Οὕτω δ' ἂν καὶ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσωσι διαπλάσεως (διὰ τούτων γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπίπτουσιν οἱ πολλοί· δι' ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων ἐκφέρουσιν ἕτεροι), ἆρ' οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν τοὺς ἀνθρώπους γενέσθαι ἐχρῆν; Οὐκοῦν καὶ τὰς χεῖρας· καὶ τοὺς πόδας ἀποτεμοῦμεν· αἱ μὲν γὰρ αἱμάτων πλήρεις, οἱ δὲ εἰς κακίαν τρέχουσι. Πρὸς τούτοις δὲ καὶ τὰ ὦτα, ὅτι καὶ ματαίαν παραδέχεται ἀκοὴν, καὶ τὴν τῶν δογμάτων φθορὰν τῇ ψυχῇ παραπέμπει· εἰ δὲ ταῦτα, καὶ σῖτα καὶ ποτὰ, καὶ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, καὶ σελήνην καὶ τὸν τῶν ἄστρων χορόν. Ποῦ γὰρ ἔσται ταῦτα χρήσιμα, τοῦ δι' ὃν ἐγένετο κατακοπέντος οὕτως ἐλεεινῶς; Ὁρᾷς τὸν γέλωτα καὶ τὴν ἀτοπίαν εἰς ἣν ὁ λόγος καταστρέφειν ἀναγκάζεται; Ὁ διάβολος ἑαυτῷ κακὸς, οὐχ ἡμῖν· ἡμεῖς γὰρ εἰ βουλοίμεθα, καὶ πολλὰ καρπωσόμεθα δι' αὐτοῦ καλὰ, ἄκοντος μὲν καὶ μὴ βουλομένου· τὸ δὲ θαῦμα καὶ ἐν τούτῳ μεῖζον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἡ ὑπερβολή. Τὸ γὰρ βελτίους γίνεσθαι τοὺς ἀνθρώπους, δάκνει μὲν αὐτὸν καὶ καθ' ἑαυτὸ καὶ λυπεῖ· ὅταν δὲ καὶ δι' αὐτοῦ τοῦτο προξενῆται ἡμῖν, οὐδ' ἐνεγκεῖν δυνήσεται τὴν ἐπήρειαν. Φασί τινες, ὡς, εἰ μὴ συνεχώρησεν ὁ Θεὸς, οὐκ ἂν προσῆλθεν ὁ διάβολος, οὐκ ἂν ἠπάτησε τὴν ἀρχὴν τὸν ἄνθρωπον. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι, εἰ μὴ τοῦτο ἐγεγόνει, οὐδ' ἂν ἔμαθεν ὁ Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ' ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ. Ὁ γὰρ τοσούτου ἑαυτὸν καταξιῶν, ὡς καὶ θεὸς γενέσθαι προσδοκᾷν, τί οὐκ ἂν ἐτόλμησεν οὗτος μὴ σωφρονισθείς; Θῶμεν δὲ μηδὲ συμβεβουλευκέναι τι τὸν διάβολον· ἆρα ἂν ἄπταιστος διετέλεσε μὴ γενομένου τούτου; Οὐκ ἔστιν εἰπεῖν. Ὁ γὰρ ὑπὸ γυναικὸς οὕτως εὐκόλως ἀναπεισθεὶς, οὗτος καὶ διαβόλου οὐκ ὄντος ταχέως ἂν ἀφ' ἑαυτοῦ πρὸς τὴν ἁμαρτίαν κατέπεσεν. Ὁ γὰρ τὴν παρ' ἑτέρου δεξάμενος οὕτως ἀπάτην εὐκόλως, οὗτος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο· οὐδὲ γὰρ ἂν ἴσχυσε τοσοῦτον ἐκεῖνος, εἰ νηφούσῃ καὶ ἐγρηγορυίᾳ διελέγετο ψυχῇ. Καὶ τίνος ἕνεκεν τοιοῦτον ἐδίδου πρόσταγμα τῷ Ἀδὰμ ὁ Θεὸς, ἁμαρτήσοντα εἰδώς; Ὅτι καὶ τὸ δοῦναι τὴν ἐντολὴν μείζονος κηδεμονίας ἐστὶν, ἢ τὸ μὴ δοῦναι. Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν· ἆρα ἡ ἀσθένεια καὶ ἡ ῥᾳθυμία ἀπὸ τῆς ἀνέσεως ταύτης ἐπὶ τὸ χεῖρον, ἢ ἐπὶ τὸ κρεῖττον ἐπέδωκεν ἄν; Ἀλλὰ παντί που δῆλον, ὅτι πρὸς ἐσχάτην ἂν κατέπεσε κακίαν ἄφροντις ὤν. Ὁ γὰρ μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα, οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν· εἰ βεβαίαν εἶχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν ἔφθασεν ἀπονοίας; τί δὲ οὐκ ἂν ἐξήμαρτε; πότε δὲ ἂν ὑπήκουσε τοῦ Θεοῦ; Ὁ γὰρ μετὰ τὴν τοῦ προστάγματος δόσιν οὕτω καταφρονήσας τοῦ δεδωκότος αὐτῷ τὸ πρόσταγμα, εἰ μηδὲν ὅλως ἠκηκόει παρ' αὐτοῦ, ταχέως ἂν, ὅτι καὶ ὑπὸ δεσποτείαν ἐστὶν, ἠγνόησεν. Εἰ μηδεὶς ὅλως ἐνταῦθα ἐκολάζετο τῶν πονηρῶν, μηδὲ ἐτιμᾶτο τῶν χρηστῶν, πολλοὶ τῶν διαπιστούντων τῷ τῆς ἀναστάσεως λόγῳ, τὴν μὲν ἀρετὴν ὡς κακῶν αἰτίαν ἔφευγον, τὴν δὲ πονηρίαν ὡς ἀγαθῶν πρόξενον ἐδίωκον. Εἰ δὲ πάλιν ἐνταῦθα τὸ κατ' ἀξίαν ἅπαντες ἀπελάμβανον, περιττὸν ἂν ἡγήσαντο εἶναι καὶ ψευδῆ τὸν τῆς κρίσεως λόγον. Ἵν' οὖν μήτε οὗτος διαπιστῆται,μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους· τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων. Ἀπὸ μὲν γὰρ τοῦ τιμωρεῖσθαι τοὺς πονηροὺς διανίστανται πολλοὶ τῷ φόβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν· ἀπὸ δὲ τοῦ μὴ πάντας ἐνταῦθα τὸ κατ' ἀξίαν ἀπολαβεῖν, ἀναγκάζονται λογίζεσθαι, ὅτι εἰς ἕτερόν τινα τοῦτο ταμιεύεται καιρόν. ∆ιὰ τοῦτο Κάϊν ἁμαρτήσαντα οὐκ ἀνεῖλεν εὐθὺς ὁ Θεὸς, ὥστε δι' αὐτοῦ τοὺς ἑξῆς ἅπαντας σωφρονίζεσθαι, καὶ γίνεσθαι βελτίους διὰ τῆς εἰς ἐκεῖνον ἐπιτιμήσεως. Οὐδὲ γὰρ ἦν ἴσον ἀκούειν, ὅτι Κάϊν τις ἀνελὼν ἀδελφὸν ἀπέθανε, καὶ ὁρᾷν τὸν ἀνελόντα δίκην τίνοντα. Τότε μὲν γὰρ κἂν ἠπιστήθη τοῦτο λεγόμενον διὰ τὴν τοῦ μίσους ὑπερβολὴν, νυνὶ δὲ φαινόμενος καὶ παρὼν, καὶ πολλοὺς δὲ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς καθίστη τὸ γεγονός. Ἄλλως τε, εἰ μὲν αὐτὸν ἀπέκτεινεν εὐθέως ὁ Θεὸς, οὐκ ἄν τινα προθεσμίαν αὐτῷ μετανοίας καὶ βελτιώσεως ἔδωκε· τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς. Χωρὶς δὲ τούτων, ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης αὐτῷ τῆς τιμωρίας εἰργάζετο. Τὰ γὰρ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ τοῦ Θεοῦ λυπηρὰ ἢ κολαστήρια, οὐ μικρὸν τῶν ἐκεῖ βασάνων ὑποτέμνεται μέρος. ∆ιὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους τιμωριῶν, οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν ὁ Θεὸς, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς· κολάζει δὲ καὶ πάντας ὁμοῦ πολλάκις, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ, ἵνα ἐκεῖνοι μὲν περαιτέρω προελθεῖν τῆς κακίας κωλυθῶσιν, οἱ δὲ μετ' ἐκείνους ἐκείνων μειζόνως κερδάνωσι, τῆς ζύμης, ὡς ἄν τις εἴποι, καὶ τῆς ὑποθέσεως τῶν κακῶν ἀφανισθείσης ἐκ μέσου μετὰ τῶν τολμησάντων αὐτῶν, καὶ μὴ τοσούτους διδασκάλους φαυλότητος ἔχωσιν. Εἰ γὰρ καὶ χωρὶς παραδείγματος εὐκόλως δύναιντ' ἂν εὑρεῖν οἱ ἄνθρωποι τὰ κακὰ, τί ἂν ἔπραξαν πολλῶν ὄντων τῶν παρακαλούντων αὐτοὺς ἐπὶ τὰς πράξεις τὰς πονηράς; Τοῦτο οὖν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα οἰκονομεῖται παρὰ τοῦ Θεοῦ· τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μηδὲ ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Βούλεται μὲν γὰρ καὶ τοὺς μὴ πιστεύοντας αὐτῷ σωθῆναι μεταβαλλομένους ὁ Θεός· καθὼς καὶ αὐτός φησι, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅταν δὲ μὴ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν· ἀλλ' ἐπειδὴ τῆς οὐρανίου ζωῆς ἑαυτοὺς ἑκόντες ἀπεστέρησαν, τὰ γοῦν εἰς τὸν παρ όντα βίον ἅπαντα αὐτοῖς χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς. Εἰ δὲ ἐχθρῶν τοσαύτην ποιεῖται πρόνοιαν, τοὺς πιστεύοντας αὐτῷ καὶ θεραπεύοντας αὐτὸν κατὰ δύναμιν τὴν αὑτῶν, πῶς περιόψεται; Καὶ τίνος ἕνεκεν οὐκ ἐκ τοῦ μέσου γέγονεν ὁ διάβολος; Ἔστω ἀνταγωνιστὴς εἷς, ἔστωσαν καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον παλαίειν μέλλοντες· καὶ τούτων τῶν δύο ἀθλητῶν, ὁ μὲν ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξησθενημένος, ἐκνενευρισμένος· ὁ δὲ σπουδάζων, εὐεκτῶν, ἐν παλαίστραις διατρίβων, ἐν γυμνασίοις πολλοῖς, πᾶσαν σπουδὴν περὶ τὴν ἄθλησιν ἐπιδεικνύμενος. Ἂν τοίνυν ἀνέλῃς τὸν ἀνταγωνιστὴν, τίνι ἐπηρέασας τούτων; ἆρα τῷ ῥᾳθύμῳ καὶ ἀμελεῖ, ἢ τῷ σπουδαίῳ καὶ τοσαῦτα πεπονηκότι; Εὔδηλον ὅτι τῷ σπουδαίῳ. Ὁ μὲν γὰρ διὰ τὸν ῥᾴθυμον ἠδίκηται, ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ· ὁ δὲ ῥᾴθυμος μένοντος τούτου, οὐκέτι διὰ τὸν σπουδαῖον ἐπηρέασται· ἀπὸ γὰρ τῆς οἰκείας ῥᾳθυμίας κατέπεσεν. Ὁ τοίνυν ἀσθενὴς τὴν προαίρεσιν καὶ ἠμελημένος καὶ ῥᾴθυμος, καὶ διαβόλου οὐκ ὄντος, καταπίπτει ταχέως, καὶ εἰς βάραθρα πολλὰ κακίας ἑαυτὸν καταβάλλει. Κἂν γὰρ ἐπὶ τὰ ἡμέτερα μέλη ἔλθωμεν, καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. Σκόπει δέ· Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάσῃς τὸν Κτίστην καὶ ∆εσπότην· ἀλλ', ἐὰν μὴ καλῶς χρήσῃ τῷ ὀφθαλμῷ, μοιχείας σοι γίνεται πρόξενος. Γλῶττα ἐδόθη, ἵνα ὑμνῇς καὶ τὸν Ποιητὴν εὐφημῇς· ἀλλ', ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας καὶ αἰσχρολογίας σοι γίνεται αἰτία. Χεῖρες ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐτὰς εἰς εὐχάς· ἀλλ', ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν ταύτας ἐκτείνεις. Πόδες ἐδόθησαν, ἵνα τρέχῃς εἰς καλὰ ἔργα· ἀλλ', ἐὰν ἀμελῇς, τὰς πονηρὰς δι' αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει, καὶ αὐτὰ τὰ σωτήρια φάρμακα εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου. Ἀρκεῖ μόνον ἡ θεοπτία ἀπολέσαι τοὺς πονηρούς· εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ τῶν δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν καὶ ταραχὴν, μὴ τὸν Θεὸν αἰτιώμεθα, μηδὲ ἀπρονόητα εἶναι νομίζωμεν τὰ παρόντα· ἡ γὰρ ὄντως ἀταξία καὶ ταραχὴ, οὐχ ἡ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος λογισμὸς, ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν μὴ τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον· ἀλλ' ὥσπερ ὀφθαλμὸς νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον· ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν μετὰ ἀσφαλείας· οὕτω καὶ τῆς διανοίας τῆς ἡμετέρας ὁ ὀφθαλμὸς, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλὰ ὄψεται· ὅταν δὲ διεφθαρμένος, κἂν εἰς αὐτὸν ἀναγάγῃς αὐτὸν τὸν οὐρανὸν, καὶ τῶν ἐκεῖ πολλὴν ἀταξίαν καταγνώσεται καὶ ταραχήν. ∆ιὰ τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα τὰ πάντα εἶναι νομίσῃς. Εἴ τις ἀπιστεῖ τῇ ἀναστάσει, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεὸς, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Καὶ γὰρ γῆν λαβὼν, ἔφυρε καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὐτὴ, οὐκ οὖσα, παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ' ἐκεῖνο πάλιν τὸ μετὰ τὴν γῆν; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν ἅπαντα τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ· οὐδὲ κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ εἰ μηδὲν ἄλλο, ἀλλ' ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. ∆ιὰ τοῦτο τὸ δυσκολώτερον ἡμῖν εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδείξῃ. Καὶ ἐπὶ τῆς γεννήσεως δὲ τῆς ἡμετέρας οὐ σπέρμα βραχὺ, πρῶτον ἄμορφον καὶ ἀτύπωτον, ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας, μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Καὶ τίνος ἕνεκεν ἀφῆκε τὸν διάβολον ὁ Θεὸς, τοιοῦτον πονηρὸν ὄντα, ὥστε ὑποσκελίζειν ἡμᾶς; Ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν τὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνύμεθα. Καὶ τί θαυμάζεις, εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε; Κηδόμενος γὰρ ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν στεφάνων κατασκευάζων, αὐτὴν τὴν γέενναν διὰ τοῦτο κατεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Ἂν οὖν ποιήσῃς τι χρηστὸν, καὶ μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου· μετὰ προσθήκης ἐν τῷ μέλλοντι καιρῷ ἀναμένει σε τούτων ἡ ἀμοιβή. Κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ θάῤῥει· ἐκεῖ γάρ σε ἐκδέξεται ἡ τιμωρία, ἂν μὴ μεταβάλῃ καὶ γένῃ βελτίων. Θορυβῇ καὶ ἀλύεις καὶ πάντα ταραχῆς πληροῖς, ὁρῶν πολλοὺς ἐν πονηρίᾳ ζῶντας καὶ εὐθηνουμένους, καὶ τῶν παρόντων ἀπολαύοντας, καὶ ἀλγεῖς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ. Τί ποιεῖς; εἰπέ μοι· πόσοι ταῖς ὁδοῖς ἐφεδρεύουσι; πόσοι τοίχους διορύττουσι; πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑπὸ τὴν ψῆφον ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, αὐτὸς τὰς εὐθύνας ἀπαιτεῖς, καὶ προλαβὼν καταγινώσκεις; Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδός· καὶ οὐ μόνον οὐκ ἐπαινέσεις σου τὴν ψῆφον, ἀλλὰ καὶ μεταθήσῃ τὴν γνώμην, καὶ τῆς μακροθυμίας ἀποδέξῃ τὸν φιλάνθρωπον, καὶ χάριν εἴσῃ τῆς 63.636 ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Εἰ γὰρ ἔμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀνάρπαστον γενόμενον. Μὴ τοίνυν, ἀδελφοὶ, καταπέσωμεν· οὐ γὰρ οὕτω φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς, καὶ οὐχ οὕτως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν χαρισαμένῳ Θεῷ. Οὔτε γὰρ ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους ὁ Θεὸς, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι γένωνται· ἀλλὰ ταῖς ἐναλλαγαῖς ποικίλλει τὴν σωτηρίαν αὐτῶν. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως· ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον, μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν πλέον εἴπω, νόμισον πλοῖον εἶναι τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστίον τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτους χρόνους ναυάγιον οὐκ ἐγένετο; Ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως. Ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε, πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔχων ἔτη. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συνερανισθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις διαμένει ἡμέρας, ἀλλὰ καὶ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος αὐτήν· δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτον χρόνον, χωρὶς προνοίας τινός; Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ, πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώσθη· ἐννόησόν μοι τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ, τοσοῦτον τίκτουσα χρόνον· ἐννόησόν μοι τὰς πηγὰς, πῶς ἀναβλύζουσι, καὶ οὐκ ἀπέλιπον ἐξ οὗ γεγόνασιν· ἐννόησόν μοι τὴν θάλασσαν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἄξιον ἐφ' ἑκάστου τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Πῶς γὰρ οὐκ ἄτοπον, τέκτονι μὲν παρακαθήμενοι, καὶ διακλῶντα ξύλα καὶ διαπρίζοντα θεώμενοι, μὴ ἀπαιτεῖν λόγον μηδὲ εὐθύνας· καὶ ἰατρὸν καίοντα καὶ τέμνοντα σάρκας, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μὴ περιεργάζεσθαι, ἀλλ' ἡσυχάζειν καὶ σιωπᾷν, τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ βοηθῆσαι μὲν προέσθαι χρήματα ὑπὲρ ἀδικουμένων πενομένων οὐκ ἂν ῥᾳδίως ἕλοιντο· ἐξετάζουσι δὲ διόλου, διὰ τί ὁ δεῖνα πένης, διὰ τί ὁ δεῖνα πτωχὸς, διὰ τί ὁ δεῖνα πλούσιος. Οὐ κύπτεις κάτω καὶ καταγινώσκεις σαυτοῦ, καὶ ἐπιτιθεῖς χαλινὸν τῇ γλώσσῃ, καὶ καταστέλλεις τὴν διάνοιαν, καὶ ἀφεὶς τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα σοι, εἰς τὸ πέλαγος τῶν ἁμαρτημάτων σου· καὶ εἰ περίεργος εἶ καὶ πολυπράγμων, ἀπαίτησον σαυτὸν εὐθύνας τῶν ῥημάτων, τῶν πραγμάτων, ὧν κακῶς εἶπας, ὧν κακῶς ἐποίησας. Νῦν δὲ σαυτὸν μὲν ἀνεξέταστον ἀφίης, τῷ Θεῷ δὲ κάθῃ δικάζων, καὶ προστίθης σου τοῖς ἁμαρτήμασιν ἁμαρτήματα. Καὶ πῶς ταῦτα οὐκ ἄξια κολάσεως; Ἣν γένοιτο πάντας ἡμᾶς ἀποφυγεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 31 Οκτωβρίου 2016
Ι΄. Περὶ Προνοίας.
11:16:00 π.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63

Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς
ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον
τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθει δὲ μόνον, τὸ μὴ
πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκα τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ
τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως, εἰ μὲν εἰδὼς αὐτὸν πάντων
περιεσόμενον ἀφῆκεν, οὐδ' οὕτως ἄξιον ἀπορεῖν· παρ' ἡμῶν γὰρ τὸ κρατεῖν ἐκεῖνον,
ἑκόντων ὑποκλινομένων, οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι,
πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς
τιμῆς; Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται. Ἀλλὰ πολλῷ δικαιότερον τοὺς μὲν γενναίους
λαμβάνειν ἀφορμὰς, ἐν αἷς ἐπιδείξονται τὴν προαίρεσιν· τοὺς δὲ μὴ τοιούτους, ἀπὸ
τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Ὁ μὲν γὰρ
φαῦλος, κἂν ἠδίκηται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν, ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρίαν· καὶ
δηλοῖ τὸ πλῆθος τῶν νικώντων. Τότε δὲ ἂν οἱ σπουδαῖοι διὰ τοὺς φαύλους ἐπεβουλεύθησαν,
οὐκ ἔχοντες ὅπου χρήσονται τῇ ἀνδρείᾳ.

Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου