ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Σεπτεμβρίου 2016

Παρασκευή 30 Σεπτεμβρίου 2016

1.ΟΜΙΛΙΑ Α. Λόγος παραινετικός είς τήν είσοδο της Αγίας Τεσσαρακοστής

0 σχόλια


Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Α’
.αʹ. Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συν δεδραμηκότας. Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπό της, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρό νῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατ ηφὴς, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυ χῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδὸν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθω σαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προ θυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μαν θανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέ σον ἡμῶν τε καὶ αὐτῶν. 

Read More ->>

3.ΟΜΙΛΙΑ Γ.Εἰς τὰ ὑπόλοιπα τοῦ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸςτὸν οὐρανὸν

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Γʹ.

Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»αʹ. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν θείων Γραφῶν ἀνά γνωσις. Καθάπερ γὰρ ἐκεῖθέν τις κἂν μικρὸν ψῆγμα λα βεῖν δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολ λὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Καὶ οὐ θησαυρὸν μόνον, ἀλλὰ καὶ πηγὴν μιμεῖται τὰ θεῖα λόγια, δαψιλῆ τὰ νάματα ἀναβλύζουσαν, καὶ πολλὴν ἔχουσαν τὴν ἐπιῤῥοήν· καὶ τοῦτο δι᾽ αὐτῶν τῶν ἔργων χθὲς ἅπαντες μεμαθήκαμεν. Τῶν γὰρ προ οιμίων ἀρξάμενοι τοῦ τῆς κτίσεως βιβλίου εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πᾶσαν τὴν διδασκαλίαν ἐτελειώσαμεν, καὶ οὐδὲ οὕτως τὸ πᾶν κα ταλαβεῖν ἐξισχύσαμεν. Πολλὴ γάρ ἐστι τοῦ θησαυροῦ ἡ περιουσία, καὶ τῶν ναμάτων τῆς πηγῆς ταύτης τῆς πνευματικῆς ἡ δαψίλεια. Καὶ μὴ θαυμάσῃς, εἰ ἡμεῖς τοῦτο πεπόνθαμεν· καὶ οἱ πρὸ ἡμῶν κατὰ δύναμιν τὴν ἑαυτῶν τὰ ἐντεῦθεν νάματα ἐξήντλησαν, καὶ οἱ μεθ᾽ ἡμᾶς πάλιν τοῦτο ποιῆσαι ἐπιχειρήσουσι, καὶ οὐδὲ οὕτω κενῶσαι δυνήσονται τὸ πᾶν· ἀλλ᾽ αὔξεται τὰ τῆς ἐπιῤ ῥοῆς, καὶ ἐπιδίδωσι τὰ νάματα. 

Read More ->>

6.ΟΜΙΛΙΑς .Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Δʹ
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.


αʹ. Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦ μαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάν θρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενη μένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ᾽ ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ᾽ αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ᾽ ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθή σεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης. Διὸ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θάττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγο νεν, οὕτω καὶ ἐφ᾽ ἡμῶν συμβῆναι.
Read More ->>

8.ΟΜΙΛΙΑ Η.Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Ηʹ.

Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα νοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

αʹ. Φέρε καὶ σήμερον, ἐπειδὴ μετὰ πολλῆς τῆς προθυ μίας ἠκούσατε χθὲς τῶν παρ᾽ ἡμῶν λεγομένων, τὰ πρόσφατον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πρότερον ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὰ πρότερα ἐναποτίθεσθαι ὑμῶν τῇ διανοίᾳ, ἵνα μὴ μάτην καὶ εἰκῇ τοσοῦτον πόνον ὑπομένωμεν. Τὸ γὰρ σπουδαζόμενον ἡμῖν, μετὰ ἀκριβείας ὑμᾶς εἰδέναι τῶν γεγραμμένων τὴν δύναμιν, ὥστε μὴ μόνον ὑμᾶς ταῦτα ἐπίστα σθαι, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ἵνα δύνη σθε, κατὰ τὸν μακάριον Παῦλον, εἷς τὸν ἕνα οἰκοδομεῖν. Ἐὰν γὰρ ὑμεῖς προκόπτητε ἐν Κυρίῳ, καὶ περὶ τὴν τῶν πνευματικῶν διδασκαλίαν ἐπίδοσίν τινα ἐπιδείκνυσθε, πολλὴν καὶ ἡμῖν παρέξετε τὴν εὐφροσύνην. Τοῦτο γὰρ ἡμῶν ἐστιν ἡ πᾶσα εὐημερία, καὶ ἡ μεγίστη ἑορτή. Τίς γὰρ ἡμῶν ἡ ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος, φησὶ, καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς, καὶ ἡ ὑμετέρα κατὰ Θεὸν ἐπίδοσις; Ἐπεὶ καὶ τῶν διδασκάλων ἕκαστος, ἐπειδὰν ἴδῃ τὸν μαθητευόμενον τῶν προτέρων διδαγμά των τὴν μνήμην ἀκριβῶς ἐμπήξαντα τῇ διανοίᾳ, καὶ τὸν καρπὸν διὰ τῶν ἔργων ἐπιδεικνύμενον, μετὰ πλείο νος τῆς προθυμίας καὶ τῶν ἑξῆς τὴν γνῶσιν αὐτῷ πα ρακατατίθεται. 
Read More ->>

10.ΟΜΙΛΙΑ Ι΄Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Ιʹ.


Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰ κόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

αʹ. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί; Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αἰσθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ᾽ ἀκουέτωσαν σοφοῦ τινος λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν αἰσχύνης ἄξιον, τραπέζης μετασχόντα σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τί λέγω τῆς ἡμέρας τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γί νεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦ λος ἔλεγε Τιμοθέῳ γράφων· Ἐπίστηθι εὐκαίρως, ἀκαί ρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ πάλιν ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι Μέλλων ἐξιέ ναι, φησὶ, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρωάδος, διελέγετο αὐτοῖς, καὶ παρέτεινε τὸν λόγον μέχρι μεσονυκτίου. 
Read More ->>

12 ΟΜΙΛΙΑ ΙΒ.Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως·

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΙΒʹ

Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γε νέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»


αʹ. Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολου θίᾳ τῶν πρῴην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι, Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε. Ποτὲ μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνηθείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρα κλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρί ζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰου δαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομέ νων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντετα μένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα.
Read More ->>

14 ΟΜΙΛΙΑ ΙΔ.Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον,

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΙΔʹ.
Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν

.αʹ. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τού των λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητὲ, βάθος ἀκούων. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορὰ, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ᾽ εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα. 
Read More ->>

16.ΟΜΙΛΙΑ Ις.Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων.

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Ιϛʹ.
Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.»
αʹ. Βούλομαι σήμερον, ἀγαπητοὶ, θησαυρὸν ὑμῖν πνευ ματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώ μενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον, ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθη τοῦ θησαυροῦ κἂν μικρόν τι ψῆγμα λαβεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦ τον. Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὐπόρους ἐργαζόμενος οὐδέποτε ἐλλεί πει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ ἁγίου. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυ λάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιά πτωτον διασώζειν, ἵνα μετ᾽ εὐκολίας δύνησθε παρακο λουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ᾽ εαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζη τοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκού σωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκα ταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. 
Read More ->>

18.ΟΜΙΛΙΑ ΙΗ.Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ,Ζωὴ

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΙΗʹ.

Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.αʹ. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δεί κνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστη ρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαι δεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις·
Read More ->>

20.ΟΜΙΛΙΑ Κ΄Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ,

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Κʹ

.Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.αʹ. Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμέ νων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶ μεν, καὶ ἐκ τῆς βίβλου τοῦ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμᾶς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώτ της ἡμᾶς ἐδίδαξεν ἡ θεία χάρις. Ἀλλ᾽ ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέ ραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκα λίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλα βόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα. Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος τὰς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργὸς, καὶ πανταχοῦ ἀπὸ τῆς γνώ μης τῆς ἡμετέρας ἢ κατακρίνει, ἢ στεφανοῖ (ἀπὸ γὰρ ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινη θεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἡμαρτημένων, οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρο νισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει
Read More ->>

Πέμπτη 29 Σεπτεμβρίου 2016

23.ΟΜΙΛΙΑ ΚΓ.Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΚΓʹ

.Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέ λειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.

αʹ. Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ ὑπερβολή; εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετὴ, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μετα χειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώ τερος τοῦ χειμῶνος γεγονὼς, καὶ πελάγιος σαλεύων, ὡς ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. 
Read More ->>

27.ΟΜΙΛΙΑ ΚΖ.Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ,

0 σχόλια

Ιωάννης Χρυσόστομος  Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν 
είσοδο της Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ ΚΖʹ


Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.αʹ. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθό τητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευ θερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χα λεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνω μοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι᾽ ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ᾽ ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ᾽ αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μει ζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρ κεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην. 
Read More ->>

ΟΜΙΛΙΑ Λ' .Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν 
είσοδο της Αγίας Τεσσαρακοστής
Τόμος 53
  
Ὁμιλία Λ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».

α’. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥαθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἣ πέτρα προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίωνφθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραδειῶν ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταί, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἠμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην 
Read More ->>

ΟΜΙΛΙΑ ΛΓ. Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 53
Λόγος παραινετικός είς τήν είσοδο της Αγίας Τεσσαρακοστής
 
ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».

α’. Ὁρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ’ ἑτέρα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ’ ἐχρῆν καθ· ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διὰ τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν, ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ’ ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι.

Read More ->>

ΟΜΙΛΙΑ Λς.Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν
είσοδο της Αγίας Τεσσαρακοστής
  
Ὁμιλία ΛϚ ’. «Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φόβου, ἅβρᾳ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθὸς σου πολὺ ἔσται σφόδρα».

α’ . Θησαυρῷ τινι προσέοικεν ἡ τῶν δικαίων ἀρετή, πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἔχοντι. Καθάπερ γὰρ ἐκεῖθεν κἂν βραχὺ τι μέρος λαθεῖν τις δυνηθῇ, πολλὴν ἑαυτῷ τὴν εὐπορίαν κατασκευάζει οὕτω δὴ καὶ ἐπὶ τῆς ἀρετῆς τοῦ πατριάρχου εὑρήσει τις γινόμενον. Ἰδοὺ γὰρ σχεδὸν ἐφ’ ἑκάστης ἡμέρας ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας προθέντες ὑμῖν τὴν διδασκαλίαν, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν ἑστίασιν ὑμῖν παρεχόμενοι, οὐδέπω καὶ νῦν οὐδὲ βραχὺ τι μέρος τῶν τοῦ ἕῳ κατωρθωμένων ἐξειπεῖν ἠδυνήθημεν· τοσαύτη ἐστὶν αὐτοῦ τῆς περιουσίας ἢ ἀρετή. Καὶ καθάπερ ἀπὸ πηγῆς δαψιλῆ προχεούσης τὰ νάματα,, κἂν ἅπαντες ἀρύωνται, οὐ μόνον οὐκ ἐλαττοῦσι τὰ ἐκεῖθεν προϊόντα νάματα, ἀλλ’ ὅσῳ ὃν πλείους ᾦσιν οἱ ἐξαντλοῦντες, τοσούτῳ μᾶλλον ἀναβλύζει τῶν ὑδάτων ἡ φύσις· τὶ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου πατριάρχουγινόμενον ὀψόμεθα. Πόσοι γὰρ ἐξ οὐ γέγονε μέχρι τοῦ παρόντος ἐκ τῆς πηγῆς τῶν τούτου κατορθωμάτων ἀρύονται, καὶ οὐ μόνον οὐκ ἐκένωσαν τὰ νάματα, ἀλλ’ ἐπὶ πλεῖον ἀναβλύζει τῶν τούτου κατορθωμάτων ἡ περιουσία; Ὥσπερ γὰρ σειρὰν τινὰ χρυσῆν, οὕτως ἡρμοσμένην εὑρήσομεν τὴν κατ’ αὐτὸν διήγησιν ἐπὶ τῆς θείας γραφῆς κειμένην·καὶ καθ’ ἕκαστον καιρὸν πρότερον μὲν αὐτὸν ἐπιδεικνύμενον τὰ τῆς οἰκείας φιλοσοφίας, ἑπομένην δὲ παραχρῆμα καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν. Καὶ ἵνα μάθητε ὅτι οὕτως ἔχει, ἀναγκαῖον ἄνωθεν ὑμῖν μετὰ συντομίας τὰ κατ’ αὐτὸν διηγήσασθαι, ἵνα εἰδῆτε καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν, ἣν περὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐπιδείκνυται, καὶ
Read More ->>

ΟΜΙΛΙΑ ΛΘ.Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέαἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν 
είσοδο της Αγίας Τεσσαρακοστής


   
ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»

.
α’. Εἴδετε, ἀγαπητοί, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; Εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τῆς ταύτης ἀναχώρησιν πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφροσύνης τὴν ὑπερβολήν, τὴν αἰδώ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμοτέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόπον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τῇ παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀποδιδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ βουλομένη διδάξαι ἡμᾶς ἡ θεῖα Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι «Ἡνίκα ἐτέχθη ὁ Ἰσμαήλ, ἐτῶν ὀγδοηκονταὲξ ἦν ὁ Ἄβραμ». Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονήν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν.

Read More ->>

Ομίλία είς Ευτρόπιον Ευνούχον Πατρίκιον και Υπατον

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομίλία είς Ευτρόπιον Ευνούχον Πατρίκιον και Υπατον


αʹ. Ἀεὶ μὲν, μάλιστα δὲ νῦν  εὔκαιρον εἰπεῖν· Ματαιότης ματαιοτήτων,  καὶ πάντα  ματαιότης.  Ποῦ νῦν  ἡ λαμπρὰ τῆς ὑπατείας  περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλίαι, καὶ αἱ πανηγύρεις; ποῦ οἱ στέφανοι καὶ τὰ παραπετάσματα; ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας ἀθρόον τὰ μὲν φύλλα κατέβαλε, γυμνὸν  δὲ ἡμῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν· τοιαύτη γὰρ ἡ τοῦ πνεύματος γέγονε προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ ταῦτα διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλασμένοι φίλοι; ποῦ τὰ συμπόσια καὶ  τὰ  δεῖπνα;  ποῦ  ὁ  τῶν  παρασίτων  ἐσμὸς, καὶ  ὁ  δι'  ὅλης  ἡμέρας ἐγχεόμενος  ἄκρατος, καὶ αἱ ποικίλαι  τῶν  μαγείρων  τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταὶ, οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες;

Read More ->>

Ομιλία ότε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομιλία ότε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη, καὶ περὶ παραδείσου καὶ Γραφῶν, καὶ εἰς τὸ, "Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου."

αʹ. Ἡδὺς μὲν λειμὼν  καὶ παράδεισος, πολὺ δὲ ἡδύτερον  τῶν  θείων  Γραφῶν ἡ ἀνάγνωσις.   Ἐκεῖ  μὲν  γάρ   ἐστιν  ἄνθη  μαραινόμενα,   ἐνταῦθα   δὲ  νοήματα ἀκμάζοντα·   ἐκεῖ  ζέφυρος   πνέων,   ἐνταῦθα   δὲ  Πνεύματος  αὔρα·  ἐκεῖ  ἄκανθαι   αἱ τειχίζουσαι, ἐνταῦθα  δὲ πρό  νοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες  ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις,  βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν  τῇ τῶν  Γραφῶν ἀναγνώσει· ἐὰν  γὰρ  τῇ  Γραφῇ προσέχῃς, ἐκβάλλει  σου τὴν  ἀθυμίαν,  φυτεύει  σου τὴν  ἡδονὴν, ἀναιρεῖ  τὴν  κακίαν,  ῥιζοῖ  τὴν  ἀρετὴν,  οὐκ ἀφίησιν  ἐν  θορύβῳ  πραγμάτων  τὰ  τῶν κλυδωνιζομένων πάσχειν.


Read More ->>

Ομιλία πρό τής εξορίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομιλία πρό τής εξορίας


αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν  τὸ κλυδώνιον·  ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν·  ἐπὶ  γὰρ τῆς  πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τί δεδοίκαμεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα  αὐτῆς. Ἀλλὰ χρημάτων   δήμευσιν;  Οὐδὲν  εἰσηνέγκαμεν   εἰς  τὸν   κόσμον,  δῆλον   ὅτι  οὐδὲν ἐξενεγκεῖν  δυνάμεθα·  καὶ  τὰ  φοβερὰ  τοῦ  κόσμου ἐμοὶ  εὐκαταφρόνητα,  καὶ  τὰ χρηστὰ  καταγέλαστα.  Οὐ  πενίαν   δέδοικα,  οὐ  πλοῦτον   ἐπιθυμῶ·  οὐ  θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν  ὑμετέραν  προκοπήν.  ∆ιὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤ  ῥεῖν ἀγάπην.Οὐδεὶς γὰρ ἡμᾶς ἀποσπάσαι δυνήσεται· ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος χωρίσαι οὐ δύναται. Εἰ γὰρ περὶ γυναικὸς καὶ ἀνδρὸς λέγει·

Read More ->>

Ομιλία είς την επίλυσιν της Χαναναίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομιλία είς την επίλυσιν της Χαναναίας Ερρέθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.


αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται,  ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ  παννυχίδες·  ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις. Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες  οὐκ ἀπελείφθησαν,  ἀλλὰ  καὶ οἱ μὴ ὄντες  προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν. Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος  ἡ  Ἐκκλησία· Πύλαι ᾅδου  οὐ  κατισχύσουσιν  αὐτῆς. 


Read More ->>

Επιστολὴ γραφεῖσα ἀπὸ Κουκουσοῦ τῆς Κιλικίας ὄντος αὐτοῦ ἐν ἐξορίᾳ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52


Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐπιστολὴ γραφεῖσα ἀπὸ Κουκουσοῦ τῆς Κιλικίας, ὄντος αὐτοῦ ἐν ἐξορίᾳ, ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς παραβλάψαι δυνήσεται, πρὸς τὴν μακαρίαν Ὀλυμπιάδα καὶ πρὸς πάντας τοὺς πιστούς.

 Οἶδα μὲν ὅτι τοῖς παχυτέροις καὶ πρὸς τὰ παρόντα κεχηνόσιν  καὶ τῇ γῇ προσηλωμένοις καὶ αἰσθηταῖς μὲν δουλεύουσιν ἡδοναῖς, τῶν δὲ νοερῶν οὐ σφόδρα ἀντεχομένοις,  καινός τις καὶ παράδοξος ὁ λόγος οὗτος εἶναι δόξει καὶ γελάσονται δαψιλὲς καὶ καταγνώσονται ἡμῶν, ὡς ἀπίθανα λεγόντων ἐκ προοιμίων τῆς ὑποσχέσεως. Οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ἐπαγγελίας, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐπὶ τὰς ἀποδείξεις ὧν ὑπεσχόμεθα μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἂν  γὰρ βουληθῶσιν  οἱ οὕτω διακείμενοι  μὴ θορυβεῖν μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν  τοῦ λόγου τὸ τέλος, εὖ οἶδ' ὅτι μεθ' ἡμῶν στήσονται καὶ ἑαυτῶν καταγνώσονται ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον καὶ παλινῳδίαν  ᾄσονται καὶ ἀπολογήσονται καὶ συγγνώμην αἰτήσονται ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον καὶ χάριν ἡμῖν εἴσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι τῶν τὸ σῶμα πολιορκούντων  αὐτοῖς. Μὴ γάρ μοι τὴν νῦν κατέχουσαν παρὰ σοὶ κρίσιν λέγε, ἀλλὰ ἀναμεῖνον καὶ τῶν λόγων τῶν ἡμετέρων τοὺς ἀγῶνας, καὶ τότε δυνήσῃ τὴν ψῆφον ἀδέκαστον ἐνεγκεῖν, οὐδὲν ἐξ ἀγνοίας  εἰς τὸ τἀληθῆ  κρίνειν  παραβλαπτόμενος. 

Read More ->>

Κεφ. αʹ. Ὅτι ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν ἀφ' ἧς τὸ σκάνδαλον ἐτέχθη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52

Κεφ. αʹ. Ὅτι ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν ἀφ' ἧς τὸ σκάνδαλον ἐτέχθη


Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών,  ἀλλ' οὐδὲ μετὰ ταῦτα  αὐτῇ περιπεσεῖται, τὴν  αἰτίαν  γνοὺς  ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος,  φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου. . Εἰ γὰρ δὴ τοῦτο μάθοιεν, καὶ βουληθεῖεν φυλάξασθαι μετὰ ἀκριβείας αὐτό, οὐ ταύτης μόνον  ἀπαλλαγήσονται  τῆς ἀρρωστίας, οὐδὲ νῦν  μόνον,  ἀλλὰ  καὶ διηνεκῶς  καὶ ταύτης καὶ ἑτέρων πλειόνων. Τοιαύτη γὰρ καὶ ἡ τοῦ φαρμάκου τούτου φύσις ἐστὶν ὡς καὶ τὸ παρὸν θεραπεῦσαι καὶ τῶν ἄλλων γενέσθαι προφυλακτικὸν παθῶν. .


Read More ->>

Κεφ. ιʹ. Ὅτι καὶ οἱ παλαιοὶ τὰ τέλη τῶν πραγμάτων ἀνέμενον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52

Κεφ. ιʹ. Ὅτι καὶ οἱ παλαιοὶ τὰ τέλη τῶν πραγμάτων ἀνέμενον

Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν–εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν– γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι  δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται  πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων  αὐτὸν  ὡς παρισοῦσθαι  αὐτῶν  τὸ  πλῆθος  τῷ  πλήθει  τῶν  ἄστρων.  . Ὁ  δὲ,  τοιούτων κωλυμάτων   ὄντων,  τῆς  ἡλικίας  ἤδη  εἰς  ἔσχατον  γῆρας  κατενεχθείσης  καὶ  τῆς γυναικὸς  ἀπό τε τῆς ἡλικίας, ἀπό τε τῆς φύσεως πεπηρωμένης· οὐ γὰρ τὸ γῆρας διεκώλυε μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως ἡ πήρωσις· καὶ γὰρ καὶ νέας οὔσης ἄχρηστον τὸ τῆς φύσεως ἐργαστήριον ἦν· στεῖρα γὰρ ἦν ἡ γυνή. . ∆ιὸ καὶ Παῦλος ἐπισημαινόμενος τοῦτο αὐτό, οὕτως ἔλεγε· «Καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας».


Read More ->>

Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52


Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος

Τί γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπέ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς  δεξιᾶς καὶ ἄωρον καὶ βίαιον  ὑπομείνας  θάνατον;  ἀλλ' οὐχὶ μᾶλλον  ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις  καὶ φυγὰς  καὶ μετανάστης  καὶ δοῦλος  γενόμενος  καὶ εἰς  ἔσχατον  λιμὸν κατενεχθείς; . Τί δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος καὶ αἰχμάλωτος καὶ δοῦλος καὶ δεσμώτης γεγονὼς  καὶ περὶ τῶν  ἐσχάτων  κινδυνεύσας  καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ καὶ τοιαύτας ὑπομείνας διαβολάς; Τί δαὶ ὁ Μωυσῆς ὑπὸ τοσούτου  δήμου  μυριάκις  καταλευσθεὶς  καὶ  παρὰ  τῶν  εὐεργετηθέντων ἐπιβουλευθείς; Τί δαὶ οἱ προφῆται  πάντες  τοσαῦτα παρὰ τῶν  Ἰουδαίων  παθόντες κακά; Τί δαὶ ὁ Ἰώβ, ὑπὸ τοῦ διαβόλου μυρίαις μηχαναῖς πολεμηθείς; . Τί δαὶ οἱ παῖδες οἱ τρεῖς; Τί δαὶ ὁ ∆ανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας,  περὶ τῶν  ἐσχάτων κινδυνεύσας αὐτῶν; Τί δαὶ ὁ Ἠλίας ἐσχάτῃ πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἰκῶν, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος; Τί δαὶ ὁ ∆αυΐδ, τοσαῦτα μὲν παρὰ τοῦ Σαούλ, τοσαῦτα δὲ ὕστερον παρὰ τοῦ ἰδίου παιδὸς παθών; οὐχὶ μᾶλλον διέλαμψε, τὰ ἔσχατα πάσχων κακά, ἢ ὅτε εὐημερίας ἀπήλαυε;


Read More ->>

Τῷ αἰδεσιμωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ιννοκεντίω Επισκόπῳ Ρώμης

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 52


Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν.


αʹ. Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν  μέρος  σχεδὸν  τῆς  οἰκουμένης  ἀφῆκεν  ἀνήκοον  εἶναι  τῆς  χαλεπῆς  ταύτης τραγῳδίας· καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν  πανταχοῦ  θρῆνον  καὶ ὀλοφυρμὸν  εἰργάσατο. Ἀλλ' ἐπειδὴ  οὐ θρηνεῖν  δεῖ μόνον,  ἀλλὰ  καὶ  διορθοῦν  καὶ  σκοπεῖν,  ὅπως  ἂν  ὁ  χαλεπώτατος   οὗτος  τῆς Ἐκκλησίας σταίη χειμών· ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους  καὶ εὐλαβεστάτους  ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού  του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·


Read More ->>

Ι∆ʹ Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52



 Ι∆ʹ Ἀμφότερα   τῆς   ἀφάτου   τοῦ   Θεοῦ  φιλανθρωπίας,

14.1  Ἀμφότερα   τῆς   ἀφάτου   τοῦ   Θεοῦ  φιλανθρωπίας,  καὶ   τὸ   συγχωρεῖν τοσούτους ἐπάγεσθαί σοι πειρασμοὺς καὶ ἐπαλλήλους  οὕτως  ὥστε λαμπροτέρους  σοι γίνεσθαι τοὺς στεφάνους, καὶ τὸ ταχίστην αὐτῶν ποιεῖσθαι τὴν ἀπαλλαγὴν  ὥστε σε μὴ κατατείνεσθαι  πάλιν  τῇ παραμονῇ τῶν  ἐπαγομένων  κακῶν. Οὕτω καὶ τῶν  γενναίων ἀνδρῶν  ἐκείνων  τῶν  ἀποστόλων  λέγω  καὶ τῶν  προφητῶν  τὸν  βίον  ἐκυβέρνησεν  ὁ Θεός, νῦν μὲν ἀφιεὶς τὰ κύματα διεγείρεσθαι, νῦν δὲ ἐπιτιμῶν  τῷ τῶν κακῶν πελάγει καὶ  ἀπὸ  χαλεποῦ  τοῦ  χειμῶνος  λευκὴν  ἐργαζόμενος  τὴν  γαλήνην.  Παῦσαι τοίνυν δακρύουσα καὶ κατατεινομένη  τῇ λύπῃ, μηδὲ τὰ ἐπαγόμενά σοι δεινὰ σκόπει μόνον τὰ ἐπάλληλα  καὶ  συνεχῆ,  ἀλλὰ  καὶ  τὴν  ταχίστην  αὐτῶν  ἐλευθερίαν  καὶ  τὴν  ἄφατον ἐντεῦθεν  τικτομένην  σοι ἀμοιβὴν καὶ ἀντίδοσιν.

Read More ->>

ΙΕʹ Σὺ δέ μοι προσεδόκησας, τοσαύτην ἐκ νεότητός σου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 ΙΕʹ Σὺ  δέ   μοι   προσεδόκησας,  τοσαύτην   ἐκ   νεότητός   σου

15.1  Σὺ  δέ   μοι   προσεδόκησας,  τοσαύτην   ἐκ   νεότητός   σου  ἐπιδειξαμένη φιλοσοφίαν  καὶ τὸν ἀνθρώπινον καταπατήσασα τῦφον,  ἀτάραχόν  τινα  καὶ ἀπόλεμον ζήσεσθαι βίον; Καὶ πῶς ἔνι τοῦτο; Εἰ γὰρ ἀνθρώποις ἄνθρωποι πυκτεύοντες μυρία καὶ ἐν ἀγῶσι καὶ ἐν πολέμοις δέχονται  τραύματα, ἡ πρὸς αὐτὰς ἀποδυσαμένη τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ  τῆς  πονηρίας  καὶ  ἀποδυσαμένη  γενναίως   οὕτως  καὶ  τοσαῦτα  στήσασα τρόπαια καὶ διὰ τοσούτων λυπήσασα τὸν ἄγριον ἐκεῖνον καὶ ἀλάστορα δαίμονα, πόθεν ἤλπισας ἡσύχιόν τινα καὶ ἀπράγμονα βιώσεσθαι βίον; Οὐ τοίνυν διὰ τοῦτο θορυβεῖσθαι χρὴ ὅτι πολλοὶ  πανταχόθεν  οἱ θόρυβοι καὶ πολλαὶ  αἱ ταραχαί·  ἀλλὰ  τοὐναντίον,  εἰ μηδὲν τούτων  συμβεβήκει, τότε θαυμάσαι ἐχρῆν.


Read More ->>

Ις ʹ Οὐδὲν ξένον οὐδὲ ἀπεικὸς γέγονεν ἐπὶ τῆς εὐλαβείας τῆς σῆς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 Ις ʹ Οὐδὲν ξένον  οὐδὲ ἀπεικὸς  γέγονεν  ἐπὶ τῆς εὐλαβείας  τῆς σῆς

16.1 Οὐδὲν ξένον  οὐδὲ ἀπεικὸς  γέγονεν  ἐπὶ τῆς εὐλαβείας  τῆς σῆς, ἀλλὰ  καὶ σφόδρα εἰκὸς καὶ ἀκόλουθον  τὸ τῇ συνεχείᾳ τῶν ἐπαλλήλων πειρασμῶν, εὐτονώτερά σοι γενέσθαι τῆς ψυχῆς τὰ νεῦρα καὶ μείζονα πρὸς τὰ παλαίσματα τὴν προθυμίαν καὶ τὴν ἰσχὺν καὶ πολλὴν ἐντεῦθεν καρπώσασθαί σε τὴν ἡδονήν. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ φύσις, ὅταν γενναίας καὶ νεανικῆς ἐπιλάβηται ψυχῆς, ταῦτα ἐργάζεσθαι πέφυκεν. Καὶ καθάπερ τὸ πῦρ δοκιμώτερον  ποιεῖ τὸ χρυσίον, ὅταν αὐτῷ συγγένηται,  οὕτω καὶ ταῖς χρυσαῖς ψυχαῖς ἐπιοῦσα θλῖψις καθαρωτέρας αὐτὰς ἐργάζεται καὶ δοκιμωτέρας. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν.» ∆ιὰ ταῦτα καὶ ἡμεῖς σκιρτῶμεν καὶ χαίρομεν καὶ τῆς ἐρημίας ταύτης μεγίστην καρπούμεθα παράκλησιν ἐπὶ τῇ ἀνδρείᾳ σου ταύτῃ. ∆ιὰ ταῦτα, κἂν μυρίοι σε κυκλώσωσι λύκοι καὶ πολλαὶ  συναγωγαὶ  πονηρευομένων,   οὐδὲν  δεδοίκαμεν· 


Read More ->>

ΙΖʹ Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


ΙΖʹ   Τῆς  σφοδρότητος   ἕνεκεν   τοῦ  χειμῶνος

17.1  Τῆς  σφοδρότητος   ἕνεκεν   τοῦ  χειμῶνος   καὶ  τῆς  τοῦ  στομάχου  ἡμῶν ἀσθενείας   καὶ  τῶν   Ἰσαυρικῶν   καταδρομῶν,   μηδὲν   ἕνεκεν   ἡμῶν   μερίμνα   μηδὲ κατάτεινε  σαυτὴν φροντίσιν.  Ὁ μὲν γὰρ χειμὼν  γέγονεν  οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι· οὐδὲν γὰρ δεῖ πλέον  εἰπεῖν· ἡμᾶς δὲ οὐ μέγα τι παραβλάπτει.  Ταῦτα γὰρ προορῶντες πολλὰ μηχανώμεθα  πρὸς τὸ τὴν ἐντεῦθεν  διακρούσασθαι βλάβην καὶ πῦρ ἀνακαίοντες συνεχῶς   καὶ   τὸ   δωμάτιον   ἔνθα   καταμένομεν    πανταχόθεν    περιφράττοντες   καὶ ἐπιβλήμασι  κεχρημένοι  πλείοσι  καὶ διὰ παντὸς  ἔνδον  μένοντες.  Ὅπερ ἐστὶ μὲν ἡμῖν ἐπαχθές, πλὴν διὰ τὸ ἐντεῦθεν  κέρδος φορητόν. Ἕως γὰρ ἔνδον μένωμεν,  οὐ σφόδρα κατατεινόμεθα τῷ κρυμῷ· ἐὰν δὲ ἀναγκασθῶμεν μικρὸν προελθεῖν καὶ τῷ ἔξω ὁμιλῆσαι ἀέρι, οὐ μικρὰν  προστριβόμεθα βλάβην.

Read More ->>

ΡΞΑʹ Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52



ΡΞΑʹ  Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων.

 Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Οὐ μικρὰ τοίνυν  καὶ ὑμῖν  καὶ ἡμῖν  ἔσται παράκλησις ὁ πόνος ὑμῶν  καὶ ἡ σπουδή· ὑμῖν μὲν, ὅτι ὑπὲρ εἰρήνης τοσούτων Ἐκκλησιῶν ὁ καλὸς οὗτος ὑμῖν ἀγὼν, καὶ  ἐπὶ πολλῷ  μείζοσι στεφάνοις  ἡ ἀντίδοσις· ἡμῖν  δὲ, ὅτι τοσαύτης παρ' ὑμῶν  ἀπηλαύσαμεν  ἀγάπης,  καὶ  παρὰ  τῶν  τοσούτων  καὶ  τηλικούτων   ἀνδρῶν πολλῆς  τετυχήκαμεν  τῆς  σπουδῆς, καὶ  τῷ  σώματι  τοσοῦτον  διῳκισμένους  ὁδοῦ μῆκος τῇ τῆς ἀγάπης ἁλύσει ὑμῖν αὐτοῖς συνεδήσατε μετὰ πολλῆς τῆς ἀκριβείας. ∆ιὰ ταῦτα χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἀνακηρύττοντες ὑμῶν τὴν πολλὴν εὔνοιαν οὐ παυόμεθα. Βοᾷ μὲν γὰρ αὐτὴν καὶ αὐτὴ τῶν πραγμάτων ἡ φωνὴ, οὐ διαλιμπάνομεν δὲ καὶ ἡμεῖς διὰ τῆς ἡμετέρας τοῦτο ἐργαζόμενοι γλώττης.  Εἰ δὲ νῦν πρῶτον ὑμῖν ἐπεστάλκαμεν, οὐκ ἀπὸ τῆς ῥᾳθυμίας, ἀλλ' ἀπὸ τῆς τοῦ τόπου ἐρημίας τοῦτο πεπόνθαμεν. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διαβαίνοντος οἷ διάγετε, τήν τε ὀφειλομένην  ὑμῖν ἀποδιδόαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμᾶς μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης αὐτὸν ὑποδέξασθαι, καὶ ἐπανιόντος, τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλῶσαι τῆς ὑμετέρας, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.  Ὑπὲρ δὲ τοῦ τὴν προσήκουσαν σπουδὴν ἐπιδείξασθαι εἰς τὴν τοῦ πράγματος ὑπόθεσιν, εἰς ἥν ἐστε ἀφιγμένοι,  οὐδὲν οἶμαι δεῖσθαι   τὴν   εὐλάβειαν   ὑμῶν   τῆς   ἑτέρωθεν   ὑπομνήσεως·   καὶ   τοῦτο   δῆλον πεποιήκατε διὰ τῆς σπουδῆς, ἣν διὰ παντὸς ἐπεδείξασθε τοῦ χρόνου.

Read More ->>

ΡΠʹ Ὑπατίῳ πρεσβυτέρῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΡΠʹ. Ὑπατίῳ πρεσβυτέρῳ.

 Οὐ παύσομαι μακαρίζων σου τὴν τιμιότητα τῆς ὑπομονῆς, τῆς ἀνδρείας, τῆς καρτερίας τῆς πολλῆς, ἣν ἐπεδείξω, καὶ ἐπιδείκνυσαι ἐν τοῖς πειρασμοῖς. Καὶ τοῦτο καὶ διὰ τῆς προτέρας ἐπιστολῆς ἐδήλωσα, ὅτι διπλοῦς καὶ τριπλοῦς σοι ὁ μισθὸς ὑπὲρ τούτων  ἀπόκειται, ὑπέρ τε ὧν αὐτὸς τοσαύτην στεῤῥότητα ἐπιδείκνυσαι, καὶ ἑτέρους εἰς τὸν αὐτὸν ἄγεις ζῆλον, ἐν γήρᾳ οὕτω βαθεῖ τοσαύτην προθυμίαν ἐπιδεικνύμενος  ὑπὲρ τοῦ διωκομένου  λαοῦ. Καὶ ἐβουλόμην μὲν συνεχῶς ἐπιστέλλειν σου τῇ τιμιότητι· ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν  τοῦ χειμῶνος  ὥραν  καὶ  τὸν  τῶν  λῃστῶν  φόβον,  καὶ τὴν  τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι· σφόδρα γὰρ ἐπιθυμοῦμεν τὰ περὶ ταύτης μανθάνειν. Μακαρίζομεν δὲ καὶ τοὺς τιμιωτάτους διακόνους Εὐσέβιον καὶ Λαμπρότατον, τοὺς κοινωνήσαντάς σοι τῶν διωγμῶν.  Ἴστε γὰρ ἡλίκοι στέφανοι τούτων  ὑμῖν ἀπόκεινται, καὶ ὅσος ὁ μισθὸς, καὶ ὅση ἡ ἀνταπόδοσις. Ταῦτ' οὖν εἰδότες, μένετε ἑδραίοι, ἀμετακίνητοι· τῆς τε γὰρ ὑπομονῆς δαψιλῆ τὸν μισθὸν ὁ Θεὸς ὑμῖν ἀποδώσει, καὶ τὰ παρόντα ταχέως λύσει  δεινά.  Γράφετε δὲ  ἡμῖν  συνεχῶς,  τὰ  περὶ  τῆς  ὑγείας  τῆς  ὑμετέρας  ἡμῖν εὐαγγελιζόμενοι,  περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν  μανθάνειν.

Read More ->>

Σʹ Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

Σʹ  Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας.

Ἐγὼ μέν σου τὴν εὐλάβειαν καὶ ἐνταῦθα παραγενομένην ἐπεθύμουν ἰδεῖν, ὥστε ἐντρυφῆσαί σου τῇ συνουσίᾳ, καὶ ἀπολαῦσαί σου τῆς γνησίας καὶ θερμῆς ἀγάπης· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διά τε τὴν τοῦ ἔτους ὥραν, καὶ τὸ τῆς ὁδοῦ μῆκος, τὴν διὰ γραμμάτων ὀφειλομένην  σοι πρόσρησιν ἀποδίδωμι,  καὶ χάριν  ἔχω  σου τῇ εὐλαβείᾳ, ὅτι καὶ πρότερος  τοῖς  πρὸς  ἡμᾶς  ἐπεπήδησας  γράμμασι. Θερμῆς γὰρ  τοῦτο  καὶ  γνησίας φιλίας· καὶ οὐ μόνον οὐκ ἀπεικότως ἔπραξας, ἀλλὰ καὶ σφόδρα σοι προσηκόντως. Χαρίζου δὴ ταύτην συνεχῶς ἡμῖν τὴν χάριν, καὶ πυκνότερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἂν δὲ καὶ δυνατὸν γένηται τῇ εὐλαβείᾳ τῇ σῇ σκυλῆναι ἕως ἡμῶν, τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ πολλῆς ἡμᾶς ἐμπλήσεις εὐφροσύνης. Ἐννοήσας τοίνυν ὡς καὶ ἡμεῖς ἐπιθυμοῦμεν ἰδεῖν σου τὴν εὐλάβειαν, καὶ ὡς τὸ πρᾶγμα οὐ σφόδρα ἐργῶδες, εἰ γένοιτο καιρὸς ἐπιτήδειος πρὸς ὁδοιπορίαν, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς συντυχίας τῆς σῆς. Ἕως δ' ἂν τοῦτο γένηται, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας ἡδονὴν σοφίζεσθαι παρακλήθητι.

Read More ->>

ΣΙΒʹ. Θεοφίλῳ πρεσβυτέρῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΣΙΒʹ.  Θεοφίλῳ  πρεσβυτέρῳ

Σφόδρα ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Σαλούστιος ὁ πρεσβύτερος οὐ συνεχῶς  πρὸς τὴν σύναξιν παραβάλλετε, καὶ οὐχ ὡς ἔτυχέ με τοῦτο ἐλύπησε. Παρακαλῶ τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι σπουδάσατε, ὅτι μάτην ἐσυκοφαντήθητε· εἰ δὲ ἀληθὲς, διορθώσασθε τὴν  τοιαύτην  ῥᾳθυμίαν.  Ὥσπερ γὰρ μέγιστος  ὑμῖν  ἐστιν  ὁ μισθὸς, μάλιστα ἐν τῷ παρόντι καιρῷ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδεικνυμένοις· οὕτως οὐ τὸ  τυχὸν   ἕσται  κρῖμα  ὀκνοῦσι,  καὶ  ἀναδυομένοις,   καὶ  τὰ  παρ'  ἑαυτῶν   οὐκ εἰσφέρουσιν. Ἴστε γὰρ τί πέπονθεν ὁ τὸ τάλαντον καταχώσας τὸ ἓν, ὃς οὐδὲν ἕτερον ἐγκαλούμενος, διὰ τοῦτο μόνον ἐκολάζετο, καὶ ἀπαραίτητον ἐδίδου δίκην. Σπουδάσατε οὖν διὰ τάχους ἐλευθερῶσαί με τῆς φροντίδος. Ὥσπερ γὰρ πολλήν μοι φέρει παράκλησιν καὶ παραμυθίαν, ἐπειδὰν ἀκούσω, ὅτι μετὰ προθυμίας ἅπαντα τὸν χειμαζόμενον λαὸν συγκροτεῖτε· οὕτως ἐπειδὰν μάθω, ὅτι τινὲς ῥᾳθυμοῦσιν, οὐχ ὡς ἔτυχεν  ἀλγῶ  ὑπὲρ  αὐτῶν  τῶν  ῥᾳθυμούντων.  Τὴν  μὲν  γὰρ  καλλίστην  ἀγέλην ἐκείνην  ἡ τοῦ Θεοῦ χάρις καθ' ἑκάστην συγκροτεῖ ἡμέραν, καθάπερ καὶ ὑμεῖς διὰ τῶν ἔργων αὐτῶν ἔγνωτε· οἱ δὲ ῥᾳθυμίᾳ τὰ παρ' ἑαυτῶν ἐλλιμπάνοντες,  οὐ μικρὸν ἑαυτοῖς  διὰ  τῆς  ῥᾳθυμίας  ταύτης  συνάγουσι  κρῖμα.

Read More ->>

Τετάρτη 28 Σεπτεμβρίου 2016

ΣΚΖʹ. Καρτερίᾳ.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΣΚΖʹ. Καρτερίᾳ.

Τί φής; Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς ἡμᾶς; Καίτοι παραγέγονας,  καὶ  μεθ'  ἡμῶν  εἶ, καὶ  ἀπὸ  τῆς  γνώμης  σου τὸ  πᾶν ἀπειλήφαμεν, καὶ οὐδέν σοι ὑπὲρ τούτων ἀπολογίας δεῖ. Ἀρκεῖ γὰρ ἡ θερμή σου καὶ γνησία  ἀγάπη,  ἡ  οὕτως  ἀκμάζουσα  διηνεκῶς,   ἀντὶ  πολλῆς  εὐφροσύνης  ἡμῖν γενέσθαι.  Ἀλλ' ἐπειδὴ  οὐκ εἰς  τὴν  τυχοῦσαν  φροντίδα  ἡμᾶς ἐνέβαλες,  περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ  πρὸς ὑγείαν  καθαρὰν  ἐπαναγαγεῖν,  ἐξ αὐτῆς  ἡμῖν  δήλωσον,  ὥστε ἡμᾶς ἀπαλλαγῆναι  τῆς φροντίδος. Ὅπερ γὰρ ἀεὶ γράφων ἐδήλωσα, τοῦτο καὶ νῦν δηλῶ, ὅτι, ὅπουπερ ἂν ὦμεν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπενεχθῶμεν, σὲ καὶ τὰ σὰ μεριμνῶντες  οὐ διαλιμπάνομεν.  Τοιαῦτα ἡμῖν ἐνέχυρα τῆς θερμῆς καὶ γνησίας σου ἀγάπης  ἐναπέθου,  ἅπερ  οὐδέποτε  σβεσθῆναι δύναται,  οὐδὲ  καταμαρανθῆναι  τῷ χρόνῳ·   ἀλλὰ   κἂν   πλησίον   σου   ὦμεν   τῆς   εὐγενείας,   κἂν   πόῤῥωθεν,   ἀεὶ διαφυλάττομεν  τὴν αὐτὴν ἀγάπην, εἰδότες τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς διαθέσεώς σου, ἧς διαπαντὸς ἀπελαύσαμεν τοῦ χρόνου.

Read More ->>

Γνώσεσθε την αλήθειαν και η αλήθεια ελευθερώσει ημάς.

0 σχόλια
omologitis


Ἐπιστολὴ πρὸς τὸν βασιλέα Θεόφιλον περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων 
Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
αʹ. Ἐπεὶ τοιγαροῦν κατὰ τὴν θεόλεκτον φωνὴν τὴν φάσκουσαν, «Ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων δὲ κρατῆτε, κεκράτηνται.» Καὶ πάλιν· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Καὶ ἀλλαχοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ, φησὶν ὁ Κύριος, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσι τετελεσμένοι εἰς ἓν, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας· καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι.» Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος φησί· «∆οὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς, ὡς καὶ ἡμῖν,» καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς ἔθνεσι, καθὼς καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Καὶ πάλιν ὁ μέγας Παῦλος, καὶ κήρυξ τῆς οἰκουμένης καὶ διδάσκαλος, φησὶν, ὅτι «Ἔθετο ὁ Θεὸς ἐν Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους.» Τοίνυν τῷ ὅρῳ καὶ κανόνι ἑπόμενοι τῶν θεσπεσίων ἀποστόλων, καὶ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἔνθα ὁμοφρόνως καὶ ὁμογνωμόνως ὁ ὅρος καὶ ὁ ἦχος τῶν ἑορταζόντων ἐν φωνῇ ἀγαλλιάσεως γίνεται, τὰ αὐτὰ τῆς ὀρθοδόξου πίστεως σύμβολα, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων δογμάτων τὰς κλεῖς κατέχοντες, τοιαῦτα ὑπεγράφομεν.
Read More ->>

Οι Δαίμονεςκαι οι πανουργίες τους

0 σχόλια

antonios
Αγίου Αντωνίου

Οι Δαίμονεςκαι οι πανουργίες τους

Πρώτα, λοιπόν, ας ξέρουμε, ότι οι δαίμονες, όχι γιατί λέγονται δαίμονες, έτσι κι' έγιναν. Διότι ο Θεός δεν έκαμε τίποτα κακό. Καλοί πλάσθηκαν κι' αυτοί. Επειδή όμως ξέπεσαν από το ουράνιο φρόνημα (από την αγαθή πνευματική προαίρεση) και του λοιπού κυλιούνται γύρω από τη γη (διαρκώς ασχολούνται περί τα γήινα), τους μεν Έλληνες εξαπάτησαν με τις (μυθολογικές) φαντασίες των, από φθόνο δε προς εμάς τους Χριστιανούς, κινούν τα πάντα εναντίον μας, θέλοντας να μας εμποδίσουν την άνοδό μας προς τους ουρανούς, για να μην ανεβούμε εμείς εκεί, απ' όπου έπεσαν αυτοί.
Γι' αυτό, είναι ανάγκη πολλής προσευχής και ασκήσεως, ώστε ο καθένας, λαβαίνοντας δια του Αγίου Πνεύματος χάρισμα διακρίσεως πνευμάτων, να μπορέσει να γνωρίσει τις πανουργίες τους. Ποιοι π.χ. είναι λιγότερο φαύλοι, ποιοι είναι φαυλότεροι, σε τι επιτηδεύεται με ιδιαίτερη φροντίδα κι επιμέλεια και πως ανατρέπεται και διώχνεται ο καθένας τους. Γιατί είναι πολλές οι πανουργίες τους και τα κινήματα της επιβουλής των εναντίον μας.
Ο μακάριος Παύλος κι' οι μαθητές του, τα είχαν μάθει τα τεχνάσματα αυτά και έλεγαν: «Διότι δεν αγνοούμε τα νοήματά του» (τις μηχανορραφίες του) Β` ΚΟΡ Β,11.
εμείς δε οφείλομε, βάσει της πείρας που έχομε απ' αυτά, να διορθώνομε ο ένας του άλλου τις ζημιές, που τυχόν έπαθε απ' αυτούς. Γι' αυτό, λοιπόν, κι' εγώ, μιας κι' έχω μερική πείρα από αυτά, θα σας τα ειπώ, γιατί είστε τέκνα μου πνευματικά.
Read More ->>

Μάξιμος ὁ ῾Ομολογητής καί ἡ αἵρεση τοῦ μονοθελητισμοῦ.

0 σχόλια
 
majimos

Μάξιμος ὁ ῾Ομολογητής  καί ἡ αἵρεση τοῦ μονοθελητισμοῦ.
Τοῦ ᾿Αρχιμ. Μαξίμου Ματθαίου
"Τόν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν, ἄνθρωπον,
ἐν δυσί θελήσεσιν, ἐνεργείαις τε, κατανοούμενον, ῞Οσιε,
ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τά ἀπύλωτα στόματα,
μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων..."
(Στιχηρό προσόμοιο τοῦ ῾Εσπερινοῦ)

῾Ο ῞Αγιος Μάξιμος ὁ ῾Ομολογητής ἀναδείχθηκε μέγας ὑπέρμαχος τῆς ὀρθοδόξου πίστεως, ἐναντιωθείς σέ ἀποφάσεις αὐτοκρατόρων καί πατριαρχῶν, οἱ ὁποῖοι χάριν πολιτικῶν σκοπιμοτήτων προχώρησαν σέ ἐνέργειες δημιουργίας αἱρετικῶν δοξασιῶν καί ὑπερασπίσεως αἱρετικῶν ὁμάδων καί λαῶν καί συγκεκριμένα τῶν μονοφυσιτῶν, προκειμένου νά τούς προσεταιρισθοῦν, νοθεύοντας τό ὀρθόδοξο δόγμα καί τήν ἐξ αὐτοῦ ἀπορρέουσα δυνατότητα ἀνθρωπίνης λυτρώσεως καί σωτηρίας, τήν ὁποία μᾶς ἐχάρισε ἡ Θεία ᾿Ενανθρώπιση τοῦ Θεοῦ στό πρόσωπο τοῦ ᾿Ιησοῦ Χριστοῦ.
῾Ως γνωστόν ἡ Δ΄ ἐν Χαλκηδόνι Οἰκουμενική Σύνοδος (451) κατεδίκασε τήν αἵρεση τοῦ μονοφυσιτισμοῦ, τό αὐτό ἔπραξε καί ἡ Ε΄ ἐν Κωνστανινουπόλει (553). Παρά τίς ἀποφάσεις τῶν Οἰκουμενικῶν Συνόδων καί τούς αὐστηρούς νόμους τῶν αὐτοκρατόρων, ὁ μονοφυσιτισμός δέν ἐξαλείφθηκε καί ἔτσι οἱ περιοχές τῆς Συρίας, Παλαιστίνης, Αἰγύπτου, Μεσοποταμίας καί ᾿Αρμενίας παρέμειναν χωρισμένες ἀπό τό κέντρο τῆς αὐτοκρατορίας, συνέστησαν δέ ἐκκλησίες ἀποκομμένες ἀπό τήν κοινωνία μέ τήν ᾿Ορθόδοξη ᾿Εκκλησία.
Read More ->>

Τρίτη 27 Σεπτεμβρίου 2016

ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΙΕΡΩΝ ΝΗΠΤΙΚΩΝ, A΄ ΤΟΜΟΣ ΠΕΡΙΕΧΟΜΕΝΑ

0 σχόλια
volume

ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΙΕΡΩΝ ΝΗΠΤΙΚΩΝ, A΄ ΤΟΜΟΣ ΠΕΡΙΕΧΟΜΕΝΑ

Λέγουν οι άγιοι Πατέρες, ότι ο Θεός ετοιμάζει «πόρρωθεν» τα μεγάλα έργα Του. Πραγματικά, προνοεί και παρασκευάζει την γνωριμία δύο κατάλληλων «σκευών» του Πνεύματος, για να προσφέρει στο λαό Του την αποθησαυρισμένη αγιοπνευματική σοφία των εκλεκτών τέκνων Του, που κινδύνευε να αφανιστεί μέσα στις «κονιοβριθείς» και «σητόβρωτες» χειρόγραφες βιβλιοθήκες των ιερών Μοναστηριών.
Πρόκειται για την γνωριμία, φιλία και συνεργασία μεταξύ του αγίου Μακαρίου Κορίνθου και του από της νήσου Νάξου αγίου Νικοδήμου του αγιορείτη, που αποτελεί ευλογημένο σταθμό για την εκκλησιαστική γραμματεία, χάρη στον εμπλουτισμό της Εκκλησίας με ένα μεγάλο αριθμό πολύτιμων συγγραμμάτων, που προέκυψαν από την συνεργασία της ιερής αυτής «ξυνωρίδος».
Όπως προκύπτει από το βίο του αγίου Νικοδήμου, ύστερα από διετή παραμονή στη Μονή του αγίου Διονυσίου, αναχώρησε το 1777 για τις Καρυές του Αγίου Όρους, όπου συναντήθηκε με τον Άγιο Μακάριο επίσκοπο Κορίνθου, εκθρονισθέντα από τους Τούρκους για τη συμμετοχή της βυζαντινής προελεύσεώς οικογένειάς του των Νοταράδων, στην εξέγερση του 1770. Εκεί του παρέδωσε χειρόγραφα από ανθολογίες πατερικών κειμένων (μοναστικών, ασκητικών, ησυχαστικών, θεολογικών) για να τα επεξεργαστεί προς έκδοση.
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |