ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Οκτωβρίου 2016

Δευτέρα 31 Οκτωβρίου 2016

Πρός Ρωμαίους Επιστολήν Υπόθεσις

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Υπόθεσις

αʹ.  Συνεχῶς  ἀκούων  ἀναγινωσκομένων   τῶν   Ἐπιστολῶν  τοῦ  μακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς,   καὶ   διανίσταμαι,   καὶ   θερμαίνομαι   τῷ   πόθῳ,   τὴν   ἐμοὶ   φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον  ὁρᾷν· ἀλγῶ  δὲ καὶ ὀδυνῶμαι,  ὅτι  τὸν  ἄνδρα τοῦτον  οὐχ  ἅπαντες ἴσασιν,  ὥσπερ  εἰδέναι  χρὴ,  ἀλλ'  οὕτω  τινὲς  αὐτὸν  ἀγνοοῦσιν,  ὡς  μηδὲ  τῶν Ἐπιστολῶν τὸν ἀριθμὸν εἰδέναι σαφῶς. Τοῦτο δὲ γίνεται  οὐ παρὰ ἀμαθίαν, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι συνεχῶς ὁμιλεῖν τῷ μακαρίῳ τούτῳ.

Read More ->>

Αʹ.Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Αʹ.Παῦλος,  δοῦλος  Ἰησοῦ  Χριστοῦ, κλητὸς  ἀπόστο  λος,  ἀφωρισμένος   εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προ επηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.
   

 αʹ. Μωϋσῆς μὲν πέντε βιβλία συγγράψας, οὐδαμοῦ τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν, οὐδὲ οἱ μετ'  ἐκεῖνον  τὰ μετ'  ἐκεῖνον  συνθέντες,  ἀλλ'  οὐδὲ Ματθαῖος, οὐδὲ Ἰωάννης,  οὐΜάρκος, οὐ Λουκᾶς· ὁ δὲ μακάριος Παῦλος πανταχοῦ  τῶν  ἐπιστολῶν  αὐτοῦ  τὸ ὄνομα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ μακροῦ τὰ γράμματα διεπέμπετο, καὶ ἐν ἐπιστολῆς σχήματι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόματος προσθήκη. Εἰ δὲ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ οὐ ποιεῖ τοῦτο, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ σύνεσιν. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα μὴ ἐκ προοιμίων ἀκούσαντες τοῦ ὀνόματος, ἀποκλείσωσι  τῷ  λόγῳ  τὴν  εἴσοδον,  ἐσοφίσατο  διὰ  τοῦ  κρύψαι  τὸ  ὄνομα  τὴν ἀκρόασιν  τὴν  ἐκείνων.  Εἰ δὲ  προφῆται  τὰ  ὀνόματα  τὰ  ἑαυτῶν  τεθείκασι  καὶ Σολομῶν, τοῦτο ὑμῖν καταλιμπάνω λοιπὸν ἐπιζητεῖν, τίνος ἕνεκεν οἱ μὲν ἔθεσαν, οἱ δὲ οὐκ ἔθεσαν·

Read More ->>

Βʹ.Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Βʹ.Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν κατ αγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.

 αʹ. Πρέπον τῇ μακαρίᾳ ψυχῇ τὸ προοίμιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωμάτων,  ὃ καὶ φθόνου  καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν  ψυχὴν,  καὶ τὸν Θεὸν ἐπισπᾶται μειζόνως πρὸς τὴν τῶν εὐχαριστούντων  εὔνοιαν. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ  πνευματικῇ.  Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ  πλουτοῦντας  μόνον, ἀλλὰ  καὶ πενομένους,  οὐχ ὑγιαίνοντας,  ἀλλὰ  καὶ νοσοῦντας, οὐκ εὐημεροῦντας, ἀλλὰ καὶ τἀναντία ὑπομένοντας· τὸ μὲν γὰρ ἐξ οὐρίας τῶν πραγμάτων φερομένων εὐχαριστεῖν,  θαυμαστὸν  οὐδέν·  ὅταν  δὲ  πολὺ  τὸ  κλυδώνιον   ᾖ,  καὶ  τὸ  σκάφος περιτρέπηται   καὶ   κινδυνεύῃ,   τότε   ἐστὶν   ἡ   πολλὴ   τῆς   ὑπομονῆς   καὶ   τῆς εὐγνωμοσύνης  ἐπίδειξις.

Read More ->>

Γʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Γʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων  τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. 

αʹ. Ὅρα τὴν Παύλου σύνεσιν, πῶς ἀπὸ τῶν χρηστοτέρων προτρέψας, ἐπὶ τὰ φοβερώτερα τρέπει τὸν λόγον. Εἰπὼν γὰρ, ὅτι σωτηρίας αἴτιον τὸ Εὐαγγέλιον, ὅτι ζωῆς, ὅτι Θεοῦ δύναμις, ὅτι σωτηρίας καὶ δικαιοσύνης ποιητικὸν,  λέγει καὶ τὰ φοβῆσαι δυνάμενα τοὺς οὐ προσέχοντας.
Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ  τῶν  ἀνθρώπων  οἱ πλείους  οὐχ οὕτω τῇ τῶν  χρηστῶν ἐπαγγελίᾳ,  ὡς  τῷ  φόβῳ  τῶν  λυπηρῶν  πρὸς  τὴν  ἀρετὴν  ἕλκονται,  ἑκατέρωθεν αὐτοὺς ἐπισπᾶται. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς οὐ βασιλείαν ἐπηγγείλατο  μόνον, ἀλλὰ καὶ γέενναν ἠπείλησε· καὶ οἱ προφῆται δὲ τοῖς Ἰουδαίοις οὕτω διελέγοντο, τὰ κακὰ τοῖς ἀγαθοῖς ἀναμιγνύντες διηνεκῶς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὕτω ποικίλλει τὸν λόγον, οὐ μὴν ἁπλῶς, ἀλλὰ τὰ χρηστὰ τίθησι πρῶτον, καὶ μετὰ ταῦτα τὰ λυπηρὰ, δεικνὺς ὅτι  ἐκεῖνα  μὲν  τῆς  προηγουμένης  τοῦ  Θεοῦ γνώμης  ἐστὶ,

Read More ->>

∆ʹ.∆ιὰ τοῦτο παρέδωκεν τοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας.

0 σχόλια
 
Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

∆ʹ.∆ιὰ τοῦτο παρέδωκεν τοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν  μετήλλαξαν  τὴν  φυσικὴν  χρῆσιν  εἰς  τὴν  παρὰ φαὐύσιν.  Ὁμοίως  δὲ καὶ  οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ  τῶν ἀῤῥένων μανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁμαρτήμασιν ἡ ψυχὴ μᾶλλον καὶ καταισχύνεται,  ἢ  τὸσῶμανώμης  ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν  δογμάτων,  ἐπὶ μὲν  τῶν  θηλ  ἐν  τοῖς  νοσήμασι. Θέα δὲ  πῶς  αὐτοὺς  καὶ  ἐνταῦθα συγγειῶν  εἰπὼν, Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν
α΄ Οὐ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι κωλυθεῖσαι τῆς κατὰ νόμον μίξεως, ἐπὶ τοῦτο ἦλθον, οὔθ' ὅτι οὐκ ἔχουσαι τὴν ἐπιθυμίαν πληρῶσαι, πρὸς τὴν ἀλλόκοτον  ταύτην λύσσαν ἐξώκειλαν· τὸ γὰρ μεταλλάξαι, τῶν ἐχόντων ἐστίν· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων διαλεγόμενος ἔλεγε· Μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει. Ἐπὶ δὲ τῶν ἀῤῥένων πάλιν ἑτέρως τὸ αὐτὸ ἐδήλωσεν, εἰπών· Ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας. Καὶ ὁμοίως ἐκείναις καὶ τούτους ἐκβάλλει πάσης ἀπολογίας, κατηγορῶν αὐτῶν, οὐ μόνον ὅτι εἶχον ἀπόλαυσιν, καὶ ἀφέντες ἣν εἶχον, ἐπ' ἄλλην ἦλθον, ἀλλ' ὅτι τὴν κατὰ φύσιν ἀτιμάσαντες, ἐπὶ τὴν παρὰ φύσιν ἔδραμον. ∆υσκολώτερα δὲ τὰ παρὰ φύσιν  καὶ ἀηδέστερα, ὥστε οὐδὲ ἡδονὴν  ἂν ἔχοιεν εἰπεῖν· ἡ γὰρ γνησία ἡδονὴ ἡ κατὰ φύσιν ἐστίν· ἀλλ' ὅταν ὁ Θεὸς ἐγκαταλίπῃ, πάντα ἄνω καὶ κάτω γίνεται. 

Read More ->>

Εʹ.Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60



Εʹ.Καθὼς οὐκ ἐδοκίμασαν τὸν  Θεὸν ἔχειν  ἐν ἐπιγνώσει, παρέδωκεν  ὁ Θεὸς αὐτοὺς  εἰς  ἀδόκιμον  νοῦν,  ποιεῖν  τὰ  μὴ  καθήκοντα.

 αʹ. Ἵνα  μὴ  δόξῃ  αὐτοὺς αἰνίττεσθαι,  ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων  λόγῳ, μετέβη λοιπὸν  ἐφ' ἕτερα εἴδη ἁμαρτημάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁμαρτήματα ὄντα, καὶ πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης· οὐ γὰρ ἀγνοίας, ἀλλὰ μελέτης εἶναί φησι τὰ τολμήματα. ∆ιόπερ οὐκ εἶπε. Καὶ καθὼς οὐκ ἔγνωσαν, ἀλλὰ, Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν  ἐν ἐπιγνώσει· κρίσεως διεφθαρμένης  καὶ φιλονεικίας  μᾶλλον,  οὐ συναρπαγῆς λέγων  εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς  οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν   αἱρετικῶν   φασιν,   ἀλλὰ   τῆς   διανοίας   ὄντα   τῆς   πονηρᾶς   ἐπιθυμίας   τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν.

Read More ->>

ΣΤ ʹ.Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΣΤ ʹ.Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις  τὸ θέλημα, καὶ δοκιμάζεις  τὰ διαφέροντα,  κατηχούμενος  ἐκ τοῦ νόμου.


αʹ. Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ  ὄνομα  ὃ  σφόδρα  σεμνὸν  ἦν,  ὥσπερ  νῦν  ὁ  Χριστιανισμός· καὶ  γὰρ  ἀπὸ  τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονομάζῃ, καὶκαυχᾶσαι ἐν Θεῷ· τουτέστιν,  ὡς  φιληθεὶς   παρ'  αὐτοῦ,  καὶ  προτιμηθεὶς  τῶν   ἄλλων   ἀνθρώπων. Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν, καὶ εἰς πολλὴν τὴν δοξομανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴν ἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο. Καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα.

Read More ->>

Ζʹ. Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ζʹ. Τί οὖν;  προεχόμεθα;  Οὐ πάντως·  προῃτιασά μεθα  γὰρ  Ἰουδαίους  τε  καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ  ἔστιν  ὁ  συνιῶν,  οὐκ  ἔστιν  ὁ  ἐκζητῶν  τὸν  Θεόν. Πάντες  ἐξέκλιναν,  ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότη τα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπω ρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι  τῶν  ὀφθαλμῶν  αὐτῶν.

 αʹ. Κατηγόρησεν Ἑλλήνων,  κατηγόρησεν Ἰουδαίων· ἀκόλουθον ἦν εἰπεῖν τὴν δικαιοσύνην λοιπὸν τὴν διὰ τῆς πίστεως. Εἰ γὰρ μήτε ὁ τῆς φύσεως ὤνησε νόμος, μήτε ὁ γραπτὸς ἐποίησέ τι πλέον, ἀλλ' ἀμφότεροι τοὺς οὐκ εἰς δέον αὐτοῖς χρησαμένους ἐβάρησαν, καὶ μείζονος ἔδειξαν κολάσεως ὄντας ἀξίους, ἀναγκαία  λοιπὸν  ἡ διὰ τῆς χάριτος σωτηρία. Εἰπὲ τοίνυν  αὐτὴν, ὦ Παῦλε, καὶ δεῖξον. Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν ∆αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων  αὐτοῖς  χαλινὸν,  ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν  περὶ τῆς πίστεως γυμναζομένων  λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν  προκατειλημμένον  κατηγορίαις.

Read More ->>

Ηʹ.Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ηʹ.Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν  εὑρη κέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.

αʹ. Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσμος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥμαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτι οὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαμπρᾶς αἰτία, καὶ μείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης  σώζεσθαι εἶχέ τινα  καὶ ἀθυμίαν,  καὶ ταύτην  ἀναιρεῖ  τὴν  ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας·  ∆ικαιοσύνη  γὰρ  Θεοῦ, φησὶν,  ἐν  αὐτῷ  ἀποκαλύπτεται·  ὁ  γὰρ  οὕτω σωζόμενος, ὡς δίκαιος μετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην μόνον, ἀλλὰ καὶ ἔνδειξιν  Θεοῦ· Θεὸς δὲ ἐν  τοῖς  ἐνδόξοις  ἐνδείκνυται  καὶ λαμπροῖς  καὶ μεγάλοις. Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις.

Read More ->>

Θʹ.Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Θʹ.Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει  λογίζεσθαι, τοῖς  πιστεύουσιν  ἐπὶ  τὸν  ἐγείραντα  Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.



 αʹ. Πολλὰ καὶ μεγάλα περὶ τοῦ Ἀβραὰμ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιμῆς, ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευματικῶν  λόγων ἡ δύναμις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάμενον, οὐ μόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν  ἔφησεν  ἔλαττον  ἔχειν,  ἀλλ'  οὐδὲ  τοῦ  πατριάρχου·  μᾶλλον  δὲ, εἰ  χρή  τι θαυμαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡμῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν,  ἵνα  μὴ  ποιήσῃ  αὐτὸ  συλλογισμόν·  ἐξ αὐθεντίας  δὲ  τῶν  θείων  φθέγγεται νόμων, καὶ τῆς Γραφῆς ἀπόφασιν αὐτὸ ὅλον ποιεῖ. ∆ιὰ τί γὰρ ἐγράφη, φησὶν, ἀλλ' ἢ ἵνα μάθωμεν, ὅτι καὶ ἡμεῖς οὕτω δικαιούμεθα; τῷ γὰρ αὐτῷ Θεῷ πεπιστεύκαμεν ὑπὲρ τῶν  αὐτῶν  πραγμάτων, 

Read More ->>

Ιʹ.∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ιʹ.∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλ θεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.


 αʹ. Καθάπερ οἱ τῶν  ἰατρῶν ἄριστοι τὴν ῥίζαν ἀεὶ πολυπραγμονοῦσι τῶν νοσημάτων, καὶ ἐπ' αὐτὴν ἔρχονται τὴν πηγὴν τοῦ κακοῦ· οὕτω καὶ ὁ μακάριος Παῦλος. Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν,  καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων  συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε. Πῶς οὖν εἰσῆλθεν ὁ θάνατος, καὶ ἐκράτησε; ∆ιὰ τῆς ἁμαρτίας τοῦ ἑνός. Τί δέ ἐστιν, Ἐφ' ᾧ πάντες ἥμαρτον; Ἐκείνου πεσόντος, καὶ οἱ μὴ φαγόντες  ἀπὸ τοῦ ξύλου  γεγόνασιν  ἐξ ἐκείνου  πάντες  θνητοί.  Ἄχρι  γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.

Read More ->>

ΙΑʹ.Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΙΑʹ.Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.



 αʹ. Ὅπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν  ἠθικὸν  συνεχῶς  ἐκβαίνει  λόγον,  οὐχ ὥσπερ ἐν  ταῖς  ἄλλαις  Ἐπιστολαῖς, διαιρῶν αὐτὰς εἰς δύο, τὸ μὲν πρῶτον τοῖς δόγμασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιμελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναμὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν μὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσματι, τὴν δὲ ὑφ' ἡμῶν ὀφείλειν  γίνεσθαι διὰ τῆς μετὰ ταῦτα σπουδῆς. Τὸ μὲν γὰρ ταφῆναι  τὰ πρότερα ἁμαρτήματα, τῆς  αὐτοῦ  γέγονε  δωρεᾶς· τὸ δὲ μετὰ τὸ βάπτισμα μεῖναι νεκροὺς τῇ ἁμαρτίᾳ, τῆς ἡμετέρας δεῖ γενέσθαι ἔργον σπουδῆς, εἰ καὶ τὰ μάλιστα πολλὰ καὶ ἐνταῦθα τὸν Θεὸν ὁρῶμεν βοηθοῦντα ἡμῖν. Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισμα μόνον τὸ τὰ πρότερα ἀφανίσαι πλημμελήματα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. Ὥσπερ οὖν ἐν ἐκείνοις τὴν πίστιν εἰσήνεγκας, ἵνα ἀφανισθῇ· οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τῆς προθυμίας ἐπίδειξαι τὴν μεταβολὴν, ἵνα μὴ πάλιν  σαυτὸν καταῤῥυπάνῃς. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα  συμβουλεύων  φησίν·

Read More ->>

ΙΒʹ.Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΙΒʹ.Ἀνθρώπινον  λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.

 αʹ. Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσμῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους μένειν πρὸς τὴν τῶν ἁμαρτημάτων ἐνέργειαν,  καὶ ἐδόκει μέγα  τι  καὶ βαρὺ λέγειν  καὶ τὴν  ἀνθρωπίνην  ὑπερβαῖνον φύσιν· δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων  αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον  λέγω·  ὡσανεὶ ἔλεγεν,  ἀπὸ ἀνθρωπίνων  λογισμῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινομένων· τὸ γὰρ σύμμετρον τῇ προσηγορίᾳ τοῦ ἀνθρωπίνου  δηλοῖ· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Πειρασμὸς ὑμᾶς

Read More ->>

ΙΓʹ.Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60



ΙΓʹ.Οἴδαμεν  γὰρ,  ὅτι  ὁ  νόμος  πνευματικός   ἐστιν·  ἐγὼ   δὲ  σαρκικός  εἰμι, πεπραμένος  ὑπὸ τὴν  ἁμαρτίαν.


αʹ. Ἐπειδὴ εἶπεν,  ὅτι μεγάλα γέγονε  κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς  ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν·  ἵν' οὖν  μὴ τὸν  νόμον  τῶν  κακῶν  τούτων  αἴτιον  νομίσῃ  τις  εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν μετὰ πολλῆς τῆς περιουσίας, οὐ μόνον κατηγορίας  αὐτὸν  ἀπαλλάττων,  ἀλλὰ  καὶ ἐγκώμιον  αὐτῷ  πλέκων  μέγιστον. Καὶ τοῦτο οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ' ὡς κοινὴν ἐκφέρων ψῆφον. Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστιν.

Read More ->>

Ι∆ʹ. Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ι∆ʹ. Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πρά ξεις τοῦ σώματος θανατοῦτε,  ζήσεσθε.


 αʹ. ∆είξας ὅσον τὸ ἔπαθλον  τοῦ  πνευματικοῦ  βίου, καὶ  ὅτι Χριστὸν ἔνοικον  ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων· Οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ἐπιπληκτικώτερον  δὲ πολλῷ  καὶ δυνατώτερον  εἰπών·  Ὀφειλέται  ἐσμὲν τῷ Πνεύματι· τὸ γὰρ εἰπεῖν,  ὅτι Οὐκ ἐσμὲν ὀφειλέται  τῇ σαρκὶ, τοῦτο ἐδήλωσε. Καὶ πανταχοῦ   τοῦτο  κατασκευάζει,  δεικνὺς   ὅτι  τὰ  μὲν  παρὰ  τοῦ  Θεοῦ  εἰς  ἡμᾶς γεγενημένα  οὐκ ὀφειλῆς  ἦν, ἀλλὰ γυμνῆς  χάριτος· τὰ δὲ παρ' ἡμῶν  μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας,  ἀλλ' ὀφειλῆς. Καὶ γὰρ ὅταν λέγῃ· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων, τοῦτο αἰνίττεται· καὶ ὅταν γράφῃ,

Read More ->>

ΙΕʹ.Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΙΕʹ.Οἴδαμεν δὲ, ὅτι  τοῖς  ἀγαπῶσι  τὸν  Θεὸν πάντα  συνεργεῖ  εἰς  ἀγαθόν.


 αʹ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι,  καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς μὴ ἅπερ ἂν αὐτοὶ νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἱρεῖσθαι πάντως,  ἀλλ' ἅπερ ἂν τὸ Πνεῦμα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν,  ἔστιν ὅτε καὶ βλάβην ἤνεγκε πολλήν. Ἄνεσις γοῦν καὶ κινδύνων  ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις. Καὶ τί θαυμαστὸν, εἰ ἐκείνοις, ὅπου γε καὶ αὐτῷ τῷ μακαρίῳ Παύλῳ τοῦτο οὕτως ἔδοξεν ἔχειν; Ἀλλ' ὅμως ἐμάνθανεν  ὕστερον, ὅτι τὰ ἐναντία τούτοις ταῦτά ἐστι τὰ συμφέροντα,  καὶ  μαθὼν  ἔστεργεν.

Read More ->>

ΙΣΤ ʹ.Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου

0 σχόλια



Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΙΣΤ ʹ.Ἀλήθειαν λέγω  ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς  μου  ἐν  Πνεύματι  ἁγίῳ.

 Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. Τί λέγεις,  ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουμένου,  οὗ μήτε βασιλεία σε, μήτε γέεννα ἐχώριζε, μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα, μήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου  νῦν  εὔχῃ  ἀνάθεμα  εἶναι;  Τί γέγονε;  μὴ μεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, μὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν μᾶλλον.  Πῶς  οὖν  εὔχῃ  ἀνάθεμα  εἶναι,  καὶ  ἀλλοτρίωσιν  ζητεῖς,  καὶ  χωρισμὸν τοιοῦτον, μεθ' ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ μοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγματι  τὸ πρᾶγμα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεμα; Ἄκουσον  αὐτοῦ  λέγοντος· 

Read More ->>

IZʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΙΖʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.


αʹ. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν  ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, μηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας  ἐχθρᾶς  ταῦτα  φθέγγομαι.  Οὐ γάρ ἐστι τοῦ  αὐτοῦ  σωθῆναί  τε αὐτοὺς ἐπιθυμεῖν, καὶ μὴ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυμίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι  κολάσεως μόνον, ἀλλ' ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν  καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς δείκνυσι τὴν εὔνοιαν, ἣν ἔχει πρὸς αὐτούς. Ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷός τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν· καὶ οὐκ ἰσχύει, ὑπὸ τῆς τῶν πραγμάτων  νικώμενος   φύσεως. 

Read More ->>

ΙΗʹ. Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΙΗʹ. Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;  πῶς  δὲ  ἀκούσουσι χωρὶς  κηρύσσοντος; πῶς  δὲ  κηρύξουσιν,  ἐὰν  μὴ ἀποσταλῶσι; καθὼς γέγραπται.

αʹ. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον  τῷ κατὰ  ἀντίθεσιν  καὶ   λύσιν  ἅπαν  ὑφᾶναι  τουτὶ  τὸ  χωρίον.  Σκόπει  δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ  ἐπίστευσαν; Εἶτα ἐρώτησις  παρ'  αὐτοῦ  μετὰ  τὴν  ἀντίθεσιν·  Καὶ διὰ  τί  οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις· πάντως ἔχει τις εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; εἶτα πάλιν λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν

Read More ->>

ΙΘʹ.Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΙΘʹ.Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.



αʹ. Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν ∆αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα  κατανύξεως.  Μᾶλλον δὲ ἄνωθεν  ἡμῖν  ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος μᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν. Εἶτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην, οὕτω λέγων·

Read More ->>

Κʹ.Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Κʹ.Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν


. αʹ. Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας  διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν  ταύτην  προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας  ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι  τὴν  πολιτείαν.   Καὶ τοσοῦτος  ὢν  καὶ  τηλικοῦτος,  οὐ  παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; Ἐπειδὴ γὰρ τὰ μυρία ἡμῖν ἐντεῦθεν, φησὶν, ἀγαθὰ ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, αὐτοὺς αἰδέσθητε, αὐτοὺς δυσωπήθητε. Καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. ∆ι' αὐτῶν οὖν τούτων,   φησὶ,   παρακαλῶ,   δι'   ὧν   ἐσώθητε·   ὥσπερ   ἂν   εἴ   τις   τὸν   μεγάλα εὐεργετηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. Καὶ τί  παρακαλεῖς,  εἰπέ  μοι; 

Read More ->>

ΚΑʹ.Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΑʹ.Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν  ἔχει  πρᾶξιν·  οὕτως  οἱ  πολλοὶ  ἓν  σῶμά ἐσμεν ἐν  Χριστῷ, ὁ δὲ  καθ'  εἷς, ἀλλήλων  μέλη.


 αʹ. Πάλιν τῷ αὐτῷ ὑποδείγματι  κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων  πάθος. Καὶ γὰρ μεγάλη  τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα. Τίνος γὰρ ἕνεκεν σὺ μεγάλα φρονεῖς, φησίν; ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων  μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ· καὶ πολλὴ καὶ κατὰ τοῦτο ἡ ὁμοτιμία. ∆ύο γὰρ ἱκανὰ  καθελεῖν  αὐτῶν  τὴν ἀπόνοιαν  τέθεικε· καὶ ὅτι ἀλλήλων  ἐσμὲν μέλη, οὐχ  ὁ μικρὸς τοῦ μεγάλου  μόνον,  ἀλλὰ  καὶ ὁ μέγας  τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσμεν ἅπαντες σῶμα· μᾶλλον δὲ καὶ τρία· καὶ γὰρ καὶ χάρισμα ἔδειξεν ἓν ὂν τὸ δοθέν. Μὴ τοίνυν μέγα φρόνει· ἐδόθη γάρ σοι παρὰ τοῦ Θεοῦ, οὐ σὺ ἔλαβες, οὐδὲ εὗρες. ∆ιὰ τοῦτο καὶ τῶν χαρισμάτων ἁπτόμενος, οὐκ εἶπεν, ὅτι Ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ τί;

Read More ->>

ΚΒʹ. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΒʹ. Εὐλογεῖτε τοὺς διώκοντας  ὑμᾶς· εὐλογεῖτε,  καὶ μὴ καταρᾶσθε.


αʹ. ∆ιδάξας αὐτοὺς  πῶς  πρὸς  ἀλλήλους   διακεῖσθαι  χρὴ,  καὶ  συγκολλήσας  τὰ  μέλη  μετὰ ἀκριβείας,  οὕτως  ἐξάγει  λοιπὸν  πρὸς  τὴν  ἔξω  παράταξιν,  εὐκολωτέραν  αὐτὴν ἐντεῦθεν ποιῶν. Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει· οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ' ἐκεῖνα  ταῦτα  τίθησι,  καί  φησιν·  Εὐλογεῖτε  τοὺς  διώκοντας  ὑμᾶς. Οὐκ εἶπε,  Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐζήτησεν· ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου λοιπόν. Καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ καὶ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον. Καὶ γὰρ μισθῶν εἰσιν ἡμῖν πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ' ἐκεῖνον κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σεαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς τὸν  Χριστὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος  τῷ  διώκοντι,  δείκνυσιν  ὅτι  οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων· οὕτως ὁ εὐλογῶν  πολὺν ἐμφαίνει τὸν ἔρωτα.

Read More ->>

ΚΓʹ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΚΓʹ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.


 αʹ. Πολὺν τοῦ πράγματος τούτου  ποιεῖται  λόγον  καὶ  ἐν  ἑτέραις  ἐπιστολαῖς,  καθάπερ  τοὺς  οἰκέτας  τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους  τοῖς ἄρχουσιν ὑποτάσσων. Ποιεῖ δὲ τοῦτο, δεικνὺς  ὡς  οὐκ ἐπ' ἀνατροπῇ  τῆς  κοινῆς  πολιτείας  ὁ Χριστὸς τοὺς  παρ' αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ' ἐπὶ διορθώσει βελτίονι, καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι  πολέμους  καὶ  ἀνονήτους.  Ἀρκοῦσι γὰρ  αἱ  διὰ  τὴν  ἀλήθειαν  ἡμῖν ἐπαγόμεναι  ἐπιβουλαὶ, καὶ περιττοὺς οὐ δεῖ προστιθέναι πειρασμοὺς καὶ ἀνονήτους. Σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. Ἐπειδὴ γὰρ τὴν  πολλὴν  ἐκείνην  ἀπῄτησε φιλοσοφίαν,  καὶ τοῖς  φίλοις  καὶ τοῖς  ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους,  καὶ  τοῖς  ἐν  εὐημερίᾳ καὶ  τοῖς  δυσπραγοῦσι, καὶ  τοῖς δεομένοις  καὶ  πᾶσιν  ἁπλῶς  χρησίμους  εἰργάσατο,  καὶ  τὴν  ἀγγέλοις  πρέπουσαν

Read More ->>

Κ∆ʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Κ∆ʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου  ἐγερθῆναι.


 αʹ. Ἐπειδὴ  πάντα  ἅπερ  ἐχρῆν  ἐπέταξεν,  ὠθεῖ  πάλιν  αὐτοὺς  εἰς  τὴν  τῶν  ἀγαθῶν ἐργασίαν  ἀπὸ τοῦ  κατεπείγοντος.  Ἐπὶ θύραις  γὰρ, φησὶν,  ὁ τῆς  κρίσεως ἕστηκε καιρός· καθάπερ καὶ Κορινθίοις ἔγραφεν, ὅτι Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστι· καὶ Ἑβραίοις δὲ πάλιν, Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλ' ἐκεῖ μὲν τοὺς πονουμένους ἀνιστὰς, καὶ τοὺς ἱδρῶτας τῶν ἐπαλλήλων πειρασμῶν παραμυθούμενος ταῦτα ἔλεγεν, ἐνταῦθα δὲ τοὺς καθεύδοντας διεγείρων· καὶ γὰρ πρὸς ἀμφότερα χρήσιμος ἡμῖν οὗτος ὁ λόγος. Τί δέ ἐστιν, ὅ φησιν, Ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι; Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς  ἡ ἡμέρα ἡ ὡς  κλίβανος  καιομένη·  καὶ δεῖ λοιπὸν  ἡμᾶς ἀπαλλαγῆναι  τῆς ῥᾳθυμίας. Νῦν γὰρ ἐγγύτερον  ἡμῶν  ἡ σωτηρία, ἢ ὅτε  ἐπιστεύσαμεν. Ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν;

Read More ->>

ΚΕʹ. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΕʹ. Τὸν   δὲ   ἀσθενοῦντα    τῇ   πίστει   προσλαμβάνεσθε,   μὴ   εἰς   διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

αʹ. Οἶδα, ὅτι  πολλοῖς  ἄπορον  τὸ  εἰρημένον.  ∆ιὸ  πρότερον  ἀναγκαῖον  εἰπεῖν  τοῦ  χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι  συνειδήσει καὶ μετὰ τὴν  πίστιν  τῶν  βρωμάτων  ἐφύλαττον  ἔτι  τὴν παρατήρησιν,  οὔπω  θαῤῥοῦντες  τέλεον  ἀποστῆναι  τοῦ  νόμου.  Εἶτα,  ὥστε  μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα  ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον  εἶναι  δοκῇ τὸ γινόμενον, ἀλλὰ  μὴ νόμου  παρατήρησις. Ἕτεροι πάλιν  ἦσαν τελειότεροι,  οὐδὲ ἓν  τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. ∆εδοικὼς τοίνυν  ὁ μακάριος

Read More ->>

ΚΣΤ ʹ.Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΚΣΤ ʹ.Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ  τι κοι νὸν εἶναι, ἐκείνῳ κοινόν.

αʹ. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται,  καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον, πολλὴν  καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. Οὐ γὰρ λέγει, ὅτι ∆ίκην δώσει, οὐδὲ ἄλλο τι τῶν  τοιούτων  οὐδὲν, ἀλλὰ τὸν φόβον  μόνον  ἐκλύει τοῦ πράγματος, ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ' αὐτοῦ λεγομένοις, καί φησιν· Οἶδα καὶ πέπεισμαι. Εἶτα, ἵνα μὴ λέγῃ τις τῶν  οὐ πιστῶν, Καὶ τί πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ ἀντικαταστῆναι  νόμῳ τοσούτῳ καὶ χρησμοῖς ἄνωθεν  κατενεχθεῖσιν· ἐπάγει, Ἐν Κυρίῳ· τουτέστιν,

Read More ->>

ΚΖʹ.Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΖʹ.Τῷ δὲ δυναμένῳ  ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν  μου καὶ τὸ κήρυγμα Ἰησοῦ  Χριστοῦ, κατὰ  ἀποκάλυψιν   μυστηρίου  χρόνοις  αἰωνίοις   σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ  ἡ  δόξα εἰς  τοὺς  αἰῶνας.  Ἀμήν.


αʹ. Ἔθος ἀεὶ  τῷ  Παύλῳ εἰς  εὐχὰς  καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν· οἶδε γὰρ οὐ μικρὰν τὸ πρᾶγμα ἔχον ῥοπήν. Τοῦτο δὲ ἀπὸ φιλοστοργίας  καὶ εὐλαβείας  ποιεῖν  εἴωθε. Καὶ γὰρ φιλόπαιδος  καὶ φιλοθέου διδασκάλου τὸ μὴ μόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ  συμμαχίαν  τοῖς  διδασκομένοις  εἰσάγειν·  ὃ  δὴ  καὶ  ἐνταῦθα  ποιεῖ.  Ἡ  δὲ ἀκολουθία αὕτη ἐστί· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν  ἱκετηρίαν.  Εἰπὼν  δὲ,  Στηρίξαι,  ἐπάγει  καὶ  κατὰ  ποῖον  τρόπον·  Κατὰ  τὸ εὐαγγέλιόν   μου.

Read More ->>

ΚΗʹ.Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΗʹ.Λέγω δὲ  Χριστὸν Ἰησοῦν  διάκονον  γεγενῆσθαι  περιτομῆς  ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶ σαι τὰς ἐπαγγελίας τῶν πατέρων.

 αʹ. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας  διαλέγεται,   ἔτι  τοῦ  αὐτοῦ  κεφαλαίου   ἐχόμενος,  καὶ  δεικνὺς   ὅσα ἐποίησεν ὑπὲρ ἡμῶν, καὶ πῶς οὐχ ἑαυτῷ ἤρεσε. Καὶ μετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, δίκαιοι  ἂν εἶεν  φέρειν  τοὺς ἐξ Ἰουδαίων  ἀσθενεῖς. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν  αὐτῶν  τὴν ἀπόνοιαν, ἐκείνοις μὲν ἐξ ἐπαγγελίας πατέρων δεικνὺς διδόμενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας  μόνης· διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν.

Read More ->>

ΚΘʹ.Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΚΘʹ.Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.


 αʹ. Εἶπεν, ὅτι Ἐφ' ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· εἶπεν, ὅτι Μήπως οὐδὲ σοῦ φείσηται· εἶπε, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· καὶ πάλιν, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ, Σὺ τίς εἶ ὁ κρίνων  ἀλλότριον  οἰκέτην; καὶ ἕτερα πολλῷ  πλείονα  τοιαῦτα.  Ἐπεὶ  οὖν  πολλαχοῦ   τὸν  λόγον  τραχύτερον  ἐποίησε, θεραπεύει λοιπόν· καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν.  Ἀρχόμενος μὲν ἔλεγεν·   Εὐχαριστῶ   τῷ   Θεῷ  μου   ὑπὲρ   πάντων   ὑμῶν,   ὅτι   ἡ   πίστις   ὑμῶν καταγγέλλεται  ἐν ὅλῳ τῷ κόσμῳ· ἐνταῦθα  δὲ, Πέπεισμαι, φησὶν, ὅτι μεστοί ἐστε ἀγαθωσύνης, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· ὅπερ πλέον ἐστὶν ἐκείνου. Καὶ οὐκ εἶπεν, Ἤκουσα, ἀλλὰ, Πέπεισμαι, καὶ οὐ δέομαι παρ' ἑτέρου μαθεῖν, ἀλλ' Αὐτὸς ἐγὼ, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν.

Read More ->>

Λʹ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Λʹ Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν  τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν  τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐ δόκησαν γὰρ, καὶ ὀφειλέται  αὐτῶν εἰσιν.


 αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν  ἔχω ἐκ πολλῶν  ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει  καὶ  τὴν  αἰτίαν,  δι'  ἣν  ἀναβάλλεται  τέως,  καί  φησιν,  ὅτι  Πορεύομαι εἰς Ἱεροσόλυμα. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν  τι  κατασκευάζει,  τὸ  προτρέψαι  ἐκείνους  εἰς  ἐλεημοσύνην,  καὶ σπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ μὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύομαι εἰς  Ἱερουσαλήμ· νυνὶ  δὲ  καὶ  τὴν  αἰτίαν  προστίθησι τῆς  ἀποδημίας· Πορεύομαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν.

Read More ->>

ΛΑʹ. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΛΑʹ. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν  μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.


αʹ. Πολλοὺς  καὶ  τῶν  σφόδρα  δοκούντων  εἶναι  σπουδαίων  τοῦτο  τῆς ἐπιστολῆς  τὸ μέρος παρατρέχειν  ἡγοῦμαι, ὡς περιττὸν  καὶ οὐδὲν μέγα ἔχον· καὶ τοῦτο  αὐτὸ  καὶ ἐν  τῇ  γενεαλογίᾳ  τῇ  ἐν  τῷ  Εὐαγγελίῳ  κειμένῃ  πάσχειν  αὐτοὺς νομίζω· ἐπειδὴ γὰρ ὀνομάτων ἐστὶ κατάλογος, οὐδὲν μέγα οἴονται ἐντεῦθεν κερδαίνειν. Καὶ οἱ μὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ μικρὰ ψήγματα περιεργάζονται, οὗτοι δὲ καὶ μάζας χρυσίου τοσαύτας παρατρέχουσιν. Ἵν' οὖν μὴ τοῦτο πάσχωσιν, ἱκανὰ  μὲν  καὶ τὰ εἰρημένα  ταύτης  ἀπαγαγεῖν  τῆς ῥᾳθυμίας αὐτούς. Ὅτι γὰρ οὐ μικρὸν καὶ ἐντεῦθεν κέρδος, ἐδείξαμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τὴν ψυχὴν ὑμῶν ἀναστήσαντες διὰ τῶν προσρήσεων τούτων· πειρασώμεθα δὲ καὶ σήμερον τὸ αὐτὸ πάλιν τοῦτο μεταλλεῦσαι τὸ χωρίον. Ἔστι γὰρ καὶ ἀπὸ ὀνομάτων ψιλῶν μέγαν εὑρεῖν  θησαυρόν

Read More ->>

ΛΒʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60



ΛΒʹ.  Παρακαλῶ  δὲ  ὑμᾶς,  ἀδελφοὶ,  σκοπεῖν  τοὺς  τὰς  διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας·  καὶ ἐκκλί  νατε  ἀπ'  αὐτῶν.   Οἱ  γὰρ  τοιοῦτοι   τῷ  Κυρίῳ  ἡμῶν   Ἰησοῦ  Χριστῷ  οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι  τὰς  καρδίας  τῶν  ἀκάκων.

αʹ. Πάλιν  παραίνεσις,  καὶ  εὐχὴ  μετὰ  τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ μὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συμβούλου, ἀλλ'  ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς· καὶ γὰρ καὶ ἀδελφοὺς  ἐκάλεσε, καὶ ἱκετεύει.  Παρακαλῶ γὰρ ὑμᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους  ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑμᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν  καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ μοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας. Αὕτη γὰρ μάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶμα ἡνωμένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν,  ἀλλ' ἀπὸ τῆς  διχοστασίας τὸ σκάνδαλον. 

Read More ->>

Α΄. Περὶ ἀγάπης

0 σχόλια


Αʹ. Περὶ ἀγάπης.

Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν συνδῆσαι πάντας ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ, κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ τῷ Θεῷ παῤῥησίαν. Ἐὰν γὰρ ψωμίσω τὰ ὑπάρχοντά μου, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Read More ->>

Β΄. Περὶ εὐχῆς.

0 σχόλια


Βʹ. Περὶ εὐχῆς.

Μέγα ἀγαθὸν ἡ εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γίνηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντες, ἀλλὰ καὶ μὴ λαμβάνοντες, εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ δίδωσιν, ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν ἐπιτυχεῖν ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα. Μὴ γὰρ, καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν ὁ Θεός; ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ' ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει· καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλαττόν ἐστι τοῦ ἐπιτυχεῖν· οὐδὲ γὰρ ἴσμεν ἡμεῖς τὰ συμφέροντα ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· 

Read More ->>

Γ΄. Περὶ μετανοίας

0 σχόλια


Γʹ. Περὶ μετανοίας.

∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν. Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Μὴ τῇ μετανοίᾳ σου θάῤῥει· μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπεὶ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Πολὺ γὰρ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τοσοῦτον φιλάνθρωπος, ὡς οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας. 

Read More ->>

Δ΄. Περὶ νηστείας καὶ σωφροσύνης.

0 σχόλια


∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.

Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου ῥᾳθυμοτέρους σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε χεῖρας. Εἰ δὲ προσδοκωμένη μόνον τοσαύτην ὑμῖν ἐνεποίησε τὴν σπουδὴν, φανεῖσα καὶ παραγενομένη πόσην ὑμῖν ἐργάσεται τὴν εὐλάβειαν; Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης,

Read More ->>

Ε΄.Περὶ εὐτυχίας καὶ δυστυχίας.

0 σχόλια


Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.

Οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν ἐπιλανθάνηται, ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ, οὐ μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη. Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλεῖον ὀγκωθεῖσαι μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον ἡ θάλασσα τοῦ βίου τούτου τοὺς μὲν ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε.

Read More ->>

ΣΤ΄.Περὶ διδαχῆς καὶ νουθεσίας

0 σχόλια


ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας.

Πρῴην μὲν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν εὐχὴν, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι, καὶ τῶν θείων ὑπερορῶντες λογίων. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον; Καὶ γὰρ ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, καὶ παντὸς σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ ἀνάστηθι. Οὐ δέδοικας μήποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας, σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθοι μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; 

Read More ->>

Ζ΄. Περὶ ταπεινοφροσύνης.

0 σχόλια


Ζʹ. Περὶ ταπεινοφροσύνης.

Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετὰ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἂν ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; παρ' αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συνειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ χωρὶς αὐτῆς στῆναι δυνήσεται· ἀλλὰ κἂν σωφροσύνην εἴπῃς, κἂν παρθενίαν, κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ, ταπεινοφροσύνης ἀπούσης. ∆ιὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν', ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια. Μέγα γὰρ ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν. 

Read More ->>

Η΄. Περὶ ψυχῆς.

0 σχόλια


Ηʹ. Περὶ ψυχῆς.

Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην; Τὰ ἔργα ἐπ' ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Μεμαρτύρητο καὶ Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς, ἀλλὰ Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· 

Read More ->>

Θ΄.Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἁγίων μυστηρίων.

0 σχόλια


Θʹ. Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἁγίων μυστηρίων.

Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεον ὑπὲρ τῆς ἀληθείας· καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι δύνασαι; ἐκεῖνοι τὴν κεφαλὴν ἀπέθεντο διὰ τὸν Χριστόν· σὺ δὲ οὔτε μικρὸν ἀπαντῆσαι θέλεις διὰ τὸν ∆εσπότην; ὁ ∆εσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι' αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτωκας; ∆έον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. 

Read More ->>

Ι΄. Περὶ Προνοίας.

0 σχόλια


Ιʹ. Περὶ Προνοίας.

Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθει δὲ μόνον, τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκα τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως, εἰ μὲν εἰδὼς αὐτὸν πάντων περιεσόμενον ἀφῆκεν, οὐδ' οὕτως ἄξιον ἀπορεῖν· παρ' ἡμῶν γὰρ τὸ κρατεῖν ἐκεῖνον, ἑκόντων ὑποκλινομένων, οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι, πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς τιμῆς; Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται. Ἀλλὰ πολλῷ δικαιότερον τοὺς μὲν γενναίους λαμβάνειν ἀφορμὰς, ἐν αἷς ἐπιδείξονται τὴν προαίρεσιν· τοὺς δὲ μὴ τοιούτους, ἀπὸ τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Ὁ μὲν γὰρ φαῦλος, κἂν ἠδίκηται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν, ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρίαν· καὶ δηλοῖ τὸ πλῆθος τῶν νικώντων. Τότε δὲ ἂν οἱ σπουδαῖοι διὰ τοὺς φαύλους ἐπεβουλεύθησαν, οὐκ ἔχοντες ὅπου χρήσονται τῇ ἀνδρείᾳ. 

Read More ->>

ΙΑ΄.Περὶ πλούτου καὶ πενίας.

0 σχόλια


ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.

Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῆ τὰ παρόντα νόμιζε· ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον ἐληλάκει εὐπορίας καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν ἀγριώτερος ἁπάντων· καίτοι οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅπτεσθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος· ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ὁ δὲ πένης ἐκεῖνος, ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τὸ τῆς πενίας ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ προσεπάλαιε. Καὶ ὁ μὲν πλείω τῆς χρείας εἶχεν· ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπέλαυεν· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν Πρόνοιαν. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς, οὕτω τὸν ∆εσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημεῖς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι φέρουσιν; 


Read More ->>

ΙΒ΄. Περὶ γαστριμαργίας καὶ μέθης.

0 σχόλια


ΙΒʹ. Περὶ γαστριμαργίας καὶ μέθης.

Βούλεσθε ἴδωμεν τίνα ἡδονὴν ὁ πλοῦτος ἔχει καὶ τίνα τιμήν; τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες, καὶ ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ. καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν μήτε ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι· ἢ οἱ νήφοντες καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες, καὶ μέγιστον ἥδυσμα τὸ πεινῇν καὶ τὸ διψῇν ἔχοντες. 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |