ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 18.ΟΜΙΛΙΑ ΙΗ.Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ,Ζωὴ

Παρασκευή 30 Σεπτεμβρίου 2016

18.ΟΜΙΛΙΑ ΙΗ.Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ,Ζωὴ



Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΙΗʹ.

Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.αʹ. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δεί κνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστη ρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαι δεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις·



ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑπο δείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν. Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ᾽ ἀκού σωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ᾽ ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσ ηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγο ρίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ᾽ αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶ νας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε                      μὴ πάντη γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστη σαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέ ρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρό τερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χα λεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέν νυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώ σας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ᾽ ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυ μάτων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυ ναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐ τούς. Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ᾽ ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς ἅπαντα νοῶμεν, καὶ τὸ, Ἐποίησεν, ἀντὶ τοῦ, Προσ έταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς. βʹ. Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παι δεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματί νους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλ λον ἀσπάζεσθαι. Ἀλλ᾽ ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τί οὖν; δερματίνους ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προ λαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ γὰρ λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς δι αγωγῆς ἀποστερηθέντες, μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις                         κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γέ νος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρη μένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, ἀλλὰ τὰ σηρικὰ περι βαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τούτοις τὸ σῶμα καλλωπί ζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τί γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκε σθησόμεθα; Ὁρᾷς ὅτι ἑνὸς μόνου δεῖ φροντίζειν, τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μόνον, μη κέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα πάλιν Θεοῦ συγκατάβασιν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις; Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐν ταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπο μνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε ὡς θεοὶ, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς πα ρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβο λὴν, φησίν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Με γάλη τοῦ ῥήματος ἡ ἐντροπὴ, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησὶ, κατεφρόνησας τῆς ἐντο λῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὃ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, ἀλλ᾽ ὅπερ ἦς ἄξιος γενέσθαι. Ἰδοὺ, φησὶ, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.                          Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως, ὅτι Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεὸς, οὐδενὸς ἑτέρου ἀποσχέσθαι αὐτὸν προσέταξεν, ἢ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανά του ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παρα βαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος. Ἐπειδὴ γὰρ, ὡς ἡγοῦμαι καὶ ἔστι συνιδεῖν, ἀθάνατον αὐτὸν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ τῶν ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου δι ηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντο λὴν περὶ ἐκείνου δέχεται. γʹ. Εἰ δέ τις βούλοιτο περίεργος ὢν ζητεῖν, διὰ τί ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον καὶ τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δε σπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ᾽ αὐτοῦ δημιουργηθεὶς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, καὶ τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δὲ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγα γεν. Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν ἔλαβε τῆς ἁμαρτίας ἡ εἴσοδος, δι᾽ ἣν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν                         ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ, ἀλλ᾽ ἐξελθεῖν ἐκεῖ θεν προστάττει, δεικνὺς, ὅτι δι᾽ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μά θωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. Καὶ νῦν, φησὶ, μή ποτε ἐκ τείνῃ τὴν χεῖρα, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ, φησὶ, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησὶ, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι· ὥστε κηδεμονίας μᾶλλον ἦν ἢ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· καὶ τιμωρούμενος οὐκ ἔλαττον ἢ εὐεργετῶν τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείκνυται, καὶ τὴν τιμωρίαν δὲ ἕνε κεν νουθεσίας ἡμῖν ἐπάγει. Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτι μωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται· ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλά στου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. Καὶ ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ πα ραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶ πεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ᾽ ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῆς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησὶν, ἐργά ζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ πα ραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμω ρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτὸν, ἵνα ἀδιά λειπτον ὀδύνην ἔχῃ, καθ᾽ ἑκάστην ἡμέραν ἀναλογιζόμε νος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγα γεν. Ἀλλ᾽ ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ᾽ οὐ μικρᾶς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶ μεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴ σθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν ἐξεπέσαμεν, τίσι δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς φιλοζωΐας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῆς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθέ νειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία                       Γραφή. Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον. Ἐννόησον γάρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ πα ραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ᾽ ἔταξε τὰς δυνάμεις ταύτας τὰ Χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσ άγουσαν. Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, ἀλλ᾽ ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο, τῆς ῥομφαίας ἐκείνης διὰ τοῦ στρέφεσθαι πάσας τὰς ἐκεῖ φερούσας· ὁδοὺς ἀποφραττούσης, καὶ διηνεκῆ τὸν φόβον αὐτῷ καὶ τὴν ὑπόμνησιν παρέχειν δυναμένης. δʹ. Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ. Σκόπει πότε τοῦτο ἐγένετο. Μετὰ τὴν παρακοὴν, μετὰ τὴν ἔκ πτωσιν τὴν ἐκ τοῦ παραδείσου, τότε τὰ τῆς συνουσίας ἀρχὴν λαμβάνει. Πρὸ γὰρ τῆς παρακοῆς ἀγγελικὸν ἐμι μοῦντο βίον, καὶ οὐδαμοῦ συνουσίας λόγος. Πῶς γὰρ, ὁπότε οὐδὲ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπέκειντο; Ὥστε ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ τῆς παρθενίας ἀρχὴν ἐλάμβανεν· ἀλλ᾽ ἐπειδὴ ἐπεισῆλθε διὰ ῥᾳθυμίαν ἡ πα ρακοὴ, καὶ εἴσοδον ἔσχε τὰ τῆς ἁμαρτίας, ἐκείνη μὲν ἀπέπτη, ἅτε δὴ ἀναξίων αὐτῶν γενομένων τοῦ τοσούτου μεγέθους τῶν ἀγαθῶν· ἐπεισῆλθε δὲ λοιπὸν ὁ τῆς συνου σίας νόμος. Ἐννόησόν μοι τοίνυν, ἀγαπητὲ, ὅσον τῆς παρθενίας τὸ ἀξίωμα, ὅπως ὑψηλόν τί ἐστι καὶ μέγα χρῆμα, καὶ ὑπεραναβαῖνον τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ τῆς ἄνωθεν δεόμενον χειρός. Ὅτι γὰρ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυνται δυνάμεων οἱ τὴν παρθε νίαν προθύμως ἑλόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος τοῖς Σαδδουκαίοις· ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κινοῦντες λόγον πυνθάνεσθαι ἐβούλοντο λέγοντες· Δι δάσκαλε, ἦσαν παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοὶ, καὶ ὁ πρῶ τος γαμήσας ἐτελεύτησε, μὴ ἔχων τέκνα, καὶ ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· καὶ ὁ δεύτερος                         ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ πέμπτος, καὶ ὁ ἕκτος, καὶ ὁ ἕβδομος. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. Τί οὖν ὁ Χριστὸς πρὸς αὐ τούς; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦ σιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι. Εἶδες πῶς ἐν γῇ βαδίζοντες, καὶ σώματι συμπεπλεγμένοι τὴν ἀγγελικὴν μιμοῦνται διαγωγὴν οἱ τὸν τῆς παρθενίας κλῆρον ἀναδεξάμενοι διὰ τὸν τοῦ Χριστοῦ πόθον; Ὅσῳ γὰρ μέγα καὶ ὑψηλὸν τὸ πρᾶγμα, τοσούτῳ μᾶλλον δὲ καὶ πολλῷ μείζους οἱ στέφανοι, καὶ αἱ ἀντιδόσεις, καὶ τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς μετ᾽ αὐτῆς καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν ἐπιδειξαμένοις. Ἀδὰμ δὲ, φησὶν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλα βοῦσα ἔτεκε τὸν Κάϊν. Ἐπειδὴ ἐπῆλθεν ἡ ἁμαρτία διὰ τῆς παρακοῆς, καὶ ἡ ἀπόφασις θνητοὺς αὐτοὺς εἰρ γάσατο, λοιπὸν ὁ εὐμήχανος Θεὸς κατὰ τὴν ἑαυ τοῦ σοφίαν τὴν διαμονὴν τοῦ τῶν ἀνθρώπων γένους οἰκο νομῶν, συνεχώρησε διὰ τῆς συνουσίας αὐξηθῆναι τὸ γέ νος. Καὶ εἶπεν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ὅρα πῶς τὸ γενόμενον ἐπιτίμιον σωφρονεστέραν εἰργά σατο τὴν γυναῖκα. Τὸ γὰρ τεχθὲν παιδίον οὐ τῇ φύσει, ἀλλὰ τῷ Θεῷ λογίζεται, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται. Εἶδες πῶς ἡ τιμωρία νουθεσίας ὑπόθεσις αὐτοῖς γέγονεν; Ἐκτησάμην γὰρ, φησὶν, ἄνθρωπον διὰ τοῦ Θεοῦ. Οὐχ ἡ φύσις, φησὶ, τὸ παιδίον μοι ἐχα ρίσατο, ἀλλ᾽ ἡ ἄνωθεν χάρις δεδώρηται. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Ἐπειδὴ εὐγνώ μων γέγονεν ἐπὶ τῷ τεχθέντι, καὶ ἐπέγνω τὴν προτέραν εὐεργεσίαν, ἐπέτυχε καὶ τῆς δευτέρας. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἐπὶ τοῖς προλαβοῦσι τὴν ἑαυτῶν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὸν εὐεργέτην ἐπιγνῶμεν, ἐπιδαψιλεύεται τὰς ἑαυτοῦ δωρεάς. Καὶ αὕτη τοίνυν ἐπειδὴ τῷ Θεῷ τὸν τόκον ἐλογίσατο, διὰ τοῦτο καὶ ἕτερον λαμβάνει παιδίον. Μεγίστη γὰρ ἦν λοιπὸν παραμυθία τῆς θνητότητος ἐπεισελθούσης ἡ τῶν παίδων διαδοχή. Διά τοι τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς εὐθέως καὶ ἐξ ἀρχῆς τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως ὑπο τεμνόμενος, καὶ τοῦ θανάτου τὸ φοβερὸν προσωπεῖον περιαιρῶν, τὴν τῶν παίδων διαδοχὴν ἐχαρίσατο, ὡς ἂν εἴποι τις, εἰκόνα ἀναστάσεως ἐντεῦθεν ὑποφαίνων, καὶ ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι οἰκονομῶν. Καὶ ἐγένετο, φησὶν, Ἄβελ ποιμὴν προβάτων· Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἑκάστου τῶν τεχθέντων τὰ ἐπιτηδεύματα· καὶ ὅτι ὁ μὲν τὴν ποιμαντικὴν εἵλετο, ὁ δὲ τὴν γῆν εἰργάζετο. Καὶ ἐγένετο μεθ᾽ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Σκόπει πῶς τῷ συνειδότι τὴν γνῶσιν ἐναπέθετο τῆς φύσεως ὁ Δημιουργός. Τίς γὰρ, εἰπέ μοι, τοῦτον ὡδήγησε πρὸς τὴν τοιαύτην ἔννοιαν; Οὐδεὶς ἕτερος, ἀλλ᾽ ἡ ἐν τῷ συνειδότι γνῶσις. Ἤνεγκε, φησὶν, ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. ᾜδει γὰρ καὶ ἠπίστατο, ὅτι προσήκει καθάπερ Δεσπότῃ ἐκ τῶν οἰκείων κτημάτων προσάγειν τι τῶν γενῶν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτων δεῖται, ἀλλ᾽ ἵνα τὴν οἰκείαν εὐ γνωμοσύνην ἐπιδείξηται αὐτὸς τῆς τοιαύτης εὐεργεσίας ἀπολαύων. Ἀνενδεὴς γὰρ ὁ Θεὸς καὶ οὐδενὸς χρῄζει τῶν παρ᾽ ἡμῖν· διὰ δὲ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγκαταβαίνων ἡμῖν, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν ἀνέχεται ταῦτα γίνεσθαι, ἵνα διδασκαλεῖον ἀρετῆς εἴη τῇ τῶν ἀνθρώπων φύσει ἡ ἐπίγνωσις τοῦ Δεσπότου. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ προοιμιαζόμε νος ἐν ἀρχῇ τοῦ λόγου ἐδίδασκον ὑμῶν τὴν ἀγάπην, ὅτι διαφορὰν προσώπων οὐκ οἶδεν ὁ Δεσπότης ὁ ἡμέτερος, ἀλλὰ ἐκ προαιρέσεως ἐξετάζων τὴν γνώμην στεφανοῖ. Ἰδοὺ γοῦν καὶ νῦν τοῦτο σκόπει γεγενημένον. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας, ἀγαπητοὶ, τῷ εἰ ρημένῳ, καὶ ἴδωμεν τί μὲν περὶ τοῦ Κάϊν διηγεῖται ἡ Γρα φὴ, τί δὲ περὶ τοῦ Ἄβελ, καὶ μὴ ἁπλῶς παραδράμωμεν. Οὐδὲν γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν φθέγγεται ἡ θεία Γραφὴ, ἀλλὰ κἂν συλλαβὴ τυγχάνῃ, κἂν κεραία μία, ἔχει τινὰ ἐγκεκρυμμένον θησαυρόν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. Τί οὖν φησι; Καὶ ἐγένετο μεθ᾽ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυ ρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. εʹ. Τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμένοις ἤδη καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. Ἀλλ᾽ ἐπειδὴ προσ ήκει ἡμᾶς πάντων κοινῶς ποιεῖσθαι τὴν πρόνοιαν (οὐ γὰρ οἶδε διαφορὰν ἡ πνευματικὴ διδασκαλία), φέρε σαφέ στερον ὑμῖν ἐκκαλύψωμεν τὰ εἰρημένα, πάλιν τὰ αὐτὰ ἐπαναλαμβάνοντες. Κάϊν, φησὶν, ἤνεγκεν ἀπὸ τῶν καρ πῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ εἶτα βουλομένη καὶ περὶ τοῦ Ἄβελ διδάξαι ἡμᾶς ἡ θεία Γραφή φησιν, ὅτι καὶ αὐτὸς ἀπὸ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῆς ποιμαντικῆς τὴν θυσίαν προσήνεγκε. Ἤνεγκε γὰρ, φησὶ, καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Σκόπει πῶς ἡμῖν αἰνίττεται τὸ φι λόθεον τούτου τῆς γνώμης, καὶ ὅτι οὐχ ἁπλῶς ἀπὸ τῶν προ βάτων προσήνεγκεν, ἀλλ᾽ Ἀπὸ τῶν πρωτοτόκων, τουτ έστιν, ἀπὸ τῶν τιμίων, τῶν ἐξαιρέτων· εἶτα καὶ ἐξ αὐτῶν τούτων τῶν πρωτοτόκων πάλιν τὰ τιμιώτερα· Καὶ ἀπὸ τῶν στεάτων, φησὶν, αὐτῶν, τῶν εὐπαθεστέρων, τῶν τιμιωτέρων. Ἐπὶ δὲ τοῦ Κάϊν οὐδὲν τοιοῦτον ἐπεσημήνα το· ἀλλ᾽ ὅτι προσήνεγκεν Ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν· ὡς ἂν εἴποι τις, τὰ τυχόντα, οὐδεμίαν σπουδὴν οὐδὲ ἀκρίβειαν ἐπιδειξάμενος. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, οὐκ ἐπειδὴ ὁ Θεὸς τῶν παρ᾽ ἡμῶν δεῖται, ἀν έχεται τῶν προσαγομένων, ἀλλὰ βούλεται καὶ διὰ τούτων δείκνυσθαι τὴν ἡμετέραν εὐγνωμοσύνην. Τὸν γὰρ Θεῷ προσάγοντα, καὶ ἐκ τῶν αὐτοῦ προσάγοντα, καὶ ἐννοοῦντα τὸ μέσον τῆς φύσεως, καὶ ὅτι ἄνθρωπος τοσαύτης ἀξιοῦ ται τῆς τιμῆς, ἐχρῆν κατὰ τὸ ἐγχωροῦν τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυσθαι, καὶ τὰ τιμιώτερα προσάγειν. Ἀλλ᾽ ὅρα μοι, ἀγαπητέ. Καὶ ἐντεῦθεν ἔχων ἀφορμὰς πρὸς τὸ συν ιδεῖν τὸ δέον, εἰκότως εὐθύνας δίδωσι διὰ ῥᾳθυμίαν τὴν οἰκείαν προδιδοὺς σωτηρίαν. Οὔτε γὰρ ἐκεῖνός τινα ἔσχε τὸν διδάσκοντα, οὔτε οὗτός τινα τὸν ὑποτιθέμενον καὶ συμ βουλεύοντα, ἀλλ᾽ ἕκαστος ἐκ τῆς τοῦ συνειδότος διδασκα λίας, καὶ τῆς ἄνωθεν σοφίας τῷ τῶν ἀνθρώπων γένει χο ρηγηθείσης κινούμενος ὥρμησεν ἐπὶ τὴν τοιαύτην προσ αγωγήν· ἀλλ᾽ ἡ διαφορὰ τῆς γνώμης λοιπὸν καὶ τῆς προ αιρέσεως ἡ ῥᾳθυμία τοῦ μὲν εὐπρόσδεκτον ἐποίησε τὴν προσαγωγὴν, τοῦ δὲ ἀπόβλητον. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Ὅρα πῶς πληροῦται ἐνταῦθα τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἰδοὺ γὰρ καὶ ἀπὸ τῶν πρωτοτοκίων ἔχων προτέρημα, καὶ πρῶτος δῆθεν προσενεγκὼν, ἐπειδὴ μὴ δεόντως προσήνεγκεν, ἐλάττων ὤφθη τοῦ ἀδελφοῦ. Ἀμφοτέρων γὰρ προσενεγκάντων, φησὶν ἡ θεία Γραφὴ, Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τί ἐστι, Καὶ ἐπεῖδεν; Ἀντὶ τοῦ, ἀπεδέξατο, ἐπῄνεσε τὴν γνώμην, ἐστεφάνωσε τὴν προαί ρεσιν, ἠρκέσθη, ὡς ἂν εἴποι τις, τῷ γεγονότι. Εἰ γὰρ καὶ περὶ Θεοῦ φθεγγόμεθα, καὶ περὶ τῆς ἀκηράτου φύσεως ἐκείνης τολμῶμεν διᾶραι στόμα, ἀλλ᾽ ἄνθρωποι ὄντες οὐκ ἄλλως δυνηθείημεν ταῦτα ἢ διὰ τῆς γλώττης νοεῖν. Σκόπει δὲ τὸ θαυμαστόν. Ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τὴν τῶν προβά των προσαγωγὴν δῶρα ἐκάλεσε διὰ τὸ τίμιον, διὰ τὸ ἐξαί ρετον, διὰ τὸ ἄμωμον τῶν προσενεχθέντων. Ἐπεῖδε τοίνυν ἐπ᾽ αὐτὸν, ὅτι ὑγιεῖ γνώμῃ τὴν προσαγωγὴν ἐποιήσατο, καὶ ἐπὶ τὰ δῶρα τὰ προσενεχθέντα, οὐχ ὅτι ἀκηλίδωτα μόνον, ἀλλ᾽ ὅτι πανταχόθεν τίμια φαινόμενα, ἀπό τε τῆς γνώμης τοῦ προσάγοντος, ἀπό τε τοῦ πρωτότοκα εἶναι, καὶ τούτων τὰ ἐξαίρετα, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, καὶ αὐτῶν τούτων τὰ βέλτιστα. Καὶ ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ἐπειδὴ ὀρθῇ γνώμῃ καὶ εἰλικρινεῖ διανοίᾳ προσήνεγκεν ὁ Ἄβελ, Ἐπεῖ δε, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἐδέξατο, ἠρέσθη, ἐπῄνεσε· δῶρα δὲ ἐκάλεσε τὰ προσενεχθέντα, τιμῶν καὶ διὰ τούτου τοῦ προσενέγκαντος τὴν γνώμην. Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Τῷ εἰπεῖν, Οὐ προσέσχεν, ἔδειξε τὴν ἀποβολὴν τῶν προσενεχθέντων, καὶ τῷ θυσίας καλέσαι τὰ ἀπὸ τῆς γῆς προσενεχθέντα, πάλιν ἕτερον ἡμᾶς τι διδά σκει. Ὅρα γὰρ πῶς δείκνυσι δι᾽ αὐτῶν τῶν γεγενημένων καὶ διὰ τῶν ῥημάτων, ὅτι ταῦτα ἅπαντα βούλεται παρ᾽ ἡμῶν ὁ Δεσπότης γίνεσθαι, ἵνα τὰ τῆς γνώμης ἡμῶν διὰ τῶν ὑφ᾽ ἡμῶν πραττομένων δῆλα καθιστᾶται, καὶ ἵνα εἰ δέναι ἔχωμεν, ὅτι ὑπὸ Δεσπότην ἐσμὲν καὶ δημιουργὸν τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα. Τὰ γὰρ πρόβατα δῶρα ὀνομάσασα ἡ θεία Γραφὴ, καὶ τὰ ἀπὸ τῆς γῆς θυσίας προσειποῦσα, παιδεύει ἡμᾶς, ὅτι οὔτε ἡ τῶν ἀλόγων προσκομιδὴ, οὔτε ἡ τῶν ἀπὸ τῆς γῆς καρπῶν προσαγωγὴ ζητεῖται παρὰ τῷ Δεσπότῃ, ἀλλ᾽ ἡ τῆς γνώ μης διάθεσις μόνον. Ὅθεν καὶ νῦν ὁ μὲν ἀπ᾽ αὐτῆς ἀπόδε κτος γέγονε μετὰ τοῦ δώρου· ὁ δὲ πάλιν διὰ ταύτην ἀπ εβλήθη μετὰ τῆς θυσίας. Τὸ δὲ, Ἐπεῖδεν ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυ σίαις αὐτοῦ οὐ προσέσχε, θεοπρεπῶς νοῶμεν. Βούλε ται γὰρ εἰπεῖν, ὅτι τοιαύτην αὐτοῖς γνῶσιν ἐνέθηκεν, ὅτι τοῦ μὲν ἠρέσθη τῇ προαιρέσει, τοῦ δὲ ἀπεσείσατο τὴν ἀγνωμοσύνην. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· ἴδω μεν δὲ λοιπὸν τὰ ἑξῆς. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐστι, Καὶ ἐλύπησε τὸν Κάϊν λίαν; Διπλῆ τὰ τῆς λύπης αὐτῷ γέ γονεν, οὐχ ὅτι αὐτὸς μόνος ἀπόβλητος γέγονεν, ἀλλ᾽ ὅτι καὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδέχθη. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐλύ πησεν αὐτόν; Ἀμφότερα αὐτὸν ἐλύπησε, καὶ τὸ μὴ προσ χεῖν τῇ θυσίᾳ αὐτοῦ τὸν Δεσπότην, καὶ τὸ εὐπρόσδεκτον γενέσθαι τὸ τοῦ ἀδελφοῦ δῶρον. Δέον οὖν τὴν αἰτίαν συν ειδότα ἐξ αὐτῶν τῶν γεγενημένων διορθώσασθαι τὸ πλημ μεληθέν· φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, ἐπειδάν τι πλημμελήσωμεν, οὐχ οὕτως ἡμᾶς ἀπο στρέφεται διὰ τὸ πλημμεληθὲν, ὡς ἐπειδὰν ἐπιμείνωμεν τῷ πλημμελήματι· ὁ δὲ λόγον οὐδένα τούτου ποιεῖται. ϛʹ. Καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, καὶ ἴδῃς ἄφατον μέγε θος φιλανθρωπίας, σκόπει ἐκ τῶν νῦν γινομένων τῆς ἀγαθό τητος αὐτοῦ τὴν ὑπερβολὴν, καὶ τῆς ἀνεξικακίας τὸ μέγε θος. Ἐπειδὴ γὰρ εἶδεν ἀμέτρως αὐτὸν λυπηθέντα, καὶ, ὡς εἰπεῖν, μέλλοντα καταβαπτίζεσθαι ὑπὸ τῶν τῆς λύπης κυ μάτων, οὐ περιορᾷ, ἀλλ᾽ ἣν ἐπεδείξατο φιλανθρωπίαν περὶ τὸν τούτου πατέρα, ἀφορμὰς αὐτῷ διδοὺς ἀπολογίας, καὶ παῤῥησίας αὐτῷ θύραν ἀνοίγων καὶ λέγων, Ποῦ εἶ; μετὰ τὸ χαλεπὸν ἐκεῖνο παράπτωμα, τὴν αὐτὴν καὶ νῦν ἐπιδείκνυται περὶ τὸν οὕτως ἀγνώμονα γεγονότα, καὶ ὡσανεὶ μέλλοντα κατὰ κρημνῶν φέρεσθαι, χεῖρα ὀρέγων, καὶ πρόφασιν παρασχεῖν βουλόμενος τοῦ διορθώσασθαι τὸ πλημμέλημα, φησὶ πρὸς αὐτόν· Ἵνα τί περίλυπος ἐγέ νου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρ ξεις αὐτοῦ. Σκόπει μοι, ἀγαπητὲ, συγκατάβασιν κηδε μονίας ἄφατον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν πολιορκούμενον, ὡς εἰπεῖν, ὑπὸ τοῦ τῆς βασκανίας πάθους, ὅρα πῶς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος κατάλληλα αὐτῷ τὰ φάρ μακα ἐπιτίθησιν, ὥστε ταχέως αὐτὸν ἀνιμήσασθαι, καὶ μὴ ὑποβρύχιον γενέσθαι. Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Τίνος ἕνεκεν, φησὶ, τοσαύτῃ λύπῃ κατεσχέθης, ὡς καὶ διὰ τοῦ προσώπου δει κνύναι τῆς ἀθυμίας τὸ μέγεθος; Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; διὰ τί οὕτω σου ἥψατο τὸ γεγενημένον; τίνος ἕνεκεν οὐκ ἀφ᾽ ἑαυτοῦ συνεῖδες τὸ δέον; Μὴ γὰρ ἀνθρώπῳ προσέφερες παραλογισθῆναι δυναμένῳ; οὐκ ᾔδεις ὅτι οὐχὶ τῶν προσαγομένων ἐδεόμην, ἀλλὰ τῆς τῶν προσαγόντων ὑγιοῦς γνώμης; Ἵνα τί περίλυπος ἐγέ νου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Τὸ μὲν γὰρ εἰς ἔννοιαν ἐλθεῖν τοῦ προσενεγκεῖν ἐπαινετὸν, τὸ δὲ μὴ ὀρθῶς διελεῖν, τοῦτο τὴν ἀποβολὴν εἰργάσατο τοῦ προσενεχθέντος. Ἔδει γὰρ Θεῷ προσάγοντα πολλὴν ἐπι δείξασθαι περὶ τὴν διαίρεσιν τὴν ἀκρίβειαν, καὶ ὅσον ἐστὶ τὸ μέσον τοῦ δεχομένου καὶ τοῦ προσάγοντος, τοσαύτην ποιήσασθαι καὶ ἐν τῇ διαιρέσει τὴν διαφοράν. Ἀλλὰ τού των οὐδὲν ἐννοήσας σὺ ἁπλῶς τὰ τυχόντα προσήγαγες. Διὰ τοῦτο οὐδὲ δεκτὰ γενέσθαι ἠδυνήθη. Ὥσπερ γὰρ ἡ σὴ γνώμη, μεθ᾽ ἧς τὴν προσαγωγὴν ἐποιήσω, οὐδὲν τὸ μέσον λογισάμενος, ἀποβληθῆναι ἐποίησε τὴν παρὰ σοῦ προσ ενεχθεῖσαν θυσίαν· οὕτως ἡ τοῦ ἀδελφοῦ γνώμη ὀρθή τε τυγχάνουσα, καὶ πολλὴν ἐπιδειξαμένη ἐν τῇ διαιρέσει τὴν ἀκρίβειαν, εὐπρόσδεκτα αὐτοῦ τὰ δῶρα πεποίη κεν. Ὅμως οὐδὲ οὕτω δίκην ἀπαιτῶ τοῦ πλημμελήμα τος, ἀλλὰ δείκνυμι μόνον τὸ ἁμαρτηθὲν, καὶ συμβου λὴν εἰσάγω σοι, ἣν εἰ βουληθείης δέξασθαι, καὶ τὸ ἁμαρ τηθὲν διορθώσῃ, καὶ χείροσιν οὐ περιβαλεῖς σαυτὸν κα κοῖς. Τί οὖν; Ἥμαρτες, καὶ μέγα ἥμαρτες, ἀλλ᾽ οὐ κολάζω διὰ τὸ ἁμαρτηθέν· φιλάνθρωπος γάρ εἰμι, καὶ Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν ἥμαρτες, Ἡσύ χασον, γαλήνην ἔργασαί σου τοῖς λογισμοῖς, καὶ ἀπαλ λάγηθι τῆς τῶν κυμάτων σφοδρότητος, τῶν πολιορκούν των σου τὴν διάνοιαν, κατάστειλον τὴν ταραχὴν, μὴ τῷ προλαβόντι ἁμαρτήματι ἕτερον χαλεπώτερον προσθῇς, μηδὲ βουλεύσῃ μηδὲν τῶν ἀνηκέστων. Μὴ αἰχμάλωτον σαυτὸν ἐκδῷς τῷ πονηρῷ δαίμονι. Ἥμαρτες, ἡσύχα σον. ᾜδει καὶ ἐκ προοιμίων τὴν μέλλουσαν ἐπιχείρησιν κατὰ τοῦ ἀδελφοῦ γίνεσθαι, καὶ διὰ τούτων αὐτὴν προ αναστέλλει τῶν ῥημάτων. Ἐπειδὴ γὰρ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει τῆς καρδίας αὐτοῦ τὰ κινήματα, τῇ πολλῇ παραινέσει καὶ τῇ τῶν ῥημάτων συγκαταβάσει κατάλληλον αὐτῷ τὴν ἰατρείαν εἰσφέρει, τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα πληρῶν, εἰ καὶ οὗτος τὸ φάρμακον ἀπωσάμενος εἰς τὸ τῆς ἀδελφοκτονίας βά ραθρον ἑαυτὸν κατεκρήμνισεν. Ἥμαρτες, ἡσύχασον. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἀπεστράφην σου τὴν θυσίαν διὰ τὴν οὐκ ὀρθὴν γνώμην, καὶ εἰ τὸ τοῦ ἀδελφοῦ δῶ ρον προσεδεξάμην διὰ τὴν ὑγιῆ προαίρεσιν, ὅτι τῶν πρω τείων σε ἀποστερῶ, καὶ τῆς ἀξίας τῶν πρωτοτόκων ἐκβάλλω. Ἡσύχασον· εἰ γὰρ καὶ τῆς παρ᾽ ἐμοῦ τιμῆς ἠξίωται, καὶ εὐπρόσδεκτα αὐτοῦ γέγονε τὰ δῶρα, ἀλλὰ Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὥστε καὶ μετὰ τὴν ἁμαρτίαν ταύτην ἔχειν σε συγχωρῶ τὰ προτερήματα τῆς πρωτοτοκίας, κἀκεῖνον ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι κελεύω, καὶ ὑπὸ τὴν ἀρχὴν τὴν σήν. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς αὐτοῦ βούλεται τὸν θυμὸν καὶ τὴν μανίαν καταστεῖλαι, καὶ τὴν ὁρμὴν ἐκκόψαι διὰ τῶν ῥημάτων τούτων. Τὰ γὰρ κινήματα τῆς διανοίας αὐτοῦ κατοπτεύων, καὶ τῆς φονικῆς αὐτοῦ γνώμης ἐπι στάμενος τὸ ἀπηνὲς, ἤδη προλεᾶναι αὐτοῦ βούλεται τὸν λογισμὸν, καὶ γαλήνην ἐργάσασθαι αὐτοῦ τῇ διανοίᾳ, ὑποτάττων αὐτῷ τὸν ἀδελφὸν, καὶ τὴν ἐξουσίαν αὐτοῦ μὴ ὑποτεμνόμενος. Ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην ἐπι μέλειαν καὶ μετὰ τοσαῦτα τὰ φάρμακα οὐδὲν πλέον ὁ Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορὰ, καὶ κα κίας ὑπερβολή. ηʹ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξω μεν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς ὑμῖν νομισθῇ ἡ παρ᾽ ἡμῶν ὁμιλία τὰς ἀκοὰς ὑμῶν                            ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοΐᾳ, μισῆσαι τὴν τοιαύ την μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόν τας, τὰς τοῦ Κυρίου ἐντολὰς μετ᾽ ἐπιμελείας πολλῆς καὶ ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσού των καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γε γονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμω ρίαν, ὡς μετέπειτα γνωσθήσεται, τί πείσεσθαι ἡμᾶς εἰκὸς, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; ἢ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρὸς, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥᾳθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων. Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ τοιαῦτα; καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες, τὰ πρω τεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπε σόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίων τὴν κα ταδίκην; Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπι τυχεῖν, ὧν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κρά τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν

 ΟΜΙΛΙΑ ΙΘʹ.

Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.αʹ. Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ τοῖς αὐστη ροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ᾽ ἐπειδὴ μὴ βού λεται. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν σωματικῶν τραυ μάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον· ἀλλ᾽ ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέ σθαι, καὶ γενέσθαι καλὸν, καὶ τὸν καλὸν ῥᾳθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλαν θρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· οὐ μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλ ληλα ἐπιθεὶς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖ σθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν. Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ τὴν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ μεθύων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος τὴν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ τὸν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πε πλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θη ριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μι μεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριω δίαν. Ἴδωμεν οὖν καὶ ἐνταῦθα τί γίνεται. Καὶ εἶπε, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθω μεν δὴ εἰς τὸ πεδίον. Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ γνώμη φονική. Τί ποιεῖς, ὦ Κάϊν; οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφόν σοι γίνεται ἡ διά λεξις; οὐ λογίζῃ ὅτι τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας; οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; οὐ φρίττεις τὴν ἔν νοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τί τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφι κὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τίς ἡ μανία; τίς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῆς ἀδελφικῆς διαθέ σεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τί πρὸς τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; τί καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν πε ριβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνα τον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδως τὰς ἀμοι βὰς τῆς ἀνατροφῆς; Ποία τοῦ διαβόλου μηχανὴ εἰς ταύ την σε τὴν πρᾶξιν παρώρμησε; Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτὸν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αὐτὸν, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γάρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ᾽ αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη τὰ τοιαῦτα, ὅτι Πρὸς σὲ, φησὶ, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν κατα λιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἵν᾽ ὅπερ ἂν ὑμῖν ἀκολου θότερον φανῇ, δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης ψυχῆς ἡ γνώμη. Ἀνέστη, φησὶν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Ὢ μιαρᾶς χειρός· ὢ δε ξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ κα λεῖν καὶ μιαρὰν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρ ετήσατο. Εἴπωμεν τοίνυν οὕτως· ὢ γνώμης τολμηρᾶς, καὶ μιαρᾶς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; πῶς ἠδυ νήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχή; πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; πῶς οὐκ ἐπε κάμφθη, καὶ μετέβαλε τὴν γνώμην; πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχει ρήσεως τὸ τέλος τοῦ γινομένου; πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, καθ᾽ ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῆς ζωῆς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν προσήκοντας, κατακλώμεθα· κἂν ἐχθρὸς ᾖ, καταλύομεν τὴν ἔχθραν· πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆ ναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχὴν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμο πάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα. βʹ. Ἀλλ᾽ ἴδωμεν πάλιν καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, καὶ μετὰ τὸ τολμῆσαι τοῦτο τὸ πάσης συγγνώμης ἀπεστερημένον, πόσῃ κέχρηται συγκαταβάσει καὶ φιλ ανθρωπίᾳ ὁ τῶν ἁπάντων Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν. Αὐτὸ τοῦτο μόνον πόσης ἐστὶν ἀγαθότητος, τὸν τὰ τοιαῦτα ἐργασάμενον ἀποκρίσεως ἀξιῶσαι; Εἰ γὰρ ἡμεῖς πολλάκις τοὺς ὁμογενεῖς βδελυττόμεθα, ἐπειδὰν ἴδωμεν τοιοῦτόν τι τόλμημα ἐργασαμένους· πολλῷ μᾶλλον τὸν ἀγαθὸν Θεὸν ἐκπλήττεσθαι δεῖ τοσαύτῃ τῇ ἀνεξικακίᾳ κεχρημένον, καὶ μάλα εἰκότως. Ἰατρὸς γάρ ἐστι, καὶ πατὴρ φιλόστοργος· καὶ ὡς μὲν ἰατρὸς πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τοὺς ἐν χαλεπαῖς ἀῤῥωστίαις τυγ χάνοντας πρὸς ὑγίειαν ἐπαναγαγεῖν· ὡς δὲ πατὴρ φιλό στοργος τοὺς τὴν οἰκείαν εὐγένειαν διὰ ῥᾳθυμίαν προδε δωκότας βούλεται διὰ τῆς πατρικῆς φιλοστοργίας εἰς τὴν προτέραν ἀγαγεῖν εὐημερίαν. Ἐπεὶ οὖν πολὺ τῆς ἀγαθό τητός ἐστιν αὐτοῦ τὸ μέγεθος, βούλεται καὶ πρὸς τὸν τὰ τοιαῦτα τετολμηκότα πολλὴν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξασθαι. Φησὶ γὰρ πρὸς αὐτόν· Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Πολλὴ καὶ ἄπειρος ἡ ἀνεξικακία τοῦ Θεοῦ. Οὐ γὰρ ἐπειδὴ ἠγνόει ἠρώτα, ἀλλ᾽ ὅπερ ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεποίηκεν· οὐδὲν γὰρ κωλύει πάλιν τὸ αὐτὸ εἰπεῖν. Καθάπερ γὰρ ἐκεῖνον ὁρῶν διὰ τὴν αἰσχύ νην τῆς γυμνότητος κρυπτόμενον ἠρώτα, Ποῦ εἶ; οὐκ ἀγνοῶν, ἀλλὰ παῤῥησίας αὐτῷ ἀφορμὰς διδοὺς, ὥστε διὰ τῆς ὁμολογίας τοῦ πταίσματος ἀπονίψασθαι τὸ πλημ μέλημα (τοῦτο γὰρ ἔθος αὐτῷ, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ὁμολογίαν ἀπαιτεῖν παρ᾽ ἡμῶν τῶν ἡμαρτημένων, καὶ συγχώρησιν παρέχειν)· ἐρωτᾷ καὶ νῦν τὸν Κάϊν, καί φησι, Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ἄγνοιαν προσποιεῖται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα διὰ τῆς ἐρω τήσεως παρασκευάσῃ τὸν τὰ τοιαῦτα εἰργασμένον ἐπει χθῆναι πρὸς τὴν ὁμολογίαν τοῦ πλημμελήματος, καὶ δυ νηθῇ συγγνώμης τινὸς ἴσως καὶ φιλανθρωπίας ἐπιτυ χεῖν. Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Τί οὖν ὁ ἀγνώμων καὶ ἀναίσθητος, ὁ ἰταμὸς καὶ ἀναίσχυντος; Δέον ἐννοῆσαι ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὴν παρ᾽ αὐτοῦ ἀπαιτῶν ὁμολογίαν, καὶ ἡμᾶς παιδεύων μηδέ ποτε πρὸ τῆς ἀποδείξεως καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, καὶ εἰς ἔννοιαν ἐλθεῖν τῆς τοῦ Δεσπότου συμβουλῆς, καὶ ταύτην αὐτοῦ τὴν ἐπιχείρησιν ἀναστέλ λων, καὶ εἰδὼς καὶ πρὸ τῆς ἐκβάσεως τὴν ἐν τῇ διανοίᾳ αὐτοῦ κίνησιν, προφυλακτικοῖς ἐχρήσατο φαρμάκοις· δέον ταῦτα πάντα ἐννοήσαντα μέχρι τούτου στῆσαι τὰ τῆς μανίας, καὶ εἰπεῖν τὸ γεγονὸς, καὶ δεῖξαι τῷ ἰατρῷ τὸ ἕλκος, καὶ δέξασθαι τὰ παρ᾽ αὐτοῦ φάρμακα· ὁ δὲ πάλιν ἐπιτείνει τὸ τραῦμα καὶ τὴν νομὴν τῶν ἑλκῶν βαρυτέραν ἐργάζεται. Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Ὅρα ἀποκρίσεως ἀναίδειαν. Μὴ γὰρ ἀνθρώπῳ διαλέγῃ, ὃν ἴσως καὶ παραλογίσασθαι δυνατὸν ἦν; Οὐκ οἶδας, ἄθλιε, καὶ ταλαίπωρε, τίς ἐστιν ὁ πρὸς σὲ διαλεγόμενος; οὐ λογίζῃ, ὅτι διὰ πολλὴν ἀγαθότητα πυνθάνεται, βου λόμενος ἀφορμήν τινα εὑρεῖν, δι᾽ ἧς τὴν οἰκείαν ἐπιδεί ξηται φιλανθρωπίαν, καὶ ἵνα λοιπὸν τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα ἐπιδειξαμένου, μηδεμίαν ἔχῃς ἀπολογίαν τῇ τι μωρίᾳ σαυτὸν ὑπεύθυνον καταστήσας; Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελ φοῦ μου εἰμὶ ἐγώ; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ᾽ ἐπήγαγε, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; μο νονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἴ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φύλακας εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ᾽ ἀνάμει νον, καὶ ὄψει αὐτόν σου κατήγορον γινόμενον τὸν ἀνῃ ρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. Καὶ εἶπεν ὁ Θεὸς, Τί ἐποίησας τοῦτο; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησὶ, τοῦτο διεπράξω; τί ἐποίη σας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; τί ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερὸν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ ἄνθρωπός εἰμι, φησὶν, ἐκείνης μόνης τῆς φωνῆς τῆς διὰ γλώττης προ φερομένης ἀκούων; Θεός εἰμι δυνάμενος καὶ δι᾽ αἵματος ὑπακούειν βοῶντος, καὶ χαμαί που κάτω κειμένου. Ἰδοὺ γὰρ πόσον ἵπταται τοῦ αἵματος τούτου ἡ φωνὴ, ὡς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβαίνειν, καὶ παρα τρέχειν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὰς ἀνωτέρω δυνάμεις, καὶ παρ᾽ αὐτὸν ἵστασθαι τὸν θρόνον τὸν βασι λικὸν, καὶ τὴν σὴν μιαιφονίαν ἀποδύρεσθαι, καὶ τῆς ἀνοσίας πράξεως κατηγορεῖν. Φωνὴ αἵματος τοῦ ἀδελ φοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ, φησὶν, εἰς ξένον καὶ ἀλλότριον τὴν παρανομίαν ταύτην εἰργάσω; Εἰς τὸν ἀδελφὸν τὸν σὸν, τὸν οὐδὲν ἠδικηκότα. Ἀλλ᾽ ἴσως ἡ παρ᾽ ἐμοῦ εὔνοια τὸν φόνον αὐτῷ τοῦτον ἔτεκε, καὶ μὴ δυνάμενος ἐμοὶ μάχεσθαι, εἰς ἐκεῖνον τὸν ἀκάθε κτον θυμὸν ἐξεκένωσας. Διά τοι τοῦτο τοιαύτην ἐπάξω σοι τιμωρίαν, ὡς μηδὲ λήθῃ παραδοθῆναι τὸ τολμηθὲν, καὶ τὴν διὰ τοῦτο ἐπενεχθεῖσάν σοι τιμωρίαν, ἵνα τὰ εἰς σὲ γενόμενα σωφρονισμὸς γένηται τοῖς μετὰ ταῦτα ἅπασι. Καὶ νῦν, ἐπειδὴ τοῦτο εἰργάσω, καὶ εἰς ἔργον ἤγαγες τὰ κακῶς σοι δόξαντα, καὶ ὑπὸ τοῦ φθόνου τοῦ πολλοῦ εἰς τὸν φόνον ὥρμησας, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. γʹ. Ὁρᾷς τῆς κατάρας τὴν διαφορὰν, ἀγαπητέ; Μὴ ἁπλῶς παραδράμῃς, ἀλλ᾽ ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐν νόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦ το τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συν ιδεῖν. Ἐκεῖ μὲν γάρ φησιν, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· Ἐπικατάρατος γὰρ, φησὶ, σὺ ἀπὸ τῆς γῆς. Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργά σατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητό τητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφὸν, καὶ εἰς τὸ πεδίον ἐξαγαγὼν, τὴν δεξιὰν ὥπλισε κατ᾽ αὐ τοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰρ γάσατο. Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκα νίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεα σάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Διό φησι πρὸς αὐτόν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. Κατηραμένος ἔσῃ, φησὶ, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ, Ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησὶ, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεία Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως. Τὸν μὲν πόνον, φησὶν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖ σαν· οὐ καρπώσῃ δέ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ᾽ ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσε ται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησὶ, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτί θημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ᾽ ἵνα καὶ πάντες οἱ εἰς σὲ βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοι αῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σὲ τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διά τοι τοῦτο οὐδὲ σύντο μόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονὸς, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι᾽ αὐτῶν τῶν ἔργων μάθῃς οἷα ἐτόλμησας. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν, ἐὰν βουλώμεθα προσέχειν. Καὶ εἶπε Κάϊν, Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἰδοὺ ὁμολογία ἀπηρ τισμένη. Τοιοῦτον γάρ ἐστι, φησὶ, τὸ ἁμάρτημα τὸ παρ᾽ ἐμοῦ γεγονὸς, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδοὺ, φησὶν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ᾽ οὐδὲν τὸ κέρδος, ἀγαπητέ· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἦν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ᾽ οὐδεμίαν ἕξει τὴν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ. Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι και ρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ᾽ αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυ τοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι. δʹ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, Ποῦ Ἄβελ ὁ ἀδελ φός σου; τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσ πεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δὲ, μετὰ τὴν ἀπό φασιν, μετὰ τὸ λαβεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει. Διὸ καὶ ὁ προφήτης ἔλεγε· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γάρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾖ, νικῶν αὐτοῦ τὴν φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετά νοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἱκανὴ ἐξομολόγησις, ἀλλ᾽ ἄκαιρος. Καὶ εἶπεν, Εἰ ἐκ βάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ νων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρί σκων με, ἀποκτενεῖ με. Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ νων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρί σκων με, ἀποκτενεῖ με. Εἰ τῇ γῇ, φησὶν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτός με ἀπεστράφης, καὶ τοσαύτῃ τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλύον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σοῦ ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι. Εὐεπιχείρητος, φησὶν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, πα ρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμῆσαι. Τί οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης; Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Μὴ νομί σῃς, φησὶ, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς σῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκα λον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύ σει. Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τί πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πό θον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελ θεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τί ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀλλὰ πάλιν δέ δοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην κα ταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομι σθείημεν. Ἀλλ᾽ εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ δια λύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνε λεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Τοῦτο δέ δοικας, φησὶ, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυ τὸν ὑπεύθυνον καταστήσει· διά τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις κατα στῆσαι. εʹ. Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρὸς, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρα καλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γο νάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γεν ναῖον καὶ ὑψηλὸν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τί οὖν ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γραφῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, ὡς τὸ, Στείρα ἔτεκεν ἑπτὰ, καὶ ὅσα τοιαῦτα. Αἰνίττε ται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἕν ἐστι τὸ ἁμάρτημα τὸ παρ᾽ ἐκείνου γεγονὸς, ἀλλ᾽ ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ᾽ ἑκάστῳ ἁμαρτή ματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ ἀπαριθμησόμεθα; Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ· ὅπερ καὶ μόνον προσὸν ἱκανὸν ἦν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔῤῥαψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φό νον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρη κολουθήσατε τοῖς ῥηθεῖσιν, ἢ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἦν τῆς μεγίστης αὐτὸν ἀξιῶσαι τιμω ρίας; Τίς γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μεί ζων δείκνυται, ὅταν ἀδελφὸς ᾖ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔῤῥαψεν ἀπατήσας τὸν ἀδελφὸν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος, ὃν εἰργάσατο Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησὶν, ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυ νον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσι τελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἷάπερ ἐγὼ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν. ϛʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, μὴ ἁπλῶς παρατρέχω μεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ᾽ ἑκάστην ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ᾽ ἐννοοῦντες πόθεν εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συν ήλασεν) ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονῆσαι τὸν μηδ᾽ ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιχειρήσαντα, τὴν τοι αύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλ λον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γάρ ἐστιν ὄντως ὁ κακῶς πεπονθὼς, ὁ τὸν πλησίον ἑαυτοῦ κατερ γάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅρα μοι ἐνταῦθα, τίς ἐστιν ὁ κακῶς πεπονθὼς, ὁ ἀνελὼν, ἢ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί; Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾄδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦ ται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ. Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηρα μένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, καὶ καταλλήλως ἑκάστῳ τῆς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τίς λόγος παραστῆσαι δυνήσε ται, ἢ τὰ ἀγαθὰ, ἢ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδεὶς, οὔτε τὰ χρηστὰ, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βα σιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναὶ, καὶ οἱ χοροὶ πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καὶ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἄλλα ἅπαντα ἀθάνατα βασανιστήρια διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόν τας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δε σπότου ἐκφέρεται. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλήν τε καὶ διόρθωσιν· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολά σεις. Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέ ρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέ ρους αὐτοὺς ἢ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρα καλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι σωφρονίσωμεν ἑαυτοὺς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνω μεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγὴν, τοῖς αὐτοῦ ὑπείκον τες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία μήτε ἡ τῆς γαστρὸς ἡδονὴ, μήτε ἄλλη τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ᾽ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακα ρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο 
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |