ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΕʹ Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

Κυριακή 30 Οκτωβρίου 2016

ΛΕʹ Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΛΕʹ Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

αʹ. Πάλιν τὰ φορτικώτερα τίθησι καὶ μετὰ πολλῆς τῆς περιουσίας· καὶ ὅπερ ἔμελλον ἀνθυποφέρειν,  τοῦτο προλέγει. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες λέγωσι· ∆ιὰ τοῦτο οὖν παραγέγονας,  ὥστε καὶ ἡμᾶς ἀνελεῖν  καὶ τοὺς ἡμῖν  πειθομένους,  καὶ πολέμου τὴν γῆν ἐμπλῆσαι; πρότερον αὐτός φησιν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Πῶς οὖν αὐτοῖς ἐπέταξεν εἰς ἑκάστην οἰκίαν εἰσιοῦσιν εἰρήνην ἐπιλέγειν; πῶς δὲ καὶ οἱ ἄγγελοι ἔλεγον, ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη; πῶς δὲ καὶ οἱ προφῆται πάντες τοῦτο εὐηγγελίζοντο; Ὅτι τοῦτο μάλιστα εἰρήνη, ὅταν τὸ νενοσηκὸς  ἀποτέμνηται,  ὅταν  τὸ  στασιάζον χωρίζηται.  Οὕτω γὰρ  δυνατὸν  τὸν οὐρανὸν τῇ γῇ συναφθῆναι. Ἐπεὶ καὶ ἰατρὸς οὕτω τὸ λοιπὸν διασώζει σῶμα, ὅταν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· καὶ στρατηγὸς, ὅταν κακῶς ὁμονοοῦντας εἰς διάστασιν ἀγάγῃ.


 Οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσε, καὶ ἐποίησεν εἰρήνην.  Οὕτω καὶ Παῦλος τοὺς κατ' αὐτοῦ  συμφωνοῦντας διέσχισεν. Ἐπὶ δὲ τοῦ Ναβουθὲ πολέμου παντὸς τότε ἡ συμφωνία ἐκείνη χαλεπωτέρα γέγονεν. Οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν· ἐπεὶ καὶ λῃσταὶ συμφωνοῦσιν. Οὐκ ἄρα οὖν τῆς αὐτοῦ προθέσεως τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνων γνώμης ὁ πόλεμος. Αὐτὸς μὲν γὰρ  ἐβούλετο  πάντας  ὁμονοεῖν  εἰς  τὸν  τῆς  εὐσεβείας λόγον·  ἐπειδὴ  δὲ  ἐκεῖνοι διεστασίαζον, πόλεμος γίνεται.  Ἀλλ' οὐκ εἶπεν οὕτως· ἀλλὰ τί φησιν; Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἐκείνους παραμυθούμενος. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ὑμεῖς αἴτιοι τούτων·  ἐγώ  εἰμι  ὁ  ταῦτα  κατασκευάζων,  ἐπειδὴ  οὕτω  διάκεινται.  Μὴ τοίνυν θορυβεῖσθε, ὡς παρὰ προσδοκίαν τῶν πραγμάτων γινομένων. ∆ιὰ τοῦτο ἦλθον, ὥστε πόλεμον ἐμβαλεῖν· τοῦτο γὰρ ἐμόν ἐστι τὸ θέλημα. Μὴ τοίνυν θορυβεῖσθε πολεμουμένης, ὡς ἐπιβουλευομένης τῆς γῆς. Ὅταν γὰρ ἀποσχισθῇ τὸ χεῖρον, τότε λοιπὸν τῷ κρείττονι συνάπτεται ὁ οὐρανός.
Ταῦτα δὲ λέγει, πρὸς τὴν πονηρὰν ὑπόνοιαν τῶν πολλῶν αὐτοὺς ἀλείφων. Καὶ οὐκ εἶπε,  Πόλεμον, ἀλλ'  ὃ τούτου  χαλεπώτερον  ἦν,  Μάχαιραν. Εἰ δὲ  φορτικώτερον εἴρηται ταῦτα καὶ κακεμφάτως, μὴ θαυμάσῃς. Βουλόμενος γὰρ αὐτῶν γυμνάσαι τῇ τραχύτητι τῶν ῥημάτων τὴν ἀκοὴν, ἵνα μὴ ἐν τῇ δυσκολίᾳ τῶν πραγμάτων ἀποπηδήσωσιν, οὕτω καὶ τὸν λόγον  ἐσχημάτισε· ἵνα μή τις λέγῃ, ὅτι κολακεύσας ἔπεισε  καὶ  τὰ  δυσχερῆ κρύψας,  διὰ  τοῦτο  καὶ  τὰ  ἑτέρως  ὀφείλοντα  λεχθῆναι, ἐπαχθέστερον ἡρμήνευσε καὶ φορτικώτερον.  Βέλτιον γὰρ ἐπὶ τῶν πραγμάτων  τὴν ἡμερότητα ἰδεῖν, ἢ ἐπὶ τῶν  ῥημάτων. ∆ιὰ τοῦτο οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ καὶ ἀναπλώσας αὐτὸ τοῦ πολέμου τὸ εἶδος, δείκνυσι καὶ τοῦτο ἐμφυλίου πολλῷ χαλεπώτερον  ὂν, καί φησιν· Ἦλθον διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην  κατὰ τῆς πενθερᾶς αὐτῆς. Οὐ γὰρ φίλοι, φησὶν, οὐδὲ πολῖται μόνον, ἀλλὰ καὶ συγγενεῖς κατ' ἀλλήλων στήσονται, καὶ ἡ φύσις καθ' ἑαυτὴν σχισθήσεται. Ἦλθον γὰρ, φησὶ, διχάσαι ἄνθρωπον  κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς. Οὐδὲ γὰρ ἁπλῶς ἐν τοῖς οἰκείοις ὁ πόλεμος, ἀλλ' ἐν τοῖς φιλτάτοις  καὶ τοῖς σφόδρα ἀναγκαίοις.  Ὃ μάλιστα   αὐτοῦ  τὴν  δύναμιν  δείκνυσιν,  ὅτι  ταῦτα ἀκούοντες  καὶ αὐτοὶ κατεδέχοντο,  καὶ τοὺς ἄλλους  ἔπειθον.  Καίτοιγε οὐκ αὐτὸς ταῦτα ἐποίει, ἀλλ' ἡ ἐκείνων πονηρία· ἀλλ' ὅμως αὐτὸς ταῦτα λέγει ποιεῖν. Τοιοῦτον γὰρ  τῆς  Γραφῆς τὸ  ἔθος.  Καὶ γὰρ  καὶ  ἀλλαχοῦ  φησι·  ∆έδωκεν  αὐτοῖς  ὁ  Θεὸς ὀφθαλμοὺς  τοῦ  μὴ  βλέπειν.  Καὶ ἐνταῦθα  οὕτω  φησίν·  ἵν',  ὅπερ  ἔφθην  εἰπὼν, μελετήσαντες ἐν τοῖς ῥήμασι τούτοις, μὴ θορυβῶνται ὀνειδιζόμενοι καὶ ὑβριζόμενοι. Εἰ δέ τινες φορτικὰ ταῦτα νομίζουσιν εἶναι, ἀναμνησθήτωσαν παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἐν τοῖς ἄνω χρόνοις τοῦτο συνέβη, ὃ μάλιστα δείκνυσι τὴν Παλαιὰν τῇ Καινῇ συγγενῆ, καὶ τὸν ταῦτα λέγοντα τοῦτον ὄντα τὸν καὶ ἐκεῖνα ἐπιτάξαντα. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων ὅτε ἕκαστος τὸν πλησίον ἀνεῖλε, τότε αὐτοῖς τὴν ὀργὴν εἴασε· καὶ ὅτε τὸν μόσχον ἐποίησαν, καὶ ὅτε τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες,  ὅτι  Πονηρὸς ἐκεῖνος  ὁ Θεὸς, οὗτος  δὲ  ἀγαθός; Ἰδοὺ  γὰρ  συγγενικῶν αἱμάτων τὴν οἰκουμένην  ἐπλήρωσεν. Ἀλλ' ὅμως πολλῆς καὶ τοῦτο φιλανθρωπίας ἔργον εἶναί φαμεν. ∆ιὰ δὴ τοῦτο δεικνὺς αὐτὸν ὄντα τὸν καὶ ἐκεῖνα ἀποδεξάμενον, καὶ προφητείας μέμνηται, εἰ καὶ μὴ εἰς τοῦτο εἰρημένης, ἀλλ' ὅμως τὸ αὐτὸ ἐμφαινούσης. Τίς δὲ αὕτη ἐστίν; Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων τοιουτόν τι συνέβη. Ἦσαν γὰρ προφῆται καὶ ψευδοπροφῆται, καὶ ὁ δῆμος ἐσχίζετο, καὶ αἱ οἰκίαι διῃροῦντο· καὶ οἱ μὲν τούτοις ἐπίστευον, οἱ δὲ ἐκείνοις.  ∆ιὰ τοῦτο  παραινεῖ  ὁ προφήτης  λέγων·  Μὴ πιστεύετε  ἐν  φίλοις,  μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἀλλὰ καὶ ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι τι αὐτῇ· καὶ, Ἐχθροὶ τοῦ ἀνδρὸς οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, τὸν μέλλοντα  δέχεσθαι τὸν λόγον  πάντων  ἀνώτερον  εἶναι παρασκευάζων. Οὐ γὰρ τὸ ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν. ∆ιὰ τοῦτο καὶ ἔλεγε· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν. Τοῦτο δὲ ἔλεγε, τὴν σφοδρότητα καὶ θερμότητα δηλῶν τῆς ἀγάπης, ἣν ἀπῄτει. Ἐπειδὴ γὰρ αὐτὸς ἡμᾶς σφόδρα ἠγάπησεν, οὕτω καὶ ἀγαπᾶσθαι βούλεται παρ' ἡμῶν. Ταῦτα δὲ καὶ τούτους ἤλειφε τὰ ῥήματα, καὶ ὑψηλοτέρους ἐποίει. Εἰ γὰρ ἐκεῖνοι μέλλουσι, φησὶ, συγγενῶν καὶ παίδων καὶ γονέων  καταφρονεῖν,  ἐννόησον ὑμᾶς  τοὺς  διδασκάλους  ὁποίους  εἶναι  χρή.  Οὐδὲ γὰρ  μέχρις  ὑμῶν  τὰ  δυσχερῆ στήσεται, ἀλλὰ καὶ ἐπὶ τοὺς ἄλλους διαβήσεται. Ἐπειδὴ γὰρ μεγάλα κομίζων ἦλθον ἀγαθὰ, μεγάλην  ἀπαιτῶ  καὶ τὴν  ὑπακοὴν  καὶ τὴν  διάθεσιν.  Ὁ φιλῶν  πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Εἶδες ἀξίωμα. ∆ιδασκάλου; εἶδες πῶς δείκνυσιν ἑαυτὸν γνήσιον τοῦ γεγεννηκότος   Υἱὸν, πάντα  κελεύων  ἀφεῖναι  κάτω,  καὶ  τὴν  ἀγάπην  τὴν  αὐτοῦ προτιμᾷν; Καὶ τί λέγω,  φησὶ, φίλους  καὶ συγγενεῖς; Κἂν τὴν  ψυχὴν  τὴν  σαυτοῦ προτιμήσῃς  τῆς  ἐμῆς  ἀγάπης,  πόῤῥω  τῶν  ἐμῶν  ἕστηκας  μαθητῶν.  Τί οὖν; οὐκ ἐναντία  ταῦτα τῇ Παλαιᾷ; Μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Καὶ γὰρ ἐκεῖ τοὺς εἰδωλολατροῦντας  οὐχὶ μισεῖν μόνον, ἀλλὰ  καὶ λιθάσαι κελεύει, καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ τούτους θαυμάζων φησίν· Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἔγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγιά σου. Εἰ δὲ ὁ Παῦλος πολλὰ περὶ γονέων διατάττεται, πάντα αὐτοῖς ὑπακούειν κελεύων, μὴ θαυμάσῃς· εἰς ἐκεῖνα γὰρ μόνον φησὶν ὑπακούειν, ὅσα μὴ παραβλάπτει τὴν εὐσέβειαν. Καὶ γὰρ ὅσιον τὴν ἄλλην  αὐτοῖς ἅπασαν ἀποδιδόναι τιμήν· ὅταν δὲ πλέον  τῆς ὀφειλομένης  ἀπαιτῶσιν,  οὐ δεῖ πείθεσθαι. ∆ιὰ τοῦτο ὁ Λουκᾶς φησιν· Εἰ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ψυχὴν τὴν ἑαυτοῦ, οὐ δύναταί μου μαθητὴς εἶναι· οὐχ ἁπλῶς μισῆσαι κελεύων, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ' Ὅταν βούληται πλέον ἐμοῦ φιλεῖσθαι, μίσησον αὐτὸν κατὰ τοῦτο. Τοῦτο γὰρ καὶ αὐτὸν  τὸν  φιλούμενον  καὶ τὸν  φιλοῦντα  ἀπόλλυσι.


 βʹ. Ταῦτα δὲ ἔλεγε,   καὶ   τοὺς   παῖδας   ἀνδρειοτέρους   ἐργαζόμενος,  καὶ  τοὺς   πατέρας   τοὺς μέλλοντας  κωλύειν  πραοτέρους ποιῶν. Ὁρῶντες γὰρ, ὅτι τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν,   ὡς   ἀποσχίζειν   αὐτῶν   τὰ  τέκνα,   ἅτε  ἀδυνάτοις   ἐπιχειροῦντες,   καὶ ἀφίστασθαι ἔμελλον.  ∆ιὸ καὶ  τούτους  ἀφεὶς,  πρὸς ἐκείνους  ποιεῖται  τὸν  λόγον, τούτους παιδεύων μὴ ἐπιχειρεῖν, ἅτε ἀμηχάνοις ἐπιχειροῦντας. Εἶτα ἵνα μὴ ἀγανακτῶσιν ἐκεῖνοι, μηδὲ δυσχεραίνωσιν, ὅρα ποῦ προάγει τὸν λόγον. Εἰπὼν γὰρ, Ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα, ἐπήγαγε, Καὶ τὴν ἑαυτοῦ ψυχήν. Τί γάρ μοι λέγεις τοὺς γεγεννηκότας,  φησὶ, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα; Ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ' ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, τἀναντία τοῦ φιλοῦντος ὑποστήσῃ πάντα.  Καὶ οὐδὲ  ἁπλῶς  αὐτὴν  μισῆσαι ἐκέλευσεν,  ἀλλ' ὥστε καὶ  εἰς πόλεμον  καὶ εἰς μάχας αὐτὴν  ἐκδιδόναι,  καὶ εἰς σφαγὰς καὶ αἵματα. Ὃς γὰρ οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου μαθητὴς εἶναι. Οὐδὲ γὰρ  ἁπλῶς  εἶπεν,  ὅτι  πρὸς θάνατον  δεῖ  παρατετάχθαι,  ἀλλ'  ὅτι  καὶ  πρὸς θάνατον βίαιον· καὶ οὐ πρὸς βίαιον μόνον, ἀλλὰ καὶ ἐπονείδιστον. Καὶ οὐδὲν οὐδέπω περὶ τοῦ οἰκείου διαλέγεται πάθους, ἵνα τέως ἐν τούτοις παιδευθέντες εὐκολώτερον τὸν περὶ ἐκείνου δέξωνται λόγον. Ἆρα οὐκ ἄξιον ἐκπλαγῆναι, πῶς ταῦτα ἀκουόντων αὐτῶν  οὐκ ἀπέπτη  τοῦ σώματος ἡ ψυχὴ, πανταχοῦ  τῶν  μὲν λυπηρῶν  ἐν χερσὶν ὄντων, τῶν δὲ χρηστῶν ἐν ἐλπίσι; Πῶς οὖν οὐκ ἀπέπτη; Πολλὴ καὶ ἡ τοῦ λέγοντος δύναμις ἦν, καὶ ἡ τῶν ἀκουόντων ἀγάπη. ∆ιὸ πολλῷ φορτικώτερα καὶ ἐπαχθέστερα τῶν μεγάλων  ἐκείνων  ἀκούοντες ἀνδρῶν τῶν περὶ Μωϋσέα καὶ Ἱερεμίαν, ἔμενον πειθόμενοι  καὶ οὐδὲν ἀντιλέγοντες.  Ὁ εὑρὼν τὴν ψυχὴν  αὐτοῦ, φησὶν, ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Εἶδες πόσον τῶν παρὰ τὸ δέον φιλούντων  τὸ βλάβος; πόσον τῶν μισούντων τὸ κέρδος; Ἐπειδὴ γὰρ τὰ ἐπιτάγματα φορτικὰ ἦν, πρὸς γονέας, καὶ παῖδας, καὶ φύσιν, καὶ συγγένειαν, καὶ τὴν οἰκουμένην, καὶ πρὸς αὐτὴν τὴν ψυχὴν κελεύοντος αὐτοὺς παρατάττεσθαι, τίθησι καὶ τὸ ὄφελος, μέγιστον ὄν. Οὐ γὰρ δὴ μόνον οὐ βλάψει, φησὶ, ταῦτα, ἀλλὰ καὶ ὠφελήσει  τὰ μέγιστα, τἀναντία  δὲ παραβλάψει· ὅπερ πανταχοῦ  ποιεῖ, ἀφ' ὧν ἐπιθυμοῦσιν, ἀπὸ τούτων ἐνάγων.  ∆ιατί γὰρ οὐ βούλει καταφρονῆσαί σου τῆς ψυχῆς; Ἐπειδὴ φιλεῖς  αὐτήν; Οὐκοῦν διὰ τοῦτο καταφρόνησον, καὶ τότε αὐτὴν τὰ μέγιστα ὀνήσεις, καὶ τὰ τοῦ φιλοῦντος ἐπιδείξῃ. Καὶ σκόπει σύνεσιν ἄφατον. Οὐ γὰρ ἐπὶ τῶν γονέων  μόνον γυμνάζει τὸν λόγον τοῦτον, οὐδὲ ἐπὶ τῶν παίδων, ἀλλ' ἐπὶ τῆς πάντων  οἰκειοτέρας ψυχῆς, ἵνα ἐκεῖνο ἐντεῦθεν ἀναμφισβήτητον  γένηται, καὶ μάθωσιν ὅτι καὶ ἐκείνους οὕτω τὰ μέγιστα ὠφελήσουσι, ὅπου γε καὶ ἐπὶ τῆς πάντων ἀναγκαιοτέρας ψυχῆς τοῦτο συμβαίνει. Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πεῖσαι δέχεσθαι τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν. Τίς γὰρ τοὺς οὕτω γενναίους καὶ ἀριστέας, καὶ καθάπερ λέοντας τὴν οἰκουμένην περιτρέχοντας, καὶ πάντων καταφρονοῦντας τῶν καθ' ἑαυτοὺς, ἵνα ἕτεροι σωθῶσιν, οὐκ ἂν ἐδέξατο προθυμίᾳ πάσῃ; Ἀλλ' ὅμως καὶ ἕτερον μισθὸν τίθησι, δεικνὺς ὅτι τῶν ξενοδοχούντων φροντίζει μᾶλλον ἐν τούτῳ, ἢ τῶν  ξενιζομένων.  Καὶ δίδωσι μὲν πρώτην  τιμὴν,  λέγων·  Ὁ δεχόμενος  ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με· οὗ τί γένοιτ' ἂν ἴσον, τοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὑποδέχεσθαι; Ἐπαγγέλλεται  δὲ μετὰ τούτου καὶ ἑτέραν ἀμοιβήν· Ὁ δεχόμενος γὰρ, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Καὶ ἀνωτέρω  μὲν κόλασιν ἀπειλεῖ τοῖς μὴ δεχομένοις· ἐνταῦθα δὲ καὶ ἄνεσιν ἀγαθῶν ὁρίζει. Καὶ ἵνα μάθῃς ὅτι αὐτῶν φροντίζει μᾶλλον, οὐχ ἁπλῶς εἶπεν, Ὁ δεχόμενος προφήτην,  ἢ, Ὁ δεχόμενος δίκαιον, ἀλλ' ἐπήγαγεν,  Εἰς ὄνομα προφήτου, καὶ, Εἰς ὄνομα δικαίου· τουτέστιν, Ἐὰν μὴ διὰ βιωτικὴν  προστασίαν, μηδὲ δι' ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ' ἐπειδὴ ἢ προφήτης ἐστὶν, ἢ δίκαιος, μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται· οἷον εἰκὸς τὸν προφήτην  ἢ δίκαιον δεξάμενον λαβεῖν· ἢ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Εἶτα ἵνα μή τις πενίαν προβάληται, φησίν· Ἢ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Κἂν ποτήριον ψυχροῦ ὕδατος δῷς, ἔνθα οὐδὲν ἔστι δαπανῆσαι, καὶ τούτου κείσεταί σοι μισθός. ∆ιὰ γὰρ ὑμᾶς ἅπαντα ποιῶ τοὺς δεχομένους.


 γʹ. Εἶδες δι' ὅσων ἔπεισε, καὶ τὰς οἰκίας αὐτοῖς ἀνέῳξε τῆς οἰκουμένης ἁπάσης; Καὶ γὰρ ἔδειξε διὰ πάντων  ὀφειλέτας  αὐτῶν  ὄντας· πρῶτον, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· δεύτερον, τῷ μηδὲν ἔχοντας ἐκπέμψαι· τρίτον, τῷ εἰς πολέμους καὶ μάχας ὑπὲρ τῶν δεχομένων ἐκδοῦναι· τέταρτον, τῷ καὶ σημεῖα αὐτοῖς ἐγχειρίσαι· πέμπτον, τῷ τὴν πάντων  τῶν ἀγαθῶν  αἰτίαν εἰρήνην διὰ τοῦ στόματος αὐτῶν εἰς τὰς τῶν δεχομένων  εἰσαγαγεῖν οἰκίας· ἕκτον, τῷ χαλεπώτερα  Σοδόμων ἀπειλῆσαι τοῖς μὴ δεχομένοις αὐτούς· ἕβδομον, τῷ δεῖξαι καὶ αὐτὸν καὶ τὸν Πατέρα δεχομένους τοὺς ὑποδεχομένους  αὐτούς·  ὄγδοον,  τῷ  καὶ  προφήτου  καὶ  δικαίου  μισθὸν ἐπαγγείλασθαι· ἔνατον, τῷ καὶ ποτηρίου ψυχροῦ μεγάλας ὑποσχέσθαι τὰς ἀμοιβάς. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ἦν αὐτοὺς ἐπισπάσασθαι. Τίς γὰρ, εἰπέ μοι, στρατηγὸν μυρία τραύματα ἔχοντα καὶ ᾑμαγμένον ὁρῶν, καὶ μετὰ πολλὰ τρόπαια ἀπὸ πολέμου καὶ παρατάξεως ἐπανιόντα, οὐκ ἂν ἐδέξατο, τὰς θύρας ἀναπετάσας τῆς οἰκίας ἁπάσης; Καὶ τίς νῦν τοιοῦτος; φησί. ∆ιὰ τοῦτο προσέθηκεν, εἰς ὄνομα μαθητοῦ, καὶ προφήτου, καὶ δικαίου, ἵνα μάθῃς ὅτι οὐ τῇ ἀξίᾳ τοῦ παραγενομένου, ἀλλὰ καὶ τῇ γνώμῃ  τοῦ ξενίζοντος τὸν μισθὸν τίθησιν. Ἐνταῦθα μὲν  γὰρ περὶ προφητῶν  καὶ δικαίων  καὶ μαθητῶν  φησιν·  ἀλλαχοῦ  δὲ καὶ τοὺς σφόδρα ἀπεῤῥιμμένους ὑποδέχεσθαι κελεύει, καὶ τοὺς μὴ ὑποδεχομένους κολάζει. Ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ τοὐναντίον  πάλιν  ἐπὶ  τῶν  αὐτῶν  λέγει.  Κἂν γὰρ  μηδὲν  ᾖ  κατορθῶν  τοιοῦτον, ἄνθρωπός ἐστι, τὸν αὐτὸν σοὶ κόσμον οἰκῶν, τὸν αὐτὸν ἥλιον ὁρῶν, τὴν αὐτὴν ἔχων ψυχὴν,  τὸν  αὐτὸν  ∆εσπότην, τῶν  αὐτῶν  σοὶ κεκοινωνηκὼς  μυστηρίων,  ἐπὶ  τὸν αὐτὸν σοὶ καλούμενος οὐρανὸν, ἔχων μέγα δικαίωμα, τὴν πενίαν, καὶ τὸ δεῖσθαι τῆς ἀναγκαίας  τροφῆς.  Νῦν  δὲ  οἱ  μὲν  ἐξυπνίζοντες  μετὰ  αὐλῶν  καὶ  συρίγγων  ἐν χειμῶνος ὥρᾳ, καὶ εἰκῆ καὶ μάτην ἐνοχλοῦντες, ξένια πολλὰ λαμβάνοντες παρὰ σοῦ ἀναχωροῦσι· καὶ οἱ χελιδόνας περιφέροντες, καὶ ἠσβολωμένοι, καὶ πάντας κακηγοροῦντες, μισθὸν τῆς τερατωδίας ταύτης λαμβάνουσιν. Ἂν δὲ προσέλθῃ πένης ἄρτου  δεόμενος,  μυρίαι  κακηγορίαι  καὶ  διαβολαὶ,  καὶ  ἀργίας  ἐγκλήματα,  καὶ λοιδορίαι καὶ ὕβρεις καὶ σκώμματα· καὶ οὐ λογίζῃ πρὸς ἑαυτὸν, ὅτι καὶ σὺ ἀργεῖς, καὶ ὅμως ὁ Θεὸς τὰ παρ' ἑαυτοῦ σοι δίδωσι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι πράττεις τι καὶ αὐτός· ἀλλ' ἐκεῖνό μοι δεῖξον, εἰ τῶν  ἀναγκαίων  τι ποιεῖς καὶ μεταχειρίζῃ. Εἰ δὲ λέγεις  μοι  χρηματισμοὺς  καὶ  καπηλείας,  καὶ  τὴν  τῶν   ὄντων   ἐπιμέλειαν   καὶ προσθήκην, εἴποιμι ἄν σοι καὶ αὐτὸς, ὅτι ταῦτα οὐκ ἂν εἴη ἔργα, ἀλλ' ἐλεημοσύνη, καὶ εὐχαὶ, καὶ τῶν ἀδικουμένων  προστασίαι, καὶ ὅσα τοιαῦτα, ὧν ἐν ἀργίᾳ ζῶμεν διαπαντός. Ἀλλ' ὅμως ἡμῖν οὐδέποτε εἶπεν ὁ Θεὸς, Ἐπειδὴ ἀργεῖς, οὐκ ἀνάπτω σοι τὸν ἥλιον· ἐπειδὴ οὐδὲν πράττεις τῶν ἀναγκαίων, τὴν σελήνην σβεννύω, πηρῶ τὴν γαστέρα τῆς γῆς, κωλύω τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμοὺς, ἀφανίζω τὸν ἀέρα, ἐπέχω τοὺς ἐτησίους ὑετούς· ἀλλὰ πάντα μετὰ δαψιλείας ἡμῖν παρέχει. Ἐνίοις δὲ οὐ μόνον  ἀργοῦσιν, ἀλλὰ  καὶ  πονηρὰ  πράττουσι τούτων  χαρίζεται  τὴν  ἀπόλαυσιν. Ὅταν τοίνυν ἴδῃς πένητα, καὶ εἴπῃς, Ἀποπνίγομαι ὅτι νέος ὢν οὗτος, ὑγιὴς, οὐδὲν ἔχων,  βούλεται  τρέφεσθαι ἀργῶν, οἰκέτης που καὶ δραπέτης ὢν, καὶ τὸν  ἑαυτοῦ δεσπότην καταλιπών· ταῦτα, ἅπερ εἶπον, εἰπὲ πρὸς ἑαυτὸν, μᾶλλον δὲ ἐκείνῳ δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν  πρὸς σὲ, καὶ δικαιότερον  ἐρεῖ, ὅτι Ἀποπνίγομαι,  ὅτι ὑγιὴς ὢν ἀργεῖς, καὶ οὐδὲν πράττεις ὧν ἐπέταξεν ὁ Θεὸς, ἀλλὰ δραπετεύσας ἀπὸ τῶν ἐπιταγμάτων  τοῦ ∆εσπότου, περιέρχῃ καθάπερ ἐν ἀλλοδαπῇ  τῇ κακίᾳ διατρίβων, μεθύων, κραιπαλῶν, κλέπτων, ἁρπάζων, τὰς ἑτέρων ἀνατρέπων οἰκίας. Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς· ἐγὼ δὲ ὑπὲρ ἔργων πονηρῶν, ὅταν ἐπιβουλεύῃς, ὅταν ὀμνύῃς, ὅταν  ψεύδῃ,  ὅταν  ἁρπάζῃς, ὅταν  μυρία τοιαῦτα  ποιῇς. 



δʹ. Ταῦτα δὲ λέγω,  οὐχὶ νομοθετῶν ἀργεῖν· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα βουλόμενος πάντας ἐν ἔργοις εἶναι· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· παρακαλῶ δὲ μὴ ἀνηλεεῖς εἶναι, μηδὲ ὠμούς. Ἐπεὶ καὶ Παῦλος μυρία μεμψάμενος  καὶ εἰπών· Εἴ τις οὐ θέλει  ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· οὐκ ἔστη μέχρι τούτου,  ἀλλὰ προσέθηκεν· Ὑμεῖς δὲ μὴ ἐκκακήσητε τὸ καλὸν  ποιοῦντες.  Καὶ μὴν  ταῦτα  ἐναντία  ἐστίν. Εἰ γὰρ ἐκέλευσας αὐτοὺς  μὴ ἐσθίειν, πῶς ἡμῖν παραινεῖς διδόναι; Ναὶ, φησί· καὶ γὰρ ἐκέλευσα αὐτοὺς ἀποστρέφεσθαι, καὶ μὴ ἀναμίγνυσθαι, καὶ πάλιν εἶπον· Μὴ ἐχθροὺς ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε· οὐκ ἐναντία  νομοθετῶν,  ἀλλὰ καὶ πάνυ συνᾴδοντα. Ἂν γὰρ σὺ πρὸς ἔλεον ἕτοιμος ᾖς, κἀκεῖνος ταχέως ὁ πένης τῆς ἀργίας ἀπαλλαγήσεται, καὶ σὺ τῆς ὠμότητος. Ἀλλὰ ψεύδεται  πολλὰ καὶ πλάττεται,  φησίν. Ἀλλὰ καὶ ἐντεῦθεν  ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην κατέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναισχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλαβες ἅπαξ καὶ δίς; λέγοντες. Τί οὖν; οὐ δεῖται τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; ∆ιατί μὴ καὶ τῇ σαυτοῦ γαστρὶ τούτους τιθεῖς  τοὺς νόμους, καὶ λέγεις καὶ πρὸς αὐτήν· Ἐνεπλήσθης χθὲς καὶ πρὸ τῆς χθὲς, μὴ ζήτει νῦν; Ἀλλ'  ἐκείνην  μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον δὲ καὶ τὰ σύμμετρα αἰτοῦντα ἀποστρέφῃ, ὀφείλων διὰ τοῦτο αὐτὸν ἐλεεῖν, ὅτι καθ' ἑκάστην ἀναγκάζεταί σοι προσιέναι τὴν ἡμέραν. Εἰ γὰρ καὶ μηδαμόθεν  ἑτέρωθεν  ἐπικάμπτῃ, διὰ τοῦτο αὐτὸν  ἔδει σε ἐλεεῖν· τῇ γὰρ τῆς πενίας ἀνάγκῃ ταῦτα βιάζεται καὶ ποιεῖ. Καὶ οὐκ ἐλεεῖς αὐτὸν, ὅτι τοιαῦτα ἀκούων οὐκ αἰσχύνεται· ἡ γὰρ ἀνάγκη δυνατωτέρα. Σὺ δὲ οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἐκπομπεύεις· καὶ τοῦ Θεοῦ κελεύσαντος λάθρα διδόναι, ἕστηκας δημοσιεύων τὸν προσελθόντα, καὶ ὀνειδίζων, ὑπὲρ ὧν ἐλεεῖν ἐχρῆν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ ἐγκαλεῖς, καὶ συντρίβεις τὴν ταλαίπωρον  καὶ ἀθλίαν ψυχήν; Ἦλθεν ὡς εἰς λιμένα τὰς σὰς χεῖρας ἐπιζητῶν· τί κύματα ἐγείρεις, καὶ χαλεπώτερον  τὸν χειμῶνα ἐργάζῃ; Τί  καταγινώσκεις   ἀνελευθερίαν;  Μὴ γὰρ,  εἰ  προσεδόκησε τοιαῦτα  ἀκούσεσθαι, προσῆλθεν ἄν; Εἰ δὲ καὶ ταῦτα προειδὼς προσῆλθε, διὰ τοῦτο ἄξιον κἀκεῖνον ἐλεεῖν, καὶ τὴν  σὴν φρίττειν  ὠμότητα,  ὅτι  οὐδὲ οὕτως,  ἀπαραίτητον  ἐπικειμένην  ὁρῶν ἀνάγκην,   ἡμερώτερος   γίνῃ,   οὐδὲ   ἀρκεῖν   αὐτῷ   νομίζεις   εἰς   ἀπολογίαν   τῆς ἀναισχυντίας τὸ τοῦ λιμοῦ δέος, ἀλλ' ἀναισχυντίαν  ἐγκαλεῖς· καίτοι μείζονα αὐτὸς ἠναισχύντησας πολλάκις, καὶ ὑπὲρ χαλεπῶν πραγμάτων. Ἐνταῦθα μὲν γὰρ καὶ συγγνώμην  ἡ ἀναισχυντίᾳ  φέρει,  ἡμεῖς  δὲ πολλάκις  κολάσεως  ἄξια  πράττοντες ἀναιδευόμεθα· καὶ δέον ἐννοοῦντας  ἐκεῖνα ταπεινοὺς  γίνεσθαι, καὶ ἐπεμβαίνομεν τοῖς ταλαιπώροις  τούτοις, καὶ φάρμακα αἰτοῦσι τραύματα προστίθεμεν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ πλήττεις; εἰ μὴ βούλει χαρίσασθαι, τίνος ἕνεκεν καὶ ὑβρίζεις; Ἀλλ' οὐκ ἀνέχεται ἀποστῆναι ἑτέρως. Οὐκοῦν ὡς ἐκέλευσεν ὁ σοφὸς ἐκεῖνος, οὕτω ποίησον·  Ἀποκρίθητι   αὐτῷ   εἰρηνικὰ   ἐν   πραΰτητι.   Οὐδὲ  γὰρ   ἑκὼν   τοσαῦτα ἀναισχυντεῖ. Οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνθρωπος βουλόμενος ἁπλῶς καταισχύνεσθαι·   κἂν   μυρία  τινὲς   φιλονεικήσωσιν,   οὐκ   ἂν   ἀνασχοίμην   ἐγὼ πεισθῆναί ποτε, ὅτι ἄνθρωπος ἐν ἀφθονίᾳ ζῶν ἕλοιτο ἂν ἐπαιτεῖν. Μηδεὶς τοίνυν ἡμᾶς παραλογιζέσθω.  Ἀλλὰ κἂν  λέγῃ  Παῦλος· Εἴ τις  οὐ θέλει  ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, πρὸς ἐκείνους λέγει· πρὸς δὲ ἡμᾶς οὐ τοῦτο λέγει, ἀλλὰ τοὐναντίον·  Τὸ καλὸν ποιοῦντες  μὴ ἐκκακεῖτε. Οὕτω καὶ ἐν οἰκίᾳ ποιοῦμεν ἡμεῖς· ὅταν δύο τινὲς μάχωνται  πρὸς  ἀλλήλους,  κατ'  ἰδίαν  ἕκαστον  λαβόντες  τἀναντία  παραινοῦμεν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε, καὶ Μωϋσῆς. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν  ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον· αὐτοῖς δὲ ἐκέλευε κατασφάττειν  ἀλλήλους  καὶ  τοὺς  προσήκοντας  ἅπαντας.  Καίτοι ταῦτα  ἐναντία ἐστὶν, ἀλλ' ὅμως εἰς ἓν  ἀμφότερα ἔβλεπε  τέλος. Πάλιν ὁ Θεὸς τῷ  μὲν  Μωϋσεῖ, Ἰουδαίων  ἀκουόντων,  ἔλεγεν·  Ἄφες  με, καὶ  ἐκτρίψω  τὸν  λαὸν  (εἰ γὰρ  καὶ  μὴ παρῆσαν, ταῦτα λέγοντος τοῦ Θεοῦ, ἀλλ' ἔμελλον αὐτὰ ἀκούσεσθαι ὕστερον)· κατ' ἰδίαν δὲ τἀναντία τούτων αὐτῷ παραινεῖ. Καὶ ταῦτα Μωϋσῆς ἀναγκασθεὶς ὕστερον ἐξελάλησεν, οὕτω λέγων· Μὴ γὰρ ἐγὼ αὐτοὺς ἐν γαστρὶ ἔλαβον, ὅτι λέγεις μοι, Ἆρον αὐτοὺς, ὡς ἂν ἄρῃ τιθηνὸς  τὸν  θηλάζοντα  εἰς τὸν  κόλπον  αὐτῆς; Ταῦτα καὶ ἐν οἰκίαις γίνεται· καὶ πολλάκις  πατὴρ τῷ μὲν παιδαγωγῷ  τὸν παῖδα ὑβρίσαντι κατ' ἰδίαν ἐπιτιμᾷ λέγων· Μὴ ἔσο τραχὺς, μηδὲ σκληρός· τῷ δὲ νέῳ τὰ ἐναντία λέγει· Κἂν ἀδίκως ὑβρίζῃ, φέρε· ἀπὸ τῶν ἐναντίων  ἕν τι χρήσιμον συνάγων. Οὕτω καὶ Παῦλος, τοῖς  μὲν  ὑγιαίνουσι  καὶ  προσαιτοῦσιν  ἔλεγεν·  Εἴ τις  οὐ  θέλει  ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἵνα αὐτοὺς εἰς ἔργον ἐμβάλῃ· τοῖς δὲ ἐλεεῖν δυναμένοις· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε, ἵνα αὐτοὺς εἰς ἐλεημοσύνην ἀγάγῃ. Οὕτω καὶ ἡνίκα τοῖς ἐξ ἐθνῶν  παρῄνει  ἐν  τῇ πρὸς Ῥωμαίους  Ἐπιστολῇ μὴ ὑψηλοφρονεῖν  κατὰ  τῶν Ἰουδαίων, καὶ τὴν ἀγριελαίαν παρήγαγεν εἰς μέσον, καὶ ἄλλα μὲν τούτοις, ἄλλα δὲ ἐκείνοις  φαίνεται  λέγων.  Μὴ τοίνυν  εἰς  ὠμότητα  ἐκπέσωμεν,  ἀλλ'  ἀκούσωμεν Παύλου λέγοντος·  Τὸ καλὸν  ποιοῦντες  μὴ ἐκκακεῖτε· ἀκούσωμεν  τοῦ  ∆εσπότου λέγοντος· Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν. Καίτοι πολλὰ εἰπὼν, οὐδαμοῦ τοῦτο τέθεικεν, ἀλλ' ἐπὶ τῶν οἰκτιρμῶν μόνον. Οὐδὲν γὰρ ἡμᾶς ἴσους Θεῷ ποιεῖ, ὡς τὸ εὐεργετεῖν.


 εʹ. Ἀλλ' οὐδὲν ἀναιδέστερον, φησὶ, πένητος. ∆ιατί; παρακαλῶ· ὅτι ἐπιτρέχων  καταβοᾷ; Βούλει οὖν δείξω, ὅτι ἐκείνων ἡμεῖς ἐσμεν ἀναισχυντότεροι, καὶ σφόδρα ἀναιδεῖς; Ἀναμνήσθητί μοι νῦν ἐν καιρῷ τῆς νηστείας, ποσάκις τραπέζης παρακειμένης ἐν ἑσπέρᾳ, τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας, λακτίζων, ὑβρίζων, λοιδορούμενος,  ὑπὲρ ἀναβολῆς  μόνον  μικρᾶς· καίτοι  σφόδρα εἰδὼς,  ὅτι  κἂν  μὴ εὐθέως,  ἀλλὰ  μικρὸν  ὕστερον ἀπολαύσῃ τῆς ἐδωδῆς. Εἶτα σαυτὸν μὲν  ὑπὲρ τοῦ μηδενὸς  ἐκθηριούμενον  οὐ  καλεῖς  ἀναίσχυντον,  τὸν  δὲ  πένητα  τὸν  ὑπὲρ  τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ πᾶς ὁ φόβος αὐτῷ), τοῦτον καὶ ἰταμὸν, καὶ ἀναιδῆ, καὶ ἀναίσχυντον, καὶ πάντα προσερεῖς τὰ αἴσχιστα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Ἀλλ' οὐκ ἐννοοῦμεν ταῦτα· διὰ τοῦτο ἐκείνους ἐπαχθεῖς εἶναι νομίζομεν· ὡς εἴ γε τὰ ἡμέτερα ἐξητάζομεν καὶ παρεβάλλομεν  τοῖς ἐκείνων,  οὐκ ἂν αὐτοὺς ἐνομίσαμεν εἶναι  φορτικούς.  Μὴ δὴ γίνου  πικρὸς δικαστής. Καὶ γὰρ εἰ πάντων  ἁμαρτημάτων  ἦς ἀπηλλαγμένος,  οὐδὲ οὕτω σοι ἐπέτρεπεν ὁ τοῦ Θεοῦ νόμος ἀκριβῆ γενέσθαι ἐξεταστὴν τῶν ἀλλοτρίων. Εἰ γὰρ ὁ Φαρισαῖος διὰ  τοῦτο  ἀπώλετο,  ποίας  τευξόμεθα  ἀπολογίας  ἡμεῖς; Εἰ τοῖς κατωρθωκόσιν οὐκ ἐπιτρέπει πικρῶς ἐξετάζειν τὰ ἑτέρων, πολλῷ μᾶλλον τοῖς ἐπταικόσι. Μὴ τοίνυν  ὠμοὶ, μηδὲ ἀπηνεῖς,  μὴ ἄστοργοι, μὴ ἄσπονδοι, μὴ θηρίων χείρους ὦμεν. Καὶ γὰρ πολλοὺς εἰς τοῦτο οἶδα θηριωδίας ἐλθόντας, ὡς δι' ὄκνον μικρὸν λιμώττοντας  περιορᾷν, καὶ ταῦτα λέγοντας τὰ ῥήματα· Οὐ πάρεστιν οἰκέτης ἐμοὶ νῦν, πόῤῥω τῆς οἰκίας ἐσμὲν, τραπεζίτης οὐδείς ἐστί μοι γνώριμος. Ὢ τῆς ὠμότητος! Τὸ μεῖζον ὑπέσχου, καὶ τὸ ἔλαττον  οὐκ ἀνύεις; ἵνα σὺ μὴ βαδίσῃς μικρὸν, ἐκεῖνος λιμῷ διαφθείρεται; Ὢ τῆς ὕβρεως! ὢ τοῦ τύφου! Εἰ γὰρ δέκα στάδια βαδίσαι ἐχρῆν, ὀκνῆσαι ἔδει; Οὐδὲ ἐννοεῖς  ὅτι μείζων  ὁ μισθός σοι οὕτω γίνεται; Ὅταν μὲν γὰρ δῷς, ὑπὲρ τοῦ διδομένου λαμβάνεις μισθὸν μόνον· ὅταν δὲ καὶ αὐτὸς βαδίσῃς, καὶ τούτου σοι κεῖται πάλιν  ἀμοιβή. Ἐπεὶ καὶ τὸν πατριάρχην  διὰ τοῦτο θαυμάζομεν, ὅτι αὐτὸς ἐπὶ τὰς βοῦς ἔδραμε, καὶ τὸ μοσχάριον ἥρπασε, καὶ ταῦτα τριακοσίους δέκα ὀκτὼ οἰκογενεῖς ἔχων. Νῦν δὲ τοσούτου τινές εἰσι τύφου πεπληρωμένοι, ὡς διὰ παίδων ταῦτα ποιεῖν, καὶ μὴ αἰσχύνεσθαι. Ἀλλὰ δι' ἐμαυτοῦ ταῦτα  κελεύεις  ἀνύειν;  φησί· καὶ πῶς  οὐ δόξω κενοδοξεῖν;  Καὶ μὴν  καὶ νῦν  δι' ἑτέραν κενοδοξίαν τοῦτο ποιεῖς, αἰσχυνόμενος ὀφθῆναι πένητι διαλεγόμενος. Ἀλλ' οὐδὲν ὑπὲρ τούτων ἀκριβολογοῦμαι· μόνον δίδου, εἴτε διὰ σαυτοῦ, εἴτε δι' ἑτέρου τοῦτο βούλει ποιεῖν· καὶ μὴ ἐγκάλει, μὴ πλῆττε,  μὴ λοιδόρει. Φαρμάκων γὰρ, οὐ τραυμάτων, δεῖται ὁ προσιών· ἐλέου, οὐ ξίφους. Εἰπὲ γάρ μοι, εἴ τις λίθῳ βληθεὶς καὶ τραῦμα λαβὼν κατὰ τῆς κεφαλῆς, τοὺς ἄλλους ἅπαντας ἀφεὶς, προσέδραμέ σου τοῖς γόνασι καταῤῥεόμενος τῷ αἵματι, ἆρα ἑτέρῳ λίθῳ  πατάξας προσέθηκας ἂν αὐτῷ ἕτερον τραῦμα; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ καὶ αὐτὸ ἐπεχείρησας ἂν διορθῶσαι. Τί οὖν ἐπὶ τῶν  πενήτων  ποιεῖς  τὰ ἐναντία;  Οὐκ οἶδας ὅσον δύναται  καὶ ἀναστῆσαι καὶ καθελεῖν λόγος; Κρεῖττον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὐ λογίζῃ, ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, καὶ χαλεπώτερον τραῦμα λαμβάνεις, ὅταν λοιδορηθεὶς ἐκεῖνος ἀναχωρήσῃ σιγῇ, στένων καὶ πολλὰ δακρύων; Καὶ γὰρ παρὰ τοῦ Θεοῦ πέμπεται πρὸς σέ. Ἐννόησον οὖν, ὑβρίζων αὐτὸν, ποῦ διαβιβάζεις τὴν ὕβριν, ὅταν ἐκεῖνος μὲν πρὸς σὲ πέμπῃ, καὶ σοὶ δοῦναι κελεύῃ, σὺ δὲ μὴ μόνον μὴ δῷς, ἀλλὰ καὶ ὑβρίσῃς ἐλθόντα. Εἰ δὲ ἀγνοεῖς τὴν ὑπερβολὴν τῆς ἀτοπίας, ἐπ' ἀνθρώπων  αὐτὸ σκόπησον, καὶ τότε εἴσῃ καλῶς τὸ μέγεθος τῆς ἁμαρτίας. Εἰ γὰρ σὸς οἰκέτης παρὰ σοῦ κελευσθεὶς πρὸς ἕτερον ἀπελθεῖν οἰκέτην, ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθεὶς, τί οὐκ ἂν εἰργάσω τὸν ὑβρικότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος; Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ λογίζου· καὶ γὰρ αὐτὸς πέμπει πρὸς ἡμᾶς τοὺς πένητας, καὶ τὰ ἐκείνου δίδομεν, ἂν ἄρα δῶμεν. Ἂν δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμψωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κεραυνῶν ἄξιον πρᾶγμα ποιοῦμεν. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, καὶ τὴν γλῶτταν χαλινώσωμεν, καὶ τὴν ἀπανθρωπίαν ἐκβάλωμεν, καὶ τὴν χεῖρα πρὸς ἐλεημοσύνην ἐκτείνωμεν,  καὶ μὴ χρήμασι μόνον, ἀλλὰ καὶ ῥήμασι παραμυθώμεθα τοὺς δεομένους· ἵνα καὶ τὴν ἀπὸ τῆς λοιδορίας κόλασιν ἐκφύγωμεν, καὶ τὴν ἀπὸ τῆς εὐλογίας καὶ ἐλεημοσύνης βασιλείαν κληρονομήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |