ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΜΑΤΘΑΙΟΝ

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΜΑΤΘΑΙΟΝ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΜΑΤΘΑΙΟΝ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 30 Οκτωβρίου 2016

Αʹ Ἔδει μὲν ἡμᾶς μηδὲ δεῖσθαι τῆς ἀπὸ τῶν γραμμάτων βοηθείας, ἀλλ' οὕτω βίον παρέχεσθαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Αʹ Ἔδει μὲν ἡμᾶς μηδὲ δεῖσθαι τῆς ἀπὸ τῶν γραμμάτων βοηθείας, ἀλλ' οὕτω βίον παρέχεσθαι καθαρὸν, ὡς τοῦ Πνεύματος τὴν χάριν ἀντὶ βιβλίων γίνεσθαι ταῖς ἡμετέραις ψυχαῖς, καὶ καθάπερ ταῦτα διὰ μέλανος, οὕτω τὰς καρδίας τὰς ἡμετέρας διὰ Πνεύματος ἐγγεγράφθαι.

α’ Ἐπειδὴ δὲ ταύτην διεκρουσάμεθα τὴν χάριν, φέρε κἂν τὸν δεύτερον ἀσπασώμεθα πλοῦν. Ἐπεὶ ὅτι τὸ πρότερον ἄμεινον ἦν, καὶ δι' ὧν εἶπε, καὶ δι' ὧν ἐποίησεν, ἐδήλωσεν ὁ Θεός. Καὶ γὰρ τῷ Νῶε, καὶ τῷ Ἀβραὰμ καὶ τοῖς ἐγγόνοις τοῖς ἐκείνου, καὶ τῷ Ἰὼβ, καὶ τῷ Μωϋσεῖ δὲ οὐ διὰ γραμμάτων διελέγετο, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ, καθαρὰν εὑρίσκων αὐτῶν τὴν διάνοιαν. Ἐπειδὴ δὲ εἰς αὐτὸν τῆς κακίας ἐνέπεσε τὸν πυθμένα ἅπας τῶν Ἑβραίων ὁ δῆμος, τότε λοιπὸν γράμματα καὶ πλάκες, καὶ ἡ διὰ τούτων ὑπόμνησις. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ ἁγίων, ἀλλὰ καὶ ἐπὶ τῶν ἐν τῇ Καινῇ συμβὰν ἴδοι τις ἄν. Οὐδὲ γὰρ τοῖς ἀποστόλοις ἔδωκέ τι γραπτὸν ὁ Θεὸς, ἀλλ' ἀντὶ γραμμάτων  τὴν τοῦ Πνεύματος ἐπηγγείλατο δώσειν χάριν· Ἐκεῖνος γὰρ ὑμᾶς ἀναμνήσει, φησὶ, πάντα. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο πολὺ ἄμεινον ἦν, ἄκουσον διὰ τοῦ προφήτου τί φησι· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας γράψω αὐτοὺς, καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.

Read More ->>

Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.


αʹ. Ἆρα μέμνησθε τῆς παραγγελίας,  ἣν πρώην  ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες  μετὰ σιγῆς ἁπάσης καὶ μυστικῆς ἡσυχίας ἀκούειν τῶν λεγομένων ἁπάντων; Καὶ γὰρ μέλλομεν τῶν ἱερῶν σήμερον ἐπιβαίνειν προθύρων· διὸ καὶ τῆς παραγγελίας ἀνέμνησα. Εἰ γὰρ Ἰουδαῖοι κεκαυμένῳ ὄρει, καὶ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ προσιέναι μέλλοντες, μᾶλλον δὲ οὐδὲ προσιέναι, ἀλλὰ πόῤῥωθεν ταῦτα καὶ ὁρᾷν καὶ ἀκούειν, πρὸ τριῶν ἡμερῶν ἐκελεύοντο γυναικὸς ἀπέχεσθαι, καὶ τὰ ἱμάτια ἀποπλῦναι,  καὶ ἐν τρόμῳ ἦσαν καὶ φόβῳ, καὶ αὐτοὶ, καὶ μετ' ἐκείνων Μωϋσῆς· πολλῷ  μᾶλλον  ἡμᾶς  τοιούτων  μέλλοντας  ἀκούσεσθαι λόγων,  καὶ  οὐ πόῤῥω ὄρους ἑστάναι καπνιζομένου, ἀλλ' εἰς αὐτὸν εἰσιέναι τὸν οὐρανὸν, πλείονα χρὴ ἐπιδείκνυσθαι  φιλοσοφίαν,  οὐχ ἱμάτια  ἀποπλύνοντας,  ἀλλὰ  τὴν  στολὴν  τῆς ψυχῆς ἀποσμήχοντας, καὶ πάσης βιωτικῆς ἀπαλλαττομένους μίξεως.

Read More ->>

Γʹ Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Γʹ Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.


αʹ. Ἰδοὺ τρίτη διάλεξις, καὶ τὰ ἐν προοιμίοις οὐδέπω διελυσάμεθα. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι πολὺ τὸ βάθος ἔχει τῶν νοημάτων  τούτων ἡ φύσις. Φέρε δὴ τὰ λειπόμενα  σήμερον εἴπωμεν. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον  νῦν; Τίνος ἕνεκεν ὁ Ἰωσὴφ  γενεαλογεῖται,  οὐδὲν  πρὸς τὴν  γέννησιν  συντελῶν.  Καὶ μίαν  μὲν  αἰτίαν εἰρήκαμεν ἤδη· ἀναγκαῖον δὲ καὶ τὴν ἑτέραν εἰπεῖν, τὴν μυστικωτέραν καὶ ἀποῤῥητοτέραν  ἐκείνης.  Τίς οὖν  ἐστιν  αὕτη; Οὐκ ἐβούλετο  τοῖς  Ἰουδαίοις  εἶναι δῆλον παρὰ τὸν τῶν ὠδίνων  καιρὸν, ὅτι ἐκ Παρθένου γεγέννηται  ὁ Χριστός. Ἀλλὰ μὴ  θορυβεῖσθε πρὸς τὸ  παράδοξον  τοῦ  λεγομένου.  Οὐ γὰρ  ἐμὸς ὁ λόγος,  ἀλλὰ Πατέρων ἡμετέρων, θαυμαστῶν καὶ ἐπισήμων ἀνδρῶν. Εἰ γὰρ πολλὰ συνεσκίασεν ἐξ ἀρχῆς,  Υἱὸν ἀνθρώπου  καλῶν  ἑαυτὸν,  καὶ  οὐδὲ  τὴν  πρὸς  τὸν  Πατέρα ἰσότητα πανταχοῦ σαφῶς ἡμῖν ἐξεκάλυψε· τί θαυμάζεις, εἰ καὶ τοῦτο συνεσκίασε τέως, θαυμαστόν τι καὶ μέγα οἰκονομῶν;

Read More ->>

∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.

αʹ. Εἰς  τρεῖς  διεῖλε  μερίδας  τὰς  γενεὰς  ἁπάσας,  δεικνὺς  ὅτι  οὐδὲ  τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους, ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι,   καὶ   ὀλιγαρχούμενοι,   ἐν   τοῖς   αὐτοῖς   ἦσαν   κακοῖς·   καὶ   οὔτε δημαγωγῶν,  οὔτε ἱερέων,  οὔτε βασιλέων  αὐτοὺς  διεπόντων,  ἔσχον τι  πλέον  εἰς ἀρετῆς λόγον. Τίνος δὲ ἕνεκεν ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμε βασιλεῖς, ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας αὐτὰς εἶναι ἔφησε; Τὸ μὲν πρότερον ὑμῖν ἀφίημι ζητεῖν· οὐδὲ γὰρ πάντα ἐπιλύειν ὑμῖν ἀναγκαῖον, ἵνα μὴ ἀναπέσητε· τὸ δὲ  δεύτερον   ἡμεῖς   ἐροῦμεν.  Ἐμοὶ  γὰρ  ἐνταῦθα   δοκεῖ  καὶ  τὸν   χρόνον   τῆς αἰχμαλωσίας ἐν τάξει γενεᾶς τιθέναι, καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν αὐτόν. Ἀναμιμνήσκει δὲ καὶ τῆς αἰχμαλωσίας ἐκείνης καλῶς, δηλῶν ὅτι οὐδὲ ἐκεῖ κατελθόντες, ἐγένοντο σωφρονέστεροι· ὥστε πάντοθεν ἀναγκαίαν φανῆναι τὴν αὐτοῦ παρουσίαν.

Read More ->>

Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»

αʹ. Πολλῶν ἀκούω λεγόντων,  ὅτι παρόντες μὲν καὶ τῆς ἀκροάσεως ἀπολαύοντες, συστελλόμεθα· ἐξελθόντες δὲ, ἕτεροι πάλιν ἀνθ' ἑτέρων γινόμεθα, τὸ πῦρ τῆς προθυμίας σβεννύντες. Τί οὖν ἂν γένοιτο, ὅπως τοῦτο μὴ γίνηται; Σκοπήσωμεν ὅθεν γίνεται.  Πόθεν οὖν γίνεται  ἡμῖν ἡ τοσαύτη μεταβολή; Ἀπὸ τῆς διατριβῆς τῆς μὴ προσηκούσης, καὶ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας. Οὐ γὰρ ἐχρῆν  ἀπὸ  τῆς  συνάξεως  ἀναχωροῦντας,   εἰς  τὰ  μὴ  προσήκοντα  τῇ  συνάξει ἐμβάλλειν ἑαυτοὺς πράγματα· ἀλλ' εὐθέως οἴκαδε ἐλθόντας τὸ βιβλίον μεταχειρίζεσθαι,  καὶ  τὴν  γυναῖκα  καὶ  τὰ  παιδία  πρὸς  τὴν  κοινωνίαν   τῆς  τῶν εἰρημένων  καλεῖν  συλλογῆς, καὶ τότε τῶν βιωτικῶν  ἅπτεσθαι πραγμάτων. Εἰ γὰρ ἀπὸ βαλανείου  οὐκ ἂν ἕλοιο εἰς ἀγορὰν ἐμβάλλειν,  ὥστε μὴ τὴν ἐκεῖθεν  ἄνεσιν λυμήνασθαι  τοῖς ἐν ἀγορᾷ πράγμασι· πολλῷ  μᾶλλον  ἀπὸ συνάξεως τοῦτο ποιεῖν ἐχρῆν. Νῦν δὲ τοὐναντίον  ποιοῦμεν· διὰ δὴ τοῦτο καὶ πάντα ἀπόλλυμεν. Οὔπω γὰρ τῆς ὠφελείας τῶν λεχθέντων  παγείσης καλῶς, ἡ πολλὴ ῥύμη τῶν ἔξωθεν προσπιπτόντων πάντα παρασύρασα οἴχεται.

Read More ->>

ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερο σόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασι λεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆ σαι αὐτῷ.

 α’ Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ. Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ' αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος  ἀστὴρ ἐφάνη,  ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν  ἀστρολογίαν  εἶναι  βεβαίαν.  Πῶς οὖν  εἰ κατ' ἐκεῖνον  ἐτέχθη τὸν νόμον, ἀστρολογίαν  ἔλυσε,  καὶ εἱμαρμένην  ἀνεῖλε, καὶ δαίμονας   ἐπεστόμισε,  καὶ  πλάνην   ἐξέβαλε,  καὶ  πᾶσαν  τοιαύτην   μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν; Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν·

Read More ->>

Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

αʹ. Εἶδες ἅπαντα εἰς ἔλεγχον γινόμενα Ἰουδαϊκόν; Ἕως μὲν γὰρ αὐτὸν οὐκ ἐθεώρουν, οὐδὲ ὑπὸ τῆς βασκανίας ἡλίσκοντο, μετὰ ἀληθείας τὰς μαρτυρίας διηγόρευον· ἐπειδὴ δὲ εἶδον τὴν ἀπὸ τῶν  θαυμάτων  ἐγγινομένην  δόξαν, ὑπὸ τοῦ φθόνου  κατασχεθέντες  λοιπὸν  προὔδωκαν  τὴν  ἀλήθειαν.  Ἀλλ'  ἡ  ἀλήθεια  διὰ πάντων ᾔρετο, καὶ ὑπὸ τῶν ἐχθρῶν μειζόνως συνεκροτεῖτο. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς θαυμαστὰ καὶ παράδοξα οἰκονομεῖται πράγματα. Ὁμοῦ τε γὰρ καὶ μανθάνουσί τι πλέον παρ' ἀλλήλων, καὶ διδάσκουσιν ἀλλήλους, οἵ τε βάρβαροι καὶ οἱ Ἰουδαῖοι. Οἱ μὲν γὰρ Ἰουδαῖοι παρὰ τῶν  μάγων  ἤκουον, ὅτι καὶ ἀστὴρ αὐτὸν ἐπὶ τῆς Περσῶν ἐκήρυξε χώρας· οἱ δὲ μάγοι παρὰ τῶν Ἰουδαίων ἐμάνθανον, ὅτι τοῦτον, ὃν ὁ ἀστὴρ ἐκήρυξε, καὶ προφῆται πρὸ πολλῶν ἄνωθεν διηγόρευον χρόνων· καὶ τῆς ἐρωτήσεως ἡ ὑπόθεσις διδασκαλίας σαφεστέρας τε καὶ ἀκριβεστέρας ἑκατέροις ἀπόδειξις γέγονε·

Read More ->>

Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ·

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πε σόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶ ρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.


 αʹ. Πῶς οὖν φησιν ὁ Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης  κείμενον  ἦν; Ὅτι τεκοῦσα μὲν  εὐθέως  αὐτὸ κατέκλινεν  ἐκεῖ· ἅτε γὰρ πολλῶν  συνιόντων  διὰ τὴν ἀπογραφὴν,   οὐκ  ἦν  οἰκίαν  εὑρεῖν· ὅπερ οὖν  καὶ  ὁ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων  εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας  ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, ἃ καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα ἐγίνετο, ἀλλὰ κατὰ πρόνοιάν  τινα θείαν καὶ  προφητείας  ἀκολουθίαν  ταῦτα πάντα ἐπληροῦτο. Ἀλλὰ τί τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; Οὔτε γὰρ ἡ Παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ  ἐπισπάσασθαι.

Read More ->>

Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν·

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μά γων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατ ωτέρω, κατὰτὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.

αʹ. Καὶ μὴν οὐκ ἐχρῆν θυμωθῆναι,  ἀλλὰ  φοβηθῆναι  καὶ συσταλῆναι, καὶ ἰδεῖν   ὅτι  ἀνηνύτοις   ἐπιχειρεῖ   πράγμασιν.  Ἀλλ'  οὐ  καταστέλλεται.  Ὅταν  γὰρ ἀγνώμων   ᾖ  ψυχὴ  καὶ  ἀνίατος,  οὐδενὶ  εἴκει  τῶν  παρὰ  τοῦ  Θεοῦ  δεδομένων φαρμάκων. Ὅρα γοῦν καὶ τοῦτον τοῖς προτέροις ἐπαγωνιζόμενον, καὶ φόνῳ φόνους συνάπτοντα,  καὶ  κατὰ  κρημνοῦ  πανταχοῦ   φερόμενον.   Ὥσπερ  γὰρ  ὑπό  τινος δαίμονος  τῆς  ὀργῆς  ταύτης  καὶ  τῆς  βασκανίας  ἐκβακχευθεὶς,  οὐδενὸς  ποιεῖται λόγον,  ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς μαίνεται,  καὶ τὴν ὀργὴν τὴν κατὰ τῶν ἐμπαιξάντων  μάγων, κατὰ τῶν οὐδὲν ἠδικηκότων  παίδων ἀφίησι, συγγενὲς δρᾶμα τῶν  ἐν Αἰγύπτῳ γενομένων  τότε ἐν Παλαιστίνῃ τολμῶν. 

Read More ->>

Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰου δαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

αʹ. Ποίαις ἡμέραις ἐκείναις; Οὐδὲ γὰρ τότε, ἡνίκα παῖς ἦν, καὶ εἰς Ναζαρὲτ ἦλθεν,  ἀλλὰ  μετὰ  τριάκοντα  ἔτη  παραγίνεται  ὁ Ἰωάννης,  καθὼς  καὶ  ὁ Λουκᾶς μαρτυρεῖ. Πῶς οὖν  φησιν,  Ἐν ταῖς  ἡμέραις ἐκείναις; Ἔθος ἀεὶ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ  τρόπῳ· οὐχ  ὅταν  τὰ ἐν  τῷ  ἑξῆς χρόνῳ  συμβαίνοντα   λέγῃ μόνον, ἀλλ' ὅταν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα. Οὕτω γοῦν καὶ ἡνίκα ἐπὶ τοῦ ὄρους τῶν  Ἐλαιῶν αὐτῷ καθημένῳ  προσῆλθον οἱ μαθηταὶ, καὶ περὶ τῆς παρουσίας αὐτοῦ μαθεῖν ἐζήτουν, καὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως· καίτοιγε ἴστε ὅσον τὸ μέσον ἑκατέρων τῶν καιρῶν. Εἰπὼν γὰρ τὴν κατασκαφὴν τῆς μητροπόλεως, καὶ τὸν  περὶ τούτων  ἀπαρτίσας λόγον,  καὶ μέλλων  εἰς τὸν  περὶ τῆς  συντελείας ἐκβαίνειν, ἐπήγαγε, Τότε καὶ ταῦτα ἔσται· οὐ  συνάγων τοὺς χρόνους τῷ, Τότε, εἰπεῖν, ἀλλ'  ἐκεῖνον  μόνον δηλῶν  τὸν καιρὸν, ἐν ᾧ ταῦτα συμβήσεσθαι ἔμελλεν. Ὅπερ καὶ νῦν ποιεῖ λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις.

Read More ->>

ΙΑʹ Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΙΑʹ Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν,  τίς ὑπέδειξεν ὑμῖν φυγεῖν  ἀπὸ τῆς μελλούσης ὀργῆς;


αʹ. Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; Ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ' αὐτοῦ μὴ δέξασθαι Ἐπεὶ καὶ τοῖς Προφήταις  ἔδοξαν  προσέχειν  καὶ  τῷ  Νομοθέτῃ· ἀλλ'  ὅμως  ἔφησεν  αὐτοὺς  μὴ προσεσχηκέναι, ἐπειδὴ  τὸν  παρ' ἐκείνων  προφητευόμενον  οὐκ ἐδέξαντο.  Εἰ γὰρ ἐπιστεύσατε,  φησὶ,  Μωϋσῇ,  ἐπιστεύσατε  ἂν  ἐμοί·   Καὶ  μετὰ  ταῦτα   δὲ ἐρωτώμενοι παρὰ τοῦ Χριστοῦ, Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἔλεγον, ὅτι Ἐὰν εἴπωμεν, ἀπὸ γῆς, φοβούμεθα τὸν ὄχλον· ἐὰν εἴπωμεν, ἀπὸ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Πῶς οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ὥστε ἐξ ἁπάντων  τούτων δῆλον, ὅτι παρεγένοντο μὲν καὶ  ἐβαπτίσθησαν· οὐ μὴν  ἔμειναν  ἐπὶ  τῆς  πίστεως  τοῦ  κηρύγματος.  Καὶ γὰρ ὁ Ἰωάννης  δείκνυσιν  αὐτῶν  τὴν  πονηρίαν,  ἐξ  ὧν  πρὸς  τὸν  Βαπτιστὴν  ἔπεμπον λέγοντες· Εἰ σὺ εἰ Ἠλίας; εἰ σὺ εἶ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν·

Read More ->>

ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.

αʹ. Μετὰ τῶν  δούλων  ὁ ∆εσπότης, μετὰ τῶν  ὑπευθύνων  ὁ Κριτὴς ἔρχεται βαπτισθησόμενος. Ἀλλὰ μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα διαλάμπει  αὐτοῦ  τὸ  ὑψηλόν.  Ὁ γὰρ  κυοφορηθῆναι  τοσοῦτον  χρόνον  ἐν  μήτρᾳ καταδεξάμενος παρθενικῇ, καὶ προελθεῖν  ἐκεῖθεν μετὰ τῆς ἡμετέρας φύσεως, καὶ ῥαπισθῆναι, καὶ σταυρωθῆναι, καὶ τὰ ἄλλα παθεῖν ἅπερ ἔπαθε, τί θαυμάζεις εἰ καὶ βαπτίσασθαι κατεδέξατο, καὶ μετὰ τῶν ἄλλων  ἐλθεῖν  πρὸς τὸν  δοῦλον; Τὸ γὰρ ἐκπλῆττον ἐκεῖνο ἦν, τὸ Θεὸν ὄντα βουληθῆναι γενέσθαι ἄνθρωπον· τὰ δὲ ἄλλα λοιπὸν κατὰ λόγον ἕπεται ἅπαντα. ∆ιά τοι τοῦτο καὶ ὁ Ἰωάννης προλαβὼν ἔλεγεν ἐκεῖνα ἅπερ εἶπεν, ὅτι οὐκ ἔστιν ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, καὶ τὰ ἄλλα πάντα. οἷον ὅτι κριτής ἐστι, καὶ τὰ κατ' ἀξίαν ἀποδίδωσιν ἑκάστῳ, καὶ Πνεῦμα παρέξει δαψιλὲς  ἅπασιν· ἵνα ὅταν ἴδῃς αὐτὸν  ἐπὶ τὸ βάπτισμα ἐρχόμενον,  μηδὲν ταπεινὸν ὑποπτεύσῃς

Read More ->>

ΙΓʹ Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


 ΙΓʹ Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ  τοῦ  διαβόλου.


 αʹ. Τότε· πότε; Μετὰ τὴν  τοῦ  Πνεύματος κάθοδον,  μετὰ τὴν φωνὴν  ἄνωθεν ἐνεχθεῖσαν καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γὰρ αὐτὸν ἀνάγειν ἐνταῦθά φησιν. Ἐπειδὴ γὰρ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν διάβολον πάλης· ἵνα  ἕκαστος  τῶν  βαπτιζομένων,  εἰ μετὰ τὸ βάπτισμα μείζονας  ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου,  ἀλλὰ μένῃ γενναίως  πάντα φέρων, ὡς κατὰ ἀκολουθίαν  τούτου συμβαίνοντος. Καὶ γὰρ διὰ τοῦτο ἔλαβες ὅπλα, οὐχ ἵνα ἀργῇς, ἀλλ' ἵνα πολεμῇς. ∆ιὰ τοῦτο οὐδὲ ἐπιόντας κωλύει  τοὺς  πειρασμοὺς  ὁ  Θεός· πρῶτον  μὲν  ἵνα  μάθῃς  ὅτι  πολλῷ  γέγονας ἰσχυρότερος·  ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ τῷ μεγέθει τῶν  δωρεῶν ἐπαρθῇς, τῶν  πειρασμῶν  συστέλλειν  σε δυναμένων·  πρὸς τούτοις,  ἵνα  ὁ πονηρὸς  δαίμων ἐκεῖνος,  ὁ  τέως  ἀμφιβάλλων   περὶ  τῆς  σῆς ἀποστάσεως, ἀπὸ  τῆς  βασάνου τῶν πειρασμῶν πληροφορηθῇ,  ὅτι τέλεον  αὐτὸν  ἐγκαταλιπὼν  ἀπέστης· τέταρτον,

Read More ->>

Ι∆ʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη,ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Ι∆ʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη,ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

αʹ. Τίνος ἕνεκεν  ἀναχωρεῖ;  Πάλιν παιδεύων  ἡμᾶς, μὴ ὁμόσε χωρεῖν  τοῖς πειρασμοῖς, ἀλλ' εἴκειν καὶ παραχωρεῖν. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Τοῦτο τοίνυν διδάσκων, καὶ τὸν φθόνον  τὸν Ἰουδαϊκὸν παραμυθούμενος, ἀναχωρεῖ εἰς τὴν Καπερναοὺμ, ὁμοῦ μὲν πληρῶν  τὴν προφητείαν, ὁμοῦ δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων,  ἐπειδήπερ  ἐκεῖ  διέτριβον  τῇ  τέχνῃ  χρώμενοι.  Σὺ δέ  μοι  σκόπει, πῶς πανταχοῦ μέλλων ἐπὶ τὰ ἔθνη ἀπιέναι, παρὰ Ἰουδαίων λαμβάνει τὰς αἰτίας. Καὶ γὰρ ἐνταῦθα ἐπιβουλεύσαντες τῷ Προδρόμῳ, καὶ εἰς δεσμωτήριον ἐμβαλόντες, ὠθοῦσιν αὐτὸν εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν.

Read More ->>

ΙΕ Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΙΕ  Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.»


αʹ. Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον. Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ, ἀλλ' ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ· καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ' ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων  διαλέγεσθαι πραγμάτων. Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον  οἱ  μαθηταί.  Εἶδες αὐτῶν  τὴν  ἐπίδοσιν  τῆς  ἀρετῆς,  καὶ  πῶς  ἀθρόον βελτίους  ἐγένοντο;  Οἱ μὲν γὰρ πολλοὶ, τῶν  θαυμάτων  ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν· ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν.

Read More ->>

Ις ʹ Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Ις ʹ Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας

 αʹ. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ἢ τίς ἐνεκάλεσεν ἵνα  πρὸς τοῦτο ποιήσηται τὴν ἀπάντησιν; Οὐδὲ γὰρ ἐκ  τῶν  εἰρημένων  τοιαύτη  τις  ὑποψία  ἐτίκτετο· τὸ γὰρ κελεύειν  πράους εἶναι,  καὶ ἐπιεικεῖς,   καὶ   ἐλεήμονας,   καὶ   καθαροὺς   τῇ   καρδίᾳ,   καὶ   ὑπὲρ   δικαιοσύνης ἀγωνίζεσθαι, οὐδὲν τοιοῦτον ἐνεδείκνυτο, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τί δήποτε οὖν τοῦτο εἴρηκεν; Οὐχ ἁπλῶς,  οὐδὲ εἰκῆ· ἀλλ' ἐπειδὴ μείζονα τῶν  παλαιῶν  ἔμελλε νομοθετεῖν παραγγελμάτων, λέγων· Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις·  ἐγὼ  δὲ  λέγω  ὑμῖν·  Μηδὲ  ὀργίζεσθε· καὶ  θείας  τινὸς  καὶ  οὐρανίου πολιτείας  τέμνειν  ὁδόν· ἵνα μὴ τὸ ξένον ταράξῃ τῶν  ἀκουόντων  τὰς ψυχὰς, καὶ διαστασιάζειν παρασκευάσῃ πρὸς τὰ λεγόμενα, ταύτῃ κέχρηται τῇ προδιορθώσει.

Read More ->>

ΙΖʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



ΙΖʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.

αʹ. Ἀπαρτίσας τοίνυν τὴν προτέραν ἐντολὴν, καὶ εἰς ἄκρον φιλοσοφίας αὐτὴν ἐκτείνας, ὁδῷ καὶ τάξει προβαίνων λοιπὸν πρόεισιν ἐπὶ τὴν δευτέραν, κἀνταῦθα τῷ νόμῳ πειθόμενος.  Καὶ μὴν οὐ δευτέρα αὕτη, φησὶν, ἀλλὰ τρίτη. Οὐ γὰρ προτέρα ἐστὶν, Οὐ φονεύσεις, ἀλλὰ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. ∆ιὸ καὶ ζητῆσαι ἄξιον, τίνος ἕνεκεν οὐκ ἐκεῖθεν ἤρξατο. Τίνος οὖν ἕνεκεν; Ὅτι ἀρχόμενον ἐκεῖθεν, ἔδει καὶ αὐτὴν αὐξῆσαι, καὶ ἑαυτὸν συνεισαγαγεῖν. Οὔπω δὲ καιρὸς ἦν περὶ ἑαυτοῦ διδάσκειν τι τοιοῦτον. Ἄλλως δὲ καὶ τὸν ἠθικὸν τέως ἐγύμναζε λόγον, ἐντεῦθεν βουλόμενος πρῶτον καὶ ἐκ τῶν θαυμάτων πεῖσαι τοὺς ἀκούοντας, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ. Τὸ μὲν οὖν εὐθέως, πρὶν ἤ τι φθέγξασθαι καὶ ποιῆσαι, λέγειν·

Read More ->>

ΙΗʹ Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΙΗʹ Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κρι θῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

αʹ. Ὁρᾷς  ὅτι  οὐ  περὶ  ὀφθαλμοῦ  τὰ  πρότερα  ἔλεγεν,  ἡνίκα  ἐνομοθέτει ὀφθαλμὸν  ἐκκόπτειν  τὸν  σκανδαλίζοντα,  ἀλλὰ  περὶ τοῦ  διὰ  φιλίας  βλάπτοντος ἡμᾶς, καὶ εἰς τὸ τῆς ἀπωλείας  ἐμβάλλοντος  βάραθρον; Ὁ γὰρ τοσαύτην ἐνταῦθα ποιούμενος τὴν ὑπερβολὴν, καὶ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἂν τὸν ἑαυτοῦ ἐκκόπτειν  ἐνομοθέτησεν; Εἰ δέ τις τοῦ παλαιοῦ  κατηγορεῖ  νόμου, διὰ τὸ κελεύειν  οὕτως  ἀμύνεσθαι,  σφόδρα μοι δοκεῖ σοφίας νομοθέτῃ πρεπούσης ἄπειρος εἶναι, καὶ καιρῶν δύναμιν ἀγνοεῖν, καὶ συγκαταβάσεως κέρδος. Ἂν γὰρ ἐννοήσῃ τίνες ἦσαν οἱ ταῦτα ἀκούοντες, καὶ πῶς διακείμενοι,  καὶ πότε  τὴν  νομοθεσίαν  ἐδέξαντο  ταύτην,  σφόδρα ἀποδέξεται  τοῦ νομοθέτου  τὴν  σοφίαν, 

Read More ->>

ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς.

αʹ. Τὸ τυραννικώτερον  πάντων  λοιπὸν ἐξορίζει πάθος, τὴν λύσσαν καὶ τὴν μανίαν τὴν περὶ τὴν κενὴν δόξαν ἐγγινομένην  τοῖς κατορθοῦσιν. Ἐξ ἀρχῆς μὲν γὰρ οὐδὲν  περὶ  αὐτοῦ  διελέχθη·  καὶ  γὰρ  ἦν  περιττὸν,  πρὶν  ἢ  πεῖσαι  ποιεῖν  τι  τῶν δεόντων, περὶ τοῦ πῶς δεῖ ποιεῖν αὐτὰ καὶ μετιέναι διδάσκειν. Ἐπειδὴ δὲ ἐνῆγεν εἰς φιλοσοφίαν, τότε λοιπὸν καὶ τὴν παρυφισταμένην  αὐτῇ καθαίρει λύμην. Οὐδὲ γὰρ ἁπλῶς   τίκτεται   τοῦτο   τὸ   νόσημα,   ἀλλ'   ὅταν   πολλὰ   κατορθώσωμεν   τῶν ἐπιταττομένων. Ἔδει τοίνυν πρότερον φυτεῦσαι τὴν ἀρετὴν, καὶ τότε τὸ ἐπηρεάζον αὐτῆς τὸν καρπὸν ἀνελεῖν  πάθος. Καὶ ὅρα πόθεν ἄρχεται· ἀπὸ νηστείας, καὶ εὐχῆς, καὶ ἐλεημοσύνης. Τούτοις γὰρ μάλιστα ἐμφιλοχωρεῖν  εἴωθε τοῖς κατορθώμασιν.

Read More ->>

Κʹ. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ, σκυθρωποί.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Κʹ. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταὶ, σκυθρωποί. Ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες.

αʹ. Καλὸν ἐνταῦθα στενάξαι μέγα καὶ ἀνοιμῶξαι πικρόν. Οὐ γὰρ μόνον τοὺς ὑποκριτὰς  μιμούμεθα,  ἀλλὰ  καὶ ἐκείνους  παρεληλύθαμεν.  Οἶδα γὰρ, οἶδα πολλοὺς, οὐχὶ νηστεύοντας καὶ ἐπιδεικνυμένους  μόνον, ἀλλὰ καὶ μὴ νηστεύοντας καὶ τὰ τῶν νηστευόντων προσωπεῖα περικειμένους, καὶ ἀπολογίαν χείρονα τῆς ἁμαρτίας προβαλλομένους.  Ἵνα  γὰρ μὴ σκανδαλίσω, φησὶ, τοὺς πολλοὺς,  τοῦτο ποιῶ. Τί λέ γεις; Νόμος ἐστὶ θεῖος ὁ ταῦτα κελεύων, καὶ σκανδάλου μέμνησαι; καὶ φυλάττων  μὲν αὐτὸν, σκανδαλίζειν νομίζεις, παραβαίνων δὲ, ἀπαλλάττειν σκανδάλου;  καὶ  τί  ταύτης  τῆς  ἀλογίας  χεῖρον  γένοιτ'  ἄν;  Οὐ παύσῃ  καὶ  τῶν ὑποκριτῶν χείρων  γινόμενος,  καὶ διπλῆν  τὴν ὑπόκρισιν ἐργαζόμενος; καὶ πολλὴν τῆς κακίας ταύτης τὴν ὑπερβολὴν ἐννοῶν, οὐκ αἰσχυνθήσῃ τῆς λέξεως ταύτης τὴν ἔμφασιν;

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |