ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.

Κυριακή 30 Οκτωβρίου 2016

Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.


αʹ. Ἆρα μέμνησθε τῆς παραγγελίας,  ἣν πρώην  ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες  μετὰ σιγῆς ἁπάσης καὶ μυστικῆς ἡσυχίας ἀκούειν τῶν λεγομένων ἁπάντων; Καὶ γὰρ μέλλομεν τῶν ἱερῶν σήμερον ἐπιβαίνειν προθύρων· διὸ καὶ τῆς παραγγελίας ἀνέμνησα. Εἰ γὰρ Ἰουδαῖοι κεκαυμένῳ ὄρει, καὶ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ προσιέναι μέλλοντες, μᾶλλον δὲ οὐδὲ προσιέναι, ἀλλὰ πόῤῥωθεν ταῦτα καὶ ὁρᾷν καὶ ἀκούειν, πρὸ τριῶν ἡμερῶν ἐκελεύοντο γυναικὸς ἀπέχεσθαι, καὶ τὰ ἱμάτια ἀποπλῦναι,  καὶ ἐν τρόμῳ ἦσαν καὶ φόβῳ, καὶ αὐτοὶ, καὶ μετ' ἐκείνων Μωϋσῆς· πολλῷ  μᾶλλον  ἡμᾶς  τοιούτων  μέλλοντας  ἀκούσεσθαι λόγων,  καὶ  οὐ πόῤῥω ὄρους ἑστάναι καπνιζομένου, ἀλλ' εἰς αὐτὸν εἰσιέναι τὸν οὐρανὸν, πλείονα χρὴ ἐπιδείκνυσθαι  φιλοσοφίαν,  οὐχ ἱμάτια  ἀποπλύνοντας,  ἀλλὰ  τὴν  στολὴν  τῆς ψυχῆς ἀποσμήχοντας, καὶ πάσης βιωτικῆς ἀπαλλαττομένους μίξεως.


 Οὐ γὰρ γνόφον ὄψεσθε, οὐδὲ καπνὸν, οὐδὲ θύελλαν·  ἀλλ' αὐτὸν τὸν Βασιλέα καθήμενον  ἐπὶ τοῦ θρόνου τῆς ἀποῤῥήτου δόξης ἐκείνης, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους  παρεστῶτας αὐτῷ, καὶ τοὺς δήμους τῶν ἁγίων  μετὰ τῶν ἀπείρων μυριάδων ἐκείνων. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πόλις, τὴν Ἐκκλησίαν ἔχουσα τῶν πρωτοτόκων, τὰ πνεύματα τῶν δικαίων,   τὴν πανήγυριν  τῶν  ἀγγέλων,  τὸ αἷμα τοῦ ῥαντισμοῦ, δι'  οὗ τὰ πάντα συνήφθη, καὶ ὁ οὐρανὸς ἐδέξατο τὰ ἀπὸ γῆς, καὶ γῆ τὰ ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἡ πάλαι  ποθουμένη  καὶ  ἀγγέλοις  καὶ  ἁγίοις  παραγέγονεν  εἰρήνη.  Ἐν  ταύτῃ  τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια  τῆς  φύσεως  τῆς  ἡμετέρας,  τὰ  σκῦλα τοῦ  Βασιλέως ἡμῶν·  ταῦτα  γὰρ ἅπαντα ἀπὸ τῶν Εὐαγγελίων εἰσόμεθα μετὰ ἀκριβείας. Κἂν ἀκολουθῇς μετὰ ἡσυχίας τῆς  προσηκούσης, δυνησόμεθά  σε περιαγαγεῖν  πανταχοῦ,  καὶ  δεῖξαι,  ποῦ  μὲν  ὁ θάνατος ἀνεσκολοπισμένος κεῖται· ποῦ δὲ ἡ ἁμαρτία κρεμαμένη· ποῦ δὲ τὰ πολλὰ καὶ παράδοξα ἀπὸ τοῦ πολέμου τούτου, ἀπὸ τῆς μάχης ταύτης ἀναθήματα. Ὄψει καὶ τὸν τύραννον  ἐνταῦθα δεδεμένον, καὶ τῶν αἰχμαλώτων  τὸ πλῆθος ἑπόμενον, καὶ τὴν ἀκρόπολιν, ἀφ' ἧς ὁ μιαρὸς δαίμων ἐκεῖνος ἅπαντα κατέδραμε τὸν ἔμπροσθεν χρόνον· ὄψει τοῦ λῃστοῦ τὰς καταδύσεις καὶ τὰ σπήλαια, διεῤῥωγότα λοιπὸν  καὶ ἀναπεπταμένα·  καὶ  γὰρ  καὶ  ἐκεῖ  παρεγένετο  ὁ  Βασιλεύς. Ἀλλὰ  μὴ  ἀποκάμῃς, ἀγαπητέ· οὐδὲ γὰρ εἰ πόλεμόν τις αἰσθητὸν διηγεῖτο, καὶ τρόπαια, καὶ νίκας, κόρον ἔλαβες ἄν· ἀλλ' οὐδὲ σιτίον οὐδὲ ποτὸν  πρὸ ταύτης  ἂν ἔθου τῆς ἱστορίας. Εἰ δὲ ἐκείνη  ποθητὴ  ἡ  διήγησις,  πολλῷ  μᾶλλον  αὕτη.  Ἐννόησον  γὰρ  ἡλίκον  ἐστὶν ἀκοῦσαι, πῶς μὲν ἐκ τῶν οὐρανῶν καὶ τῶν θρόνων  ἀναστὰς τῶν βασιλικῶν, καὶ εἰς τὴν γῆν, καὶ εἰς αὐτὸν τὸν ᾅδην ἥλατο ὁ Θεὸς, καὶ ἐπὶ τῆς παρατάξεως ἔστη· πῶς δὲ ἀντιπαρετάξατο ὁ διάβολος, μᾶλλον δὲ οὐ Θεῷ γυμνῷ, ἀλλὰ Θεῷ ἀνθρωπίνῃ κρυπτομένῳ φύσει. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι θανάτῳ θάνατον ὄψει λυόμενον, καὶ κατάραν ἀφανιζομένην  κατάρᾳ, καὶ δι' ὧν ἴσχυσεν ὁ διάβολος, διὰ τούτων  αὐτοῦ καταλυομένην  τὴν τυραννίδα. ∆ιαναστῶμεν τοίνυν, καὶ μὴ καθεύδωμεν· ἰδοὺ γὰρ ὁρῶ τὰς πύλας ἡμῖν ἀνοιγομένας· ἀλλ' εἰσίωμεν μετὰ εὐταξίας ἁπάσης καὶ τρόμου, τῶν προθύρων αὐτῶν εὐθέως ἐπιβαίνοντες. Τίνα δέ ἐστι ταῦτα τὰ πρόθυρα; Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ. Τί λέγεις; περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ διαλέξεσθαι ἐπηγγείλω, καὶ τοῦ ∆αυῒδ μνημονεύεις, ἀνθρώπου μετὰ μυρίας γενεὰς γενομένου, καὶ αὐτὸν εἶναι φὴς καὶ πατέρα καὶ πρόγονον; Ἐπίσχες, καὶ  μὴ  πάντα  ἀθρόως  ζήτει  μαθεῖν,  ἀλλ' ἠρέμα καὶ  κατὰ  μικρόν.  Ἐν γὰρ  τοῖς προθύροις ἕστηκας ἔτι παρ' αὐτὰ τὰ προπύλαια· τί τοίνυν σπεύδεις πρὸς τὰ ἄδυτα; Οὔπω τὰ ἔξω καλῶς κατώπτευσας ἅπαντα. Οὐδὲ γὰρ ἐκείνην σοι τέως διηγοῦμαι τὴν γέννησιν· μᾶλλον δὲ οὐδὲ τὴν μετὰ ταῦτα· ἀνέκφραστος γὰρ καὶ ἀπόῤῥητος. Καὶ πρὸ ἐμοῦ σοι τοῦτο ὁ προφήτης εἶπεν Ἡσαΐας· ἀνακηρύττων γὰρ αὐτοῦ τὸ πάθος καὶ τὴν πολλὴν ὑπὲρ τῆς οἰκουμένης κηδεμονίαν, καὶ ἐκπληττόμενος τίς ὢν τί γέγονε, καὶ ποῦ κατέβη, ἀνεβόησε μέγα καὶ λαμπρὸν οὕτω λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;

βʹ. Οὐ τοίνυν περὶ ἐκείνης ἡμῖν ὁ λόγος νῦν, ἀλλὰ περὶ ταύτης τῆς κάτω, τῆς ἐν τῇ γῇ γενομένης, τῆς μετὰ μυρίων μαρτύρων. Καὶ περὶ ταύτης δὲ, ὡς ἡμῖν δυνατὸν εἰπεῖν δεξαμένοις τὴν τοῦ Πνεύματος χάριν, οὕτω διηγησόμεθα. Οὐδὲ γὰρ ταύτην  μετὰ σαφηνείας  πάσης παραστῆσαι ἔνι· ἐπεὶ καὶ αὕτη φρικωδεστάτη.  Μὴ τοίνυν μικρὰ νομίσῃς ἀκούειν, ταύτην ἀκούων τὴν γέννησιν· ἀλλ' ἀνάστησόν σου τὴν διάνοιαν, καὶ εὐθέως φρίξον, ἀκούσας ὅτι Θεὸς ἐπὶ γῆς ἦλθεν. Οὕτω γὰρ τοῦτο θαυμαστὸν καὶ παράδοξον ἦν, ὡς καὶ τοὺς ἀγγέλους χορὸν ὑπὲρ τούτων στήσαντας τὴν  ὑπὲρ  τῆς  οἰκουμένης  ἐπὶ  τούτοις  ἀναφέρειν  εὐφημίαν,  καὶ  τοὺς  προφήτας ἄνωθεν τοῦτο ἐκπλήττεσθαι, ὅτι Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ γὰρ σφόδρα παράδοξον ἀκοῦσαι, ὅτι ὁ Θεὸς ὁ ἀπόῤῥητος, καὶ ἀνέκφραστος, καὶ ἀπερινόητος, καὶ τῷ Πατρὶ ἴσος, διὰ μήτρας ἦλθε παρθενικῆς, καὶ γενέσθαι ἐκ γυναικὸς κατεδέξατο, καὶ σχεῖν προγόνους τὸν ∆αυῒδ καὶ τὸν Ἀβραάμ. Καὶ τί λέγω  τὸν ∆αυῒδ καὶ τὸν Ἀβραάμ, Τὸ γὰρ δὴ φρικωδέστερον, τὰς γυναῖκας ἐκείνας,  ὧν  ἀρτίως  ἐμνήσθημεν.  Ταῦτα ἀκούων,  ἀνάστηθι,  καὶ  μηδὲν  ταπεινὸν ὑποπτεύσῃς, ἀλλὰ καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαύμασον, ὅτι Υἱὸς ὢν τοῦ ἀνάρχου Θεοῦ, καὶ γνήσιος Υἱὸς, ἠνέσχετο ἀκοῦσαι καὶ ∆αυῒδ υἱὸς, ἵνα σὲ ποιήσῃ υἱὸν Θεοῦ· ἠνέσχετο  πατέρα αὐτῷ  γενέσθαι  δοῦλον,  ἵνα  σοὶ τῷ  δούλῳ  Πατέρα ποιήσῃ τὸν ∆εσπότην. Εἶδες ἐκ προοιμίων εὐθέως οἷα τὰ εὐαγγέλια;  Εἰ δὲ ἀμφιβάλλεις περὶ τῶν  σῶν, ἀπὸ τῶν  ἐκείνου καὶ ταῦτα πίστευε. Πολὺ γὰρ δυσκολώτερον, ὅσον εἰς ἀνθρώπινον λογισμὸν,   Θεὸν   ἄνθρωπον    γενέσθαι,   ἢ   ἄνθρωπον    υἱὸν   Θεοῦ χρηματίσαι. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς τοῦ ∆αυΐδ ἐστι καὶ τοῦ Ἀβραὰμ, μὴ ἀμφίβαλλε λοιπὸν, ὅτι καὶ σὺ, ὁ υἱὸς τοῦ Ἀδὰμ, υἱὸς ἔσῃ τοῦ Θεοῦ. Οὐδὲ γὰρ εἰκῆ καὶ μάτην τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν,  εἰ μὴ ἔμελλεν  ἡμᾶς ἀνυψοῦν.
Ἐγεννήθη γὰρ κατὰ σάρκα, ἵνα σὺ γεννηθῇς κατὰ πνεῦμα· ἐγεννήθη ἐκ γυναικὸς, ἵνα σὺ παύσῃ γυναικὸς ὢν υἱός. ∆ιὰ τοῦτο διπλῆ γέγονεν ἡ γέννησις, καὶ ἐοικυῖα ἡμῖν, καὶ  ὑπερβαίνουσα  τὴν  ἡμετέραν.  Τὸ  μὲν  γὰρ  ἐκ  γυναικὸς   γεννηθῆναι   ἡμῖν συνέβαινε· τὸ  δὲ  μὴ  ἐξ αἵματος,  μηδὲ  ἐκ θελήματος  σαρκὸς ἢ  ἀνδρὸς,  ἀλλ' ἐκ Πνεύματος ἁγίου, τὴν ὑπερβαίνουσαν ἡμᾶς καὶ τὴν μέλλουσαν προανεφώνει γέννησιν, ἣν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίζεσθαι. Καὶ πάντα δὲ τὰ ἄλλα τοιαῦτα ἦν. Καὶ γὰρ τὸ λουτρὸν τοιοῦτον· εἶχε γάρ τι τοῦ παλαιοῦ, εἶχέ τι καὶ τοῦ καινοῦ. Τὸ μὲν  γὰρ  ὑπὸ  τοῦ  προφήτου  βαπτισθῆναι,  τὸ  παλαιὸν  ἐδείκνυ·  τὸ  δὲ  Πνεῦμα κατελθεῖν,  τὸ  νέον  ὑπέγραψε.  Καὶ καθάπερ  τις  ἐν  μεταιχμίῳ  στὰς,  δύο  τινῶν ἀλλήλων   διεστηκότων,   ἀμφοτέρας   ἁπλώσας   τὰς   χεῖρας   ἑκατέρωθεν   λαβὼν συνάψειεν· οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν  τῇ καινῇ συνάπτων,  τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις. Εἶδες τὴν ἀστραπὴν τῆς πόλεως, ὅσῃ σε ἐκ προοιμίων κατηύγασε τῇ λαμπηδόνι; πῶς σοι τὸν Βασιλέα εὐθέως ἔδειξεν ἐν τῷ σῷ σχήματι, ὡσανεὶ ἐν στρατοπέδῳ; Οὐδὲ γὰρ ἐκεῖ τὴν οἰκείαν ἀξίαν φαίνεται ἔχων διηνεκῶς ὁ βασιλεὺς, ἀλλὰ τὴν ἁλουργίδα ἀφεὶς καὶ τὸ διάδημα, στρατιώτου σχῆμα ὑπέδυ  πολλάκις.  Ἀλλ' ἐκεῖ  μὲν,  ἵνα  μὴ  γνώριμος  γενόμενος  ἐφ' ἑαυτὸν ἑλκύσῃ τοὺς πολεμίους· ἐνταῦθα δὲ τοὐναντίον, ἵνα μὴ γνώριμος γενόμενος, φυγεῖν παρασκευάσῃ τῆς πρὸς αὐτὸν συμπλοκῆς τὸν ἐχθρὸν, καὶ τοὺς οἰκείους διαταράξῃ πάντας·  σῶσαι γὰρ, οὐκ ἐκπλῆξαι,  ἐσπούδασε. ∆ιὰ τοῦτο  καὶ εὐθέως  αὐτὸν  ἀπὸ ταύτης ἐκάλεσε τῆς προσηγορίας, Ἰησοῦν προσειπών. Τὸ γὰρ Ἰησοῦς τοῦτο ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ οὕτω λέγεται Ἰησοῦς· ὅ ἐστιν εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον, Σωτήρ· Σωτὴρ δὲ, ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ.




γʹ. Εἶδες πῶς ἀνεπτέρωσε τὸν ἀκροατὴν, τά τε ἐν συνηθείᾳ φθεγξάμενος,  καὶ δι' αὐτῶν  τὰ ὑπὲρ ἐλπίδα  πᾶσιν ἡμῖν  ἐμφήνας;  Καὶ γὰρ ἀμφοτέρων  τῶν  ὀνομάτων τούτων  πολλὴ  ἡ  γνῶσις  παρὰ  τοῖς  Ἰουδαίοις  ἦν.  Ἐπειδὴ  γὰρ  παράδοξα  ἦν  τὰ μέλλοντα  γίνεσθαι, καὶ οἱ τῶν  ὀνομάτων  προέδραμον τύποι· ὥστε ἄνωθεν  πάντα καινοτομίας  προαναιρεθῆναι θόρυβον. Καὶ γὰρ Ἰησοῦς ὁ μετὰ Μωϋσέα εἰσαγαγὼν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγεται. Εἶδες τὸν τύπον; βλέπε τὴν ἀλήθειαν· Ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὗτος εἰς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ἐκεῖνος μετὰ τὸ τελευτῆσαι Μωϋσέα, οὗτος μετὰ τὸ παύσασθαι τὸν νόμον· ἐκεῖνος ὡς δημαγωγὸς, οὗτος ὡς βασιλεύς. Ἀλλ' ἵνα μὴ Ἰησοῦν ἀκούσας διὰ τὴν ὁμωνυμίαν πλανηθῇς, ἐπήγαγεν· Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυΐδ. Ἐκεῖνος δὲ οὐκ ἦν τοῦ ∆αυῒδ, ἀλλ' ἑτέρας φυλῆς. Τίνος δὲ ἕνεκεν Βίβλον αὐτὴν γενέσεως καλεῖ Ἰησοῦ Χριστοῦ; καίτοιγε οὐ τοῦτο ἔχει μόνον τὴν γέννησιν, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν. Ὅτι πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτο, καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῖν τῶν ἀγαθῶν  γίνεται.  Ὥσπερ οὖν βιβλίον οὐρανοῦ καὶ γῆς καλεῖ Μωϋσῆς, καίτοιγε οὐ περὶ οὐρανοῦ καὶ γῆς διαλεχθεὶς μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν μέσῳ πάντων· οὕτω καὶ  οὗτος  ἀπὸ  τοῦ  κεφαλαίου  τῶν  κατορθωμάτων  τὸ  βιβλίον  ἐκάλεσε. Τὸ γὰρ ἐκπλήξεως  γέμον  καὶ  ὑπὲρ ἐλπίδα  καὶ  προσδοκίαν ἅπασαν, ἄνθρωπον  γενέσθαι Θεόν· τούτου  δὲ γενομένου,  τὰ μετὰ ταῦτα  ἅπαντα  κατὰ λόγον  καὶ ἀκολουθίαν ἕπεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Υἱοῦ Ἀβραὰμ, καὶ τότε, Υἱοῦ ∆αυΐδ; Οὐχ ὥς τινες οἴονται, κάτωθεν ἄνω βουλόμενος ἐλθεῖν· ἐπεὶ ἐποίησεν ἂν, ὅπερ καὶ ὁ Λουκᾶς· νῦν δὲ τοὐναντίον  ποιεῖ. Τίνος οὖν ἕνεκεν τοῦ ∆αυῒδ ἐμνημόνευσεν; Ἐν τοῖς πάντων στόμασιν ὁ ἄνθρωπος ἦν, ἀπό τε τῆς περιφανείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ. Εἰ δὲ ἀμφοτέροις ἐπηγγείλατο ὁ Θεὸς, ἀλλ' ὅμως ἐκεῖνο μὲν, ὡς παλαιὸν,  ἐσιγᾶτο· τοῦτο δὲ, ὡς πρόσφατον καὶ νέον, ὑπὸ πάντων περιεφέρετο. Αὐτοὶ γοῦν λέγουσιν· Οὐκ ἐκ τοῦ σπέρματος ∆αυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν ∆αυῒδ, ἔρχεται ὁ Χριστός. Καὶ οὐδεὶς αὐτὸν  υἱὸν  Ἀβραὰμ, ἀλλὰ πάντες υἱὸν ∆αυῒδ ἐκάλουν· καὶ γὰρ καὶ διὰ τὸν χρόνον, ὡς ἔφθην εἰπὼν, καὶ διὰ τὴν  βασιλείαν,  μᾶλλον  ἐν  μνήμῃ  πᾶσιν  οὗτος  ἦν.  Οὕτω γοῦν  καὶ  οὓς  ἐτίμων βασιλέας μετ' ἐκεῖνον ἐξ ἐκείνου ἅπαντας ἐκάλουν, καὶ αὐτοὶ καὶ ὁ Θεός. Καὶ γὰρ καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι δὲ προφῆται, λέγουσιν αὐτοῖς παραγίνεσθαι ∆αυῒδ καὶ ἀνίστασθαι, οὐ περὶ ἐκείνου λέγοντες τοῦ τετελευτηκότος, ἀλλὰ τῶν ζηλούντων τὴν ἀρετὴν τὴν ἐκείνου. Καὶ τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Καὶ τῷ Σολομῶνι δὲ ἔλεγεν, ὅτι διὰ ∆αυῒδ οὐ διέῤῥηξε ζῶντος αὐτοῦ τὴν βασιλείαν. Πολλὴ γὰρ ἡ δόξα τοῦ ἀνδρὸς ἦν καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. ∆ιὰ τοῦτο εὐθέως ἐκ τοῦ γνωριμωτέρου  τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τὸν πατέρα ἀνατρέχει, περιττὸν ἡγούμενος, ὅσον πρὸς Ἰουδαίους, ἀνωτέρω τὸν λόγον ἀγαγεῖν. Οὗτοι γὰρ μάλιστα ἦσαν οἱ θαυμαζόμενοι· ὁ μὲν, ὡς προφήτης καὶ βασιλεύς· ὁ δὲ, ὡς πατριάρχης καὶ προφήτης. Καὶ πόθεν δῆλον ὅτι ἐκ τοῦ ∆αυΐδ ἐστι; φησίν. Εἰ γὰρ ἐξ ἀνδρὸς οὐκ ἐγεννήθη, ἀλλ' ἀπὸ γυναικὸς μόνον, ἡ δὲ Παρθένος οὐ  γενεαλογεῖται,   πῶς  εἰσόμεθα  ὅτι  τοῦ  ∆αυῒδ  ἔκγονος  ἦν;  ∆ύο  γάρ  ἐστι  τὰ ζητούμενα· τίνος  τε ἕνεκεν  ἡ μήτηρ οὐ γενεαλογεῖται,  καὶ τί δήποτε ὁ Ἰωσὴφ, ὁ μηδὲν συντελῶν  πρὸς τὴν γέννησιν,  μνημονεύεται  παρ' αὐτῶν· δοκεῖ γὰρ τὸ μὲν περιττὸν εἶναι, τὸ δὲ ἐνδεές. Ποῖον οὖν πρότερον ἀναγκαῖον εἰπεῖν· Πῶς  ἐκ τοῦ ∆αυῒδ ἡ Παρθένος. Πῶς οὖν εἰσόμεθα ὅτι ἐκ τοῦ ∆αυΐδ; Ἄκουσον τοῦ Θεοῦ λέγοντος τῷ Γαβριὴλ, ἀπελθεῖν  Πρὸς παρθένον μεμνηστευμένην  ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ. Τί τοίνυν βούλει τούτου σαφέστερον, ὅταν ἀκούσῃς ὅτι ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ ἦν ἡ Παρθένος;


δʹ. Ὅθεν δῆλον, ὅτι καὶ ὁ Ἰωσὴφ ἐκεῖθεν ἦν. Καὶ γὰρ νόμος ἦν ὁ κελεύων μὴ ἐξεῖναι γαμεῖν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τῆς αὐτῆς φυλῆς.
Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἀπὸ τῆς Ἰούδα φυλῆς ἀναστήσεσθαι αὐτὸν προὔλεγεν, οὕτω λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἡ γὰρ προφητεία αὕτη, ὅτι
μὲν ἐκ τῆς φυλῆς Ἰούδα γέγονε, δηλοῖ· ὅτι δὲ καὶ τοῦ γένους ∆αυῒδ, οὐκέτι. Ἆρα οὖν τῇ φυλῇ Ἰούδα οὐχὶ γένος ἓν ἦν μόνον τὸ τοῦ ∆αυῒδ, ἀλλὰ καὶ πολλὰ ἕτερα· καὶ συνέβαινε τῆς μὲν φυλῆς εἶναι τοῦ Ἰούδα, οὐκέτι δὲ καὶ τοῦ γένους ∆αυΐδ; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, ἀνεῖλέ  σου τὴν  ὑπόνοιαν  ταύτην  ὁ εὐαγγελιστὴς,  εἰπὼν,  ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν ∆αυΐδ. Εἰ δὲ καὶ ἑτέρωθεν βούλει τοῦτο μαθεῖν, οὐδὲ ἑτέρας ἀπορήσομεν ἀποδείξεως· οὐ γὰρ δὴ μόνον ἀπὸ φυλῆς  οὐκ ἐξῆν ἑτέρας, ἀλλ' οὐδὲ ἀπὸ πατριᾶς ἑτέρας, τουτέστι, συγγενείας, γαμεῖν. Ὥστε ἄν τε τῇ Παρθένῳ, τὸ ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ ἁρμόσωμεν, ἕστηκε τὸ εἰρημένον· ἄν τε τῷ Ἰωσὴφ, δι' ἐκείνου καὶ τοῦτο κατασκευάζεται. Εἰ γὰρ ἐξ οἴκου ∆αυῒδ καὶ πατριᾶς ἦν [ὁ Ἰωσὴφ], οὐκ ἂν ἄλλοθεν  ἔλαβε τὴν γυναῖκα,  ἢ ὅθεν καὶ αὐτὸς ἦν. Τί οὖν, εἰ παρέβη τὸν νόμον; φησί. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ἐμαρτύρησεν, ὅτι δίκαιος ἦν ὁ Ἰωσὴφ, ἵνα μὴ τοῦτο λέγῃς, ἀλλὰ μαθὼν αὐτοῦ τὴν ἀρετὴν, κἀκεῖνο εἰδῇς, ὅτι οὐκ ἂν παρέβη τὸν νόμον. Ὁ γὰρ οὕτω φιλάνθρωπος καὶ πάθους ἐκτὸς, ὡς μηδὲ ὑποψίας ἀναγκαζούσης βουληθῆναι  ἐπιχειρῆσαι  κολάσαι τὴν  Παρθένον, πῶς  ἂν  δι'  ἡδονὴν  παρέβη τὸν νόμον; Ὁ γὰρ ὑπὲρ νόμον φιλοσοφήσας (καὶ γὰρ τὸ ἀφεῖναι καὶ λάθρα ἀφεῖναι, ὑπὲρ νόμον  φιλοσοφοῦντος  ἦν),  πῶς  ἂν  παρὰ  νόμον  ἔπραξέ τι,  καὶ  ταῦτα  οὐδεμιᾶς ἀναγκαζούσης  αἰτίας; Ἀλλ'  ὅτι μὲν ἐκ τοῦ γένους  τοῦ ∆αυῒδ ἦν ἡ Παρθένος, ἐκ τούτων  δῆλον·  τίνος  δὲ  ἕνεκεν  αὐτὴν  οὐκ  ἐγενεαλόγησεν,  ἀλλὰ  τὸν  Ἰωσὴφ, ἀναγκαῖον εἰπεῖν. Τίνος οὖν ἕνεκεν; Οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας. Ἵν' οὖν καὶ τὸ ἔθος φυλάξῃ καὶ μὴ δόξῃ παραχαράττειν ἐκ προοιμίων, καὶ τὴν  κόρην ἡμῖν  γνωρίσῃ, διὰ τοῦτο  τοὺς προγόνους  αὐτῆς  σιγήσας, τὸν  Ἰωσὴφ ἐγενεαλόγησεν. Εἴτε γὰρ ἐπὶ τῆς Παρθένου τοῦτο ἐποίησεν, ἔδοξεν ἂν καινοτομεῖν· εἴτε τὸν Ἰωσὴφ ἐσίγησεν, οὐκ ἂν ἔγνωμεν  τῆς Παρθένου τοὺς προγόνους. Ἵν' οὖν μάθωμεν  τὴν  Μαρίαν, τίς  ἦν  καὶ πόθεν,  καὶ τὰ τῶν  νόμων  ἀκίνητα  μείνῃ,  τὸν μνηστῆρα αὐτῆς ἐγενεαλόγησε, καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας ∆αυΐδ. Τούτου γὰρ ἀποδειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ καὶ τὴν Παρθένον ἐκεῖθεν εἶναι, διὰ τὸ τὸν  δίκαιον  τοῦτον,  καθάπερ ἔφθην  εἰπὼν,  μὴ ἀνασχέσθαι ἑτέρωθεν  ἀγαγέσθαι γυναῖκα. Ἔστι δὲ καὶ ἕτερον λόγον εἰπεῖν μυστικώτερον, δι' ὃν ἐσιγήθησαν  οἱ τῆς Παρθένου πρόγονοι, ὅνπερ οὐκ εὔκαιρον νῦν ἐκκαλύψαι διὰ τὸ πολλὰ εἶναι τὰ εἰρημένα. ∆ιόπερ ἐνταῦθα στήσαντες τὸν περὶ τῶν  ζητημάτων  λόγον, κατέχωμεν τέως μετὰ ἀκριβείας τὰ ἐκκαλυφθέντα  ἡμῖν· οἷον, διατί τοῦ ∆αυῒδ ἐμνήσθη πρῶτον· διατί  τὸ βιβλίον,  γενέσεως  ἐκάλεσε Βιβλίον· διατί  εἶπεν,  Ἰησοῦ Χριστοῦ·  πῶς  ἡ γέννησις κοινὴ καὶ οὐ κοινή· πόθεν ὅτι ἡ Μαρία τοῦ ∆αυῒδ οὖσα ἐδείχθη· καὶ τίνος ἕνεκεν  ὁ Ἰωσὴφ ἐγενεαλογήθη,  σιγηθέντων  τῶν  ἐκείνης  προγόνων.  Ἂν μὲν γὰρ φυλάττητε  ταῦτα,  προθυμοτέρους  ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα  ἐργάσεσθε· ἂν  δὲ ἀποπτύσητε καὶ ἐκβάλητε αὐτὰ τῆς ψυχῆς, καὶ πρὸς τὰ λοιπὰ ὀκνηρότερον διακεισόμεθα.  Οὐδὲ  γὰρ   γῆς   τὰ   πρότερα  διαφθειράσης   σπέρματα  ἕλοιτ'   ἂν ἐπιμελεῖσθαι  γεωργός.  ∆ιὸ παρακαλῶ  ταῦτα  στρέφειν.  Ἀπὸ γὰρ  τοῦ  τὰ  τοιαῦτα μεριμνᾷν, μέγα τι τῇ ψυχῇ καὶ σωτήριον ἐγγίνεται  ἀγαθόν. Καὶ γὰρ καὶ τῷ Θεῷ δυνησόμεθα   ἀρέσαι,  ταῦτα   φροντίζοντες,   καὶ   ὕβρεων   καὶ   αἰσχρολογίας   καὶ λοιδοριῶν  τὰ στόματα καθαρὰ ἔσται, πνευματικὰ μελετῶντα  ῥήματα· καὶ δαίμοσιν ἐσόμεθα φοβεροὶ καθοπλίζοντες ἡμῶν τὴν γλῶτταν τοιούτοις ῥήμασι· καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασόμεθα μᾶλλον, καὶ διορατικώτερον ἡμῖν ἐργάσεται τὸ ὄμμα. Καὶ γὰρ καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ ἀκοὴν διὰ τοῦτο ἡμῖν ἐνέθηκεν, ἵνα αὐτῷ πάντα δουλεύῃ τὰ μέλη· ἵνα τὰ αὐτοῦ φθεγγώμεθα, ἵνα τὰ αὐτοῦ πράττωμεν, ἵνα ᾄδωμεν αὐτῷ ὕμνους διηνεκεῖς, ἵνα εὐχαριστίας ἀναπέμπωμεν, καὶ διὰ τούτων τὸ συνειδὸς ἑαυτῶν  ἐκκαθαίρωμεν.  Ὥσπερ γὰρ σῶμα ἀέρος ἀπολαῦον  καθαροῦ ὑγιεινότερον ἔσται, οὕτω καὶ ψυχὴ φιλοσοφωτέρα τοιαύταις ἐντρεφομένη μελέταις.


εʹ. Οὐχ ὁρᾷς καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς, ὅταν μὲν ἐν καπνῷ διατρίβωσι, διαπαντὸς δακρύοντας· ὅταν δὲ ἐν ἀέρι λεπτῷ, καὶ λειμῶνι, καὶ πηγαῖς, καὶ παραδείσοις, ὀξυτέρους τε γινομένους καὶ ὑγιεινοτέρους; Τοιοῦτος καὶ ὁ τῆς ψυχῆς ὀφθαλμός· ἂν μὲν  γὰρ ἐν  τῷ  λειμῶνι  τῶν  πνευματικῶν  βόσκηται λογίων,  καθαρὸς ἔσται καὶ διαυγὴς  καὶ  ὀξυδορκῶν· ἂν  δὲ εἰς  τὸν  καπνὸν  τῶν  βιωτικῶν  ἀπίῃ  πραγμάτων, δακρύσεται  μυρία  καὶ  κλαύσεται,  καὶ  νῦν  καὶ  τότε.  Καὶ γὰρ  καπνῷ  ἔοικε  τὰ ἀνθρώπινα  πράγματα. ∆ιὰ τοῦτο καί τις ἔλεγεν· Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Ἀλλ' ἐκεῖνος μὲν πρὸς τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον· ἐγὼ δὲ οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὸ ταραχῶδες εἴποιμι ἂν δεῖν ἐκλαμβάνειν τὰ εἰρημένα. Οὐδὲν γὰρ οὕτω λυπεῖ ψυχῆς ὀφθαλμὸν καὶ θολοῖ, ὡς ὁ τῶν βιωτικῶν φροντίδων  ὄχλος, καὶ ὁ τῶν ἐπιθυμιῶν ἑσμός· ταῦτα γὰρ τοῦ καπνοῦ τούτου τὰ ξύλα. Καὶ καθάπερ τὸ πῦρ, ὅταν ὑγρᾶς καὶ διαβρόχου τινὸς ἐπιλάβηται ὕλης, πολὺν ἀνάπτει τὸν καπνόν· οὕτω  καὶ  ἡ  ἐπιθυμία   ἡ  σφοδρὰ  αὕτη  καὶ  φλογώδης,   ὅταν  ὑγρᾶς  τινος   καὶ διαλελυμένης ἐπιλάβηται ψυχῆς, πολὺν καὶ αὐτὴ τίκτει τὸν καπνόν. ∆ιὰ τοῦτο χρεία τῆς δρόσου τοῦ Πνεύματος, καὶ τῆς αὔρας ἐκείνης, ἵνα τὸ πῦρ σβέσῃ, καὶ τὸν καπνὸν διαχέῃ,   καὶ  πτηνὸν  ποιήσῃ  ἡμῖν  τὸν  λογισμόν.  Οὐ γὰρ  ἔστιν,  οὐκ  ἔστι τοσούτοις βαρυνόμενον κακοῖς πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· ἀλλ' ἀγαπητὸν, εὐζώνους  ἡμᾶς ὄντας  δυνηθῆναι  ταύτην  τεμεῖν  τὴν ὁδόν· μᾶλλον  δὲ οὐδὲ οὕτω δυνατὸν, ἂν μὴ τοῦ Πνεύματος λάβωμεν τὸ πτερόν. Εἰ τοίνυν καὶ κούφης διανοίας καὶ πνευματικῆς χάριτος δεῖ, ἵνα ἀναβῶμεν εἰς τὸ ὕψος ἐκεῖνο, ὅταν μηδὲν τούτων, ἀλλὰ  καὶ τὰ ἐναντία  πάντα  ἐφελκώμεθα  καὶ βάρος σατανικὸν,  πῶς  δυνησόμεθα ἀναπτῆναι, τοσούτῳ βάρει καθελκόμενοι; Καὶ γὰρ εἴ τις ὥσπερ ἐν δικαίοις σταθμοῖς τοὺς  λόγους  ἡμῶν  στῆσαι ἐπιχειρήσειεν,  ἐν  μυρίοις  ταλάντοις  βιωτικῶν  λόγων μόλις  εὑρήσει δηνάρια  ἑκατὸν  ῥημάτων  πνευματικῶν·  μᾶλλον  δὲ οὐδὲ ὀβολοὺς δέκα. Ἆρ' οὖν οὐκ αἰσχύνη καὶ γέλως ἔσχατος, οἰκέτην μὲν ἔχοντας, τὰ πλείονα εἰς τὰ ἀναγκαῖα κεχρῆσθαι αὐτῷ πράγματα, στόμα δὲ κεκτημένους, μηδὲ οἰκέτῃ ὁμοίως προσφέρεσθαι τῷ μέλει τῷ ἡμετέρῳ, ἀλλ' ἀντιστρόφως εἰς ἄχρηστα καὶ παρέλκοντα πράγματα; Καὶ εἴθε εἰς παρέλκοντα μόνον· νῦν δὲ εἰς ἐναντία καὶ βλαβερὰ, καὶ εἰς οὐδὲν ἡμῖν χρήσιμα. Εἰ γὰρ ἦν ἡμῖν χρήσιμα ἃ ἐφθεγγόμεθα,  καὶ τῷ Θεῷ πάντως φίλα ἦν τὰ λεγόμενα. Νυνὶ δὲ ἅπερ ἂν ὁ διάβολος ὑποβάλλῃ, πάντα φθεγγόμεθα· νῦν μὲν γελῶντες,  νῦν δὲ ἀστεῖα λέγοντες· νῦν μὲν καταρώμενοι καὶ ὑβρίζοντες, νῦν δὲ ὀμνύοντες καὶ ψευδόμενοι καὶ ἐπιορκοῦντες· καὶ νῦν μὲν ἀποδυσπετοῦντες, νῦν δὲ βαττολογοῦντες, καὶ γραϊδίων ληροῦντες πλέον, τὰ μηδὲν πρὸς ἡμᾶς πάντα εἰς μέσον φέροντες. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, τῶν ἐνταῦθα ἑστηκότων, ψαλμὸν ἕνα ἀπαιτηθεὶς εἰπεῖν δύναιτ' ἂν, ἢ ἄλλο τι μέρος τῶν θείων Γραφῶν; Οὐκ ἔστιν οὐδείς. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι πρὸς τὰ πνευματικὰ  ἀναπεπτωκότες οὕτω, πρὸς τὰ σατανικὰ πυρός ἐστε σφοδρότεροι. Καὶ γὰρ εἰ βουληθείη  τις ὑμᾶς ᾠδὰς ἐξετάσαι διαβολικὰς, καὶ πορνικὰ καὶ κατακεκλασμένα μέλη, πολλοὺς εὑρήσει μετὰ ἀκριβείας ταῦτα εἰδότας, καὶ μετὰ πολλῆς αὐτὰ ἀπαγγέλλοντας  τῆς ἡδονῆς. Ἀλλὰ τίς ἡ ἀπολογία  τῶν  ἐγκλημάτων;  Οὐκ εἰμὶ, φησὶ, τῶν  μοναχῶν,  ἀλλὰ  καὶ γυναῖκα   ἔχω  καὶ  παιδία,  καὶ  οἰκίας  ἐπιμελοῦμαι.  Τοῦτο  γάρ  ἐστιν  ὃ  πάντα ἐλυμήνατο,  ὅτι  ἐκείνοις  μόνοις  νομίζετε  προσήκειν  τὴν  ἀνάγνωσιν  τῶν  θείων Γραφῶν, πολλῷ πλέον ἐκείνων ὑμεῖς δεόμενοι. Τοῖς γὰρ ἐν μέσῳ στρεφομένοις, καὶ καθ' ἑκάστην ἡμέραν τραύματα δεχομένοις, τούτοις μάλιστα δεῖ φαρμάκων. Ὥστε τοῦ μὴ ἀναγινώσκειν πολλῷ χεῖρον τὸ καὶ περιττὸν εἶναι τὸ πρᾶγμα νομίζειν· ταῦτα γὰρ σατανικῆς  μελέτης  τὰ  ῥήματα.   ʹ.  Οὐκ ἀκούετε  Παύλου λέγοντος,  ὅτι  Πρὸς νουθεσίαν  ἡμῶν  ταῦτα  πάντα  ἐγράφη;  Σὺ δὲ, ἂν  μὲν  Εὐαγγέλιον  δέξασθαι δέῃ, χερσὶν ἀνίπτοις οὐκ ἂν ἕλοιο τοῦτο ποιῆσαι· τὰ δὲ ἔνδον ἐγκείμενα οὐχ ἡγῇ σφόδρα ἀναγκαῖα εἶναι; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Εἰ γὰρ βούλει μαθεῖν ὅσον τῶν Γραφῶν τὸ κέρδος, ἐξέτασον σεαυτὸν, τίς μὲν γίνῃ ψαλμῶν ἀκούων, τίς δὲ σατανικῆς ᾠδῆς· καὶ πῶς διάκεισαι ἐν ἐκκλησίᾳ διατρίβων, καὶ πῶς ἐν θεάτρῳ καθήμενος· καὶ ὄψει πολὺ τὸ μέσον ταύτης κἀκείνης τῆς ψυχῆς, καίτοιγε μιᾶς οὔσης.
∆ιὰ τοῦτο Παῦλος ἔλεγε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ∆ιὰ τοῦτο συνεχῶν ἡμῖν  δεῖ τῶν  ἀπὸ τοῦ Πνεύματος ἐπῳδῶν.  Καὶ γὰρ τοῦτό  ἐστιν  ᾧ τῶν  ἀλόγων πλεονεκτοῦμεν,  ὡς τῶν γε ἄλλων  ἕνεκεν καὶ σφόδρα αὐτῶν  ἐλαττούμεθα. Τοῦτό ἐστι τροφὴ ψυχῆς, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια· ὥσπερ οὖν τὸ μὴ ἀκούειν, λιμὸς καὶ φθορά. ∆ώσω γὰρ, φησὶν, αὐτοῖς, Οὐ λιμὸν  ἄρτου, οὐδὲ δίψαν  ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Τί γένοιτ' ἂν οὖν ἀθλιώτερον, ὅταν ὅπερ ὁ Θεὸς ἐν τάξει κολάσεως ἀπειλῇ, τοῦτο αὐτομάτως σὺ κατὰ τῆς σαυτοῦ κεφαλῆς  ἕλκῃς τὸ κακὸν, λιμόν τινα χαλεπὸν  ἐπεισάγων τῇ ψυχῇ, καὶ πάντων  αὐτὴν ἀσθενεστέραν ποιῶν;  Ἀπὸ γὰρ λόγων  καὶ φθείρεσθαι  καὶ σώζεσθαι πέφυκε.  Καὶ γὰρ εἰς ὀργὴν τοῦτο αὐτὴν ἐξάγει, καὶ πραΰνει τὸ αὐτὸ τοῦτο πάλιν· καὶ πρὸς ἐπιθυμίαν  ἐξῆψε ῥῆμα αἰσχρὸν, καὶ εἰς σωφροσύνην ἤγαγε λόγος σεμνότητος γέμων.  Εἰ δὲ λόγος ἁπλῶς  τοσαύτην ἔχει τὴν ἰσχὺν, πῶς τῶν  Γραφῶν καταφρονεῖς; εἰπέ μοι. Εἰ γὰρ παραίνεσις τοσαῦτα δύναται, πολλῷ μᾶλλον ὅταν μετὰ Πνεύματος ὦσιν αἱ παραινέσεις. Καὶ γὰρ πυρὸς μᾶλλον  τὴν πεπωρωμένην  μαλάττει ψυχὴν,  καὶ πρὸς ἅπαντα  ἐπιτηδείαν  κατασκευάζει  τὰ  καλὰ,  λόγος  ἀπὸ  τῶν  θείων  ἐνηχούμενος Γραφῶν. Οὕτω καὶ Κορινθίους πεφυσιωμένους λαβὼν ὁ Παῦλος καὶ φλεγμαίνοντας, κατέστειλε  καὶ  ἐπιεικεστέρους  ἐποίησε.  Καὶ γὰρ  ἐφ'  οἷς  αἰσχύνεσθαι  ἔδει  καὶ ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις μέγα ἐφρόνουν. Ἀλλ' ἐπειδὴ τὴν Ἐπιστολὴν ἐδέξαντο, ἄκουσον αὐτῶν τὴν μεταβολὴν, ἣν αὐτὸς ὁ διδάσκαλος αὐτοῖς ἐμαρτύρησεν, οὕτω λέγων·  Αὐτὸ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι  ὑμᾶς, πόσην εἰργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ  ἀπολογίαν,  ἀλλὰ  ἀγανάκτησιν,  [ἀλλὰ  φόβον,  ἀλλὰ  ἐπιπόθησιν,] ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Οὕτω καὶ οἰκέτας, καὶ παῖδας, καὶ γυναῖκας, καὶ φίλους ῥυθμίζομεν, καὶ τοὺς ἐχθροὺς φίλους ποιοῦμεν. Οὕτω καὶ οἱ μεγάλοι ἄνδρες, καὶ τῷ Θεῷ φίλοι, βελτίους ἐγένοντο. Καὶ γὰρ ὁ ∆αυῒδ μετὰ τὴν ἁμαρτίαν, ἐπειδὴ λόγων ἀπήλαυσε, τότε εἰς τὴν  καλλίστην  ἐκείνην  ἦλθε μετάνοιαν·  καὶ οἱ ἀπόστολοι δὲ οὕτω γεγόνασιν ὅπερ γεγόνασι, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο. Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἀκούῃ τις, καὶ μὴ ποιῇ τὰ λεγόμενα; Οὐ μικρὸν μὲν καὶ ἀπὸ τῆς ἀκροάσεως ἔσται τὸ κέρδος. Καὶ γὰρ καταγνώσεται  ἑαυτοῦ καὶ στενάξει, καὶ ἥξει ποτὲ καὶ ἐπὶ τὸ ποιεῖν τὰ λεγόμενα. Ὁ δὲ μηδ' ὅτι ἥμαρτεν εἰδὼς, πότε ἀποστήσεται τοῦ πλημμελεῖν; πότε καταγνώσεται ἑαυτοῦ; Μὴ τοίνυν καταφρονῶμεν  τῆς ἀκροάσεως τῶν  θείων  Γραφῶν. Σατανικῆς γὰρ ταῦτα διανοίας, οὐκ ἀφιείσης τὸν θησαυρὸν ἰδεῖν, ἵνα μὴ τὸν πλοῦτον κερδάνωμεν. ∆ιὰ τοῦτο οὐδὲν εἶναί φησι τὴν ἀκρόασιν   τῶν   θείων   νόμων,   ἵνα   μὴ   τὴν   πρᾶξιν   ἀπὸ   τῆς   ἀκροάσεως  ἴδῃ προσγενομένην ἡμῖν. Εἰδότες τοίνυν τὴν πονηρὰν ταύτην αὐτοῦ τέχνην, πάντοθεν ἑαυτοὺς  ἀποτειχίζωμεν,  ἵνα  τοῖς  ὅπλοις  τούτοις  φραξάμενοι,  αὐτοί  τε ἀνάλωτοι μένωμεν,  καὶ  τὴν  ἐκείνου  βάλωμεν  κεφαλήν·  καὶ  οὕτω  λαμπρὰ  τὰ  νικητήρια ἀναδησάμενοι, τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |