεν  τοίνυν  συμποδισθέντες,  ἐφ' ἕτερον ἔρχονται λοιπὸν ἀναισχυντότερον καὶ ἰταμώτερον. Ποῖον δὴ τοῦτο; Οὐκ ἐπίστευσαν, φησὶν, ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψε. Πῶς οὖν ἐνεκάλεσαν ὅτι τὸ σάββατον οὐ τηρεῖ, ἢ δηλονότι ὡς πιστεύσαντες; πῶς δὲ οὐ προσείχετε τῷ πολλῷ λαῷ; τοῖς γείτοσι τοῖς εἰδόσιν αὐτόν; Ἀλλ' ὅπερ ἔφην, πανταχοῦ τὸ ψεῦδος ἑαυτῷ μὲν περιπίπτει, δι' ὧν ἐπηρεάζειν τῇ ἀληθείᾳ δοκεῖ, τὴν δὲ ἀλήθειαν λαμπροτέραν ἐμφαίνει, ὃ δὴ καὶ νῦν γέγονεν.  Ἵνα  γὰρ  μή  τις  λέγοι,  ὅτι  οὐδὲν  ἀκριβὲς  εἶπον  οἱ  γείτονες  καὶ  οἱ θεωροῦντες  αὐτὸν,  ἀλλὰ  παρωμοίαζον,  ἄγουσιν  εἰς  μέσον  τοὺς  γονεῖς,  δι'  ὧν ἐποίουν ἄκοντες τὸ γεγενημένον ἀληθὲς δεικνύντες. Καὶ γὰρ οὗτοι μάλιστα πάντων τὸ τέκνον  ἠπίσταντο τὸ ἑαυτῶν. Ἐπειδὴ γὰρ αὐτὸν  καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ' ἑώρων  μετὰ πάσης παῤῥησίας τὸν  εὐεργέτην  κηρύττοντα,  ἀπὸ τῶν  γονέων προσεδόκων τιτρώσκειν τὸ θαῦμα. Καὶ ὅρα τῆς ἐρωτήσεως τὴν κακίαν. Τί γάρ φησιν; Στήσαντες  αὐτοὺς  εἰς  τὸ  μέσον, ὥστε  εἰς  ἀγωνίαν  ἐμβαλεῖν,  μετὰ  πολλῆς  τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν; Καὶ οὐκ εἶπαν, Ὁ ποτὲ τυφλός· ἀλλὰ πῶς; Ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη, ὡσανεὶ κακουργούντων   αὐτῶν,   καὶ  τὰ  τοῦ  Χριστοῦ  συγκροτούντων.   Ὦ  μιαροὶ,  καὶ παμμίαροι! καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύσασθαι παιδός; Μονονουχὶ γὰρ λέγουσιν, Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διεδώκατε πανταχοῦ τὸν λόγον. Πῶς οὖν βλέπει νῦν; Ὢ τῆς ἀνοίας! Ὑμῶν, φησὶν, ἐστὶ τὸ σκευώρημα καὶ ἡ κατασκευή. ∆ύο γὰρ τούτοις αὐτοὺς εἰς ἄρνησιν ἄγειν ἐπιχειροῦσι, τῷ τε εἰπεῖν,
Ὃν ὑμεῖς λέγετε, καὶ τῷ εἰπεῖν. Πῶς οὖν βλέπει ἄρτι;


βʹ. Τριῶν τοίνυν ἐρωτήσεων γενομένων,  εἰ υἱὸς αὐτῶν  ἦν, εἰ τυφλὸς  ἦν, καὶ πῶς  ἀνέβλεψε,  τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι. Καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον,  . ἀλλὰ  τὸν  τεθεραπευμένον,  τὸν  καὶ ἀξιόπιστον ὄντα, ταῦτα  ὁμολογεῖν.  Πῶς  γὰρ  ἂν  ἐχαρίσαντο  οἱ  γονεῖς,  οἱ  καὶ  ὧν  ᾔδεσάν  τινα σιγήσαντες διὰ τὸν  φόβον  τῶν  Ἰουδαίων;  Τί γάρ φασιν; Ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, ἡμεῖς οἴδαμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λόγον λαλήσει. Ἀξιόπιστον αὐτὸν ποιήσαντες, οὕτω παρῃτήσαντο· Οὐκ ἔστι παιδίον, φησὶν, οὐδὲ ἀτελὴς, ἀλλ' ἱκανὸν ἑαυτῷ μαρτυρῆσαι. Ταῦτα δὲ εἶπον διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὅρα πῶς πάλιν τὴν δόξαν αὐτῶν ὁ εὐαγγελιστὴς καὶ τὴν γνώμην εἰς μέσον ἄγει. Ταῦτα λέγω, διὰ τὸ ῥῆμα ἐκεῖνο, ὃ ἔμπροσθεν ἔλεγον, εἰπόντες, ὅτι Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ· ὅτι εἰ καὶ ἐκεῖνο τῆς γνώμης ἦν τῶν Ἰουδαίων, ἀλλὰ μὴ τῆς κρίσεως τοῦ Χριστοῦ, προσέθηκεν ἂν καὶ εἶπεν, ὅτι γνώμη ἦν Ἰουδαϊκή. Ἐπεὶ οὖν παρέπεμψαν αὐτοὺς πρὸς τὸν τεθεραπευμένον, πάλιν  ἐφώνησαν  ἐκ δευτέρου. Καὶ φανερῶς  μὲν καὶ ἀναισχύντως  οὐ λέγουσιν· Ἄρνησαι ὅτι ὁ Χριστὸς ἐθεράπευσε· προσχήματι δὲ εὐλαβείας τοῦτο κατασκευάσαι βούλονται. ∆ὸς γὰρ, φησὶ, δόξαν τῷ Θεῷ. Τοῖς μὲν γὰρ γονεῦσιν εἰπεῖν, Ἀρνήσασθε ὅτι υἱὸς ὑμῶν ἐστι, καὶ ὅτι τυφλὸν ἐγεννήσατε,  σφόδρα  ἐδόκει  καταγέλαστον  εἶναι·  αὐτῷ  δὲ  πάλιν  εἰπεῖν  τοῦτο, φανερὰ ἦν ἀναισχυντία. ∆ιὰ τοῦτο μὲν οὐ λέγουσιν, ἑτέρως δὲ αὐτὸ μεθοδεύουσι,∆ὸς δόξαν τῷ Θεῷ, λέγοντες· τουτέστιν, Ὁμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστι. Πῶς οὖν αὐτὸν οὐκ ἠλέγξατε λέγοντα· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; πόθεν δὲ ἴστε ὅτι ἁμαρτωλός ἐστι; Εἰπόντων δὲ αὐτῶν, ∆ὸς δόξαν τῷ Θεῷ, καὶ τούτου μηδὲν εἰπόντος, ἀπαντήσας ὁ Χριστὸς, ἐπῄνεσε καὶ οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπε, ∆ιατί οὐκ ἔδωκας δόξαν τῷ Θεῷ; ἀλλὰ τί; Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι δοῦναι δόξαν τῷ Θεῷ. Εἰ δὲ οὐκ ἦν ἰσότιμος τῷ Πατρὶ, αὕτη δόξα οὐκ ἂν ἦν. Ἀλλ' ἐπειδὴ ὁ τιμῶν τὸν Υἱὸν αὐτός ἐστιν ὁ τιμῶν τὸν Πατέρα, εἰκότως οὐκ ἐπιτιμᾶται ὁ τυφλός. Ὅτε μὲν οὖν προσεδόκων τοὺς γονεῖς  ἀνανεύειν  καὶ ἀρνεῖσθαι, οὐδὲν αὐτῷ ἔλεγον· ἐπειδὴ δὲ εἶδον  οὐδὲν  πλέον  αὐτοῖς  γεγενημένον  ἐκ  τούτου,  ἐπὶ  τοῦτον  ἔρχονται  πάλιν, λέγοντες, ὅτι Ἁμαρτωλός ἐστιν οὗτος. Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω. Ἆρα μὴ ἐφοβήθη ὁ τυφλός; Μὴ γένοιτο. Καὶ πῶς ὁ εἰπὼν, ὅτι Προφήτης ἐστὶ, λέγει, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; Οὐχ οὕτως  ἔχων,  οὐδὲ  τοῦτο  πεπεικὼς  ἑαυτὸν,  ἀλλὰ  βουλόμενος  ἀπὸ  τῆς  τοῦ πράγματος μαρτυρίας, ἀλλ' οὐκ ἀπὸ τῆς αὐτοῦ φωνῆς ἀπαλλάξαι τῶν ἐγκλημάτων αὐτὸν, καὶ ἀξιόπιστον ποιῆσαι τὴν ἀπολογίαν,  τῆς ἀπὸ τῆς εὐεργεσίας μαρτυρίας καταψηφιζομένης  αὐτῶν. Εἰ γὰρ μετὰ πλείονας  λόγους εἰπόντος  αὐτοῦ, ὅτι Εἰ μὴ οὗτος  ἦν  θεοσεβὴς, οὐκ ἠδύνατο  τοιαῦτα  σημεῖα ποιεῖν,  οὕτως  ἠγανάκτουν  ὡς εἰπεῖν, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης  ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; εἰ ἐξ ἀρχῆς τοῦτο εἶπεν, τί οὐκ ἂν ἔπραξαν; τί δὲ οὐκ εἶπαν; Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; ὡσανεὶ ἔλεγεν· Οὐδὲν ὑπὲρ τοῦτον λέγω νῦν, οὐδὲ ἀποφαίνο . μαι τέως· ἐκεῖνο μέντοι οἶδα σαφῶς καὶ διισχυρισαίμην ἂν, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα ἐποίησε. ∆ιὰ τοῦτο καὶ ἀνύποπτον  ἐποίησεν ἑαυτὸν, καὶ τὴν μαρτυρίαν ἀδέκαστον, ὡς οὐκ ἔτι χαριζόμενος, ἀλλ' ἀπὸ τοῦ πράγματος μαρτυρῶν. Ἐπεὶ οὖν οὐκ ἴσχυσαν ἀνατρέψαι οὐδὲ ἀνελεῖν τὸ γεγονὸς, πάλιν ἐπὶ τὸ πρότερον ἔρχονται, τὸν τρόπον τῆς θεραπείας περιεργαζόμενοι, καθάπερ τινὲς θήραν ἀσφαλῶς προκειμένην πάντοθεν διερευνώμενοι, καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ περιτρέχοντες. Καὶ ἐπὶ τοὺς προτέρους ἔρχονται  λόγους,  ἵνα  πάλιν  σαθροὺς αὐτοὺς  ποιήσωσι τῷ  συνεχῶς  ἐρωτᾷν,  καὶ λέγουσι· Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Τί οὖν ἐκεῖνος; Νικήσας αὐτοὺς  καὶ καταβαλὼν,  οὐκ ἔτι  λοιπὸν  ὑφειμένως  διαλέγεται.  Ἕως μὲν  γὰρ τὸ πρᾶγμα ἐξετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνίκησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοιπόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων  ἐπιλάβηται, λαμπροὺς αὐτοὺς ἀποφαίνει·  τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις  ἀκοῦσαι, ἀλλ'  ὑπὲρ  τοῦ  τοῖς  λεγομένοις  ἐπηρεάσαι. Μὴ καὶ  ὑμεῖς θέλετε  μαθηταὶ  αὐτοῦ  γενέσθαι; Τέως ἑαυτὸν  εἰς  τὸν  τῶν  μαθητῶν  ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος  ἑαυτόν ἐστι μαθητὴν  ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν  ἱκανῶς.

γʹ. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ' ὑπερβολῆς αὐτῶν  βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀνεπτερωμένης  καὶ ὑπερορώσης αὐτῶν  τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ' ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ' ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν  ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. ∆ιὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν·  ἐπειδὴ  εἰς  τούτους  ἀεὶ  τοὺς  λόγους  κατέφευγον.  Ἡμεῖς  οἴδαμεν,  ὅτι Μωϋσεῖ λελάληκεν  ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος;  Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκούσαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ' ὅτι Οἴδαμεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες διισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ' ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ' εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος  οὐ  τῶν  ἐπισήμων  παρ'  ὑμῖν  ὢν,  οὐδὲ  τῶν  περιφανῶν,   οὐδὲ  τῶν δεδοξασμέ . νων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς  ἀνθρωπίνης  δεόμενος  βοηθείας.  Οἴδαμεν δὲ ὅτι  Θεὸς ἁμαρτωλῶν  οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων  παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων  ῥημάτων.  Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν  κοινή· ταύτῃ τοίνυν  ἐμμείνατε.  Καὶ θέα  μοι  τὴν  σύνεσιν· Πανταχοῦ  τὸ  σημεῖον  περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ' αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλλων· μὴ γένοιτο· ἀλλ' εἰδὼς ὅτι  οὐχ  ἁμαρτωλός  ἐστιν;  Νῦν  γοῦν  ὅτε  καιρὸν  ἔσχεν,  ὅρα πῶς  ἀπελογήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν  ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προσέθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει  τὸ  γεγονὸς,  λέγων,  Ἀπὸ τοῦ  αἰῶνος  οὐκ  ἠκούσθη, ὅτι  ἤνοιξέ  τις ὀφθαλμοὺς  τυφλοῦ   γεγεννημένου.   Εἰ τοίνυν   ὁμολογεῖτε,  ὅτι  ἁμαρτωλῶν   οὐκ ἀκούει,  οὗτος  δὲ  θαῦμα  ἐποίησε,  καὶ  θαῦμα  τοιοῦτον,  οἷον  οὐδεὶς  ἄνθρωπος ἐποίησεν,  εὔδηλον  ὅτι  πάντα  ἐνίκησεν  ἀρετῇ,  καὶ  μείζων  αὐτοῦ  ἐστιν  ἢ  κατὰ
ἄνθρωπον  ἡ δύναμις.  Τί οὖν  ἐκεῖνοι;  Ἐν ἁμαρτίαις  σὺ ἐγεννήθης  ὅλος, καὶ  σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προσεδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες  αὐτόν. Εἰ δὲ μὴ ἐνομίζετε ἀξιόπιστον, εἴποιμ' ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν  ἐφθέγξατο,  οὐδὲν  αἰδεσθεὶς, ὅτε μάλιστα  αὐτὸν  θαυμάσαι ἐχρῆν,  τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν  τύφλωσιν   ὀνειδίζουσιν   ἀφειδῶς·  ὡσανεὶ  ἔλεγον,  Ἐκ  πρώτης  ἡλικίας   ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθούμενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ  γένωνται.  Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ  οἰκείαν  γνώμην  ἐξέθετο; οὐχὶ  κοινὴν  κρίσιν  ἐξήτασε, λέγων·  Οἴδαμεν  ὅτι ἁμαρτωλῶν  ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ' ὑμῶν λεχθέντα  εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο  κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων,  καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων  καὶ διὰ ἔργων  πῶς ἐμαρτύρησε;

δʹ. Ταῦτα δὲ ἀναγέγραπται,  ἵνα καὶ ἡμεῖς μιμώμεθα. Εἰ γὰρ ὁ ἐπαίτης, ὁ τυφλὸς,  ὁ μηδὲ ἑωρακὼς αὐτὸν, τοσαύτην εὐθέως παῤῥησίαν ἐπεδείξατο πρὸ τῆς τοῦ Χριστοῦ παρακλήσεως, πρὸς ὁλόκληρον δῆμον στὰς, φονῶντα  καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ ἀπὸ τῆς ἐκείνου φωνῆς βουλόμενον καταδικάσαι τὸν Χριστὸν, καὶ οὐκ εἶξεν, οὐδὲ ὑπεχώρησεν, ἀλλὰ μετὰ παῤῥη . σίας ἁπάσης αὐτοὺς ἐπεστόμισεν, καὶ εἵλετο βληθῆναι ἔξω μᾶλλον, ἢ προδοῦναι τὴν ἀλήθειαν· πόσῳ μᾶλλον  ἡμᾶς τοὺς ἐπὶ τοσοῦτον χρόνον ἐν πίστει ζήσαντας, τοὺς μυρία θαύματα διὰ τῆς πίστεως ἑωρακότας, τοὺς μείζονα εὐεργετηθέντας   ἐκείνου,  καὶ  τοὺς  ἔνδοθεν   ὀφθαλμοὺς   ἀναβλέψαντας,   καὶ  τὰ ἀπόῤῥητα θεασαμένους μυστήρια, καὶ εἰς τοσαύτην κληθέντας τιμὴν, ἅπασαν παῤῥησίαν ὑπὲρ αὐτοῦ ἐπιδείκνυσθαι  χρὴ πρὸς τοὺς ἐγκαλεῖν  ἐπιχειροῦντας  καὶ λέγοντάς  τι  κατὰ  Χριστιανῶν  καὶ  ἐπιστομίζειν,  ἀλλὰ  μὴ  συγγινώσκειν  ἁπλῶς!∆υνησόμεθα δὲ τοῦτο ποιεῖν, ἐὰν καὶ παῤῥησίαν ἔχωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν,  καὶ  μὴ  παρέργως  αὐτὰς  ἀκούωμεν.  Εἰ γάρ  τις  ἀκριβῶς  ἐνταῦθα εἰσέρχοιτο, κἂν οἴκοι μὴ ἀναγινώσκῃ, προσέχῃ δὲ τοῖς ἐνταῦθα λεγομένοις, ἀρκεῖ καὶ ἐνιαυτὸς εἷς εἰς ἐμπειρίαν αὐτὸν καταστῆσαι πολλήν. Οὐ γὰρ νῦν μὲν ταύτας, αὔριον δὲ ἑτέρας ἀναγινώσκομεν  Γραφάς· ἀλλ' ἀεὶ τὰς αὐτὰς καὶ διαπαντός. Ἀλλ' ὅμως οὕτως ἀθλίως  οἱ πολλοὶ  διάκεινται,  ὡς μετὰ τοσαύτην ἀνάγνωσιν  μηδὲ τὰ ὀνόματα  εἰδέναι   τῶν   βιβλίων·   καὶ  οὐκ  αἰσχύνονται,   οὐδὲ  φρίττουσιν,   οὕτω παρέργως εἰς ἀκροατήριον θεῖον εἰσερχόμενοι. Ἀλλ' ἂν μὲν κιθαρῳδὸς, ἢ ὀρχηστὴς, ἢ ἄλλος τῶν ἐπὶ τῆς σκηνῆς καλέσῃ τὴν πόλιν, μετὰ σπουδῆς ἅπαντες τρέχουσι, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσασι, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκουσιν, ἐκείνῳ μόνῳ προσέχοντες· τοῦ δὲ Θεοῦ διὰ προφητῶν  καὶ ἀποστόλων ἡμῖν διαλεγομένου,  χασμώμεθα,  κνώμεθα,  ἰλιγγιῶμεν.   Καὶ ἐν  μὲν  τῷ  θέρει  πολὺς  ὁ αὐχμὸς εἶναι δοκεῖ, καὶ τὴν ἀγορὰν καταλαμβάνομεν· καὶ ἐν χειμῶνι πάλιν, ὁ ὑετὸς κώλυμα καὶ ὁ πηλὸς, καὶ οἴκοι καθήμεθα. Καὶ ἐν μὲν ταῖς ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ μήκους ὁδοῦ καταφρονοῦντες,  καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει,  οὔτε  ἐκεῖ  κωλύει  διαβῆναι·  ἐνταῦθα  δὲ  καὶ  ὀρόφων  ἐπικειμένων,  καὶ θέρμης οὔσης θαυμαστῆς, ἀναδύονται καὶ οὐ συντρέχουσι· καὶ ταῦτα ἐπὶ κέρδει τῆς οἰκείας ψυχῆς. Ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι; ∆ιὰ τοῦτο ἐν ἐκείνοις  πάντων  ὄντες ἐμπειρότεροι,  ἐν  τοῖς  ἀναγκαίοις  παίδων  ἐσμὲν  ἀμαθέστεροι. Κἂν μέν  τίς  [σε] ἡνίοχον καὶ ὀρχηστὴν καλέσῃ, ὑβρίσθαι φῂς, καὶ πάντα ποιεῖς, ὥστε σε τὸ ὄνειδος ἀποτρίψασθαι· ἂν δὲ ἐπὶ τὴν θεωρίαν σε ἑλκύσῃ τοῦ πράγματος, οὐκ ἀποπηδᾷς· καὶ ἧς τὸ ὄνομα φεύγεις τέχνης, ταύτην μεταδιώκεις  σχεδὸν ἅπασαν. Ἔνθα δὲ καὶ τὸ πρᾶγμα καὶ τὸ ὄνομα ἔχειν  ὀφείλεις,  καὶ εἶναι καὶ καλεῖσθαι Χριστιανὸς, οὐδὲ τί ποτέ ἐστι τὸ πρᾶγμα οἶδας. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον; Ταῦτα ἐβουλόμην συνεχῶς λέγειν πρὸς ὑμᾶς· δέδοικα δὲ, μὴ μάτην ἀπεχθάνωμαι  καὶ κέρδους χωρίς. Ὁρῶ  γὰρ  μεμηνότας   οὐ  νέους  μόνον,   ἀλλὰ   καὶ  γέροντας·  ἐφ'  ὧν   μάλιστα αἰσχύνομαι, ὅταν ἴδω ἄνδρα ἀπὸ τῆς πολιᾶς αἰδέσιμον, καταισχύνοντα τὴν πολιὰν, καὶ παιδίον ἐπισυρόμενον. Τί γὰρ τοῦ γέλωτος τούτου χεῖρον; τί τοῦ ἔργου τούτου αἰσχρότερον; ὁ παῖς παρὰ τοῦ πατρὸς διδάσκεται ἀσχημονεῖν.

 εʹ. ∆άκνει τὰ ῥήματα; Τοῦτο κἀγὼ βούλομαι, ἀνασχέσθαι ὑμᾶς τῆς διὰ τῶν ῥημάτων ἀλγηδόνος, ἵνα τῆς διὰ τῶν πραγμάτων ἀσχημοσύνης ἀπαλλαγῆτε. . Καὶ γὰρ εἰσί τινες, οἱ πολλῷ ψυχρότεροι  τούτων  ὄντες,  οἳ  οὐδὲ  αἰσχύνονται  ἐπὶ  τοῖς  λεγομένοις,  ἀλλὰ  καὶ μακρὸν εἴρουσιν ὑπὲρ τοῦ πράγματος λόγον. Κἂν μὲν ἐρωτήσῃς, τίς ἐστιν ὁ Ἀμὼς, ἢ ὁ Ἀβδιοῦ, ἢποῖος τῶν προφητῶν ὁ ἀριθμὸς, ἢ τῶν ἀποστόλων, οὐδὲ χάναι δύνανται. Ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, σοφιστῶν καὶ ῥητόρων δεινότερον ἀπολογίαν συντιθέασι· καὶ μετὰ ταῦτα ἅπαντα λέγουσι, Καὶ τί τὸ βλάβος; καὶ τίς ἡ ζημία; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι οὐδὲ ζημίαν ἴστε τὸ πρᾶγμα, οὐδὲ αἴσθησιν λαμβάνετε τῶν κακῶν. Ἔδωκέ σοι βίου προθεσμίαν ὁ Θεὸς εἰς τὸ θεραπεύειν αὐτόν· σὺ δὲ μάτην ἀναλίσκων αὐτὸν καὶ εἰκῆ καὶ ἐν οὐδενὶ χρησίμῳ, ἐξετάζεις ἔτι, τίς ἡ ζημία; Κἂν μὲν ἀργύριον ὀλίγον  δαπανήσῃς ἁπλῶς, ζημίαν τὸ πρᾶγμα καλεῖς· τὰς δὲ ἡμέρας σου δαπανῶν  ὁλοκλήρους  εἰς σατανικὰς πομπὰς, οὐδὲν  ἡγῇ ποιεῖν  ἄτοπον; ∆έον εἰς λιτὰς καὶ εὐχὰς δαπανᾷν σου τὴν ζωὴν ἅπασαν, σὺ δὲ εἰς κραυγὰς καὶ θορύβους καὶ αἰσχρὰ ῥήματα, καὶ μάχην καὶ τέρψιν ἄκαιρον, καὶ ἔργα ἀπὸ μαγγανείας γινόμενα τὸν βίον σου καταναλίσκεις εἰκῆ καὶ ἐπὶ κακῷ τῷ σῷ· καὶ μετὰ ταῦτα πάντα ἐρωτᾷς, τίς  ἡ ζημία; οὐκ εἰδὼς  ὅτι  παντὸς  μᾶλλον  ἀφειδεῖν  χρὴ, ἢ χρόνου. Χρυσίον ἂν ἀναλώσῃς, δυνήσῃ πάλιν ἀνακτήσασθαι· χρόνον δὲ ἂν ἀπολέσῃς, δυσκόλως αὐτὸν ἀναλήψῃ. Ὀλίγος γὰρ ἡμῖν τεταμίευται  κατὰ τὸν παρόντα βίον. Ἂν οὖν εἰς δέον αὐτῷ μὴ χρησώμεθα, τί ἐροῦμεν ἀπελθόντες ἐκεῖ; Εἰπὲ γάρ μοι· εἴ τινά σου τῶν υἱῶν ἐκέλευσας τέχνην μαθεῖν, εἶτα ἐκεῖνος οἴκοι διὰ παντὸς ἔμενεν, ἢ καὶ ἀλλαχοῦ που διέτριβεν, οὐκ ἂν αὐτὸν παρῃτήσατο ὁ διδάσκαλος; οὐκ ἂν εἶπε πρὸς σέ· Συγγραφὴν πρός με πεποίηκας, καὶ χρόνον ὥρισας. Εἰ μὴ μέλλει τοίνυν τὸν χρόνον τοῦτον παρ' ἡμῖν, ἀλλ' ἑτέρωθι ἀναλίσκειν ὁ παῖς, πῶς σοι παραστησόμεθα μαθητήν; Ταῦτα καὶ ἡμᾶς εἰπεῖν ἀνάγκη. Ἐρεῖ δὲ καὶ ὁ Θεὸς ἡμῖν· Χρόνον ὑμῖν δέδωκα, φησὶ, πρὸς τὸ . μαθεῖν τὴν τέχνην  ταύτην τὴν τῆς εὐλαβείας· τίνος ἕνεκεν εἰκῆ καὶ μάτην τὸν χρόνον ἀνηλώσατε τοῦτον; τί δὲ πρὸς τὸν διδάσκαλον συνεχῶς οὐκ ἐβαδίζετε, οὐδὲ προσείχετε τοῖς λεγομένοις; Ὅτι γὰρ τέχνη ἐστὶν ἡ εὐλάβεια, ἄκουσον τί φησιν ὁ προφήτης· ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον  Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὅταν οὖν τοῦτον ἀναλώσῃς εἰκῆ, ποίαν ἕξεις ἀπολογίαν; Καὶ τίνος ἕνεκεν, φησὶν, ὀλίγον ἡμῖν ἐταμιεύσατο χρόνον; Ὢ τῆς ἀναισθησίας καὶ τῆς ἀγνωμοσύνης! ὑπὲρ οὗ μάλιστα εὐχαριστεῖν ἔδει, ὅτι σοι τοὺς πόνους ἐπέτεμε, καὶ τοὺς ἱδρῶτας ἐνέκοψε, καὶ τὴν ἀνάπαυσιν μακρὰν ἐποίησε καὶ ἀθάνατον, ὑπὲρ τούτων ἐγκαλεῖς καὶ δυσχεραίνεις; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐνταῦθα τὸν λόγον ἐξηγάγομεν καὶ μακρὸν εἰργασάμεθα. ∆ιόπερ ἀναγκαῖον  αὐτὸν  συστεῖλαι πάλιν.  Καὶ γὰρ  καὶ  τοῦτο  τῆς ἡμετέρας ταλαιπωρίας, ὅτι ἐνταῦθα μὲν, ἂν μακρὸς γένηται ὁ λόγος, πάντες ἀκηδιῶμεν· ἐκεῖ δὲ ἐκ μέσης ἡμέρας ἀρχόμενοι, ὑπὸ λαμπάσι καὶ λύχνοις ἀναχωροῦσιν. Ἀλλ' ἵνα μὴ ἀεὶ ἐγκαλῶμεν, παρακαλοῦμεν ὑμᾶς λοιπὸν καὶ δεόμεθα· δότε ταύτην τὴν χάριν καὶ ἡμῖν καὶ ἑαυτοῖς, καὶ πάντων ἀπαλλαγέντες τῶν ἄλλων, τούτοις ἑαυτοὺς προσηλώσωμεν. Κερδανοῦμεν γὰρ καὶ ἡμεῖς ἐξ ὑμῶν τὴν χαρὰν καὶ τὴν εὐφροσύνην, καὶ τὸ σεμνύνεσθαι ἐφ' ὑμῖν, καὶ τὴν ἐπὶ τούτοις λαβεῖν ἀμοιβήν· τὸν  δὲ  μισθὸν  ἅπαντα  ὑμεῖς  καρπώσεσθε, ὅτι  μανικῶς  οὕτω  προσηλωμένοι  τῇ ὀρχήστρᾳ πρὸ τούτου,  διὰ  τὸν  τοῦ  Θεοῦ φόβον  καὶ  τὴν  ἡμετέραν  παράκλησιν, ἀπεῤῥήξατε τοῦ νοσήματος ἑαυτοὺς ἐκείνου, καὶ τὰ δεσμὰ διελύσατε, καὶ πρὸς τὸν Θεὸν ἐδράμετε. Οὐκ ἐκεῖ δὲ μόνον λήψεσθε τὸν μισθὸν, ἀλλὰ καὶ ἐνταῦθα εἰλικρινῆ καρπώσεσθε τὴν  ἡδονήν.  Τοιοῦτον  γὰρ  ἡ  ἀρετή·  μετὰ  τῶν  ἐκεῖ  στεφάνων  καὶ ἐνταῦθα ἡδὺν καθίστησιν ἡμῖν τὸν βίον. Πειθώμεθα τοίνυν τοῖς εἰρημένοις, ἵνα καὶ τῶν  ἐνταῦθα  καὶ  τῶν  ἐκεῖσε ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |