Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
ΙΓʹ.Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
αʹ. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν· ἵν' οὖν μὴ τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τις εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν μετὰ πολλῆς τῆς περιουσίας, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον. Καὶ τοῦτο οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ' ὡς κοινὴν ἐκφέρων ψῆφον. Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστιν.
Ὡσανεὶ ἔλεγεν· Ὡμολογημένον τοῦτο καὶ δῆλόν ἐστιν, ὅτι πνευματικός ἐστι· τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι, καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος. Καὶ ὅρα πῶς οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ' ὑπερβολῆς ἁπάσης. Πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν ἀρετῆς δείκνυσιν ὄντα, καὶ κακίας πολέμιον· τοῦτο γάρ ἐστιν εἶναι πνευματικὸν, τὸ πάντων ἁμαρτημάτων ἀπάγειν· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Πόθεν οὖν, φησὶν, ἡ ἁμαρτία ἐγεγόνει, εἰ οὕτω θαυμαστὸς ὁ διδάσκαλος; Παρὰ τὴν τῶν μαθητῶν ῥᾳθυμίαν. ∆ιὸ ἐπήγαγε λέγων, Ἐγὼ δὲ σαρκικός εἰμι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων. Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Μετὰ γὰρ τοῦ θανάτου, φησὶ, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν καὶ λύπην καὶ τὰ ἄλλα πάντα, ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. Αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινουμένη, τοῦτο εἰργάζετο. Οἷον, ἵν' ὡς ἐπὶ ὑποδείγματος ἓν αὐτῶν μεταχειρίσας εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν, ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ, εἴσω τῶν τοῦ νόμου γάμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τότε λοιπὸν μοιχεία τὸ πρᾶγμα γίνεται, ἀλλ' οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτης πλεονεξίαν. Καὶ σκόπει σοφίαν Παύλου. Ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως, ἵνα δείξας πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον καὶ ἡνίκα τὸν νόμον ἔλαβεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν περιουσίαν· ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. Τὸ γὰρ, Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνον, ἀλλὰ καὶ περὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξ ἀρχῆς γενομένων ἀνθρώπων. Εἶτα καὶ τὸν τρόπον λέγει τῆς πράσεως, καὶ τῆς ἐκδόσεως. Ὃ γὰρ κατεργάζομαι, φησὶν, οὐ γινώσκω. Τί ἐστιν, Οὐ γινώσκω; Ἀγνοῶ. Καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν. Ὁρᾷς ὅτι, ἂν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκλεξώμεθα, καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπὸν, μυρία ἕψεται τὰ ἄτοπα; Εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι. Ὥσπερ οὖν ἀνωτέρω ἔλεγε, Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά· οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἀλλ' ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς· διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς· καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν, ἀλλὰ τὴν σαφεστάτην γνῶσιν ἐμφαίνων· ἔλεγε δὲ, ὅτι Κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν, ἀλλ' ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν· οὕτω καὶ ἐνταῦθα οὐ τὴν καθόλου ἄγνοιαν δηλοῖ, λέγων, Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον; Τί οὖν ἐστιν, Οὐ γινώσκω; Σκοτοῦμαι, φησὶ, συναρπάζομαι, ἐπήρειαν ὑπομένω, οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν συνήρπασεν, οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν καὶ ἐπιβουλὴν ἐμφαίνοντες. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιώ. Πῶς οὖν οὐ γινώσκεις, ὃ κατεργάζῃ; Εἰ γὰρ θέλεις τὸ καλὸν, καὶ μισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισμένης ἐστίν. Ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ὃ οὐ θέλω, εἴρηκεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασμένην. Εἰ γὰρ οὐχ ἑκόντες, ἀλλ' ἀναγκαζόμενοι ἁμαρτάνομεν, πάλιν τὰ τῶν κολάσεων τῶν ἔμπροσθεν γεγενημένων οὐκ ἂν ἔχοι λόγον. Ἀλλ' ὥσπερ, Οὐ γινώσκω, λέγων, οὐκ ἄγνοιαν ἐνέφηνεν, ἀλλ' ἅπερ εἰρήκαμεν· οὕτω καὶ τὸ, Ὃ οὐ θέλω, προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα· ἐπεὶ εἰ μὴ τοῦτο ἦν δηλώσας τῷ εἰπεῖν, Ὃ οὐ θέλω, τοῦτο πράσσω, πῶς οὐκ ἐπήγαγεν, Ἀλλ' ὃ ἀναγκάζομαι καὶ βιάζομαι, τοῦτο ποιῶ; τοῦτο γὰρ τῷ θέλειν καὶ τῇ ἐξουσίᾳ ἀντίκειται. Νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν, ἀλλ' ἀντὶ τούτου τὸ, Ὃ μισῶ, τέθεικεν, ἵνα μάθῃς ὡς καὶ ἐν τῷ εἰπεῖν, Ὃ οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. Τί οὖν ἐστι τὸ, Ὃ οὐ θέλω; Ὃ μὴ ἐπαινῶ, ὃ μὴ ἀποδέχομαι, ὃ μὴ φιλῶ· οὗ πρὸς ἀντιδιαστολὴν καὶ τὰ ἑξῆς ἐπήγαγεν εἰπών· Ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ
νόμῳ ὅτι καλός. βʹ. Ὁρᾷς τέως τὴν διάνοιαν οὐ διεφθαρμένην, ἀλλὰ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν; Εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται, ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἂν εἴη. Ὅτι γὰρ καλὸς ὁ νόμος, φησὶ, δῆλον ἐξ ὧν ἐμαυτοῦ κατηγορῶ, παρακούων τοῦ νόμου καὶ μισῶν τὸ γεγενημένον· καίτοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ ὑπ' αὐτοῦ κελευόμενον γενέσθαι, ἐμίσει; Σύμφημι γὰρ τῷ νόμῳ, φησὶν, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν. Ἐνταῦθα ἐπιτίθενται οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. Τί οὖν ἂν εἴποιμεν; Ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν, ὅτι, ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναί φησιν, οὕτω καὶ ἐνταῦθα. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ σὰρξ αὐτὸ κατεργάζεται, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἰ δὲ λέγει, ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός· οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. Ἡμεῖς δὲ ἐλάττονα μὲν ὁμολογοῦμεν εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ καταδεεστέραν, οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηρὰν, ἀλλ' ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστὶν, ἀλλὰ καὶ σφόδρα συμβαίνοντα, οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ. Ὥσπερ οὖν ὁ λέγων, ὅτι Οὐκ ἐν τῇ κιθάρᾳ, οὐδ' ἐν τῇ νηῒ ἡ τέχνη, ἀλλ' ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ, οὐ τὰ ἔργα διέβαλεν, ἀλλὰ τὸ μέσον ὅσον πρὸς τὸν τεχνίτην τῆς τέχνης ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν, ὅτι Οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου ἀγαθὸν, οὐ τὸ σῶμα διέβαλεν, ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. Αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως, καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα δείκνυσι, τὸ κῦρος τῆς ψυχῆς τιθέμενος. Καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχὴν καὶ σῶμα, λέγει ὅτι ἀλογωτέρα μὲν ἡ σὰρξ, καὶ συνέσεως ἔρημος, καὶ τῶν ἀγομένων, ἀλλ' οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πρακτέον καὶ τὸ μὴ πρακτέον συνιδεῖν δυναμένη, οὐ μὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄρχειν ὡς βούλεται· ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ' ἂν ἔγκλημα, εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα. Τὸ γὰρ θέλειν παράκειταί μοι, φησὶ, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Ἐνταῦθα πάλιν εἰπὼν, Οὐχ εὑρίσκω, οὐκ ἄγνοιάν φησιν, οὐδὲ ἀπορίαν, ἀλλ' ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας· ὅπερ οὖν καὶ σαφέστερον δεικνὺς ἐπήγαγεν· Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ ἐγὼ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν; Εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχὴ, καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα, καὶ μόνης τῆς πονηρᾶς προαιρέσεώς ἐστι τὸ πᾶν. Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως, ἀλλὰ τὰ μέν ἐστιν ἔργα Θεοῦ, τὸ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις, πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν. Ἡ μὲν γὰρ βούλησις, ἔμφυτον καὶ παρὰ Θεοῦ· ἡ δὲ τοιάδε βούλησις, ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Ἀσαφὲς τὸ εἰρημένον· τί οὖν ἐστι τὸ λεγόμενον; Ἐπαινῶ τὸν νόμον, φησὶ, κατὰ τὸ συνειδὸς, καὶ αὐτὸν δὲ εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν συνήγορον, καὶ ἐπιτείνοντά μοι τὸ βούλημα· ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδομαι, οὕτω καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώμην τὴν ἐμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβλημένην, τὸν δὲ νόμον Μωϋσέως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ' αὐτῆς; Οὐδὲ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ∆ιδάσκομαι παρὰ τοῦ νόμου, ἀλλὰ, Σύμφημι τῷ
νόμῳ· οὔτε προεῖπεν, ὅτι Παιδεύομαι παρ' αὐτοῦ, ἀλλ', ὅτι Συνήδομαι αὐτῷ. Τί δέ ἐστι, Συνήδομαι; Ὁμολογῶ ὡς καλῶς ἔχοντι, ὥσπερ οὖν καὶ αὐτὸς ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν. Ὥστε τὸ θέλειν τὸ καλὸν, καὶ τὸ μὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβλημένον· ὁ δὲ νόμος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλειόνων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης μειζόνων. Ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ μαρτυροῦντα μόνον, πλεῖον δὲ οὐδέν; Καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ, καὶ ἐμοῦ συνηδομένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται, καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνῄρηται. Ὥστε ὁ νόμος τῷ προῃρημένῳ καλόν τι ποιῆσαι κατὰ τοῦτο σύμμαχος γίνεται μόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτὰ αὐτῷ βούλεται. Εἶτα ἐπειδὴ ἀσαφῶς αὐτὸ τέθεικε, προϊὼν ἑρμηνεύει αὐτὸ καὶ σαφέστερον ποιεῖ, δεικνὺς πῶς τὸ κακὸν παράκειται, καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸν ὁμοῦ ὁ νόμος ἐστί.
Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον. Ἤδειν μὲν γὰρ καὶ πρὸ τούτου, φησὶ, τὸ καλὸν, εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράμμασι κείμενον, ἐπαινῶ. Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. γʹ. Νόμον ἐνταῦθα πάλιν ἀντιστρατευόμενον τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίαν, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας καὶ φοβουμένους ἀφεῖναι αὐτὴν, ὥσπερ δεδοίκασιν οἱ νόμον λαβόντες ἀφεῖναι τὸν νόμον. Αὕτη οὖν, φησὶν, ἀντίκειται τῷ νόμῳ τῷ φυσικῷ· τοῦτο γάρ ἐστι, Τῷ νόμῳ τοῦ νοός μου. Καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ. Ὁ γὰρ Μωϋσέως ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ' ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διδάξας, ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῇ μάχῃ ταύτῃ μέγα ἤνυσαν· τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινομένη. Ὅπερ οὖν ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν ἔλεγε· Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. Οὐ γὰρ εἶπε, Νικῶντα ἁπλῶς, ἀλλ', Αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Οὐκ εἶπε, Τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ, Τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ, Τῷ νόμῳ τῆς ἁμαρτίας, τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. Πῶς οὖν φησι, Τῷ ὄντι ἐν τοῖς μέλεσί μου; Καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο ἁμαρτίαν τὰ μέλη ποιεῖ, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ, ἔν τινι ὂν, καὶ τὸ, ἐν ᾧ ἐστιν ἐκεῖνο. Ὥσπερ οὖν ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι' αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία· οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ δι' αὐτῆς ἡμᾶς καταγωνίζεται· ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρὰ, καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβῃ καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον, ἀλλ' ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσαμένων ἐστίν. Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ μετὰ τῆς ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται. Οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγοροῦσιν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καίτοιγε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος· ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται· εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ· μάχεται γὰρ αὐτῷ κατ' ἐκείνους καὶ πολεμεῖ. Πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶν εἶναι, ἐναντία ἀλλήλοις εἰσάγοντες; Ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; Ἀλλ' οὐ τῆς Ἐκκλησίας τὰ δόγματα τοιαῦτα, ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον, καὶ τὸν νόμον ἑκάτερον παρὰ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως, καὶ τὸν τοῦ Μωϋσέως, ταύτῃ πολέμιον εἶναί φησιν, οὐ τῇ σαρκί· οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν εἶναι, ἀλλ' ἔργον Θεοῦ σφόδρα, καὶ πρὸς ἀρετὴν ἡμῖν ἐπιτήδειον, ἐὰν νήφωμεν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶδες πόση τῆς κακίας ἡ τυραννὶς, ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; Οὐδὲ γὰρ ἔχει τις
εἰπεῖν, φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτὸν, ἀλλ' ὅμως ἐκεῖνος μὲν οὐδὲ φεύγοντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι, ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ' αὐτοῦ ἔσωσεν. Εἶδες πόση τῆς χάριτος ἡ ὑπερβολή; Ἀλλ' οὕτω μὲν οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶνβοηθησόντων, διὰ τῆς ἀπορίας δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καί φησι· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Νόμος οὐκ ἴσχυσε, τὸ συνειδὸς οὐκ ἤρκεσε· καίτοι γε ἐπῄνουν τὰ καλὰ, καὶ οὐκ
ἐπῄνουν μόνον, ἀλλὰ καὶ ἀπεμαχόμην πρὸς τὰ ἐναντία. Τῷ γὰρ εἰπεῖν, Ἀντιστρατευόμενον, ἔδειξε καὶ αὐτὸν ἀντιταττόμενον. Πόθεν οὖν ἔσται σωτηρίας ἐλπίς; Εὐχαριστῶ τῷ Θεῷ, φησὶ, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν, καὶ κοινὰ Πατρὸς καὶ Υἱοῦ τὰ κατορθώματα; Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος. Ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου· τουτέστι τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου, οὐ τὸ γεννῆσαν τὸν θάνατον· ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκὸς, ἀλλὰ τῆς ἐπηρείας ἧς ὑπέμεινε, δεῖγμά ἐστιν. Ὥσπερ ἂν εἴ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων, λέγοιτο εἶναι τῶν βαρβάρων, οὐκ ἐπειδὴ βάρβαρός ἐστιν, ἀλλ' ἐπειδὴ ὑπ' ἐκείνων
κατέχεται· οὕτω καὶ τὸ σῶμα θανάτου λέγεται, ἐπειδὴ κατεσχέθη παρ' αὐτοῦ, οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. ∆ιόπερ οὐδὲ αὐτὸς τοῦ σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος, αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν αὐτὸ γενέσθαι, καὶ εὐεπιχείρητον γέγονε τῇ ἁμαρτίᾳ. δʹ. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες; Ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. Οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν, ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε, καὶ θυμῷ χαρίσασθαι μετὰ τοῦ δικαίου, καὶ τρυφῇ χρήσασθαι συμμέτρῳ· καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευσε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. Ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, ὅτι Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ
θῆλυ ἐποίησεν αὐτούς. Ὁ δὲ Μωϋσέως νόμος οὔτε τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ ἀντεισάγειν ἐκώλυεν, οὔτε δύο κατὰ ταυτὸν ἔχειν ἀπηγόρευε. Χωρὶς δὲ τούτου, καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τούτου κατορθωκότας ἴδοι τις ἂν τῷ τῆς φύσεως παιδευομένους νόμῳ. Οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ Παλαιᾷ πολιτευσάμενοι, συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. Εἰ δὲ μηδὲ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥᾳθυμίας τὸ ἔγκλημα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχαριστεῖ, ὅτι οὐδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμετέρων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον. ∆ιό φησιν, Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ. Καὶ τὴν σωτηρίαν ἀφεὶς ὡμολογημένην, ἐκ τῶν ἤδη κατασκευασθέντων ἐπ' ἄλλο μεταβαίνει πλέον λέγων, ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον
ἀχείρωτοι γεγόναμεν. Οὐδὲν γὰρ, φησὶ, κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ἀλλ' οὐ πρότερον αὐτὸ εἴρηκεν, ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως. Πρότερον γὰρ εἰπὼν, Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμω Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, τότε ἐπήγαγεν· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται. Καὶ οὐχ ἁπλῶς φησι, Τοῖς ἐν Χριστῷ Ἰησοῦ, ἀλλὰ, Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· δεικνὺς, ὅτι ἐκ ῥᾳθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας· δυνατὸν γὰρ νῦν μὴ κατὰ σάρκα περιπατεῖν, τότε δὲ δύσκολον ἦν. Εἶτα γὰρ ἑτέρως αὐτὸ κατασκευάζει διὰ τῶν ἑξῆς λέγων· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με· νόμον Πνεύματος ἐνταῦθα τὸ Πνεῦμα καλῶν. Ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον Πνεύματος τὸ Πνεῦμά φησι. Καίτοι καὶ τὸν Μωϋσέως οὕτως ἐκάλει λέγων, Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστι· τί οὖν τὸ μέσον; Πολὺ καὶ ἄπειρον· ἐκεῖνος μὲν γὰρ πνευματικὸς, οὗτος δὲ νόμος Πνεύματος. Καὶ τί τοῦτο ἐκείνου διέστηκεν; Ὅτι ὁ μὲν ὑπὸ τοῦ Πνεύματος ἐδόθη μόνον, οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει τοῖς δεχομένοις αὐτὸν δαψιλές. ∆ιὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε, πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας, οὐ τοῦ Μωϋσαϊκοῦ. Ὅταν γὰρ λέγῃ, Ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, οὐ τὸν Μωϋσέως νόμον λέγει ἐνταῦθα· οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν; ἀλλ' ἐκεῖνον τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. Τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον θανατώσασα τὴν ἁμαρτίαν ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα, καὶ τότε μετὰ πολλῆς τῆς συμμαχίας ἐπὶ τὰ παλαίσματα ἑλκύσασα. Καὶ ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων, ἀπὸ τοῦ Πνεύματος εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα, καὶ τῇ Τριάδι πάντα τὰ παρ' ἡμῶν λογιζομένος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Καὶ γὰρ εἰπὼν, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἔδειξε Πατέρα διὰ Υἱοῦ τοῦτο ποιοῦντα· εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Υἱοῦ· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με, φησίν· εἶτα πάλιν τὸν Πατέρα καὶ τὸν Υἱόν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησὶν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Πάλιν δοκεῖ μὲν διαβάλλειν τὸν νόμον· εἰ δέ τις ἀκριβῶς προσέχοι, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ, σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. Οὐδὲ γὰρ εἶπε, Τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ, Τὸ ἀδύνατον· καὶ πάλιν, Ἐν ᾧ ἠσθένει, οὐκ, Ἐν ᾧ ἐκακούργει, ἢ ἐπεβούλευε. Καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· σάρκα πάλιν ἐνταῦθα οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν, δι' ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας· οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εʹ. Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος, πῶς ὁ Χριστὸς εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί; Τοῦτο γὰρ ὑπολέλειπτο, ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. Τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ Μονογενής; Οὐδαμῶς. Μάλιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο, ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς· ἄλλως δὲ οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. Τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; Οὐδὲν, ἀλλὰ καὶ μείζων κατάκρισις. Ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν ὁ καὶ τὴν σάρκα εὐήνιον καταστήσας. Τὸ μὲν γὰρ διδάξαι, εὔκολον· τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι' ἧς μετ' εὐκολίας ταῦτα ἐγένετο, τοῦτό ἔστι τὸ θαυμαστόν. ∆ιὰ δὲ τοῦτο ἦλθεν ὁ Μονογενὴς, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν ἀπήλλαξεν ἡμᾶς τῆς δυσκολίας ἐκείνης. Καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης· οὐδὲ γὰρ ἑτέραν ἔλαβε σάρκα, ἀλλ' αὐτὴν ταύτην τὴν καταπονουμένην· ὥσπερ ἂν εἴ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ καὶ ἀγοραίαν τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὢν υἱὸς, καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπηρεαζόντων. Ὅπερ αὐτὸς ἐποίησε, καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτῇ, καὶ κατακρίνας τὴν ἁμαρτίαν. Οὐ τοίνυν ἐτόλμησε τυπτῆσαι αὐτὴν λοιπὸν, μᾶλλον δὲ ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ· τούτῳ δὲ αὐτῷ κατεκρίθη καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ' ἡ τυπτήσασα ἁμαρτία· ὅπερ ἁπάντων ἐστὶ θαυμαστότερον. Εἰ μὴ γὰρ ἐν τῇ σαρκὶ νίκη γέγονεν, οὐχ οὕτω θαυμαστὸν ἦν, ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη, καὶ ἡ μυριάκις ὑπὸ τῆς ἁμαρτίας καταβληθεῖσα, αὕτη λαμπρὰν κατ' αὐτῆς τὴν νίκην ἤρατο. Ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν· ἓν μὲν, ὅτι οὐκ ἐνίκησεν ἡ ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, ὅτι καὶ ἐνικήθη, καὶ παρ' αὐτῆς ἐνικήθη· οὐ γάρ ἐστιν ἴσον μὴ νικηθῆναι, καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. Τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν, ἀλλὰ καὶ ἐκόλασε· τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν οὐκ ἐνικήθη· τῷ δὲ ἀποθανεῖν ἐνίκησε καὶ κατέκρινεν αὐτὴν, φοβερὰν αὐτῇ τὴν σάρκα ἀποφήνας τὴν πρότερον οὖσαν εὐκαταφρόνητον. Οὕτω γοῦν καὶ τὴν δύναμιν αὐτῆς ἐξέλυσε, καὶ τὸν δι' αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. Ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανε, κατὰ τὸν τοῦ δικαίου λόγον ἐπῆγε τὴν τελευτήν· ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη. Ὁρᾷς ὅσα τὰ νικητήρια γέγονε, τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας, τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι, τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; Πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν, οὐχ ἁπλῶς ἰσχύϊ καὶ ἐξουσίᾳ, ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν περὶ ἁμαρτίας· Κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὡσανεὶ ἔλεγεν, ὅτι Μέγα ἡμαρτηκυῖαν ἤλεγξε, καὶ τότε αὐτὴν κατεδίκασεν. Ὁρᾷς πανταχοῦ τὴν ἁμαρτίαν καταδικαζομένην, οὐχὶ τὴν σάρκα, ἀλλὰ ταύτην καὶ στεφανουμένην, καὶ τὴν ἀπόφασιν κατ' αὐτῆς ἐκφέρουσαν; Εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησι πέμψαι τὸν Υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε· ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. Οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστὸς, ἀλλ' ὁμοίαν μὲν τῇ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, ἀναμάρτητον δὲ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις. Οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστὸς, οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ' οὐσίαν, οὕτως αὐτὴν ἀναμαχήσασθαι παρεσκεύασεν· ἀλλ' ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε, καὶ ἀθάνατον εἰργάσατο. Τί οὖν, φησὶ, πρός με τοῦτο, εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε; Πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν· Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Τί ἐστι, Τὸ δικαίωμα; Τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. Τί γὰρ ἐκεῖνος ἐβούλετο, καὶ τί ποτε ἐπέταττεν; Ἀναμάρτητον εἶναι. Τοῦτο τοίνυν κατώρθωται νῦν ἡμῖν διὰ Χριστοῦ· καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου· τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. Οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπὸν, οὐχ ἁμαρτησόμεθα, ἂν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες· διὸ καὶ προσέθηκε· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν. Ἵνα γὰρ μὴ, ἀκούσας, ὅτι σε ἐῤῥύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοὶ, τῆς ἁμαρτίας κατακριθείσης ἐν τῇ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν· διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν, Οὐδὲν ἄρα κατάκριμα, προσέθηκε· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· καὶ ἐνταῦθα, Ἵνα πληρωθῇ τὸ δικαίωμα τοῦ νόμου ἐν ἡμῖν, λέγων, τὸ αὐτὸ τοῦτο ἐπήγαγε· μᾶλλον δὲ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ πλέον. Εἰπὼν γὰρ, ὅτι Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἐπήγαγεν, Ἀλλὰ κατὰ πνεῦμα· δεικνὺς, ὅτι οὐ κακῶν ἀπέχεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἐν ἀγαθῷ κομᾷν. Τὸ μὲν γὰρ δοῦναί σοι τὸν στέφανον, ἐκείνου· τὸ δὲ κατασχεῖν τὰ δοθέντα, σόν. Καὶ γὰρ ὅπερ ἦν δικαίωμα τοῦ νόμου τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. ʹ. Μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεὰν, ἀλλὰ μένε φυλάττων τὸν καλὸν τοῦτον θησαυρόν. ∆είκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἂν μὴ μετὰ τὸ λουτρὸν ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. Ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ, ταῦτα λέγων. Καὶ γὰρ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι. Οἱ γὰρ κατὰ σάρκα ὄντες, φησὶ, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Ἀλλ' οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. Ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται· ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπωμεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὅρους κατεξανίσταται τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. Οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος. Οὐκ εἶπεν, Ἡ γὰρ τῆς σαρκὸς φύσις, οὐδὲ, Ἡ οὐσία τοῦ σώματος, ἀλλὰ, Τὸ φρόνημα· ὃ διορθωθῆναι δύναιτ' ἂν καὶ ἀναιρεθῆναι. Τοῦτο δὲ λέγει οὐ τῇ σαρκὶ λογισμὸν διδοὺς ἴδιον, ἄπαγε, ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν, ὥσπερ οὖν καὶ σάρκα πολλάκις ὁλόκληρον ἄνθρωπον καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν. Τὸ δὲ φρόνημα τοῦ πνεύματος. Πάλιν κἀνταῦθα τὴν πνευματικὴν διάνοιαν λέγει, ὥσπερ οὖν καὶ προϊών φησιν, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος· καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. Τῶν γὰρ κακῶν, ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν· ἅπερ ἐδήλωσεν εἰπὼν, Ζωὴ καὶ εἰρήνη· τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· Τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, θάνατος· τὸ δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς· εἰπὼν γὰρ, Εἰρήνη, ἐπήγαγε, ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ὃ τοῦ θανάτου χεῖρόν ἐστιν. Εἶτα δεικνὺς, πῶς καὶ θάνατος καὶ ἔχθρα· Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, φησίν· οὐδὲ γὰρ δύναται. Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, Οὐδὲ γὰρ δύναται· καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. Φρόνημα γὰρ σαρκὸς ἐνταῦθά φησι τὸν γεώδη λογισμὸν, τὸν παχὺν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον· τοῦτόν φησιν ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. Καὶ ποία λοιπὸν ἐλπὶς σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν; Οὐ τοῦτό φησιν· ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος; πῶς ὁ λῃστής; πῶς ὁ Μανασσῆς; πῶς οἱ Νινευῖται; πῶς ὁ ∆αυῒδ πεσὼν, ἑαυτὸν ἀνεκτήσατο; πῶς ὁ Πέτρος ἀρνησάμενος, ἑαυτὸν ἀνέλαβε; πῶς ὁ πεπορνευκὼς, εἰς τὴν ἀγέλην κατελέγη τοῦ Χριστοῦ; πῶς οἱ Γαλάται τῆς χάριτος ἐκπεσόντες, πρὸς τὴν προτέραν ἐπανῆλθον εὐγένειαν; Οὐ τοίνυν τοῦτό φησιν ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλὸν, ἀλλ' ὅτι ἀδύνατον πονηρὸν μένοντα ὑποταγῆναι τῷ Θεῷ· μεταβαλ[λ]όμενον μέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. Οὐ γὰρ εἶπεν, ὅτι ὁ ἄνθρωπος οὐ δύναται ὑποταγῆναι τῷ Θεῷ, ἀλλ' ὅτι ἡ πονηρὰ πρᾶξις οὐ δύναται εἶναι καλή· ὡσανεὶ ἔλεγεν· Ἡ πορνεία οὐ δύναται εἶναι σωφροσύνη, οὐδὲ ἡ κακία ἀρετή. Ὅπερ οὖν καὶ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν, οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων μὴ δύνασθαι φέρειν καρποὺς καλούς. Οὐ γὰρ εἶπεν, Οὐ δύναται δένδρον πονηρὸν καλὸν γενέσθαι, ἀλλ' ὅτι φέρειν καρποὺς καλοὺς οὐ δύναται μένον πονηρόν· ἐπεὶ ὅτι γε δυνατὸν μεταβληθῆναι, καὶ ἐντεῦθεν καὶ ἐξ ἄλλης ἔδειξε τοῦτο παραβολῆς, ὅταν εἰσάγῃ τὰ ζιζάνια σῖτον γινόμενα. ∆ιὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει· Μή ποτε γὰρ, φησὶ, σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν σῖτον· τουτέστι, τὸν μέλλοντα γίνεσθαι ἐξ αὐτῶν. Φρόνημα τοίνυν σαρκὸς τὴν κακίαν φησὶ, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν δεδομένην καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας διαλεγόμενος ἐνταῦθα, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. Ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ, φησὶ, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ Πνεύματος ἐπιλάβοιο βοηθείας. Οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ πνεῦμα βαδίζειν· ἐπειδήπερ οὐκ ἀπόχρη πρὸς σωτηρίαν ἡμῖν τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, ἀλλὰ δεῖ καὶ τὰ ἀγαθὰ ποιεῖν. Τοῦτο δὲ ἔσται, ἂν τῷ πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ τὴν σάρκα πείθωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. Οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν· ὥσπερ οὖν, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν. ζʹ. Ἐπειδὴ γὰρ οὐκ ἀνάγκη φύσεως τὸ δῶρον ἐνέθηκεν, ἀλλ' ἐλευθερία προαιρέσεως ἐνεχείρισεν, ἐν σοὶ λοιπόν ἐστι καὶ τοῦτο γενέσθαι κἀκεῖνο. Τὰ γὰρ παρ' αὐτοῦ πάντα ἀπήρτισται· οὐδὲ γὰρ ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοὸς ἡμῶν ἡ ἁμαρτία, οὐδὲ αἰχμαλωτίζει, καθάπερ ἔμπροσθεν, ἀλλὰ πάντα ἐκεῖνα πέπαυται καὶ καταλύεται, καὶ κατέπτηχε τὰ πάθη δεδοικότα καὶ τρέμοντα τὴν τοῦ Πνεύματος χάριν. Εἰ δὲ σὺ τὸ φῶς σβεννύεις, τὸν ἡνίοχον ἐκβάλλεις, καὶ τὸν κυβερνήτην ἐλαύνεις, σαυτῷ λογίζου λοιπὸν τὸ κλυδώνιον. Ὅτι γὰρ νῦν εὐκολωτέρα ἡ ἀρετὴ γέγονε, διὸ καὶ πολλὴ ἡ ἐπίτασις τῆς φιλοσοφίας, κατάμαθε πῶς μὲν, ἡνίκα ὁ νόμος ἐκράτει, τὰ τῶν ἀνθρώπων διέκειτο πράγματα, πῶς δὲ νῦν, ἐπειδὴ ἡ χάρις ἔλαμψεν. Ἃ γὰρ μηδενὶ πρότερον ἐδόκει εἶναι δυνατὰ, παρθενία, καὶ θανάτου ὑπεροψία, καὶ τῶν ἄλλων τῶν πλειόνων παθῶν, ταῦτα πανταχοῦ τῆς οἰκουμένης κατώρθωται νῦν. Καὶ οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ καὶ Ἰνδοῖς καὶ Πέρσαις, καὶ ἑτέροις δὲ βαρβάροις πλείοσι, καὶ παρθένων χοροὶ καὶ μαρτύρων δῆμοι καὶ μοναχῶν συμμορίαι, καὶ πλείους οὗτοι λοιπὸν τῶν γεγαμηκότων εἰσὶ, καὶ νηστείας ἐπίτασις καὶ ἀκτημοσύνης ὑπερβολή· ἅπερ, πλὴν ἑνὸς ἢ δυεῖν, οὐ φαντασθῆναι ὄναρ οἱ κατὰ τὸν νόμον ἠδυνήθησαν πολιτευόμενοι. Ὁρῶν τοίνυν σάλπιγγος λαμπρότερον βοῶσαν τὴν τῶν πραγμάτων ἀλήθειαν, μὴ καταμαλακίζου, μηδὲ προδίδου τὴν τοσαύτην χάριν. Οὐδὲ γὰρ δυνατὸν, οὐδὲ μετὰ τὴν πίστιν, ῥᾳθυμοῦντα σωθῆναι. Εὔκολα γὰρ τὰ παλαίσματα, ἵνα νικήσῃς ἀγωνιζόμενος, οὐχ ἵνα καθεύδῃς, οὐδ' ἵνα τῷ μεγέθει τῆς χάριτος πρὸς ῥᾳθυμίας ὑπόθεσιν ἀποχρήσῃ, τῷ βορβόρῳ πάλιν ἐγκαλινδούμενος τῷ προτέρῳ. ∆ιὸ καὶ ἐπάγει λέγων· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; κατακόψομεν τὸ σῶμα, φησὶν, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ ἐξέλθωμεν ἀπὸ τῆς σαρκὸς, καὶ ἀνδροφόνους ἡμᾶς εἶναι κελεύεις, ἐπ' ἀρετὴν ἄγων; Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόμενα ἐκδεξώμεθα; Σάρκα καὶ ἐνταῦθα οὐ τὸ σῶμά φησιν, οὐδὲ τὴν οὐσίαν τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον καὶ κοσμικὸν, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα, τὸν ὅλον σάρκα ποιοῦντα τὸν ἄνθρωπον. Ὥσπερ γὰρ οἱ τῷ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ τούτου μὲν ἀποπηδῶντες, γαστρὶ δὲ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν, οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. Καὶ οὗτος τῆς λέξεως ὁ τρόπος καὶ ἐν τῇ Παλαιᾷ πολλαχοῦ κεῖται, σάρκα σημαίνων τὸν παχὺν καὶ πηλώδη βίον, καὶ ἡδοναῖς ἐμπεπλεγμένον ἀτόποις. Καὶ γὰρ τῷ Νῶέ φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περιέκειτο· ἀλλ' οὐκ ἦν τοῦτο ἔγκλημα τὸ περικεῖσθαι σάρκα· τοῦτο γὰρ τῆς φύσεως· ἀλλὰ τὸ σαρκικὸν ἀνῃρῆσθαι βίον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· καὶ ἐπήγαγεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, οὐχ ἁπλῶς σάρκα λέγων πάλιν, ἀλλὰ τὴν τοιαύτην σάρκα, τὴν συρομένην ὑπὸ τῶν παθῶν, τὴν τυραννουμένην. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; Ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς ὅτι οὐδὲ ἐν σώματι ἔσται ὁ ὀρθῶς βιῶν. Ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν, παντί που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν, ὅτι οὐ μόνον ἐν ἁμαρτίᾳ, ἀλλ' ὅτι οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος, ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος, καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. Εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον· καὶ τὸν κόσμον οὕτω διαβαλεῖς, ἐπειδὴ καὶ
ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· καὶ τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ ἔλεγε πάλιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν εἶναι φήσεται τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ζῶντας ψυχικοὺς ἐκάλεσεν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ ἁπλῶς ταῖς λέξεσιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος ἀναγκαῖον πανταχοῦ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. Τὰ μὲν γάρ ἐστιν ἀγαθὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα, οἷον ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστὶ, καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη· τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεὶ, καὶ οὐδέποτε ἕτερόν τι γινόμενον. Πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν, ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Ἂν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος· ἂν τῷ χείρονι πάλιν, τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνὸς, οὐ παρὰ τὴν φύσιν τῆς ψυχῆς καὶ τῆς σαρκὸς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, φησί. ηʹ. Τί οὖν; οὐκ ἦσαν ἐν σαρκὶ, ἀλλ' ἀσώματοι περιῄεσαν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὁρᾷς, ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; Ἵνα μάθῃς, ὅτι οὐ τὴν τυραννίδα τῆς ἁμαρτίας ἔσβεσε μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν, οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τῷ πτερῶσαι μᾶλλον αὐτήν. Καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ ἐν τῇ οἰκείᾳ μένων φύσει· οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευματικὴ γινομένη, σταυρουμένη πάντοθεν, καὶ τῇ ψυχῇ συναναπτερουμένη· οἷον ἦν καὶ τὸ σῶμα τοῦ ταῦτα λέγοντος. ∆ιὸ τρυφῆς μὲν ἁπάσης καὶ ἡδονῆς κατεγέλα, ἐνετρύφα δὲ λιμῷ καὶ μάστιξι καὶ δεσμωτηρίοις, καὶ οὐδὲ ἤλγει ταῦτα πάσχων. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν· οὕτως ἦν καλῶς καὶ τὴν σάρκα παιδεύσας συντρέχειν τῷ πνεύματι. Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Τὸ, Εἴπερ, τοῦτο πολλαχοῦ οὐκ ἀμφιβάλλων τίθησιν, ἀλλὰ καὶ σφόδρα πιστεύων, καὶ ἀντὶ τοῦ Ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν· πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει. Οὐκ εἶπεν, Εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. Οὗτος οὐκ ἔστιν αὐτοῦ, φησίν. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν. Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν. Καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον· τὸ δὲ ποθεινὸν, ἑκατέρωθεν καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. Τοῦτο δὲ ἔλεγεν, οὐ τὸ Πνεῦμα Χριστὸν λέγων, ἄπαγε, ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. Οὐ γὰρ ἔστι Πνεύματος παρόντος, μὴ καὶ Χριστὸν παρεῖναι. Ὅπου γὰρ ἂν μία τῆς Τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ Τριάς· ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετ' ἀκριβείας ἁπάσης. Καὶ τί ἔσται, φησὶν, ἐὰν ᾖ Χριστὸς ἐν ὑμῖν; Τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν· τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἶδες ὅσα κακὰ ἐκ τοῦ μὴ ἔχειν Πνεῦμα ἅγιον, θάνατος, ἔχθρα εἰς Θεὸν, τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις, τὸ μὴ εἶναι ὡς χρὴ τοῦ Χριστοῦ, τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. Σκόπει τοίνυν καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ Πνεῦμα ἔχειν· τὸ Χριστοῦ εἶναι, τὸ αὐτὸν ἔχειν τὸν Χριστὸν, τὸ τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι. Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ μετ' εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. Οὐδὲ γὰρ εἶπεν, ἀργεῖν τὸ σῶμα λοιπὸν τὴν ἁμαρτίαν, ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. Χωρὶς δὲ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. ∆ιὰ τοῦτο καὶ, Τῇ ἁμαρτίᾳ, προσέθηκεν, ἵνα μάθῃς, ὅτι τὴν πονηρίαν, ἀλλ' οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. Εἰ γὰρ
τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων ἀνῄρηται. Οὐ τοίνυν τοῦτό φησιν, ἀλλὰ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. Τοῦτο γὰρ τοῦ τὸν Υἱὸν ἔχειν, τοῦ τὸ Πνεῦμα ἐν ἡμῖν εἶναι σημεῖόν ἐστιν, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τοῦ σώματος ἐργασίαν. Ἀλλὰ μὴ φοβηθῇς, νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωὴν, ἣν οὐδεὶς διαδέξεται θάνατος. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος· οὐκ εἴκει θανάτῳ λοιπὸν, ἀλλ' ἀναλίσκει θάνατον καὶ δαπανᾷ, καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. ∆ιόπερ εἰπὼν τὸ σῶμα νεκρὸν, οὐκ εἶπε, τὸ Πνεῦμα ζῶν, ἀλλὰ ζωὴν, ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. Εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ τὴν ἀπόδειξιν· αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. Ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται· θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ζωή. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν ἤλειφεν ἡ ἐλπὶς, καὶ βεβαιοῖ αὐτὸν ἀπὸ τῶν ἐπὶ τοῦ Χριστοῦ συμβάντων. Μὴ γὰρ δὴ φοβηθῇς, φησὶν, ὅτι νεκρὸν περίκεισαι σῶμα· ἔχε τὸ Πνεῦμα, καὶ ἀναστήσεται πάντως. Τί οὖν; τὰ μὴ ἔχοντα Πνεῦμα σώματα οὐκ ἀνίσταται; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ; πῶς δὲ ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται λόγος; Εἰ γὰρ οἱ μὴ ἔχοντες Πνεῦμα οὐκ ἀνίστανται, οὐδὲ γέεννα ἔσται. Τί οὖν ἐστι τὸ λεγόμενον; Πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ εἰς ζωὴν, ἀλλ' οἱ μὲν εἰς κόλασιν, οἱ δὲ εἰς ζωήν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀναστήσει, ἀλλὰ, Ζωοποιήσει· ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνοις δεδωρημένον. Καὶ τὴν αἰτίαν τῆς τοσαύτης τιμῆς τιθεὶς, προσέθηκε λέγων, ∆ιὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Ὥστε ἂν ἀπελάσῃς ἐνταῦθα ὢν τοῦ Πνεύματος τὴν χάριν, καὶ μὴ σώαν αὐτὴν ἔχων ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς. Ὥσπερ γὰρ οὐκ ἀνέχεται, τὸ Πνεῦμα αὐτοῦ
λάμπον ὁρῶν ἐν σοὶ τότε, κολάσει σε παραδοῦναι, οὕτως οὐ καταδέξεται, ἐσβεσμένον ἰδὼν, εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν, καθάπερ οὐδὲ τὰς παρθένους ἐκείνας. Μὴ τοίνυν ἀφῇς ζῆσαι τὸ σῶμα νῦν, ἵνα τότε ζήσῃ· ποίησον αὐτὸ ἀποθανεῖν, ἵνα μὴ ἀποθάνῃ. Ἐὰν γὰρ μένῃ ζῶν, οὐ ζήσεται· ἐὰν δὲ ἀποθάνῃ, τότε ζήσεται. Τοῦτο καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεται τῆς καθόλου· πρότερον γὰρ ἀποθανεῖν αὐτὸ δεῖ καὶ ταφῆναι, καὶ τότε γενέσθαι ἀθάνατον. Τοῦτο καὶ ἐν τῷ λουτρῷ γέγονεν· ἐσταυρώθη γοῦν τὸ πρότερον καὶ ἐτάφη, καὶ τότε ἠγέρθη. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ Κυριακοῦ· καὶ γὰρ καὶ ἐκεῖνο ἐσταυρώθη καὶ ἐτάφη καὶ τότε ἀνέστη. θʹ. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν· ἐπὶ τῶν ἔργων αὐτῶν διηνεκῶς αὐτὸ νεκρώσωμεν. Οὐχὶ τὴν οὐσίαν λέγω, μὴ γένοιτο, ἀλλὰ τὰς ὁρμὰς τὰς ἐπὶ τὰς πονηρὰς πράξεις. Καὶ γὰρ καὶ τοῦτο ζωὴ, μᾶλλον δὲ τοῦτο μόνον ζωὴ, τὸ μηδὲν ἀνθρώπινον ὑπομένειν, μηδὲ ἡδοναῖς δουλεύειν. Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσον ὑποπτεύσῃ, ἂν ὕβριν, ἂν πενίαν, ἂν ἄλλο τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ διέφθαρται. Τί τοίνυν τῆς ζωῆς ταύτης γένοιτ' ἂν ἀθλιώτερον; Ἀλλ' οὐχ ὁ τῷ Πνεύματι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ μηδὲν ὑπομένειν, ἀλλ', ὃ πολλῷ μεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὸ Πνεῦμα διόλου κατοικῇ ἐν ἡμῖν· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ εἶπεν οἰκεῖν πρὸς βραχὺ, ἀλλ' ἐνοικεῖν διηνεκῶς. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὸ ἐνοικῆσαν Πνεῦμα, ἀλλὰ, Τὸ ἐνοικοῦν, τὴν διόλου μονὴν ἐνδεικνύμενος. Οὐκοῦν ζῶν οὗτος μάλιστά ἐστιν ὁ νεκρωθεὶς τῷ βίῳ. ∆ιὸ καὶ ἔλεγε· Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Καὶ ἵνα σαφέστερον τὸ λεγόμενον γένηται, δύο παρ[αγ]άγωμεν ἀνθρώπους, τὸν μὲν
ἐκδεδομένον ἀσωτίαις καὶ ἡδοναῖς καὶ τῇ ἀπάτῃ τοῦ βίου· τὸν δὲ νενεκρωμένον τούτοις· καὶ ἴδωμεν τίς ἐστι μᾶλλον ὁ ζῶν. Ἔστω γὰρ τοῖν δυοῖν τούτοιν ὁ μὲν σφόδρα πλούσιος καὶ ἐπίσημος, παρασίτους τρέφων καὶ κόλακας, καὶ πᾶσαν εἰς τοῦτο ἀναλισκέτω τὴν ἡμέραν, κωμάζων καὶ κραιπαλῶν· ὁ δὲ ἕτερος, πενίᾳ συζῶν καὶ νηστείᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ τε καὶ φιλοσοφίᾳ, ἐν ἑσπέρᾳ τῆς ἀναγκαίας μεταλαμβανέτω τροφῆς μόνον, ἢ, εἰ βούλει, καὶ δύο καὶ τρεῖς ἄσιτος ἡμέρας μενέτω· τίς οὖν ἡμῖν ἔσται ἐκ τῶν δύο τούτων ὁ μάλιστα ζῶν; Οἱ μὲν πολλοὶ εὖ οἶδ' ὅτι ἐκεῖνον ἡγήσονται, τὸν σκιρτῶντα, καὶ σκορπίζοντα τὰ αὑτοῦ· ἡμεῖς δὲ ἐκεῖνον τὸν συμμετρίας ἀπολαύοντα. Οὐκοῦν ἐπειδὴ μάχη καὶ φιλονεικία τέως ἐστὶν, εἰς τὰς ἑκατέρων εἰσέλθωμεν οἰκίας, καὶ τότε, ὅτε σοι μάλιστα δοκεῖ ζῇν ὁ πλούσιος, ἐν αὐτῷ τῷ καιρῷ τῆς τρυφῆς, καὶ εἰσελθόντες κατίδωμεν ἐν τίσιν ἐστὶν ἑκάτερος τούτων· ἀπὸ γὰρ τῶν πράξεων καὶ ὁ ζῶν καὶ ὁ τεθνηκὼς φαίνεται. Οὐκοῦν τὸν μὲν ἐν βίβλοις εὑρήσομεν ὄντα, ἢ ἐν εὐχῇ καὶ νηστείᾳ, ἢ ἐν ἄλλῳ τινὶ τῶν ἀναγκαίων ἐγρηγορότα, καὶ νήφοντα, καὶ Θεῷ διαλεγόμενον· τὸν δὲ ὑπὸ τῆς μέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενον ὀψόμεθα· κἂν μέχρι τῆς ἑσπέρας μείνωμεν, πλείονα τὸν θάνατον τοῦτον ἐπιόντα αὐτῷ θεασόμεθα, κἀκεῖθεν πάλιν ὕπνον διαδεχόμενον· τὸν δὲ καὶ ἐν νυκτὶ νήφοντα καὶ ἐγρηγορότα. Τίνα οὖν ἂν εἴποιμεν μᾶλλον ζῇν, τὸν ἀναισθήτως κείμενον, καὶ προκείμενον ἅπασι γέλωτα· ἢ τὸν ἐνεργοῦντα, καὶ Θεῷ διαλεγόμενον; Ἐκείνῳ μὲν γὰρ ἂν προσέλθῃς καὶ εἴπῃς τι τῶν ἀναγκαίων, οὐδὲν ἀκούσῃ φθεγγομένου, ὥσπερ οὐδὲ τοῦ νεκροῦ· τούτῳ δὲ κἂν ἐν νυκτὶ, κἂν ἐν ἡμέρᾳ συγγενέσθαι ἐπιθυμήσῃς, ἄγγελον μᾶλλον ὄψει ἢ ἄνθρωπον, καὶ φιλοσοφοῦντα ἀκούσῃ περὶ τῶν ἐν οὐρανῷ πραγμάτων. Ὁρᾷς ὅτι ὁ μὲν ὑπὲρ τοὺς ζῶντας ζῇ, ὁ δὲ καὶ τεθνηκότων ἐλεεινότερον κεῖται; Κἂν ἐνεργεῖν δόξῃ, ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, καὶ τοῖς μαινομένοις ἔοικε, μᾶλλον δὲ ἐκείνων ἐστὶν ἀθλιώτερος. Εἰς ἐκείνους μὲν γὰρ ἄν τις ὑβρίσῃ, καὶ ἐλεοῦμεν πάντες τὸν ὑβριζόμενον, καὶ ἐπιτιμῶμεν τῷ ὑβρίζοντι· τούτῳ δὲ κἂν ἐναλλόμενόν τινα ἴδωμεν, οὐ μόνον οὐκ ἐπικαμπτόμεθα εἰς ἔλεον, ἀλλὰ καὶ καταψηφιζόμεθα αὐτοῦ κειμένου. Τοῦτο οὖν, εἰπέ μοι, ζωή; ἀλλ' οὐ μυρίων θανάτων χαλεπώτερον; Ὁρᾷς ὅτι οὐ μόνον νεκρὸς ὁ τρυφῶν, ἀλλὰ καὶ νεκροῦ χείρων, καὶ δαιμονῶντος ἀθλιώτερος; Ὁ μὲν γὰρ ἐλεεῖται, ὁ δὲ μισεῖται· καὶ ὁ μὲν συγγνώμης ἀπολαύει, ὁ δὲ κόλασιν δίδωσιν ὑπὲρ ὧν νοσεῖ. Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷ τοιούτῳ σώματι κατωρυγμένην, πῶς εἰκὸς διακεῖσθαι. Ταυτὸν γὰρ ἔστιν ἰδεῖν, οἷον ἂν εἰ κόρῃ κοσμίᾳ καὶ σώφρονι καὶ ἐλευθέρᾳ καὶ εὐγενεῖ καὶ καλῇ θεραπαινίδα βάρβαρόν τινα καὶ αἰσχρὰν καὶ ἀκάθαρτον ἐνάλλεσθαι καὶ ἐνυβρίζειν μετὰ πολλῆς τις παρασκευάσειε τῆς ἐξουσίας. Τοιοῦτον γὰρ ἡ μέθη. ιʹ. Τίς οὖν οὐκ ἂν ἕλοιτο τῶν νοῦν ἐχόντων μυριάκις ἀποθανεῖν, ἢ μίαν οὕτω ζῆσαι ἡμέραν; Κἂν γὰρ ἡμέρας γενομένης ἐκ τῆς κωμῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸ τοῦ χειμῶνος τῆς μέθης πρὸ τῶν ὀφθαλμῶν ἱσταμένης. Εἰ δὲ καὶ δῴη αὐτὸν καθαρῶς νήφειν, τί τὸ ὄφελος; Εἰς οὐδὲν γὰρ αὐτῷ χρήσιμος ἡ νῆψις αὕτη, ἀλλ' ἢ εἰς τὸ τοὺς κατηγόρους ἰδεῖν. Ὅταν μὲν γὰρ ἀσχημονῇ, τοσοῦτον κερδαίνει, ὅσον οὐκ αἰσθάνεται τῶν γελώντων· ἡμέρας δὲ γενομένης, καὶ ταύτην ἀπόλλυσι τὴν παραμυθίαν, καὶ οἰκετῶν γογγυζόντων, καὶ γυναικὸς αἰσχυνομένης, καὶ φίλων διαβαλλόντων, καὶ ἐχθρῶν καταγελώντων αἰσθανόμενος. Τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ζωῆς, γελᾶσθαι μεθ' ἡμέραν ὑπὸ πάντων, καὶ δείλης πάλιν τὰ αὐτὰ ἀσχημονεῖν; Ἀλλὰ τί; βούλει τοὺς πλεονέκτας εἰς μέσον ἀγάγωμεν; Καὶ γὰρ αὕτη πάλιν ἑτέρα μέθη χαλεπωτέρα· εἰ δὲ μέθη, καὶ θάνατος πάντως πολλῷ χείρων ἐκείνου, ἐπειδὴ καὶ ἡ μέθη χαλεπωτέρα. Καὶ γὰρ οὐχ οὕτω δεινὸν τὸ οἴνῳ μεθύειν, ὡς ἐπιθυμίᾳ χρημάτων· ἐκεῖ μὲν γὰρ ἡ ζημία μέχρι τοῦ
πάθους ἵσταται, καὶ εἰς ἀναισθησίαν τελευτᾷ, καὶ τὴν αὐτοῦ τοῦ μεθύοντος ἀπώλειαν· ἐνταῦθα δὲ εἰς μυρίας ἡ βλάβη διαβαίνει ψυχὰς, ποικίλους πάντοθεν ἀνάπτουσα πολέμους. Φέρε οὖν, καὶ τοῦτον ἐκείνῳ παραβάλωμεν, καὶ ἴδωμεν ἐν τίσι μὲν αὐτῷ κοινωνεῖ, ἐν τίσι δὲ αὐτοῦ πλεονεκτεῖ πάλιν, καὶ μεθυόντων ποιήσωμεν σήμερον σύγκρισιν. Πρὸς γὰρ ἐκεῖνον τὸν μακάριον, τὸν Πνεύματι ζῶντα, μηδὲ παραβαλέσθωσαν οὗτοι λοιπὸν, ἀλλὰ πρὸς ἀλλήλους ἐξεταζέσθωσαν· καὶ πάλιν τὴν τράπεζαν εἰς μέσον ἀγάγωμεν, τὴν μυρίων γέμουσαν φόνων. Ἐν τίσιν οὖν κοινωνοῦσι, καὶ ἀλλήλοις ἐοίκασιν; Ἐν αὐτῇ τῇ τοῦ νοσήματος φύσει· τὸ μὲν γὰρ εἶδος τῆς μέθης διάφορον, ἐπειδὴ τὸ μὲν ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρημάτων γίνεται· τὸ δὲ πάθος ὅμοιον· καὶ γὰρ ὁμοίως ἀμφότεροι ἐπιθυμίᾳ ἀτόπῳ κατέχονται. Ὅ τε γὰρ οἴνῳ μεθύων, ὅσῳ ἂν πλείους ἐκπίῃ κύλικας, τοσούτῳ πλειόνων ἐφίεται· ὅ τε χρημάτων ἐρῶν, ὅσῳπερ ἂν περιβάληται πλείω, τοσούτῳ μᾶλλον ἀνάπτει τῆς ἐπιθυμίας τὴν φλόγα, καὶ χαλεπώτερον αὑτῷ κατασκευάζει τὸ δίψος. Τούτῳ μὲν οὖν ἐοίκασιν· ἑτέρῳ δ' αὖ πάλιν ὁ φιλάργυρος πλεονεκτεῖ. Ποίῳ δὴ τούτῳ; Ὅτι ἐκεῖνος μὲν πρᾶγμα πάσχει κατὰ φύσιν· ὁ γὰρ οἶνος θερμὸς ὢν, καὶ τὴν ἔμφυτον ἐπιτείνων ξηρότητα, οὕτω τοὺς μεθύοντας ποιεῖ διψῇν· ἐκεῖνος δὲ πόθεν ἀεὶ πλειόνων ἐφίεται; Πόθεν; Ἐπειδὰν μειζόνως πλουτήσῃ, τότε μάλιστά ἐστιν ἐν πενίᾳ· ἄπορον γὰρ τουτὶ τὸ πάθος, καὶ αἰνίγματι μᾶλλόν ἐστιν ἐοικός. Ἀλλ' ἴδωμεν αὐτοὺς, εἰ δοκεῖ, καὶ μετὰ τὴν μέθην· μᾶλλον δὲ τὸν φιλάργυρον οὐδέποτε ἔστιν ἰδεῖν μετὰ τὴν μέθην· οὕτως ἐν τῷ μεθύειν ἐστὶν ἀεί. Οὐκοῦν ἐν αὐτῷ τῷ μεθύειν ὄντας ἀμφοτέρους ἴδωμεν, καὶ διασκεψώμεθα τίς μᾶλλόν ἐστι καταγέλαστος, καὶ σχηματίσωμεν αὐτοὺς ἀκριβῶς πάλιν ὑπογράφοντες. Ὀψόμεθα τοίνυν τὸν ἐξ οἴνου παραπαίοντα, γενομένης ἑσπέρας, τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδένα βλέποντα, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ περιφερόμενον, καὶ τοῖς ἀπαντῶσιν ἐγκρούοντα, καὶ ἐμοῦντα καὶ σπαραττόμενον καὶ γυμνούμενον ἀσχημόνως· κἂν γυνὴ παρῇ, κἂν θυγάτηρ, κἂν θεραπαινὶς, κἂν ὁστισοῦν, ἐγγελάσεται δαψιλές. Οὐκοῦν καὶ τὸν πλεονέκτην φέρε εἰς μέσον ἀγάγωμεν. Ἐνταῦθα γὰρ οὐ γέλωτος τὰ γινόμενα μόνον, ἀλλὰ καὶ ἀρᾶς καὶ πολλοῦ τοῦ θυμοῦ καὶ μυρίων σκηπτῶν· τέως μέντοι τὸν γέλωτα ἴδωμεν. Καὶ γὰρ καὶ οὗτος ὁμοίως ἐκείνῳ πάντας ἀγνοεῖ, καὶ φίλους καὶ ἐχθροὺς, καὶ ὁμοίως τῶν ὀφθαλμῶν ἀνεῳγμένων πεπήρωται, καὶ ὥσπερ ἐκεῖνος πάντα οἶνον, οὕτω καὶ οὗτος πάντα χρήματα βλέπει. Καὶ ὁ ἔμετος δὲ πολὺ χαλεπώτερος· οὐ γὰρ τροφὰς προΐεται, ἀλλὰ ῥήματα λοιδορίας, ὕβρεων, πολέμων, θανάτων, μυρίους ἄνωθεν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἕλκοντα κεραυνούς· καὶ οἷόν ἐστι τὸ σῶμα τοῦ μεθύοντος πελιδνὸν καὶ διαῤῥέον, τοιαύτη καὶ ἡ ἐκείνου ψυχή· μᾶλλον δὲ οὐδὲ τὸ σῶμα αὐτὸ τῆς νόσου ταύτης ἀπήλλακται, ἀλλὰ καὶ μᾶλλον ἁλίσκεται, οἴνου χαλεπώτερον τῆς φροντίδος καὶ τοῦ θυμοῦ καὶ τῆς ἀγρυπνίας κατεσθιούσης αὐτὸ, καὶ κατὰ μικρὸν δαπανώσης ἅπαν. Καὶ ὁ μὲν οἰνοφλυγίᾳ κατεχόμενος, κἂν κατὰ τὴν νύκτα δύναται νήφειν· ὁ δὲ διαπαντὸς μεθύει, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐγρηγορὼς καὶ καθεύδων, δεσμώτου παντὸς καὶ τῶν τὰ μέταλλα ἐργαζομένων, καὶ εἴ τις ἑτέρα ταύτης ἐστὶ χαλεπωτέρα τιμωρία, μείζονα διδοὺς δίκην. ιαʹ. Τοῦτο οὖν, εἰπέ μοι, ζωὴ, ἀλλ' οὐ θάνατος, μᾶλλον δὲ καὶ θανάτου παντὸς ἐλεεινότερον; Ὁ μὲν γὰρ θάνατος ἀναπαύει τὸ σῶμα, καὶ γέλωτος καὶ ἀσχημοσύνης καὶ ἁμαρτημάτων ἀπαλλάττει· αὗται δὲ αἱ μέθαι εἰς πάντα ταῦτα ἐμβάλλουσι, τὰς ἀκοὰς ἐμφράττουσαι, τοὺς ὀφθαλμοὺς πηροῦσαι, τὴν διάνοιαν ἐν πολλῷ τῷ σκότῳ κατέχουσαι. Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφόμενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων. Κἂν γυναῖκα ἔχῃ, κἂν παιδία,
κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι πολεμιώτεροι. Τί ταύτης τοίνυν τῆς μανίας γένοιτ' ἂν χεῖρον, τί δὲ ἀθλιώτερον, ὅταν αὐτὸς ἑαυτῷ πανταχοῦ σκοπέλους κατασκευάζῃ καὶ ὑφάλους καὶ κρημνοὺς καὶ φάραγγας καὶ μυρία βάραθρα, σῶμα ἔχων ἓν, καὶ γαστρὶ δουλεύων μιᾷ; Κἂν μὲν εἰς πολιτικάς τις ἐμβάλῃ σε λειτουργίας, δραπετεύεις, τὸ δαπανηρὸν δεδοικώς· σεαυτῷ δὲ μυρία κατασκευάζεις πασῶν ἐκείνων ἔργα χαλεπώτερα, καὶ οὐχὶ δαπανηροτέρας μόνον, ἀλλὰ καὶ σφαλερωτέρας λειτουργίας τῷ μαμμωνᾷ τελούμενος, καὶ οὐ χρήματα μόνον τῷ πονηρῷ τούτῳ τυράννῳ, οὐδὲ πόνον σώματος καὶ βάσανον ψυχῆς καὶ ἀλγηδόνας, ἀλλὰ καὶ αὐτὸ εἰσφέρων τὸ σῶμα, ἵνα τί σοι γένηται πλέον, ἄθλιε καὶ ταλαίπωρε, ἐκ τῆς βαρβαρικῆς ταύτης δουλείας. Οὐχ ὁρᾷς τοὺς καθ' ἑκάστην ἡμέραν ἐπὶ τὰ μνήματα φερομένους, πῶς γυμνοὶ καὶ πάντων ἔρημοι πρὸς τοὺς τάφους ἐκείνους ἀπάγονται, οὐδὲν τῶν οἴκοθεν λαβεῖν δυνάμενοι, ἀλλὰ καὶ αὐτὰ ἃ περιβάλλονται τῷ σκώληκι φέροντες; Τούτους καθ' ἑκάστην σκόπει τὴν ἡμέραν, καὶ τάχα λωφήσει τὸ πάθος, εἰ μὴ κἀκεῖθεν μέλλεις ἀπὸ τῆς πολυτελείας τῶν ἐνταφίων μαίνεσθαι μειζόνως· καὶ γὰρ χαλεπὸν τὸ πάθος, καὶ δεινὸν τὸ νόσημα. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς καθ' ἑκάστην ὑμῖν ἐκκλησίαν ὑπὲρ τούτου διαλεγόμεθα, καὶ συνεχῶς ἐπαντλοῦμεν ὑμῶν τὰς ἀκοὰς, ἵνα κἂν τῇ συνηθείᾳ δυνηθείη γενέσθαι τι πλέον. Ἀλλὰ μὴ φιλονεικήσατε· οὐδὲ γὰρ κατὰ τὴν μέλλουσαν ἡμέραν μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνης πολλὰς τοῦτο τὸ ποικίλον πάθος ἐπάγει τὰς τιμωρίας. Κἂν γὰρ τοὺς διηνεκῶς δεδεμένους εἴπω, κἂν τὸν νόσῳ μακρᾷ προσηλωμένον, κἂν τὸν λιμῷ παλαίοντα, κἂν ὁντιναοῦν ἕτερον, οὐδένα δυνήσομαι δεῖξαι πάσχοντα τοιαῦτα, οἷα τοὺς χρημάτων ἐρῶντας. Τί γὰρ γένοιτο χαλεπώτερον τοῦ παρὰ πάντων
μισεῖσθαι, τοῦ πάντας μισεῖν; τοῦ πρὸς μηδένα ἡδέως ἔχειν; τοῦ μηδέποτε κορέννυσθαι; τοῦ δι' ὅλου διψῇν; τοῦ λιμῷ παλαίειν διηνεκεῖ, καὶ χαλεπωτέρῳ τοῦ παρὰ πᾶσι νενομισμένου, τοῦ λύπας ἔχειν καθημερινάς; τοῦ μηδέποτε νήφειν, τοῦ διαπαντὸς ἐν θορύβοις εἶναι καὶ ταραχαῖς; Ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα οἱ πλεονέκται ὑφίστανται· ἐν μὲν τῷ κερδαίνειν, κἂν τὰ πάντων περιβάλωνται, οὐδεμιᾶς αἰσθανόμενοι ἡδονῆς, τῷ πλειόνων ἐφίεσθαι· ἐν δὲ τῷ ζημιοῦσθαι, κἂν
ὀβολὸν ἀπολέσωσι, πάντων ἡγούμενοι χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι τῆς ζωῆς. Ποῖος οὖν ταῦτα παραστῆσαι δυνήσεται λόγος τὰ κακά; Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον τὰ μετὰ ταῦτα, τὴν ἔκπτωσιν τῆς βασιλείας, τὴν ὀδύνην τὴν ἀπὸ τῆς γεέννης, τὰ διηνεκῆ δεσμὰ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τοὺς τοῦ πυρὸς ποταμοὺς, τὰς καμίνους τὰς μηδέποτε σβεννυμένας· καὶ ταῦτα
ἅπαντα συναγαγὼν, καὶ τῇ τῶν χρημάτων ἀντιστήσας ἡδονῇ, πρόῤῥιζον ἀνάσπασον τουτὶ τὸ νόσημα, ἵνα τὸν ἀληθῆ πλοῦτον λαβὼν, καὶ τῆς χαλεπῆς ταύτης πενίας ἀπαλλαγεὶς, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου