Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
Υπόθεσις
αʹ. Συνεχῶς ἀκούων ἀναγινωσκομένων τῶν Ἐπιστολῶν τοῦ μακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς, καὶ διανίσταμαι, καὶ θερμαίνομαι τῷ πόθῳ, τὴν ἐμοὶ φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον ὁρᾷν· ἀλγῶ δὲ καὶ ὀδυνῶμαι, ὅτι τὸν ἄνδρα τοῦτον οὐχ ἅπαντες ἴσασιν, ὥσπερ εἰδέναι χρὴ, ἀλλ' οὕτω τινὲς αὐτὸν ἀγνοοῦσιν, ὡς μηδὲ τῶν Ἐπιστολῶν τὸν ἀριθμὸν εἰδέναι σαφῶς. Τοῦτο δὲ γίνεται οὐ παρὰ ἀμαθίαν, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι συνεχῶς ὁμιλεῖν τῷ μακαρίῳ τούτῳ.
Οὐδὲ γὰρ ἡμεῖς ὅσαπερ ἴσμεν, εἴπερ τινὰ ἴσμεν, δι' εὐφυΐαν καὶ ὀξύτητα διανοίας ἐπιστάμεθα, ἀλλὰ διὰ τὸ συνεχῶς ἔχεσθαι τοῦ ἀνδρὸς, καὶ σφόδρα διακεῖσθαι περὶ αὐτόν. Τὰ γὰρ τῶν φιλουμένων πρὸ τῶν ἄλλων ἁπάντων οἱ φιλοῦντες ἴσασιν, ἅτε δὴ μεριμνῶντες αὐτούς· ὅπερ καὶ ὁ μακάριος οὗτος ἐνδεικνύμενος, ἔλεγε Φιλιππησίοις· Καθὼς ἐμοὶ δίκαιόν ἐστι τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὥστε καὶ ὑμεῖς εἰ θέλετε μετὰ προθυμίας προσέχειν τῇ ἀναγνώσει, οὐδενὸς ἑτέρου δεηθήσεσθε· ἀψευδὴς γὰρ ὁ τοῦ Χριστοῦ λόγος, εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἀλλ' ἐπειδὴ τὸ πλέον ἡμῖν τῶν ἐνταῦθα συλλεγομένων καὶ παιδοτροφίαν καὶ γυναικὸς ἐπιμέλειαν καὶ οἰκίας πρόνοιαν ἀνεδέξαντο, καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιντο ὅλους ἑαυτοὺς δοῦναι τῷ πόνῳ τούτῳ· πρὸς γοῦν τὸ λαβεῖν τὰ παρ' ἑτέρων συλλεγέντα διανάστητε, καὶ τοσαύτην ἀπονείματε σπουδὴν τῇ τῶν λεγομένων ἀκροάσει, ὅσην τῇ τῶν χρημάτων συλλογῇ. Εἰ γὰρ καὶ αἰσχρὸν τοσαύτην ἀπαιτῆσαι παρ' ὑμῶν μόνην, πλὴν ἀλλ' ἀγαπητὸν, ἂν τοσαύτην γοῦν δῶτε. Καὶ γὰρ ἐντεῦθεν τὰ μυρία ἐφύη κακὰ, ἀπὸ τῆς τῶν Γραφῶν ἀγνοίας· ἐντεῦθεν ἡ πολλὴ τῶν αἱρέσεων ἐβλάστησε λύμη, ἐντεῦθεν οἱ ἠμελημένοι βίοι, ἐντεῦθεν οἱ ἀκερδεῖς πόνοι. Ὥσπερ γὰρ οἱ τοῦ φωτὸς ἀπεστερημένοι τούτου οὐκ ἂν ὀρθὰ βαδίσαιεν· οὕτως οἱ πρὸς τὴν ἀκτῖνα τῶν θείων μὴ βλέποντες Γραφῶν, πολλὰ ἀναγκάζονται καὶ συνεχῶς ἁμαρτάνειν, ἅτε δὴ ἐν σκότῳ χαλεπωτάτῳ βαδίζοντες. Ὅπερ ἵνα μὴ γένηται, διανοίξωμεν τοὺς ὀφθαλμοὺς πρὸς τὴν λαμπηδόνα τῶν ἀποστολικῶν ῥημάτων· καὶ γὰρ ὑπὲρ τὸν ἥλιον ἔλαμψεν ἡ τούτου γλῶττα, καὶ τῶν ἄλλων ἁπάντων ἐπλεονέκτησε τῷ τῆς διδασκαλίας λόγῳ· ἐπειδὴ γὰρ περισσότερον αὐτῶν ἐκοπίασε, πολλὴν καὶ τὴν τοῦ Πνεύματος ἐπεσπάσατο χάριν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν Ἐπιστολῶν διισχυρίζομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πράξεων. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, αὐτῷ πανταχοῦ παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπίστοις, διὰ τὸ τοῦ λόγου κατάρχειν. Μέλλοντας δὲ εἰς τὴν Ἐπιστολὴν κατιέναι ταύτην, ἀναγκαῖον καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἐγράφη. Οὐδὲ γὰρ, ὡς πολλοὶ νομίζουσι, πρὸ πασῶν τῶν ἄλλων ἐστὶν, ἀλλὰ τῶν μὲν ἀπὸ Ῥώμης γραφεισῶν προτέρα πασῶν, τῶν δὲ ἄλλων ὑστέρα, εἰ καὶ μὴ πασῶν· καὶ γὰρ αἱ πρὸς Κορινθίους ἀμφότεραι πρὸ ταύτης εἰσὶν ἀπεσταλμέναι. Καὶ τοῦτο δῆλον ἀφ' ὧν ἐν τῷ τέλει ταύτης ἔγραφεν, οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶντοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ἐὰν ᾖ ἄξιον τοῦ καὶ ἐμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται, περὶ τῶν ἀποκομιζόντων ἐκεῖσε τὰ χρήματα ταῦτα λέγων. Ὅθεν δῆλον, ὅτι ἡνίκα μὲν ἐπέστελλε Κορινθίοις, ἀμφίβολον ἦν τὸ τῆς τοιαύτης ἀποδημίας αὐτοῦ· ὅτε δὲ Ῥωμαίοις, ἦν κεκυρωμένον λοιπόν. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο δῆλον, ὅτι αὕτη μετ' ἐκείνας ἡ Ἐπιστολή. Καὶ ἡ πρὸς Θεσσαλονικεῖς δὲ ἐμοὶ δοκεῖ προτέρα τῆς πρὸς Κορινθίους Ἐπιστολῆς εἶναι. Καὶ γὰρ ἐκείνοις πρότερον ἐπιστείλας, καὶ τὸν τῆς ἐλεημοσύνης πρὸς αὐτοὺς κινήσας λόγον, ὅτε ἔλεγε· Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ πρὸς πάντας τοὺς ἀδελφούς· τότε Κορινθίοις ἐπέστελλε. Καὶ τοῦτο αὐτὸ δηλοῖ λέγων· Οἶδα γὰρ ἐγὼ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐξ ὧν ἔδειξεν, ὅτι πρώτοις ἐκείνοις περὶ τούτου διελέχθη. Τούτων μὲν οὖν ὑστέρα τῶν Ἐπιστολῶν αὕτη, τῶν δὲ ἀπὸ Ῥώμης πρώτη· οὐδέπω γὰρ ἦν τῆς Ῥωμαίων πόλεως ἐπιβὰς, ἡνίκα ταύτην ἔγραφε τὴν Ἐπιστολήν· καὶ τοῦτο δηλοῖ λέγων· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ἀπὸ Ῥώμης δὲ Φιλιππησίοις ἐπέστελλε· διό φησιν, Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Καὶ Ἑβραίοις δὲ ἐκεῖθεν ὁμοίως· διό φησι, τοὺς ἀπὸ τῆς Ἰταλίας ἀσπάζεσθαι πάντας αὐτούς. Καὶ τὴν πρὸς Τιμόθεον δὲ Ἐπιστολὴν καὶ αὐτὴν ἀπὸ Ῥώμης δεδεμένος ἔπεμψεν· ἢ καὶ ἐσχάτη μοι δοκεῖ πασῶν εἶναι τῶν Ἐπιστολῶν· καὶ δῆλον ἀπὸ τοῦ τέλους· Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Ὅτι δὲ τὸν βίον ἐκεῖ κατέλυσε, παντί που δῆλόν ἐστιν. Ἡ δὲ πρὸς Φιλήμονα ἐσχάτη μὲν καὶ αὕτη· πρὸς γὰρ ἐσχάτῳ γήρᾳ αὐτὴν ἔγραψε· διὸ καὶ ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· τῆς μέντοι πρὸς Κολοσσαεῖς προτέρα· καὶ τοῦτο ἀπὸ τοῦ τέλους δῆλον πάλιν. Κολοσσαεῦσι γὰρ γράφων φησὶν, ὅτι Τυχικὸς πάντα γνωρίσει ὑμῖν, ὃν ἔπεμψα σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ. Ὀνήσιμος δὲ οὗτος ἦν, ὑπὲρ οὗ τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν συνέθηκε. Καὶ ὅτι οὐκ ἦν ἄλλος οὗτος ὁμώνυμος ἐκείνῳ, δῆλον καὶ ἀπὸ τοῦ Ἀρχίππου· ὃν γὰρ ἔλαβε συνεργὸν ἐν τῇ πρὸς Φιλήμονα Ἐπιστολῇ τῆς παρακλήσεως τῆς ὑπὲρ Ὀνησίμου, τοῦτον Κολοσσαεῦσιν ἐπιστέλλων διεγείρει, λέγων· Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς.
∆οκεῖ δέ μοι καὶ ἡ πρὸς Γαλάτας προτέρα εἶναι τῆς πρὸς Ῥωμαίους. Εἰ δὲ ἐν ταῖς βίβλοις ἑτέραν ἔχουσι τάξιν, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ οἱ προφῆται οἱ δώδεκα οὐκἐφεξῆς ἀλλήλοις ὄντες κατὰ τοὺς χρόνους, ἀλλὰ πολὺ διεστηκότες ἀλλήλων, ἐν τῇ τῶν βιβλίων τάξει ἐφεξῆς εἰσι κείμενοι. Ὁ γοῦν Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ἄλλοιμετὰ τὸν Ἰεζεκιὴλ καὶ ∆ανιὴλ προεφήτευσαν, καὶ πολλοὶ μετὰ τὸν Ἰωνᾶν καὶ τὸν Σοφονίαν καὶ τοὺς ἄλλους δὲ πάντας· ἀλλ' ὅμως συνημμένοι πᾶσίν εἰσιν ἐκείνοις, ὧν τοσοῦτον τῷ χρόνῳ διεστήκασι. βʹ. Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, μηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν· συντελεῖ γὰρ ἡμῖν πρὸς τὰ ζητούμενα οὐ μικρὸν ὁ τῶν Ἐπιστολῶν χρόνος. Ὅταν γὰρ ἴδω Ῥωμαίοις καὶ Κολοσσαεῦσιν ὑπὲρ τῶν αὐτῶν μὲν ἐπιστέλλοντα, οὐχ ὁμοίως δὲ ὑπὲρ τῶν αὐτῶν,ἀλλ' ἐκείνοις μὲν μετὰ πολλῆς τῆς συγκαταβάσεως, ὡς ὅταν λέγῃ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· Κολοσσαεῦσι δὲ οὐχ οὕτω περὶ τῶν αὐτῶν, ἀλλὰ μετὰ πλείονος παῤῥησίας· Εἰ γὰρ ἀπεθάνετε, φησὶ, σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ; δογματίζεσθε, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς; ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιμῇ τινι πρὸςπλησμονὴν τῆς σαρκός· οὐδὲν ἄλλο αἴτιον εὑρίσκω τῆς διαφορᾶς ταύτης, ἢ τὸν τῶν πραγμάτων χρόνον. Ἐν ἀρχῇ μὲν γὰρ συγκαταβαίνειν ἔδει, μετὰ δὲ ταῦτα οὐκέτι. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο ἄν τις εὕροι ποιοῦντα αὐτόν. Οὕτω καὶ ἰατρὸς καὶ διδάσκαλος ποιεῖν εἰώθασιν· οὔτε γὰρ τοῖς ἐξ ἀρχῆς νοσοῦσιν ὁ ἰατρὸς, καὶ τοῖς πρὸς τὸ τέλος λοιπὸν τῆς ὑγείας ἐλθοῦσιν, οὔτε τοῖς ἐξ ἀρχῆς μανθάνουσι παιδίοις ὁ διδάσκαλος, καὶ τοῖς τῶν τελεωτέρων δεομένοις διδαγμάτων, ὁμοίως χρήσονται. Τοῖς μὲν οὖν ἄλλοις ἐξ αἰτίας τινὸς καὶ ὑποθέσεως κινούμενος ἐπέστελλε (καὶ δηλοῖ τοῦτο Κορινθίοις μὲν λέγων· Περὶ δὲ ὧν ἐγράψατέ μοι· καὶ Γαλάταις δὲ, εὐθέως ἐκ τοῦ προοιμίου καὶ τῆς Ἐπιστολῆς ἁπάσης τὸ αὐτὸ ἐμφαίνων)· τούτοις δὲ τίνος ἕνεκεν, καὶ διὰ τί; καὶ γὰρ φαίνεται μαρτυρῶν αὐτοῖς, ὅτι μεστοὶ μὲν εἰσὶν ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Τίνος οὖν ἕνεκεν ἐπέστελλε; ∆ιὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν δοθεῖσάν μοι εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ. ∆ιὸ καὶ ἐν ἀρχῇ ἔλεγεν· Ὀφειλέτης εἰμὶ, τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ γὰρ τὰ εἰρημένα, οἷον ὅτι δύνανται καὶ ἄλλοις νουθετεῖν, καὶ ὅσα τοιαῦτα, ἐγκωμίου μᾶλλόν ἐστι καὶ προτροπῆς· καὶ ἀναγκαία καὶ ἡ διὰ τῶν γραμμάτων διόρθωσις καὶ τούτοις ἦν. Ἐπειδὴ γὰρ οὔπω παραγεγονὼς ἦν, διπλῇ ῥυθμίζει τοὺς ἄνδρας, καὶ τῇ τῶν γραμμάτων ὠφελείᾳ, καὶ τῇ τῆς παρουσίας προσδοκίᾳ. Τοιαύτη γὰρ ἡ ἁγία ἐκείνη ψυχή· πᾶσαν περιελάμβανε τὴν οἰκουμένην, καὶ ἐν ἑαυτῷ περιέφερεν ἅπαντας, συγγένειαν μεγίστην τὴν κατὰ Θεὸν εἶναι νομίζων· καὶ ὥσπερ πάντας αὐτοὺς ἀποτεκὼν, οὕτως ἐφίλει, μᾶλλον δὲ πατρὸς παντὸς μείζονα ἐπεδείκνυτο φιλοστοργίαν. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· νικᾷ τὰς σαρκικὰς ὠδῖνας, καὶ θερμότερον ἐπιδείκνυται τὸν πόθον. Καὶ τοῦτο μάλιστα ἔστιν ἰδεῖν ἐπὶ τῆς τοῦ Παύλου ψυχῆς, ὃς καθάπερ πτηνός τις ὑπὸ τῆς ἀγάπης γενόμενος, ἅπαντας περιῄει συνεχῶς, οὐδαμοῦ μένων οὐδὲ ἱστάμενος. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Πέτρε, φιλεῖς με; ποίμαινέ μου τὰ πρόβατα, καὶ τοῦτον μέγιστον ὅρον ἐκφέροντος ἀγάπης, μεθ' ὑπερβολῆς αὐτὸν ἐπεδείκνυτο. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσαντες, εἰ καὶ μὴ τὴν οἰκουμένην, μηδὲ πόλεις ὁλοκλήρους καὶ ἔθνη, ἀλλὰ τὴν οἰκίαν ἕκαστος ῥυθμιζέτω τὴν ἑαυτοῦ, τὴν γυναῖκα, τὰ παιδία, τοὺς φίλους, τοὺς γείτονας. Καὶ μή μοι λεγέτω τις, ὅτι Ἄπειρός εἰμι καὶ ἰδιώτης. Οὐδὲν ἀμαθέστερον Πέτρου, οὐδὲν ἰδιωτικώτερον Παύλου. Καὶ τοῦτο αὐτὸς ὡμολόγει, καὶ οὐκ ᾐσχύνετο λέγων· Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἀλλ' ὅμως ὁ ἰδιώτης οὗτος καὶ ὁ ἀμαθὴς ἐκεῖνος μυρίους ἐνίκησαν φιλοσόφους, μυρίους ἐπεστόμισαν ῥήτορας, ἀπὸ τῆς αὐτῶν προθυμίας καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ἐργασάμενοι. Τίνα οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς, οὐδὲ εἴκοσιν ἀρκοῦντες ὀνόμασιν, οὐδὲ τοῖς συνοικοῦσιν ὄντες χρήσιμοι; Σκῆψις ταῦτα καὶ πρόφασις· οὐδὲ γὰρ ἀμαθία οὐδὲ ἀπαιδευσία κωλύει τὴν διδασκαλίαν, ἀλλὰ νωθεία καὶ ὕπνος. Τοῦτον οὖν ἀποτιναξάμενοι τὸν ὕπνον, μετὰ πάσης σπουδῆς ἀντεχώμεθα τῶν οἰκείων μελῶν, ἵνα καὶ ἐνταῦθα πολλῆς ἀπολαύσωμεν τῆς γαλήνης, κατὰ τὸν τοῦ Θεοῦ φόβον τοὺς ἡμῖν ἐπιτηδείους ῥυθμίζοντες, καὶ ἐκεῖ μυρίων μετάσχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου