ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 48

Εμφάνιση αναρτήσεων με ετικέτα ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 48. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 48. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 2 Ιουνίου 2016

Περί παρθενίας Λόγοι Α΄ - Θ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Α΄ - Θ΄

α’. Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι· καὶ θαυμαστὸν οὐδέν, ὅπου γὲ καὶ αὐτὸν τὸν ἐκ Παρθένου Χριστὸν ἠτίμασαν· θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ. Τὰς γὰρ τῶν αἱρετικῶν οὐκ ἂν εἴποιμί ποτε παρθένους ἐγώ· πρῶτον μὲν ὅτι οὐκ εἰσιν ἁγναί· οὐ γὰρ εἰσιν ἡρμοσμέναι ἑνὶ ἀνδρί, καθὼς ὁ μακάριος τοῦ Χριστοῦ βούλεται νυμφαγωγός, λέγων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Εἰ γὰρ καὶ περὶ παντὸς τοῦτο τοῦ πληρώματος εἴρηται τῆς ἐκκλησίας, ἀλλ’ ὅμως κἀκείνας περιλαμβάνει τὸ λεχθέν. Αἱ τοίνυν τὸν ἕνα ἄνδρα μὴ στέργουσαι, ἀλλ’ ἕτερον αὐτῷ τὸν οὐκ ὄντα ἐπεισάγουσαι Θεόν, πῶς ἂν εἶεν ἁγναί; Πρῶτον μὲν οὖν κατὰ τοῦτον τὸν λόγον οὐκ εἶεν παρθένοι· δεύτερον δέ, ὅτι τὸν γάμον ἀτιμάσαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου. Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα, προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα. Τοὺς γὰρ τῶν φαύλων ἀπεχομένους οὐ στεφανοῦσθαι, ἀλλὰ μὴ κολάζεσθαι δίκαιον ἂν εἴη μόνον. Καὶ ταῦτα ἴδοι τις ἂν οὐκ ἐν τοῖς ἡμετέροις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν οὕτω διατεταγμένα νόμοις· ὁ φονεύων ἀναιρείσθω τιμάσθω· ὁ κλέπτης κολαζέσθω, οὐκέτι δὲ καὶ τὸν μὴ λυμαινόμενον τοῖς ἀλλοτρίοις δωρεὰν λαμβάνειν ἐκέλευσαν· καὶ τὸν μοιχὸν ἀποκτιννύντες, τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς. Καὶ μάλα εἰκότως. Τὸ γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι τῶν τὰ ἀγαθὰ κατορθούντων, οὐ τῶν τὰ κακὰ φευγόντων ἐστίν· ἀποχρῶσα γὰρ ἐκείνοις τιμὴ τὸ μηδὲν πάσχειν κακόν.


Read More ->>

Περί παρθενίας Λόγοι Ι΄ - ΙΘ΄

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Ι΄ - ΙΘ΄


ι’. Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν· ὁ δὲ τοῦτον ἐπαινῶν μᾶλλον ἐκείνης ἐπαίρει τὸ θαῦμα καὶ λαμπρότερον ποιεῖ. Τὸ μὲν γὰρ τῇ πρὸς τὸ χεῖρον παραθέσει φαινόμενον καλὸν οὐκ ἂν εἴη σφόδρα καλόν, τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ’ ὑπερβολῆς καλόν· ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς. Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτω διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων, ἀλλ’ ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖα εἶναί φαμεν. Καλὸν ὁ γάμος· καὶ διὰ τοῦτο ἡ παρθενία θαυμαστόν, ὅτι καλοῦ κρεῖττον ἐστι, καὶ τοσούτῳ κρεῖττον, ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης, καὶ τῶν στρατιωτῶν ὁ στρατηγός.

Read More ->>

Περί παρθενίας Λόγοι Κ΄ - ΚΘ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Κ΄ - ΚΘ΄


κ’. Ἀλλ’ εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν. Ἔδει μέν, καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ’ ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον· ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἀξία στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἄρτης, καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος. Οἱ μὲν γὰρ οὐκ ἴσασι ἃ ποιοῦσιν, οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι· διὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται, ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δὲ τις ἑκὼν ταῦτα τολμήσειεν, ἅπερ ἄκοντες ἁκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἀπαντῶ καταδικάζοιτο ψηφοῖς ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.

Read More ->>

Περί παρθενίας Λόγοι Λ' - ΛΘ΄

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Λ' - ΛΘ΄


λ’. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τὶ δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ; Ὅτι τῶν σφόδρα ἀτόπων ἦν, Ἰουδαίους μέν, οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο, καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν, τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν, ὡς μέλλοντας θείων ἀκούειν λόγων, ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως, καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας, ἀλλὰ καὶ πλείους· ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμήν, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν· αὐτὸς δὲ ὁ Μωϋσὴς διὰ τὶ τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν; Ἐκεῖνο ἂν εἴποιμι, ὅτι εἰ καὶ τίμιος ὁ γάμος, ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ’ ἄν, ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς παρθενίας ἐστιν.

Read More ->>

Περί παρθενίας Λόγοι Μ΄ - ΜΘ'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Μ΄ - ΜΘ'


μ’. Τὶ οὖν, ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾗ, ἡ δὲ γυνὴ μοχθηρά, λοίδορος, λάλος, πολυτελής, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον, τὴν ἀναισχυντίαν; Τὶ δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾗ κόσμια καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχῃ, καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διακέηται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τὶ δαί, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται, καὶ διαπαντὸς μένῃ τοῦτο ποιῶν; Καρτέρει, φησίν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖ, ἤ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην. Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου»· ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· «Μενέτω γάρ, φησίν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω». Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων;

Read More ->>

Περί παρθενίας Λόγοι Ν΄ - ΝΘ'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48 
Περί παρθενίας Λόγοι Ν΄ - ΝΘ'


ν’. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται· ὁ δὲ γάμος τὴν τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τρυφὴν παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν». Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμημένων τὶ φησι· «Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν». Καὶ οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδὲν ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. Καὶ τὸ λέγω Παῦλον; Ὃς τὲ τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρός, καὶ πολλὴ τοῦ πνεύματος ἡ χάρις, ἔλεγε ταῦτα. Ὁ γὰρ Ἀμὼς τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ’ ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτελείᾳ καὶ πάντα, ὡς εἰπεῖν, τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων· «Οὐαί, οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι Σαββάτων ψευδῶν, καὶ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τοῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι».


Read More ->>

Περί παρθενίας Λόγοι Ξ΄ - ΞΘ'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι  Ξ΄ - ΞΘ' 



ξ’. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ’ ἂν αὐτήν, ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ, οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι, οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὶ λέγω ταῦτα; Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτὴν λυμαίνεται τὴν μνηστείαν, ἀλλ’ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλήν, καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγήσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γὰρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδείς, ἀλλ’ οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυνάμενων ἔχῃ τις ἄνδρα, ἀλλ’ ὅμως δύναιτ’ ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή. Ἀλλ’ ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελεάσαι ψυχὴν καὶ ἐφελκύσασθαι; Καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίᾳ συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δὲ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι, καὶ αὗται δὲ παρὰ τὸ τῷ Θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾷν, ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.


Read More ->>

Περί Παρθενίας Λόγοι Ο' - ΠΔ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι  Ο' - ΠΔ΄


ο’. Ἀλλ’ οὐχ ἡ εὐτελείᾳ τοιαύτῃ, ἀλλὰ πόῤῥω τούτων ἀφέστηκε τῶν δυσχερῶν, ὑγιείας καὶ εὐεξίας οὖσα ποιητική. Εἰ δὲ καὶ ἡδονὴν τις ἐπιζητοίη, καὶ ταύτην παρ’ αὐτῇ μείζονα οὖσαν εὑρήσει τῆς τρυφῆς· καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐῤῥῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων, ὧν ἕκαστον καὶ καθ’ ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν· δεύτερον δὲ καὶ ἀπὸ τὴν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία· ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος, οὐδὲ ἡ πλησμονή, ἀλλ’ ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων, ἀλλ’ ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, Πάντσο τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι, καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν σφοδρῶς αὐτοῖς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν· οὗτοι δὲ ἐν χρείᾳ τούτων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν· ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τὶ γάρ, εἰπὲ μοι, καὶ ὁ Σολομῶν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδύν, οὑτωσὶ λέγων, «Ἡδὺς ὕπνος τῷ δούλῳ, ἂν τε πολύ, ἂν τε ὀλίγον φάγῃ»; Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ’ οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην; Ἀλλ’ οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τὶ ποτ’ οὖν ἐστι τὸ ποοῦν τὸν ὕπνον ἡδύν, ἢ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν; Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διαπαντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.


Read More ->>

Τετάρτη 1 Ιουνίου 2016

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Α΄ Εἰς Νεωτέραν Χηρεύσασαν


α’. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρῷ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἂν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαι σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναι σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν.

Read More ->>

Β΄ Πρός αυτήν Περί μονανδρίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48

Β΄ Πρός αυτήν Περί μονανδρίας


α’. Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς, καὶ ταῖς προμνηστευτρίαις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν.

Read More ->>

Περί Ιερωσύνης Λόγος Πρῶτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Πρῶτος

Τάδε ἔνεστιν ἐν τῷ Πρώτῳ Λόγῳ.

α. Βασίλειος ὁ πάντας τοὺς τοῦ Χρυσοστόμου φίλους ὑπερβαλλόμενος.
β. Ἡ ὁμόνοια Βασιλείου καὶ Χρυσοστόμου, καὶ συζήτησις πὲρ πάντων.
γ. Ὁ ζυγὸς ἄνισος ἐν τῇ τοῦ μοναστικοῦ βίου μεταδιώξει.
δ. Ἡ πρόθεσις περὶ κοινῆς οἰκήσεως ἀμφοτέρων.
ε. Αἱ τῆς μητρὸς ἐπῳδαί.
ς. Η ἀπάτη Χρυσοστόμου, ᾗ ἐχρήσατο ἐν τῇ χειροτονίᾳ.
ζ. Βασιλείου κατηγορίᾳ ἐπιεικὴς καὶ ἀφέλῃς.
η. Χρυσοστόμου ἀπολογία ἀντιληπτική.
θ. Ἀπάτης εὐκαίρου μέγα κέρδος. Θέσις καὶ κοινὸς τόπος.

Read More ->>

Περί Ιερωσύνης Λόγος Δεύτερος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Περί Ιερωσύνης  Λόγος Δεύτερος

Τάδε ἔνεστιν ἐν τῷ Δευτέρῳ Λόγῳ.

α. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπης.
β. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων ἄλλων.
γ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς.
δ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κίνδυνον.
ε. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης, ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν.
ς. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου, καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς.
ζ. Ὅτι οὐχ ὑβρίσει ἑλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν.
η. Ὅτι κεῖ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς.

Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δὲ ἂν εἴη δείκνυται λοιπὸν εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν.

Read More ->>

Περί Ιερωσύνης Λόγος Τρίτος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Τρίτος

Τάδε ἔνεστιν ἐν τῷ Τρίτῳ Λόγῳ.
α. Ὅτι οἱ ὑπονοήσαντες δι’ ἀπόνοιαν παρῃτῆσθαι ἡμᾶς τὴν ἑαυτῶν ὑπόληψιν ἔβλαψεν.
β. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν.
γ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν.
δ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη, καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστερα
ε. Ὅτι πολλοὶ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή.
ς. Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσιν αἱ διακονίαι.
ζ. Ὅτι καὶ ὁ Παῦλος περιδεὴς ἦν, πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν.
η. Ὅτι πολλάκις ἁμαρτάνειν προάγεται, εἰς τὸ μέσον ἐλθών, ἂν μὴ σφόδρα γενναῖος ἦ.
θ. Ὅτι κενοδοξία καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς.
ι. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ’ ἡ ἡμέτερα ῥαθυμίᾳ.
ια. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ ἀπὸ τῆς τοῦ ἱερέως ψυχῆς.

Read More ->>

Περί Ιερωσύνης Λόγος Τέταρτος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης Λόγος Τέταρτος


Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ Λόγῳ.

α. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες, ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται.
β. Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένους.
γ. Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ.
δ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρασκευάσασθαι χρή.
ε. Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆς.
ς. Ὅτι τῷ μακαρίῳ Παύλῳ μάλιστα τοῦτο κατωρθῶτο.
ζ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγειν.
η. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν.
θ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι.

Read More ->>

Περί Ιερωσύνης Λόγος Πέμπτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης

Λόγος Πέμπτος

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ Λόγῳ.

α. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται.
β. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρή, καὶ δύνασθαι λέγειν.
γ. Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει.
δ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν.
ε. Ὅτι ὁ λόγους εἰδὼς πλείονος δεῖται σπουδῆς, ἢ ὁ ἀμαθής.
ς. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντη καταφρονεῖν, οὔτε πάντη φροντίζει δεῖ.
ζ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν.
η. Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά.

Read More ->>

Περί Ιερωσύνης Λόγος Έκτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Περί Ιερωσύνης
Λόγος Ἕκτος

Τάδε ἔνεστιν ἐν τῷ Ἕκτῳ Λόγῳ.
α. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖς.
β. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέον αἱ πλείονος.
γ. Ὅτε πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν ἐκκλησίας προεστῶτα.
δ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπεπίστευται ὁ ἱερεὺς ἕτερα πράγματα φρικτά.
ε. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα.
ς. Ὅτι οὐχ οὕτω τὸ μονάζειν, ὡς τὸ πλήθους προεστάναι καλῶς, καρτερίας σημεῖον.
ζ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν, τῷ τε καθ’ ἑαυτὸν ὄντι, καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησις ἐστιν.
η. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ’ ἑαυτοὺς ὄντες, ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν.
θ. Ὅτι οὐ χρὴ καταφρονεῖ τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ.
ι. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν. ια. Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα, ἢ τὰ τῶν ἰδιωτῶν.
ιβ. Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης, καὶ τοῦ φόβου.
ιγ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμός.

Read More ->>

Ὁμιλίᾳ Πρώτη Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Ὁμιλίᾳ Πρώτη  Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον, καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ

α’. Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; Καὶ γέγονεν ὄντως τὰ γεγενημένα, καὶ οὐκ ἐξηπατήμεθα; Οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ’ ἡμέρᾳ ὄντως ἐστί, καὶ ἐγρηγοροῦμεν ἅπαντες; Καὶ τὶς ἂν ταῦτα πιστεύσειεν, ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώπων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπεῤῥιμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι, καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευδήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ’ ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τὶς ἐστι καὶ θαυμαστή, καὶ τοῖς παραδόξοις ἐντρυφῶσα χαίρει.

Read More ->>

Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

.Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Λόγος Πρῶτος

α’. Τὶ τοῦτο; Ὁ ποιμὴν οὐ πάρεστι, καὶ τὰ πρόβατα μετὰ πολλῆς εὐταξίας ἕστηκε. Καὶ τοῦτο τοῦ ποιμένος τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐνδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τὴν σηκῶν ἀνάγκη τὰ πρόβατα, ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμαίνοντος πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ τῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω, ὅτι τοσαύτην ὑμῖν σπουδὴν ἐναποθέσθαι ἴσχυσεν.

Read More ->>

Λόγος Δεύτερος Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Δεύτερος  Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου

α’. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτων τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργῳ ἀτιμάζοντες τὴν πίστιν, καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσιν διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν ἡνίκα εἰς τὸ στάδιον τῶν λόγον τούτων καθήκαμεν ἑαυτούς, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως διεδέξαντο ἀγῶνες, καὶ οὐκ ἦν ἀσφαλὲς τὸ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν, οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἄιε καιρὸν ἔχουσι·

Read More ->>

Λόγος Τέταρτος Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Τέταρτος  Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους

α’. Ἤρκει μὲν οὖν δείξαντα πρώην ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβίμ, καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων, καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ’ ἐπειδὴ προθυμίᾳ καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀποῤῥάψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην, ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα, καὶ περαιτέρω τὸν λόγον προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα, καὶ ἡμῖν λαμπρότερα ἐργάζεται τὰ νικητήρια, εἰ καὶ τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα. Ἐπεὶ καὶ τὰς πονηρᾶς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον (πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων), ἀλλ’ ἐξ αὐτῶν τῶν λαγόνων τῆς τῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως· φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες,

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |