ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΣΤʹ Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος,

Κυριακή 30 Οκτωβρίου 2016

ΚΣΤʹ Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος,



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



ΚΣΤʹ Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέ γων· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος·»


αʹ. Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος οὗτος εἰσελθόντι εἰς τὴν Καπερναούμ. Τίνος οὖν ἕνεκεν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; Οὐ διὰ ῥᾳθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμή· ἀλλ' ὥστε μὴ ἐγκόψαι τὴν διδασκαλίαν. Προσελθὼν δέ φησιν· Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος. Τινὲς μὲν οὖν φασιν, ὅτι ἀπολογούμενος καὶ τὴν αἰτίαν εἴρηκε, δι' ἣν αὐτὸν οὐκ ἤγαγεν. Οὐδὲ γὰρ δυνατὸν ἦν, φησὶ, παραλελυμένον καὶ βασανιζόμενον καὶ πρὸς ἐσχάτας ὄντα ἀναπνοὰς φοράδην κομίζειν. Ὅτι γὰρ καὶ ἀποπνεῖν ἔμελλεν, ὁ Λουκᾶς φησιν, ὅτι καὶ ἔμελλε τελευτᾷν. Ἐγὼ δὲ τοῦ  μεγάλην  αὐτὸν  ἔχειν  πίστιν  τοῦτο  σημεῖον  εἶναί  φημι,  καὶ  πολλῷ μείζονα τῶν διὰ τοῦ στέγους χαλασάντων. Ἐπειδὴ γὰρ ᾔδει σαφῶς, ὅτι καὶ ἐπίταγμα ἀρκεῖ  μόνον  εἰς  τὴν  ἀνάστασιν  τοῦ  κειμένου,  περιττὸν  εἶναι  ἐνόμισεν  αὐτὸν ἀγαγεῖν. Τί οὖν ὁ Ἰησοῦς;


Ὃ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ. Πανταχοῦ γὰρ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων,  ἐνταῦθα καὶ ἐπιπηδᾷ, καὶ οὐχὶ θεραπεῦσαι ἐπαγγέλλεται  μόνον, ἀλλὰ καὶ παραγενέσθαι εἰς τὴν οἰκίαν. Ποιεῖ δὲ τοῦτο, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. Εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ' εἶπεν, Ὕπαγε, ἰαθήτω ὁ παῖς σου, οὐδὲν ἂν τούτων ἔγνωμεν. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Φοινικίσσης ἀπεναντίας ἐποίησε γυναικός. Ἐνταῦθα μὲν γὰρ μὴ καλούμενος εἰς τὴν οἰκίαν, αὐτεπάγγελτός φησιν ἥξειν, ἵνα μάθῃς τοῦ ἑκατοντάρχου τὴν πίστιν καὶ τὴν πολλὴν  ταπεινοφροσύνην·  ἐπὶ δὲ τῆς Φοινικίσσης καὶ ἀρνεῖται τὴν δόσιν, καὶ ἐπιμένουσαν ἐξαπορεῖ. Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος ἰατρὸς, διὰ τῶν ἐναντίων τὰ ἐναντία κατασκευάζειν οἶδε. Καὶ ἐνταῦθα μὲν διὰ τῆς αὐτεπαγγέλτου παρουσίας, ἐκεῖ δὲ διὰ τῆς ἐπιτεταμένης  ὑπερθέσεως καὶ παραιτήσεως τὴν πίστιν ἐκκαλύπτει τῆς γυναικός. Οὕτω καὶ ἐπὶ τοῦ Ἀβραὰμ ποιεῖ λέγων· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραάμ. ἵνα μάθῃς ἐκείνου τὴν φιλοστοργίαν, καὶ τὴν ὑπὲρ Σοδόμων πρόνοιαν. Καὶ ἐπὶ τοῦ Λὼτ ἀρνοῦνται  εἰσελθεῖν πρὸς αὐτὸν οἱ πεμφθέντες,  ἵνα τοῦ δικαίου μάθῃς τῆς φιλοξενίας τὸ μέγεθος. Τί οὖν ὁ ἑκατόνταρχός φησιν; Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ἀκούσωμεν ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι· δυνατὸν  γὰρ αὐτὸν  ὑποδέχεσθαι καὶ νῦν.  Ἀκούσωμεν καὶ ζηλώσωμεν,  καὶ μετὰ  τοσαύτης δεξώμεθα τῆς σπουδῆς· καὶ γὰρ ὅταν πένητα ὑποδέξῃ πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον ὑπεδέξω καὶ ἔθρεψας. Ἀλλ' εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς
μου. Ὅρα καὶ  τοῦτον,  ὥσπερ τὸν  λεπρὸν,  τὴν  προσήκουσαν περὶ  αὐτοῦ  δόξαν ἔχοντα. Οὐδὲ γὰρ οὗτος εἶπε, Παρακάλεσον· οὐδὲ εἶπεν, Εὖξαι καὶ ἱκέτευσον· ἀλλ' Ἐπίταξον  μόνον.  Εἶτα  δεδοικὼς  μὴ  μετριάζων  ἀνανεύσῃ,  φησί·  Καὶ γὰρ  ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ τῷ ἄλλῳ,  Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Καὶ τί τοῦτο, φησὶν, εἰ ὁ ἑκατοντάρχης ὑπώπτευσεν οὕτω; Τὸ γὰρ ζητούμενον, εἰ ὁ Χριστὸς τοῦτο ἀπεφήνατο καὶ ἐκύρωσε. Καλῶς καὶ σφόδρα λέγεις συνετῶς. Οὐκοῦν ἴδωμεν  τοῦτο αὐτό·  καὶ εὑρήσομεν, ὅπερ ἐπὶ τοῦ λεπροῦ γέγονε, τοῦτο καὶ ἐνταῦθα γεγενημένον. Ὥσπερ γὰρ ὁ λεπρὸς εἶπεν, Ἐὰν θέλῃς (καὶ οὐκ ἀπὸ τοῦ λεπροῦ διισχυριζόμεθα μόνον περὶ τῆς ἐξουσίας, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Χριστοῦ φωνῆς·  οὐ γὰρ μόνον  οὐ κατέλυσε τὴν  ὑπόνοιαν,  ἀλλὰ  καὶ ἐβεβαίωσε μειζόνως, ὃ περιττὸν ἦν εἰπεῖν προσθεὶς, καὶ εἰπὼν, Θέλω, καθαρίσθητι, ἵνα κυρώσῃ τὸ δόγμα τὸ ἐκείνου)· οὕτω δὴ καὶ ἐνταῦθα σκοπεῖν δίκαιον, εἴ τι τοιοῦτον γέγονε· καὶ γὰρ εὑρήσομεν τὸ αὐτὸ τοῦτο πάλιν συμβεβηκός. Τοιαῦτα γὰρ τοῦ ἑκατοντάρχου εἰρηκότος, καὶ μαρτυρήσαντος ἐξουσίαν τοσαύτην, οὐ μόνον οὐκ ἐνεκάλεσεν, ἀλλὰ καὶ ἀπεδέξατο, καὶ πλέον τι ἐποίησεν ἢ ἀπεδέξατο. Οὐδὲ γὰρ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐπῄνεσε τὸ εἰρημένον μόνον, ἀλλὰ καὶ ἐπίτασιν δηλῶν τοῦ ἐπαίνου φησὶν, ὅτι καὶ ἐθαύμασε· καὶ οὐδὲ ἁπλῶς ἐθαύμασεν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς παρόντος, καὶ τοῖς ἄλλοις ὑπόδειγμα δέδωκεν, ὥστε αὐτὸν ζηλοῦν. Ὁρᾷς πῶς ἕκαστος τῶν μαρτυρησάντων  αὐτῷ  ἐξουσίαν  θαυμάζεται;  Καὶ ἐξεπλήττοντο  οἱ  ὄχλοι  ἐπὶ  τῇ διδαχῇ αὐτοῦ, ὅτι ὡς ἐξουσίαν ἔχων ἐδίδασκε· καὶ οὐ μόνον οὐκ ἐνεκάλεσεν, ἀλλὰ καὶ λαβὼν αὐτοὺς κατῆλθε, καὶ δι' ὧν τὸν λεπρὸν ἐκάθηρεν, ἐκύρωσεν αὐτῶν τὴν γνώμην. Πάλιν ἔλεγεν ἐκεῖνος· Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ οὐ μόνον οὐκ ἐπετίμησεν, ἀλλὰ καὶ θεραπεύων αὐτὸν οὕτως, ὡς ἐκεῖνος εἶπεν, ἐκάθηρε. Πάλιν ὁ ἑκατοντάρχης   οὗτός  φησιν·  Εἰπὲ  λόγῳ  μόνον,  καὶ  ἰαθήσεται  ὁ  παῖς  μου·  καὶ θαυμάζων αὐτὸν ἔλεγεν· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.


 βʹ. Ἵνα δὲ καὶ ἐκ  τοῦ  ἐναντίου   τοῦτο  μάθῃς·  ἐπειδὴ  ἡ  Μάρθα  τούτων   οὐδὲν  εἶπεν,   ἀλλὰ τοὐναντίον,  ὅτι Ὅσα  ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι καὶ γνώριμος οὖσα καὶ ἀγαπητὴ καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ  καὶ ἐπετιμήθη  καὶ διωρθώθη  παρ' αὐτοῦ, ὡς  οὐ καλῶς  εἰρηκυῖα. Καὶ γὰρ ἔλεγεν αὐτῇ· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; ὡς μηδέπω πιστευσάσῃ ἐγκαλῶν. Καὶ πάλιν, ἐπειδὴ ἔλεγεν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· ἀπάγων  τῆς  τοιαύτης  ὑπονοίας  αὐτὴν,  καὶ διδάσκων  ὅτι  παρ' ἑτέρου οὐ δέεται λαβεῖν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, φησίν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· τουτέστιν, Οὐκ ἀναμένω  δέξασθαι ἐνέργειαν, ἀλλ' οἴκοθεν πάντα ἐργάζομαι. Ὅθεν τὸν ἑκατοντάρχην καὶ θαυμάζει, καὶ τοῦ δήμου παντὸς προτίθησι, καὶ τῇ τῆς βασιλείας δόσει τιμᾷ, καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ζῆλον καλεῖ. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο ταῦτα εἶπεν, ἵνα καὶ τοὺς ἄλλους παιδεύσῃ πιστεύειν οὕτως, ἄκουσον τοῦ εὐαγγελιστοῦ τὴν ἀκρίβειαν, πῶς αὐτὸ ᾐνίξατο· Στραφεὶς γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶπε τοῖς ἀκολουθοῦσιν αὐτῷ· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἄρα τὸ μεγάλα περὶ αὐτοῦ  φαντάζεσθαι,  τοῦτο  μάλιστα  πίστεως,  καὶ βασιλείας  καὶ τῶν  ἄλλων πρόξενον ἀγαθῶν. Οὐδὲ γὰρ μέχρι λόγων  αὐτῷ γέγονεν  ὁ ἔπαινος, ἀλλὰ καὶ τὸν νοσοῦντα ὑγιῆ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλας ἐπαγγέλλεται δωρεὰς, οὕτω λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται  εἰς τοὺς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ἐπειδὴ γὰρ πολλὰ ἐπεδείξατο θαύματα, μετὰ πλείονος  αὐτοῖς λοιπὸν  διαλέγεται  παῤῥησίας. Εἶτα, ἵνα μή τις νομίσῃ κολακείας εἶναι τὰ ῥήματα, ἀλλὰ μάθωσιν ἅπαντες, ὅτι οὕτω διέκειτο ὁ ἑκατοντάρχης, φησίν· Ὕπαγε· ὡς ἐπίστευσας γενηθήτω  σοι. Καὶ εὐθέως τὸ ἔργον ἠκολούθησε μαρτυροῦν τῇ προαιρέσει. Καὶ ἰάθη  ὁ παῖς  αὐτοῦ  ἀπὸ τῆς  ὥρας ἐκείνης.  Ὅπερ καὶ ἐπὶ  τῆς Συροφοινικίσσης συνέβη· καὶ  γὰρ ἐκείνῃ  φησίν·  Ὦ γύναι,  μεγάλη  σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς. Ἐπειδῆ δὲ καὶ ὁ Λουκᾶς τοῦτο τὸ θαῦμα  ἀπαγγέλλων  παρεντίθησιν  ἕτερα πλείονα,  ἃ δοκεῖ  διαφωνίαν  ἐμφαίνειν, ἐπιλῦσαι καὶ ταῦτα ἀναγκαῖον ὑμῖν. Τί οὖν φησιν ὁ Λουκᾶς; Ἔπεμψε πρεσβυτέρους τῶν  Ἰουδαίων  πρὸς αὐτὸν, παρακαλῶν  αὐτὸν  ἐλθεῖν.  Ὁ δὲ Ματθαῖός φησιν, ὅτι αὐτὸς προσελθὼν  ἔλεγεν,  ὅτι Οὐκ εἰμὶ ἄξιος. Καί τινες  μέν φασιν, ὅτι οὐκ ἔστιν οὗτος ἐκεῖνος, εἰ καὶ πολλὰ ἐοικότα ἔχει. Περὶ μὲν γὰρ ἐκείνου φησὶν, ὅτι Καὶ τὴν συναγωγὴν ἡμῶν ἔκτισε, καὶ τὸ ἔθνος ἀγαπᾷ· περὶ δὲ τούτου αὐτός φησιν ὁ Ἰησοῦς· Οὐδὲ ἐν  τῷ  Ἰσραὴλ τοσαύτην  πίστιν  εὗρον. Καὶ ἐπ' ἐκείνου  μὲν  οὐκ εἶπεν,  ὅτι Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν,  ὅθεν εἰκὸς Ἰουδαῖον αὐτὸν εἶναι. Τί οὖν ἐροῦμεν; Ὅτι αὕτη μὲν  εὔκολος  ἡ λύσις· τὸ δὲ ζητούμενον,  εἰ ἀληθής.  Ἐμοὶ δοκεῖ οὗτος ἐκεῖνος εἶναι. Πῶς οὖν, φησὶν, ὁ μὲν Ματθαῖος λέγει, ὅτι αὐτὸς εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ὁ δὲ Λουκᾶς, ὅτι ἔπεμψεν ἵνα ἔλθῃ; Ἐμοὶ δοκεῖ τὴν κολακείαν  τὴν  Ἰουδαϊκὴν  αἰνίττεσθαι  ἡμῖν  ὁ  Λουκᾶς, καὶ  ὅτι  οἱ  ἐν  συμφορᾷ ἀκατάστατοι   ὄντες  πολλὰ  μεταβουλεύονται.  Εἰκὸς γὰρ τὸν  ἑκατόνταρχον βουλόμενον ἀπελθεῖν κωλυθῆναι ὑπὸ τῶν Ἰουδαίων, κολακευόντων αὐτὸν καὶ λεγόντων,   ὅτι  Ἡμεῖς  ἀπελθόντες   ἄξομεν  αὐτόν.   Ὅρα  γοῦν   αὐτῶν   καὶ  τὴν παράκλησιν κολακείας  οὖσαν μεστήν. Ἀγαπᾷ γὰρ τὸ ἔθνος  ἡμῶν,  φησὶ, καὶ τὴν συναγωγὴν  αὐτὸς ᾠκοδόμησεν· οὐδὲ ἴσασιν ὅθεν ἐπαινοῦσι τὸν ἄνδρα. ∆έον γὰρ εἰπεῖν, ὅτι Ἐβουλήθη μὲν αὐτὸς ἐλθεῖν καὶ παρακαλέσαι, ἡμεῖς δὲ ἐκωλύσαμεν, τὴν συμφορὰν ἰδόντες, καὶ τὸ πτῶμα τὸ ἐπὶ τῆς οἰκίας κείμενον, καὶ οὕτω παραστῆσαι τῆς πίστεως  αὐτοῦ τὸ μέγεθος· τοῦτο μὲν οὐ λέγουσιν· οὐδὲ γὰρ ἤθελον  διὰ τὸ βασκαίνειν ἐκκαλύψαι τοῦ ἀνδρὸς τὴν πίστιν· ἀλλ' ᾑροῦντο μᾶλλον συσκιάσαι τὴν ἀρετὴν, ὑπὲρ οὗ τὴν  ἱκεσίαν ἦλθον  ποιησόμενοι, ἵνα  μὴ δόξῃ μέγας τις  εἶναι  ὁ παρακαλούμενος, ἢ τὴν πίστιν ἀνακηρύξαντες τὴν ἐκείνου, ἀνύσαι τοῦτο, δι' ὅπερ ἦσαν ἀφιγμένοι.  Ἱκανὸν  γὰρ ἡ βασκανία πηρῶσαι διάνοιαν.  Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ ἀκόντων αὐτῶν ἐκεῖνον ἀνεκήρυξε. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον αὐτοῦ τοῦ Λουκᾶ πάλιν αὐτὸ ἑρμηνεύοντος. Αὐτὸς γὰρ οὕτω φησὶν, ὅτι Οὐ μακρὰν ἀπέχοντος αὐτοῦ ἔπεμψε λέγων· Ὦ Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν  στέγην εἰσέλθῃς. Ὅτε γὰρ ἀπηλλάγη  τῆς ἐπαχθείας  αὐτῶν,  τότε πέμπει λέγων·  Μὴ νομίσῃς ὅτι  δι' ὄκνον  οὐ παρεγενόμην,  ἀλλ' ἐμαυτὸν  ἀνάξιον  εἶναι ἐνόμισα τοῦ δέξασθαί σε ἐν τῇ οἰκίᾳ.


 γʹ. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι μὴ διὰ τῶν φίλων,   ἀλλὰ  δι'  ἑαυτοῦ  τοῦτο  αὐτὸν  εἰρηκέναι,  οὐδὲν  τοῦτο  ποιεῖ·  τὸ  γὰρ ζητούμενον, εἰ τὴν προθυμίαν ἑκάτερος παρέστησε τοῦ ἀνδρὸς, καὶ ὅτι τὴν προσήκουσαν περὶ τοῦ Χριστοῦ δόξαν εἶχεν. Εἰκὸς δὲ καὶ αὐτὸν μετὰ τὸ πέμψαι τοὺς φίλους παραγενόμενον ταῦτα εἰπεῖν. Εἰ δὲ μὴ εἶπε τοῦτο ὁ Λουκᾶς, ἀλλ' οὐδὲ ἐκεῖνο ὁ Ματθαῖος· ὅπερ οὐ μαχομένων  ἑαυτοῖς  ἦν,  ἀλλὰ  τὰ ὑπ' ἀλλήλων παραλιμπανόμενα  ἀναπληρούντων μᾶλλον. Ὅρα δὲ αὐτοῦ πῶς καὶ ἑτέρωθεν  τὴν πίστιν ὁ Λουκᾶς ἀνεκήρυξεν εἰπὼν,  ὅτι ἔμελλε τελευτᾷν  ὁ παῖς. Ἀλλ' ὅμως οὐδὲ τοῦτο  εἰς  ἀπόγνωσιν  αὐτὸν  ἐνέβαλεν,  οὐδὲ  ἀπελπίσαι  παρεσκεύασεν· ἀλλὰ  καὶ οὕτως ἤλπισε περιέσεσθαι. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι τὸν Χριστὸν εἰρηκέναι, Οὐδὲ ἐν   τῷ   Ἰσραὴλ  τοσαύτην  πίστιν   εὗρον,  καὶ  ταύτῃ   δηλοῦν   οὐκ  ὄντα   αὐτὸν Ἰσραηλίτην,  ὁ δὲ Λουκᾶς, ὅτι ᾠκοδόμησε τὴν  συναγωγήν·  οὐδὲ τοῦτο ἐναντίον.  ∆υνατὸν γὰρ καὶ Ἰουδαῖον οὐκ ὄντα, καὶ τὴν συναγωγὴν οἰκοδομῆσαι, καὶ τὸ ἔθνος ἀγαπᾷν. Σὺ δέ μοι μὴ ἁπλῶς ἐξέταζε τὰ εἰρημένα παρ' αὐτοῦ, ἀλλὰ καὶ τὴν ἀρχὴναὐτοῦ προστίθει, καὶ τότε ὄψει τὴν ἀρετὴν τοῦ ἀνδρός. Καὶ γὰρ πολὺς ὁ τύφος τῶν ἐν ἀρχαῖς ὄντων, καὶ οὐδὲ ἐν συμφοραῖς καταβαίνουσιν. Ὁ γοῦν παρὰ τῷ Ἰωάννῃ κείμενος  ἕλκει  αὐτὸν  πρὸς τὴν  οἰκίαν,  καί  φησι· Κατάβηθι· μέλλει  γάρ  μου τὸ παιδίον τελευτᾷν. Ἀλλ' οὐχ οὕτως οὗτος· ἀλλὰ καὶ ἐκείνου καὶ τῶν διὰ τοῦ στέγους καθέντων  τὴν κλίνην  πολὺ βελτίων.  Οὐ γὰρ σωματικὴν παρουσίαν ἐπιζητεῖ, οὐδὲ ἐγγὺς  τοῦ ἰατροῦ τὸν  κάμνοντα  ἤνεγκεν· ὅπερ οὐ μικρὰ φανταζομένου  ἦν  περὶ αὐτοῦ, ἀλλὰ θεοπρεπῆ τὴν ὑπόνοιαν ἔχοντος· καί φησιν· Εἰπὲ λόγῳ μόνον. Καὶ οὐδὲ ἐν   ἀρχῇ  λέγει,  Εἰπὲ  λόγῳ,  ἀλλὰ  μόνον  τὸ  πάθος  διηγεῖται·  οὐδὲ  γὰρ προσεδόκησεν ἀπὸ πολλῆς  ταπεινοφροσύνης  εὐθέως  ἐπινεύσειν  τὸν Χριστὸν, καὶ τὴν  οἰκίαν  ἐπιζητήσειν.  ∆ιὰ  τοῦτο,  ὅτε  ἤκουσεν  αὐτοῦ  λέγοντος,  Ἐγὼ  ἐλθὼν θεραπεύσω αὐτὸν, τότε φησὶν, Εἰπὲ λόγῳ. Καὶ οὐδὲ τὸ πάθος αὐτὸν συνέχεεν, ἀλλὰ καὶ ἐν συμφορᾷ φιλοσοφεῖ, οὐ πρὸς τὴν ὑγίειαν  τοσοῦτον ὁρῶν τοῦ παιδὸς, ὅσον πρὸς τὸ μὴ δόξαι μηδὲν ἀνευλαβὲς ποιεῖν. Καίτοιγε οὐκ αὐτὸς ἠνάγκασεν, ἀλλ' ὁ Χριστὸς ἐπηγγείλατο· ἀλλὰ καὶ οὕτω δέδοικε μή ποτε δόξῃ τὴν ἀξίαν ὑπερβαίνειν τὴν  ἑαυτοῦ, καὶ βαρὺ πρᾶγμα ἐφέλκεσθαι.  Εἶδες αὐτοῦ τὴν  σύνεσιν; Σκόπει τῶν Ἰουδαίων τὴν ἄνοιαν λεγόντων· Ἄξιός ἐστιν ᾧ παρέξει τὴν χάριν. ∆έον γὰρ ἐπὶ τὴν φιλανθρωπίαν  καταφυγεῖν  τοῦ Ἰησοῦ, οἱ δὲ τὴν ἀξίαν τούτου προβάλλονται,  καὶ οὐδὲ ὅθεν  προβάλλεσθαι  δεῖ ἴσασιν. Ἀλλ' οὐκ ἐκεῖνος  οὕτως·  ἀλλὰ  καὶ σφόδρα ἑαυτὸν ἀνάξιον εἶναι ἔφη, οὐ μόνον τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοῦ τῇ οἰκίᾳ δέξασθαι τὸν Κύριον. ∆ιὰ τοῦτο καὶ εἰπὼν, Ὁ παῖς μου βέβληται, οὐκ ἐπήγαγεν, Εἰπὲ, δεδοικὼς μὴ ἀνάξιος εἴη τοῦ τυχεῖν τῆς δωρεᾶς, ἀλλὰ τὴν συμφορὰν ἀπήγγειλε μόνον. Ἐπειδὴ δὲ εἶδε τὸν  Χριστὸν φιλοτιμούμενον,  οὐδὲ οὕτως  ἐπεπήδησεν, ἀλλ' ἔτι μένει  τὸ ἑαυτῷ προσῆκον διατηρῶν  μέτρον. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν οὐκ ἀντετίμησεν αὐτὸν ὁ Χριστός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ σφόδρα αὐτὸν ἀντετίμησε· πρῶτον μὲν, τῷ δεῖξαι τὴν γνώμην, ὅπερ ἐκ τοῦ μάλιστα μὴ ἐλθεῖν αὐτὸν εἰς τὴν οἰκίαν ἐφάνη· δεύτερον δὲ, τῷ εἰς τὴν βασιλείαν αὐτὸν  εἰσαγαγεῖν, καὶ προτιμῆσαι παντὸς  τοῦ ἔθνους τοῦ Ἰουδαϊκοῦ. Ἐπειδὴ γὰρ καὶ τοῦ δέξασθαι τὸν Χριστὸν εἰς τὴν οἰκίαν ἀνάξιον ἑαυτὸν ἐποίησε, καὶ βασιλείας γέγονεν ἄξιος, καὶ τοῦ τῶν καλῶν ἐπιτυχεῖν, ὧν  ἀπήλαυσεν  ὁ  Ἀβραάμ. Καὶ τίνος  ἕνεκεν  ὁ  λεπρὸς,  φησὶ,  μείζονα  τούτων ἐπιδειξάμενος,  οὐκ ἐπῃνέθη;  Οὐδὲ γὰρ εἶπεν  ἐκεῖνος,  Εἰπὲ λόγῳ,  ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Θέλησον μόνον· ὃ περὶ τοῦ Πατρός φησιν ὁ Προφήτης, ὅτι Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Ἀλλὰ κἀκεῖνος ἐπῃνέθη. Ὅταν γὰρ εἴπῃ, Προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς, οὐδὲν ἕτερόν φησιν ἢ ὅτι Σὺ κατηγορήσεις  αὐτῶν,  ἐξ ὧν  ἐπίστευσας. Ἄλλως  δὲ οὐκ  ἦν  ἴσον Ἰουδαῖον  ὄντα πιστεῦσαι, καὶ ἔξωθεν τοῦ ἔθνους. Ὅτι γὰρ οὐκ ἦν Ἰουδαῖος ὁ ἑκατοντάρχης, καὶ ἀπὸ τοῦ ἑκατοντάρχης εἶναι δῆλον, καὶ ἀπὸ τοῦ εἰρῆσθαι, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.


δʹ. Καὶ πολὺ μέγα ἦν, ἄνθρωπον ἐκτὸς ὄντα τοῦ Ἰουδαϊκοῦ καταλόγου τοσαύτην  λαβεῖν  ἔννοιαν.  Καὶ γὰρ ἐφαντάσθη,  ὡς  ἔμοιγε  δοκεῖ, τὰς ἐν  οὐρανῷ στρατιάς· ἢ ὅτι αὐτῷ τὰ πάθη οὕτως ἐστὶν ὑποτεταγμένα, καὶ θάνατος, καὶ τὰ ἄλλα πάντα,  ὡς  αὐτῷ  οἱ στρατιῶται.  ∆ιὸ καὶ ἔλεγε· Καὶ γὰρ ἐγὼ  ἄνθρωπός  εἰμι  ὑπὸ ἐξουσίαν τασσόμενος· τουτέστι, Σὺ Θεὸς, ἐγὼ ἄνθρωπος· ἐγὼ ὑπ' ἐξουσίαν, σὺ δὲ οὐχ ὑπ' ἐξουσίαν. Εἰ τοίνυν  ἐγὼ,  ἄνθρωπος  καὶ ὑπ' ἐξουσίαν ὢν,  τοσαῦτα δύναμαι· πολλῷ  μᾶλλον  αὐτὸς, καὶ Θεὸς ὢν,  καὶ οὐχ ὑπ' ἐξουσίαν. Μετὰ γὰρ ὑπερβολῆς αὐτὸν  θέλει  πεῖσαι, ὅτι  οὐχ  ὡς  ὅμοιον  διδοὺς  ὑπόδειγμα  ταῦτα  λέγει,  ἀλλ' ὡς σφόδρα  ὑπερέχον.  Εἰ γὰρ  ἐγὼ  ὁμότιμος  ὢν  τοῖς  ἐπιταττομένοις,  φησὶ,  καὶ  ὑπ' ἐξουσίαν ὢν, ὅμως διὰ τὴν μικρὰν τῆς ἀρχῆς ὑπεροχὴν τοσαῦτα δύναμαι, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλ' ἅπερ ἐπιτάσσω, ταῦτα γίνεται, κἂν διάφορα ᾖ τὰ ἐπιτάγματα (Λέγω γὰρ τούτῳ,  Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ,  Ἔρχου, καὶ ἔρχεται)·  πολλῷ  μᾶλλον αὐτὸς δυνήσῃ. Τινὲς δὲ καὶ οὕτως ἀναγινώσκουσι τοῦτο τὸ χωρίον· Εἰ γὰρ ἐγὼ ἄνθρωπος ὢν, καὶ μεταξὺ στίξαντες ἐπάγουσιν, Ὑπὸ ἐξουσίαν ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας. Σὺ δέ μοι σκόπει, πῶς ἔδειξεν ὅτι καὶ θανάτου  κρατεῖν  δύναται  ὡς δούλου, καὶ ἐπιτάττειν  ὡς δεσπότης. Ὅταν γὰρ εἴπῃ, ὅτι Ἔρχου, καὶ ἔρχεται, καὶ Πορεύου, καὶ πορεύεται, τοῦτο λέγει, ὅτι Ἂν κελεύσῃς μὴ ἐλθεῖν τὴν τελευτὴν  ἐπ' αὐτὸν,  οὐχ ἥξει. Εἶδες πῶς  ἦν  πιστός; Ὃ γὰρ ἔμελλεν  ἅπασιν φανερὸν  ὕστερον ἔσεσθαι, τοῦτο  οὗτος  ἤδη  κατάδηλον  κατέστησεν,  ὅτι  καὶ  θανάτου  καὶ  ζωῆς ἐξουσίαν ἔχει, καὶ κατάγει εἰς πύλας ᾅδου καὶ ἀνάγει. Καὶ οὐ περὶ στρατιωτῶν εἶπε μόνον, ἀλλὰ καὶ περὶ δούλων· ὅπερ ἦν μείζονος ὑπακοῆς. Ἀλλ' ὅμως καὶ τοσαύτην πίστιν ἔχων, ἔτι ἀνάξιον ἑαυτὸν εἶναι ἐνόμιζεν. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι ἄξιός ἐστι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ, πολλῷ μείζονα ἐποίησε, θαυμάζων αὐτὸν, καὶ ἀνακηρύττων, καὶ πλείονα διδοὺς ὧν ᾔτησε. Καὶ γὰρ ἦλθεν ὑγίειαν ζητῶν τῷ παιδὶ σωματικὴν, καὶ βασιλείαν λαβὼν ἀπῆλθεν. Εἶδες πῶς ἤδη ἐπεπλήρωτο τὸ, Ζητεῖτε τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  καὶ ταῦτα  πάντα  προστεθήσεται ὑμῖν;  Ἐπειδὴ γὰρ πολλὴν  πίστιν ἐπεδείξατο καὶ ταπεινοφροσύνην,  καὶ τὸν οὐρανὸν ἔδωκε, καὶ τὴν ὑγίειαν αὐτῷ προσέθηκε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν, ἀλλὰ καὶ τῷ δεῖξαι, τίνων ἐκβαλλομένων  αὐτὸς εἰσάγεται. Καὶ γὰρ ἐντεῦθεν ἤδη λοιπὸν πᾶσι ποιεῖ γνώριμον, ὅτι ἀπὸ πίστεως ἡ σωτηρία, οὐκ ἀπὸ ἔργων τῶν κατὰ νόμον. ∆ιόπερ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ ἔθνεσι τὸ τῆς δωρεᾶς ταύτης προκείσεται· καὶ ἐκείνοις μᾶλλον ἢ τούτοις. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπὶ τούτου γέγονε τοῦτο μόνον· καὶ γὰρ ἐπὶ τῆς οἰκουμένης ἁπάσης τοῦτο ἔσται. Τοῦτο δὲ ἔλεγε, περὶ τῶν ἐθνῶν προφητεύων, καὶ χρηστὰς αὐτοῖς ὑποτείνων  ἐλπίδας. Καὶ γὰρ ἦσαν καὶ ἀπὸ Γαλιλαίας ἀκολουθοῦντες τῆς τῶν ἐθνῶν. Ταῦτα δὲ ἔλεγε, τούς τε ἐθνικοὺς οὐκ ἀφιεὶς ἀπογνῶναι,  τῶν τε Ἰουδαίων καθαιρῶν τὰ φρονήματα. Ὥστε δὲ μὴ προσστῆναι τὸ λεγόμενον τοῖς ἀκούουσι, μηδὲ παρασχεῖν αὐτοῖς λαβὴν μηδεμίαν, οὔτε προηγουμένως  τὸν περὶ τῶν  ἐθνῶν  εἰσάγει λόγον, ἀλλ' ἀφορμὴν λαβὼν  ἀπὸ τοῦ ἑκατοντάρχου, οὔτε γυμνὸν τὸ ὄνομα τῶν ἐθνῶν τίθησιν. Οὐ γὰρ εἶπε, Πολλοὶ τῶν ἐθνῶν,  ἀλλὰ, Πολλοὶ ἀπὸ ἀνατολῶν  καὶ δυσμῶν· ὅπερ ἦν δηλοῦντος  τὰ ἔθνη, οὐ προσίστατο δὲ οὕτω τοῖς ἀκούουσι· συνεσκιασμένον γὰρ ἦν τὸ λεχθέν. Οὐ ταύτῃ δὲ μόνον παραμυθεῖται τὴν δοκοῦσαν εἶναι τῆς διδασκαλίας καινοτομίαν, ἀλλὰ καὶ τῷ τοὺς κόλπους Ἀβραὰμ ἀντὶ τῆς βασιλείας εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνο γνώριμον  αὐτοῖς τὸ ὄνομα ἦν, καὶ μειζόνως αὐτοὺς ἔδακνεν ὁ Ἀβραὰμ εἰς τὸ μέσον τεθείς. ∆ιὸ καὶ ὁ Ἰωάννης οὐδὲν εὐθέως περὶ γεέννης εἶπεν, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐλύπει φησίν· Μὴ δόξητε λέγειν, ὅτι παῖδές ἐσμεν τοῦ Ἀβραάμ. Μετὰ δὲ τούτων  καὶ ἕτερον κατασκευάζει, τὸ  μὴ  δόξαι  ἐναντίος  τις  εἶναι  τῇ  παλαιᾷ  πολιτείᾳ.  Ὁ γὰρ  τοὺς πατριάρχας θαυμάζων, καὶ λῆξιν ἀγαθῶν τοὺς ἐκείνων κόλπους καλῶν, ἐκ πολλῆς τῆς περιουσίας καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Μηδεὶς οὖν μίαν εἶναι νομιζέτω τὴν ἀπειλήν· διπλῆ γάρ ἐστι καὶ τούτοις ἡ κόλασις, κἀκείνοις ἡ εὐφροσύνη· τούτοις μὲν, οὐχ ὅτι ἐξέπεσον, ἀλλ' ὅτι τῶν ἰδίων ἐξέπεσον· ἐκείνοις δὲ, οὐχ ὅτι ἐπέτυχον, ἀλλ' ὅτι ὧν οὐ προσεδόκων ἐπέτυχον· καὶ τρίτη μετὰ τούτων, ὅτι τὰ ἐκείνων ἔλαβον οὗτοι.  Υἱοὺς δὲ  βασιλείας  φησὶν,  οἷς  ἡ  βασιλεία  ἦν  ἡτοιμασμένη·  ὃ  καὶ μάλιστα  αὐτοὺς  ἔδακνε.  ∆είξας  γὰρ  εἰς  κόλπους  ὄντας  τῇ  ἐπαγγελίᾳ   καὶ  τῇ ὑποσχέσει, τότε ἐξάγει. Εἶτα, ἐπειδὴ ἀπόφασις ἦν τὸ εἰρημένον, πιστοῦται αὐτὸ τῷ σημείῳ· ὥσπερ οὖν καὶ τὰ σημεῖα ἀπὸ τῆς προῤῥήσεως τῆς μετὰ ταῦτα γεγενημένης δείκνυσιν.  Ὁ  τοίνυν  ἀπιστῶν  τῇ  ὑγιείᾳ  τῇ  γενομένῃ  τῷ  παιδὶ  τότε,  ἀπὸ  τῆς προφητείας τῆς ἐξελθούσης σήμερον πιστευέτω κἀκεῖνο. Καὶ γὰρ καὶ ἡ προφητεία καὶ πρὸ τῆς ἐκβάσεως ἀπὸ τοῦ σημείου τοῦ τότε δήλη πᾶσιν ἐγένετο. ∆ιά τοι τοῦτο πρότερον ταῦτα προαναφωνήσας, τότε τὸν παραλελυμένον ἀνέστησεν, ἵνα τὰ μέλλοντα ἀπὸ τῶν παρόντων πιστώσηται, καὶ τὸ ἔλαττον ἀπὸ τοῦ μείζονος. Τὸ μὲν γὰρ ἐναρέτους ἀπολαύειν  τῶν ἀγαθῶν,  καὶ τοὺς ἐναντίους  τὰ λυπηρὰ ὑπομένειν, οὐδὲν ἀπεικὸς, ἀλλὰ κατὰ λόγον καὶ κατὰ ἀκολουθίαν νόμων ἐγίνετο· τὸ δὲ παρειμένον σφίγξαι, καὶ νεκρὸν ἀναστῆσαι, μεῖζον ἢ κατὰ φύσιν ἦν. Ἀλλ' ὅμως εἰς τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὐ μικρὸν καὶ ὁ ἑκατοντάρχης  συνεισήνεγκεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Εἶδες πῶς ἀνεκήρυξεν  ἡ  τοῦ  παιδὸς  ὑγίεια  καὶ  τὴν  τοῦ  Χριστοῦ δύναμιν,  καὶ  τὴν  τοῦ ἑκατοντάρχου πίστιν, καὶ τὸ μέλλον ἐπιστώσατο; Μᾶλλον δὲ πάντα τὴν τοῦ Χριστοῦ δύναμιν ἀνεκήρυττεν. Οὐδὲ γὰρ τὸ σῶμα διωρθώσατο μόνον τοῦ παιδὸς, ἀλλὰ καὶ τὴν τοῦ ἑκατοντάρχου ψυχὴν εἰς τὴν πίστιν διὰ τῶν θαυμάτων αὐτὸς ἐφειλκύσατο. Σὺ δὲ μὴ τοῦτο σκόπει μόνον, ὅτι οὗτος ἐπίστευσε, καὶ ὅτι ἐκεῖνος ἰάθη, ἀλλὰ καὶ τὸ τάχος θαύμασον. Καὶ γὰρ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ λεπροῦ εἶπεν, ὅτι Εὐθέως ἐκαθαρίσθη. Οὐδὲ γὰρ τῷ θεραπεύειν, ἀλλὰ καὶ τῷ παραδόξως τοῦτο ποιεῖν, καὶ ἐν ἀκαρεῖ ῥοπῇ, τὴν δύναμιν ἐπεδείκνυτο. Καὶ οὐ ταύτῃ μόνον ὠφέλει, ἀλλὰ καὶ τῷ συνεχῶς ἐν τῇ τῶν θαυμάτων ἐπιδείξει τοὺς περὶ τῆς βασιλείας παρανοίγειν λόγους, καὶ πάντας ἐφέλκεσθαι πρὸς αὐτήν. Καὶ γὰρ οὓς ἐκβάλλειν  ἠπείλει, οὐχ ἵνα ἐκβάλῃ ἠπείλει, ἀλλ' ἵνα τῷ φόβῳ πρὸς αὐτὴν διὰ τῶν ῥημάτων ἐπισπάσηται. Εἰ δὲ μηδὲ ἐντεῦθεν ἐκέρδαναν, αὐτῶν τὸ ἔγκλημα ἅπαν, καὶ πάντων τῶν τὰ τοιαῦτα νοσούντων. Οὐδὲ γὰρ ἐπὶ Ἰουδαίων μόνον τοῦτο συμβὰν ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπὶ τῶν πιστευσάντων. Καὶ γὰρ ὁ Ἰούδας υἱὸς βασιλείας ἦν, καὶ ἤκουσε μετὰ τῶν  μαθητῶν, Ἐπὶ δώδεκα θρόνους καθιεῖσθε ἀλλὰ γέγονεν υἱὸς γεέννης· ὁ δὲ Αἰθίοψ, βάρβαρος ἄνθρωπος ὢν, καὶ τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπολαύσεται τῶν στεφάνων. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται νῦν. Πολλοὶ γὰρ ἔσονται, φησὶ, πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ λέγει, ἵνα μήτε ἐκεῖνοι ῥᾳθυμῶσιν, ὡς οὐ δυνάμενοι  ἐπανελθεῖν,  μήτε οὗτοι θαῤῥῶσιν, ὡς ἑστῶτες. Τοῦτο καὶ ὁ Ἰωάννης ἄνωθεν προαναφωνῶν  ἔλεγε· ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἐπειδὴ γὰρ τοῦτο ἔμελλε γίνεσθαι, προανακηρύττεται πόῤῥωθεν, ὥστε μηδένα τῷ ξένῳ τοῦ πράγματος θορυβηθῆναι. Ἀλλ'  ἐκεῖνος  μὲν ὡς ἐνδεχόμενον αὐτὸ λέγει· πρῶτος γὰρ ἦν· ὁ δὲ Χριστὸς ὡς πάντως ἐσόμενον, τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν  παρέχων.




  εʹ. Μὴ τοίνυν  θαῤῥῶμεν  οἱ  ἑστῶτες,  ἀλλὰ  λέγωμεν ἑαυτοῖς· Ὁ δοκῶν  ἑστάναι, βλεπέτω  μὴ πέσῃ· μηδὲ ἀπογινώσκωμεν  οἱ κείμενοι, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ πολλοὶ εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθόντες, καὶ πᾶσαν τὴν καρτερίαν ἐπιδειξάμενοι, καὶ τὰς ἐρήμους κατειληφότες, καὶ οὐδὲ γυναῖκα ὄναρ ἰδόντες, ῥᾳθυμήσαντες μικρὸν ὑπεσκελίσθησαν, καὶ πρὸς αὐτὸ ἦλθον  τῆς κακίας τὸ βάραθρον. Ἕτεροι δὲ πάλιν ἐκεῖθεν πρὸς τὸν οὐρανὸν ἀνέβησαν, καὶ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας πρὸς τὴν ἀγγελικὴν  μετετάξαντο πολιτείαν·  καὶ τοσαύτην ἐπεδείξαντο τὴν ἀρετὴν, ὡς δαίμονας ἀπελάσαι, καὶ πολλὰ ἄλλα σημεῖα τοιαῦτα ἐργάσασθαι. Καὶ τούτων  μὲν πλήρεις εἰσὶν αἱ Γραφαὶ, πλήρης δὲ ὁ βίος τῶν παραδειγμάτων ἡμῖν. Καὶ πόρνοι καὶ μαλακοὶ τὰ Μανιχαίων ἐμφράττουσι στόματα, οἳ τὴν κακίαν ἀκίνητον  εἶναί φασι, τῷ διαβόλῳ τελούμενοι, καὶ τὰς τῶν σπουδάζειν βουλομένων χεῖρας ἐκλύοντες, καὶ τὴν  ζωὴν  ἅπασαν ἀνατρέποντες.  Οἱ γὰρ ταῦτα  πείθοντες,  οὐ πρὸς τὰ μέλλοντα παραβλάπτουσι μόνον, ἀλλὰ καὶ ἐνταῦθα πάντα ἄνω καὶ κάτω ποιοῦσι, τό γε αὐτῶν μέρος. Πότε γὰρ ἐπιμελήσεταί τις ἀρετῆς τῶν ἐν κακίᾳ ζώντων, ὅταν ἀδύνατον τὴν πρὸς ἐκείνην ἐπάνοδον εἶναι νομίζῃ, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν; Εἰ γὰρ νῦν, καὶ νόμων ὄντων, καὶ κολάσεων ἠπειλημένων,  καὶ δόξης τοὺς πολλοὺς ἐκκαλουμένης, καὶ γεέννης  προσδοκωμένης, καὶ βασιλείας ἐπηγγελμένης,  καὶ τῶν κακῶν ὀνειδιζομένων, καὶ τῶν καλῶν ἐγκωμιαζομένων, μόλις αἱροῦνταί τινες τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας· ἂν ταῦτα πάντα ἀνέλῃς, τί τὸ κωλύον πάντα ἀπολέσθαι καὶ διαφθαρῆναι;   ʹ. Συνειδότες τοίνυν τὴν κακουργίαν τὴν διαβολικὴν, καὶ ὅτι καὶ τοῖς ἔξω νομοθέταις, καὶ τοῖς τοῦ Θεοῦ χρησμοῖς, καὶ τοῖς τῆς φύσεως λογισμοῖς, καὶ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ, καὶ βαρβάροις, καὶ Σκύθαις, καὶ Θρᾳξὶ, καὶ πᾶσιν ἁπλῶς   ἀπεναντίας    οὗτοι   καὶ   οἱ   τὰ   τῆς   εἱμαρμένης   δόγματα   νομοθετεῖν ἐπιχειροῦντες, νήφωμεν, ἀγαπητοὶ, καὶ πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι εἰπόντες, ὁδεύωμεν διὰ  τῆς  στενῆς  ὁδοῦ, καὶ  θαῤῥοῦντες,  καὶ  δεδοικότες· δεδοικότες  μὲν,  διὰ  τοὺς ἑκατέρωθεν κρημνούς· θαῤῥοῦντες δὲ, διὰ τὸν προηγούμενον ἡμῶν Ἰησοῦν. Ὁδεύωμεν νήφοντες  καὶ ἐγρηγορότες. Κἂν γὰρ μικρόν τις ἀπονυστάξῃ, κατηνέχθη ταχέως.  Οὐ γάρ ἐσμεν ἀκριβέστεροι τοῦ ∆αυῒδ, ὃς μικρὸν ὀλιγωρήσας πρὸς αὐτὸ κατεκρημνίσθη  τῆς  ἁμαρτίας  τὸ βάραθρον. Ἀλλ' ἀνέστη ταχέως.  Μὴ τοίνυν  ὅτι ἥμαρτεν  ἴδῃς  μόνον,  ἀλλ' ὅτι  καὶ τὴν  ἁμαρτίαν  ἀπενίψατο.  ∆ιὰ γὰρ τοῦτο  τὴν ἱστορίαν ἐκείνην ἀνέγραψεν, οὐχ ἵνα πεσόντα θεάσῃ, ἀλλ' ἵνα ἀναστάντα θαυμάσῃς· ἵνα  μάθῃς,  ἐπειδὰν  πέσῃς,  πῶς  ἀνίστασθαι  χρή.  Καθάπερ γὰρ  οἱ  ἰατροὶ  τῶν νοσημάτων τὰ χαλεπώτατα ἐκλεγόμενοι ταῖς βίβλοις ἐγγράφουσι, καὶ τῆς τοιαύτης διορθώσεως τὴν μέθοδον διδάσκουσιν, ἵνα ἐν τοῖς μείζοσι γυμνασάμενοι,  ῥᾳδίως τῶν ἐλαττόνων περιγένωνται· οὕτω δὴ καὶ ὁ Θεὸς τὰ μέγιστα τῶν ἁμαρτημάτων εἰς μέσον  ἤγαγεν,  ἵνα  καὶ  οἱ  τὰ  μικρὰ  πταίοντες  δι'  ἐκείνων  ῥᾳδίαν  τὴν  τούτων διόρθωσιν εὕρωσιν. Εἰ γὰρ ἐκεῖνα ἔσχεν ἴασιν, πολλῷ μᾶλλον τὰ ἐλάττονα. Ἴδωμεν τοίνυν πῶς καὶ ἠῤῥώστησε, πως καὶ ἀνέστη ταχέως ὁ μακάριος ἐκεῖνος. Τίς οὖν τῆς ἀῤῥωστίας ὁ τρόπος ἦν; Ἐμοίχευσε καὶ ἐφόνευσεν. Οὐδὲ γὰρ ἐγκαλύπτομαι λαμπρᾷ ταῦτα ἀνακηρύττων  τῇ φωνῇ.  Εἰ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον  οὐκ ἐνόμισεν αἰσχύνην,  ταύτην   ἀναθεῖναι   πᾶσαν  τὴν  ἱστορίαν,  πολλῷ   μᾶλλον   οὐδὲ  ἡμᾶς συσκιάζειν χρή. ∆ιόπερ οὐ μόνον αὐτὰ ἀνακηρύττω,  ἀλλὰ καὶ ἕτερον προστίθημι. Καὶ γὰρ ὅσοι ταῦτα κρύπτουσιν, οὗτοι μάλιστα τὴν ἀρετὴν συσκιάζουσι τὴν ἐκείνου· καὶ  ὥσπερ οἱ τὸν  πόλεμον  σιγῶντες  τοῦ  Γολιὰθ οὐ μικρῶν  αὐτὸν  ἀποστεροῦσι στεφάνων,   οὕτω  καὶ  οἱ  ταύτην   παρατρέχοντες   τὴν   ἱστορίαν.  Ἆρα  οὐ  δοκεῖ παράδοξον εἶναι  τὸ λεγόμενον;  Οὐκοῦν ἀναμείνατε  μικρὸν, καὶ τότε εἴσεσθε ὅτι δικαίως ταῦτα ἡμῖν εἴρηται. ∆ιὰ γὰρ τοῦτο αὔξω τὸ ἁμάρτημα, καὶ παραδοξότερον ποιῶ τὸν λόγον, ἵνα ἐκ πλείονος τῆς περιουσίας τὰ φάρμακα κατασκευάσω. Τί οὖν ἐστιν ὃ προστίθημι; Τὴν ἀρετὴν τοῦ ἀνδρός· ὃ μεῖζον ποιεῖ καὶ τὸ ἔγκλημα. Οὐ γὰρ ὁμοίως πάντα ἐπὶ πάντων κρίνεται· ∆υνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται· καὶ, Ὁ εἰδὼς  τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιῶν,  δαρήσεται πολλάς.  Ὥστε ἡ πλείων γνῶσις πλείονός ἐστι κολάσεως ὑπόθεσις. ∆ιὰ δὴ τοῦτο ὁ ἱερεὺς τὰ αὐτὰ τοῖς ἀρχομένοις  ἁμαρτάνων,  οὐ  τὰ  αὐτὰ  πείσεται,  ἀλλὰ  πολλῷ  χαλεπώτερα.  Τάχα ὁρῶντες τὴν κατηγορίαν αὐξανομένην, τρέμετε καὶ δεδοίκατε, καὶ θαυμάζετέ με ὡς κατὰ  κρημνῶν  ἐρχόμενον.  Ἀλλ'  ἐγὼ  οὕτω  θαῤῥῶ  ὑπὲρ  τοῦ  δικαίου,  ὅτι  καὶ περαιτέρω πρόειμι· ὅσῳ γὰρ ἂν αὔξω τὸ ἔγκλημα, τοσούτῳ μᾶλλον δεῖξαι δυνήσομαι τὸ ἐγκώμιον  τοῦ ∆αυΐδ. Καὶ τί τούτων  πλέον  ἔστι, φησὶν, εἰπεῖν; Πάνυ γε πλέον. Ὥσπερ γὰρ ἐπὶ τοῦ Κάϊν οὐ φόνος μόνον τὸ γενόμενον ἦν, ἀλλὰ καὶ πολλῶν φόνων χεῖρον· οὐ γὰρ ἀλλότριον, ἀλλ' ἀδελφὸν, καὶ ἀδελφὸν οὐκ ἠδικηκότα, ἀλλ' ἠδικημένον  ἐφόνευσεν, οὐ μετὰ πολλοὺς  φονέας,  ἀλλὰ πρῶτος τὸ μύσος εὑρών· οὕτω δὴ καὶ ἐνταῦθα οὐ φόνος ἦν μόνον τὸ τόλμημα· οὐ γὰρ ὁ τυχὼν  ἦν ἀνὴρ ὁ πεποιηκὼς, ἀλλὰ προφήτης· καὶ οὐ τὸν ἠδικηκότα, ἀλλὰ τὸν ἠδικημένον  ἀναιρεῖ· καὶ γὰρ ἠδίκητο ἐν τοῖς καιρίοις, τῆς γυναικὸς ἁρπαγείσης· ἀλλ' ὅμως μετ' ἐκεῖνο καὶ  τοῦτο  προσέθηκεν. Εἴδετε πῶς  οὐκ  ἐφεισάμην  τοῦ  δικαίου;  πῶς  οὐδὲ  μεθ' ὑποστολῆς τινος εἶπον τὰ πεπλημμελημένα αὐτῷ; Ἀλλ' ὅμως οὕτως ὑπὲρ τῆς ἀπολογίας θαῤῥῶ, ὅτι μετὰ τοσοῦτον ὄγκον τοῦ ἁμαρτήματος ἐβουλόμην παρεῖναι καὶ  Μανιχαίους  τοὺς  μάλιστα  ταῦτα  κωμῳδοῦντας,   καὶ  τοὺς  τὰ  Μαρκίωνος νοσοῦντας,  ἵνα  ἐκ  περιουσίας  αὐτῶν   ἐμφράξω  τὰ  στόματα.  Ἐκεῖνοι  μὲν  γὰρ λέγουσιν,  ὅτι ἐφόνευσε καὶ ἐμοίχευσεν· ἐγὼ  δὲ οὐ τοῦτο λέγω  μόνον,  ἀλλὰ  καὶ διπλοῦν  τὸν  φόνον  ἀπέφηνα,  ἀπό τε τοῦ ἠδικημένου, ἀπό τε τῆς ποιότητος  τοῦ προσώπου τοῦ πεπλημμεληκότος.


ζʹ. Οὐ γάρ ἐστιν ἴσον Πνεύματος ἀξιωθέντα, καὶ τοσαῦτα εὐεργετηθέντα, καὶ τηλικαύτην ἐσχηκότα παῤῥησίαν, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ τοιαῦτα τολμᾷν, καὶ τούτων  πάντων  χωρὶς τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἀλλ'  ὅμως καὶ ταύτῃ μάλιστα θαυμαστός ἐστιν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ὅτι εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσὼν, οὐκ ἀνέπεσεν, οὐδὲ ἀπέγνω, οὐδὲ ἔῤῥιψεν ἑαυτὸν ὕπτιον, οὕτω παρὰ τοῦ διαβόλου καιρίαν λαβὼν πληγὴν,  ἀλλὰ ταχέως, μᾶλλον δὲ εὐθέως, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καιριωτέραν ἔδωκεν ἢ ἔλαβε τὴν πληγήν. Καὶ ταὐτὸν  γέγονεν,  οἷον  ἂν  εἰ  ἐν  πολέμῳ  καὶ  παρατάξει  βαρβάρου τινὸς  εἰς ἀριστέως καρδίαν ἐμπήξαντος δόρυ, ἢ κατὰ τοῦ ἥπατος ἀφέντος βέλος, καὶ δεύτερον τῷ  προτέρῳ  τραῦμα προσθέντος  ἐκείνου  καιριώτερον,  πεσὼν  καὶ  αἵματι  πολλῷ περιῤῥεόμενος πάντοθεν ὁ τὰς χαλεπὰς ταύτας λαβὼν πληγὰς, καὶ ἀνασταίη ταχέως, καὶ δόρυ κατὰ τοῦ τοξεύσαντος ἀφεὶς νεκρὸν ἐπὶ τοῦ πεδίου δείξειεν εὐθέως. Οὕτω δὴ  καὶ  ἐνταῦθα,  ὅσῳ  ἂν  μείζονα  εἴπῃς  τὴν  πληγὴν,  τοσούτῳ  θαυμαστοτέραν δεικνύεις τοῦ πληγέντος  τὴν ψυχὴν, ὅτι ἴσχυσε μετὰ τὸ χαλεπὸν τοῦτο τραῦμα καὶ ἀναστῆναι,  καὶ  στῆναι  ἐν  αὐτῷ  τῷ  τῆς  φάλαγγος  μετώπῳ,  καὶ  τὸν  τρώσαντα κατενεγκεῖν.  Τοῦτο δὲ ἡλίκον  ἐστὶν, ἴσασι μάλιστα ὅσοι χαλεπαῖς  περιπίπτουσιν ἁμαρτίαις. Οὐ γὰρ οὕτω γενναίας καὶ νεανικῆς ἐστι ψυχῆς ὀρθὰ βαδίζειν καὶ διόλου τρέχειν (ἔχει γὰρ ἡ τοιαύτη συνοδοιπόρον τὴν ἀγαθὴν ἐλπίδα, ἀλείφουσαν, διεγείρουσαν, νευροῦσαν, προθυμοτέραν  ἐργαζομένην),  ὡς τὸ μετὰ τοὺς μυρίους στεφάνους καὶ τὰ πολλὰ τρόπαια καὶ τὰς νίκας, τὴν ἐσχάτην ὑπομείνασαν ζημίαν, δυνηθῆναι  πάλιν  ἐπιλαβέσθαι  τῶν  αὐτῶν  δρόμων.  Καὶ ἵνα  σαφέστερον ὃ λέγω γένηται,  καὶ ἕτερον  τοῦ προτέρου οὐδὲν  ἔλαττον  παραδείγματος  εἰς μέσον ὑμῖν ἀγαγεῖν πειράσομαι. Ἐννόησον γάρ μοί τινα κυβερνήτην μυρία διαλαβόντα πελάγη, μετὰ τὸ τὴν θάλασσαν διαπλεῦσαι ἅπασαν, μετὰ τοὺς πολλοὺς χειμῶνας  καὶ τοὺς σκοπέλους καὶ τὰ κύματα, πολὺν ἔχοντα τὸν φόρτον, ἐν αὐτῷ καταποντιζόμενον  τῷ στόματι τοῦ λιμένος,  καὶ γυμνῷ  μόλις τῷ σώματι τὸ χαλεπὸν  τοῦτο διαφυγόντα ναυάγιον·  πῶς πρὸς τὴν θάλασσαν διακεῖσθαι εἰκὸς, καὶ τὴν ναυτιλίαν,  καὶ τοὺς τοιούτους πόνους; Ἆρα αἱρήσεταί ποτε ὁ τοιοῦτος, εἰ μὴ σφόδρα γενναίας εἴη ψυχῆς, αἰγιαλὸν ἰδεῖν, ἢ πλοῖον, ἢ λιμένα; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐγκαλυψάμενος κείσεται, νύκτα τὴν ἡμέραν ὁρῶν, καὶ πρὸς πάντα ἀπαγορεύων· καὶ μᾶλλον αἱρήσεται προσαιτῶν ζῇν, ἢ τῶν αὐτῶν ἅψασθαι πόνων. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτος· ἀλλὰ  τοιοῦτον   ναυάγιον   ὑπομείνας,   μετὰ  τοὺς  μυρίους  πόνους  καὶ  ἱδρῶτας ἐκείνους, οὐκ ἔμεινεν ἐγκεκαλυμμένος, ἀλλὰ καὶ τὸ πλοῖον καθείλκυσε, καὶ τὰ ἱστία πετάσας, καὶ τὸ πηδάλιον μεταχειρίσας, τῶν αὐτῶν ἅπτεται πόνων, καὶ πλείονα τὸν πλοῦτον εἰργάσατο πάλιν. Εἰ δὲ τὸ στῆναι θαυμαστὸν οὕτω, καὶ τὸ μὴ κεῖσθαι διόλου πεσόντα, τὸ καὶ ἀναστῆναι καὶ τοιαῦτα ἐργάσασθαι, πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιον; Καίτοιγε πολλὰ  ἦν  τὰ εἰς ἀπόγνωσιν  αὐτὸν  ἐμβάλλοντα·  καὶ πρῶτον,  τὸ μέγεθος τοῦ ἁμαρτήματος· δεύτερον, τὸ μὴ ἐν προοιμίοις τῆς ζωῆς, ὅτε καὶ πλείους αἱ ἐλπίδες,  ἀλλὰ  πρὸς τῷ  τέλει  ταῦτα  παθεῖν.  Οὐδὲ γὰρ ὁ ἔμπορος ἀπὸ λιμένος ἐξελθὼν  εὐθέως καὶ ναυάγιον  ὑπομείνας, ὁμοίως ἀλγεῖ τῷ μετὰ μυρίας ἐμπορίας προσαράσσοντι σκοπέλῳ. Τρίτον, τὸ πολὺν ἤδη συνειληχότα πλοῦτον τοῦτο παθεῖν. Καὶ γὰρ οὐ μικρὰ ἀπέκειτο  αὐτῷ  φορτία  τότε· οἷον  τὰ κατὰ τὴν  πρώτην   ἡλικίαν, ἡνίκα ἐποίμαινε· τὰ κατὰ τὸν Γολιὰθ, ὅτε τὸ λαμπρὸν τρόπαιον ἔστησε· τὰ κατὰ τὴν  φιλοσοφίαν  τὴν  ἐπὶ τοῦ Σαούλ. Καὶ γὰρ τὴν  εὐαγγελικὴν  ἐπεδείκνυτο μακροθυμίαν, μυριάκις τὸν ἐχθρὸν εἰς χεῖρας ἑλὼν, καὶ φεισάμενος διηνεκῶς· καὶ μᾶλλον  ἑλόμενος  ἐκπεσεῖν  πατρίδος  καὶ  ἐλευθερίας  καὶ  αὐτῆς  τῆς  ζωῆς, ἢ τὸν ἀδίκως ἐπιβουλεύοντα  ἀνελεῖν.  Καὶ μετὰ τὴν βασιλείαν δὲ οὐ μικρὰ ἦν αὐτῷ τὰ κατωρθωμένα. Μετὰ δὲ τῶν εἰρημένων, καὶ ἡ παρὰ τῶν πολλῶν  ὑπόληψις, καὶ τὸ λαμπρᾶς οὕτω δόξης ἐκπεσεῖν, οὐ τὸν  τυχόντα  ἐποίει  θόρυβον. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἐκαλλώπιζεν  ἡ πορφύρα, ὡς κατῄσχυνεν  ἡ τῆς ἁμαρτίας κηλίς.


 ηʹ. Ἴστε δὲ πάντως ἡλίκον ἐστὶν ἁμαρτήματα ἐκπομπεύεσθαι, καὶ πῶς μεγάλης δεῖται ψυχῆς ὁ τοιοῦτος, ὥστε μετὰ τὴν τῶν πολλῶν κατηγορίαν, καὶ τὸ μάρτυρας ἔχειν τοσούτους τῶν οἰκείων πλημμελημάτων,  μὴ ἀναπεσεῖν. Ἀλλ' ὅμως ἅπαντα ταῦτα ὁ γενναῖος ἐκεῖνος τῆς ψυχῆς ἐξελκύσας τὰ βέλη, οὕτως ἔλαμψε μετὰ ταῦτα, οὕτως ἔσμηξε τὴν κηλῖδα, οὕτως  ἐγένετο  καθαρὸς, ὡς τῶν  ἐκγόνων  τῶν  αὐτοῦ καὶ τελευτήσας τὰ ἁμαρτήματα παραμυθήσασθαι· καὶ ὅπερ ἐλέγετο περὶ τοῦ Ἀβραὰμ, καὶ περὶ τούτου φαίνεται  ὁ Θεὸς λέγων·  μᾶλλον  δὲ πολλῷ  πλέον  περὶ τούτου. Ἐπὶ μὲν γὰρ τοῦ πατριάρχου φησὶν, ὅτι Ἐμνήσθην τῆς διαθήκης τῆς πρὸς Ἀβραάμ· ἐνταῦθα δὲ οὐ, τῆς διαθήκης, φησὶν, ἀλλὰ πῶς; ∆ιὰ ∆αυῒδ τὸν παῖδά μου ὑπερασπιῶ τῆς πόλεως ταύτης. Καὶ τὸν  Σολομῶντα  δὲ  διὰ  τὴν  πρὸς  ἐκεῖνον  εὔνοιαν  οὐκ  ἀφῆκε  τηλικαύτην ἁμαρτήσαντα ἁμαρτίαν τῆς βασιλείας ἐκπεσεῖν. Καὶ τοσαύτη ἦν ἡ δόξα τοῦ ἀνδρὸς, ὥστε τὸν  Πέτρον μετὰ τοσαῦτα ἔτη πρὸς Ἰουδαίους  δημηγοροῦντα  οὕτω λέγειν· Ἐξὸν  εἰπεῖν  μετὰ  παῤῥησίας  πρὸς  ὑμᾶς  περὶ  τοῦ  πατριάρχου  ∆αυῒδ,  ὅτι  καὶ ἐτελεύτησε καὶ ἐτάφη.  Καὶ ὁ Χριστὸς δὲ τοῖς  Ἰουδαίοις  διαλεγόμενος,  δείκνυσιν αὐτὸν μετὰ τὴν ἁμαρτίαν Πνεύματος ἠξιωμένον  τοσοῦτον, ὡς καὶ περὶ τῆς αὐτοῦ θεότητος ἀξιωθῆναι  προφητεῦσαι πάλιν· καὶ ἐντεῦθεν  αὐτοὺς ἐπιστομίζων ἔλεγε· Πῶς οὖν ∆αυῒδ ἐν πνεύματι Κύριον  αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε, τοῦτο καὶ ἐπὶ τοῦ ∆αυΐδ. Καθάπερ γὰρ τὴν Μαρίαν, καὶ ἄκοντος τοῦ Μωϋσέως, ἐκόλασεν ὁ Θεὸς διὰ τὴν εἰς τὸν ἀδελφὸν  ὕβριν, ἐπειδὴ σφόδρα ἐφίλει  τὸν ἅγιον· οὕτω καὶ τούτῳ παρὰ τοῦ παιδὸς ὑβρισθέντι ταχέως ἤμυνε, καὶ ταῦτα μὴ βουλομένῳ. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, μᾶλλον δὲ πρὸ τῶν ἄλλων  ταῦτα ἱκανὰ δεῖξαι τὴν ἀρετὴν τοῦ ἀνδρός. Ὅταν γὰρ ὁ Θεὸς ψηφίζηται, οὐδὲν δεῖ πλέον περιεργάζεσθαι. Εἰ δὲ βούλεσθε κατ' εἶδος αὐτοῦ τὴν φιλοσοφίαν μαθεῖν, ἔξεστιν ὑμῖν ἐπελθοῦσι τὴν ἱστορίαν τὴν μετὰ τὴν ἁμαρτίαν, ἰδεῖν αὐτοῦ τὴν παῤῥησίαν τὴν πρὸς τὸν Θεὸν, τὴν εὔνοιαν, τὴν τῆς ἀρετῆς ἐπίδοσιν, τὴν εἰς ἐσχάτας ἀναπνοὰς ἀκρίβειαν. Ταῦτ' οὖν ἔχοντες τὰ παραδείγματα, νήφωμεν, καὶ σπουδάζωμεν μὴ καταπίπτειν· εἰ δέ ποτε καὶ πέσοιμεν, μὴ κεῖσθαι. Οὐδὲ γὰρ ἵνα ὑμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλω τὰ τοῦ ∆αυῒδ ἁμαρτήματα εἶπον· ἀλλ' ἵνα πλείονα  φόβον  ἐργάσωμαι. Εἰ γὰρ ὁ δίκαιος ἐκεῖνος  ῥᾳθυμήσας μικρὸν τοιαῦτα  ἐδέξατο  τραύματα, τί  πεισόμεθα ἡμεῖς  καθ' ἑκάστην  ὀλιγωροῦντες;  Μὴ τοίνυν ὅτι ἔπεσεν ἴδῃς, καὶ ῥᾳθυμήσῃς· ἀλλ' ἐννόησον πόσα καὶ μετὰ ταῦτα εἰργάσατο, πόσους θρήνους ἐπεδείξατο, πόσην μετάνοιαν, τὰς νύκτας ταῖς ἡμέραις προστιθεὶς, πηγὰς δακρύων ἀφιεὶς, τὴν κλίνην  λούων  τοῖς δάκρυσι, πρὸς τούτοις σάκκον  περιβαλλόμενος.  Εἰ δὲ  ἐκεῖνος  τοσαύτης  ἐδεήθη  τῆς  ἐπιστροφῆς,  πότε δυνησόμεθα σωθῆναι ἡμεῖς, μετὰ τοσαῦτα ἁμαρτήματα ἀναλγήτως  διακείμενοι; Ὁ μὲν γὰρ πολλὰ ἔχων κατορθώματα, ῥᾳδίως ἂν καὶ ἐντεῦθεν τὰ ἁμαρτήματα συσκιάσειεν· ὁ δὲ γυμνὸς, ὅπου ἂν δέξηται βέλος, καιρίαν δέχεται πληγήν. Ἵν' οὖν μὴ τοῦτο γένηται, ὁπλίσωμεν ἑαυτοὺς ἀγαθοῖς ἔργοις, κἂν προσγένηταί τι πλημμέλημα,  ἀπονιψώμεθα·   ἵνα  καταξιωθῶμεν,   εἰς  δόξαν  Θεοῦ ζήσαντες  τὸν παρόντα βίον, τῆς μελλούσης ἀπολαῦσαι ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |