ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μʹ. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·

Κυριακή 30 Οκτωβρίου 2016

Μʹ. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



Μʹ. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγω γὴν αὐτῶν·καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν.

αʹ. Πάλιν ἐν σαββάτῳ θεραπεύει, ὑπὲρ τῶν παρὰ τῶν μαθητῶν γεγενημένων ἀπολογούμενος.  Καὶ οἱ μὲν ἄλλοι  εὐαγγελισταί  φασιν, ὅτι ἔστησε τὸν ἄνθρωπον μέσον,  καὶ  ἠρώτησεν  αὐτοὺς,  εἰ  ἔξεστι  τοῖς  σάββασιν  ἀγαθοποιῆσαι.  Θέα τὴν εὐσπλαγχνίαν  τοῦ ∆εσπότου. Ἔστησεν αὐτὸν μέσον, ἵνα τῇ ὄψει αὐτοὺς ἐπικάμψῃ· ἵνα κατακλασθέντες τῇ θέᾳ τὴν πονηρίαν ἐκβάλωσι, καὶ τὸν ἄνθρωπον αἰδεσθέντες, παύσωνται τῆς θηριωδίας. Ἀλλ'  οἱ ἀτίθασσοι καὶ μισάνθρωποι  μᾶλλον  αἱροῦνται τοῦ   Χριστοῦ  βλάψαι   τὴν   δόξαν,   ἢ   τοῦτον   ἰδεῖν   σωζόμενον,   ἑκατέρωθεν ἐνδεικνύμενοι  τὴν πονηρίαν, καὶ τῷ πολεμεῖν τῷ Χριστῷ, καὶ τῷ μετὰ φιλονεικίας τοσαύτης,   ὡς   καὶ   ταῖς   ἑτέρων   εὐεργεσίαις   ἐπηρεάζειν.   Οἱ  μὲν   οὖν   ἄλλοι εὐαγγελισταί φασιν, ὅτι αὐτὸς ἠρώτησεν· οὗτος δὲ, ὅτι ἠρωτήθη. Καὶ ἐπηρώτησαν αὐτὸν, φησὶ, λέγοντες, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Εἰκὸς δὲ ἀμφότερα γεγενῆσθαι.


Μιαροὶ γὰρ ὄντες, καὶ εἰδότες ὅτι ἥξει πάντως  ἐπὶ τὴν ἰατρείαν, τῇ πεύσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον, προσδοκῶντες ταύτῃ κωλύειν. ∆ιὸ καὶ ἠρώτων, Εἰ ἔξεστι τοῖς σάββασι θεραπεῦσαι· οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα κατηγορήσωσι. Καίτοιγε ἤρκει τὸ ἔργον, εἴ γε ἐβούλοντο κατηγορεῖν· ἀλλὰ καὶ διὰ ῥημάτων  ἤθελον  λαβὴν εὑρεῖν, ἀφθονίαν  ἑαυτοῖς λημμάτων προπαρασκευάζοντες.  Ὁ  δὲ   φιλάνθρωπος   καὶ   τοῦτο   ποιεῖ,   καὶ   ἀποκρίνεται, παιδεύων τὴν οἰκείαν ἡμερότητα, καὶ εἰς αὐτοὺς περιτρέπων τὸ πᾶν, καὶ δείκνυσιν αὐτῶν τὴν ἀπανθρωπίαν.  Καὶ ἵστησι τὸν ἄνθρωπον  μέσον· οὐχὶ δεδοικὼς αὐτοὺς, ἀλλ' ὠφελῆσαι σπεύδων, καὶ εἰς ἔλεον ἐμβαλεῖν. Ὡς δὲ οὐδὲ οὕτως ἐπέκαμψε, τότε ἐλυπήθη, φησὶ, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδῖας αὐτῶν, καί φησι· Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἓν, καὶ ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς  ποιεῖν.  Ἵνα γὰρ μὴ ἔχωσιν  ἀναισχυντεῖν,  μηδὲ παράβασιν πάλιν ἐγκαλεῖν, συλλογίζεται αὐτοὺς διὰ τοῦ παραδείγματος τούτου. Σὺ δέ μοι σκόπει, πῶς ποικίλως καὶ καταλλήλως  πανταχοῦ τὰς ἀπολογίας ἐπάγει τὰς περὶ τῆς λύσεως τοῦ σαββάτου. Ἐπὶ μὲν γὰρ τοῦ τυφλοῦ οὐδὲ ἀπολογεῖται  αὐτοῖς, ὅτε τὸν πηλὸν  ἐποίησε· καίτοι καὶ τότε ἐνεκάλουν,  ἀλλ' ἤρκει τῆς δημιουργίας ὁ τρόπος δεῖξαι τοῦ νόμου τὸν ∆εσπότην. Ἐπὶ δὲ τοῦ παραλύτου, ἡνίκα τὴν κλίνην ἐβάστασε, καὶ ἐνεκάλουν,  νῦν μὲν ὡς Θεὸς, νῦν δὲ ὡς ἄνθρωπος ἀπολογεῖται· ὡς ἄνθρωπος  μὲν, ὅταν λέγῃ, Εἰ περιτομὴν  λαμβάνει  ἄνθρωπος  ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ  ὁ νόμος  (καὶ οὐκ εἶπεν,  Ἵνα  ὠφεληθῇ  ἄνθρωπος),  ἐμοὶ χολᾶτε,  ὅτι  ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα; ὡς δὲ Θεὸς, ὅταν λέγῃ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ  ἐργάζομαι. Ὑπὲρ δὲ τῶν  μαθητῶν  ἐγκαλούμενος  ἔλεγεν·  Οὐκ ἀνέγνωτε  τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως  ἔφαγε; Καὶ τοὺς ἱερεῖς εἰς μέσον παράγει. Καὶ ἐνταῦθα πάλιν, ὅτι Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; Τίς ἐξ ὑμῶν ἕξει πρόβατον ἕν; Ἤδει γὰρ αὐτῶν τὸ φιλοχρήματον, ὅτι τοῦτο μᾶλλον ἦσαν ἢ φιλάνθρωποι.  Καίτοι ὁ ἄλλος  Εὐαγγελιστής φησιν, ὅτι καὶ περιεβλέψατο ταῦτα ἐρωτῶν, ὥστε καὶ τῷ ὄμματι αὐτοὺς ἐπισπάσασθαι· ἀλλ' οὐδὲ οὕτως ἐγένοντο βελτίους.  Καίτοι  ἐνταῦθα  φθέγγεται   μόνον,  ἀλλαχοῦ  δὲ  πολλαχοῦ  καὶ  χεῖρας ἐπιτιθεὶς  θεραπεύει. Ἀλλ' ὅμως οὐδὲν  αὐτοὺς τούτων  ἐποίει  πράους· ἀλλ' ὁ μὲν ἄνθρωπος  ἐθεραπεύετο, ἐκεῖνοι  δὲ διὰ τῆς  ὑγείας  τῆς  τούτου  χείρους  ἐγένοντο. Αὐτὸς μὲν  γὰρ ἐβούλετο πρὸ ἐκείνου  θεραπεῦσαι ἐκείνους,  καὶ μυρίους ἐκίνησε τρόπους ἰατρείας, καὶ δι' ὧν ἔμπροσθεν ἐποίησε, καὶ δι' ὧν εἶπεν· ἐπειδὴ δὲ ἀνίατα λοιπὸν ἐνόσουν, ἐπὶ τὸ ἔργον ἐχώρησε. Τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς, ὡς ἡ ἄλλη. Τί οὖν ἐκεῖνοι; Ἐξέρχονται, φησὶ, καὶ συμβουλεύονται, ἵνα ἀνέλωσιν αὐτόν. Οἱ γὰρ Φαρισαῖοι, φησὶν, ἐξελθόντες συμβούλιον  ἔλαβον  κατ'  αὐτοῦ,  ὅπως  αὐτὸν  ἀπολέσωσιν.  Οὐδὲν  ἀδικηθέντες ἀνελεῖν  ἐπεχείρουν.


 βʹ. Τοσοῦτον ἡ  βασκανία κακόν.  Οὐδὲ γὰρ  τοῖς  ἀλλοτρίοις μόνον,  ἀλλὰ  καὶ  τοῖς  οἰκείοις  ἀεὶ  πολεμεῖ.  Ὁ δὲ  Μάρκος φησὶν,  ὅτι  μετὰ  τῶν Ἡρωδιανῶν  τοῦτο ἐβουλεύσαντο. Τί οὖν ὁ ἥμερος καὶ πρᾶος; Ἀνεχώρησε ταῦτα μαθών. Ὁ δὲ Ἰησοῦς γνοὺς τὰς ἐνθυμήσεις αὐτῶν, ἀνεχώρησε, φησὶν, ἐκεῖθεν. Ποῦ τοίνυν  εἰσὶν οἱ λέγοντες, ὅτι σημεῖα γίνεσθαι ἔδει; ∆ιὰ γὰρ τούτων  ἔδειξεν, ὅτι ἡ ἀγνώμων  ψυχὴ οὐδὲ ἐντεῦθεν  πείθεται, καὶ ἐδήλωσεν ὅτι καὶ τοῖς μαθηταῖς εἰκῆ ἐνεκάλουν. Ἐκεῖνο μέντοι παρατηρεῖν χρὴ, ὅτι μάλιστα πρὸς τὰς τῶν πλησίον ἀγριαίνουσιν  εὐεργεσίας· καὶ  ὅταν  ἴδωσί  τινα  ἢ  νοσήματος  ἢ  κακίας ἀπαλλαττόμενον,  τότε καὶ ἐγκαλοῦσι καὶ ἐκθηριοῦνται.  Καὶ γὰρ ὅτε τὴν  πόρνην σώζειν  ἔμελλε,  διέβαλλον  αὐτόν· καὶ ὅτε μετὰ τελωνῶν  ἔφαγε·  καὶ νῦν  πάλιν, ἐπειδὴ τὴν χεῖρα ἀποκατασταθεῖσαν εἶδον. Σὺ δέ μοι σκόπει, πῶς οὐδὲ τῆς πρὸς τοὺς ἀῤῥώστους κηδεμονίας ἀφίσταται, καὶ τὸν ἐκείνων παραμυθεῖται φθόνον. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησε τοῖς  θεραπευθεῖσιν,  ἵνα  μηδενὶ  φανερὸν  αὐτὸν  ποιήσωσιν.  Οἱ  μὲν  γὰρ  ὄχλοι πανταχοῦ   καὶ   θαυμάζουσι  καὶ   ἀκολουθοῦσιν·  ἐκεῖνοι   δὲ  τῆς   πονηρίας   οὐκ ἀφίστανται.  Εἶτα ἵνα  μὴ  θορυβηθῇς  ἐπὶ  τοῖς  γινομένοις,  καὶ  τῷ  παραδόξῳ  τῆς ἐκείνων μανίας, εἰσάγει καὶ τὸν προφήτην ταῦτα προαναφωνοῦντα. Τοσαύτη γὰρ ἦν τῶν προφητῶν ἡ ἀκρίβεια, ὡς μηδὲ ταῦτα παραλιπεῖν, ἀλλὰ καὶ τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς μεταβάσεις προφητεύειν, καὶ τὴν γνώμην  μεθ' ἧς ταῦτα ἐποίει· ἵνα μάθῃς, ὅτι πάντα  Πνεύματι ἐφθέγγοντο.  Εἰ γὰρ τὰ ἀνθρώπων  ἀπόῤῥητα ἀμήχανον  εἰδέναι, πολλῷ  μᾶλλον  τοῦ Χριστοῦ τὸν σκοπὸν ἀδύνατον  ἦν μαθεῖν, μὴ τοῦ Πνεύματος ἀποκαλύψαντος. Τί οὖν ὁ προφήτης φησίν; Ἐπήγαγε γοῦν· Ὅπως πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ὁ Παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ'  αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀναγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν  αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον  τυφόμενον  οὐ σβέσει, ἕως  ἂν  ἐκβάλῃ εἰς νῖκος  τὴν  κρίσιν αὐτοῦ· καὶ τῷ  ὀνόματι  αὐτοῦ  ἔθνη ἐλπιοῦσι. Τὴν πραότητα αὐτοῦ καὶ τὴν δύναμιν τὴν ἄφατον ἀνυμνεῖ, καὶ θύραν τοῖς ἔθνεσιν  ἀνοίγνυσι  μεγάλην  καὶ  ἐνεργῆ,  καὶ  τὰ  καταληψόμενα  τοὺς  Ἰουδαίους προλέγει κακὰ, καὶ δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Ἰδοὺ γὰρ, φησὶν, ὁ Παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Εἰ δὲ ᾑρέτισεν, οὐχ ὡς ἐναντιούμενος λύει τὸν νόμον, οὐδὲ ὡς ἐχθρὸς ὢν τοῦ Νομοθέτου, ἀλλ' ὡς ὁμογνώμων  καὶ τὰ αὐτὰ πράττων. Εἶτα τὴν πραότητα αὐτοῦ ἀνακηρύττων, φησίν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει. Αὐτὸς μὲν γὰρ ἐβούλετο θεραπεύειν ἐπ' αὐτῶν· ἐπειδὴ δὲ ἀπεκρούοντο, οὐδὲ πρὸς τοῦτο ἀντέτεινε. Καὶ δεικνὺς καὶ τὴν αὐτοῦ ἰσχὺν καὶ τὴν ἐκείνων ἀσθένειαν, φησί· Κάλαμον συντετριμμένον οὐ κατεάξει. Καὶ γὰρ ἦν ῥᾴδιον ἅπαντας αὐτοὺς ὥσπερ κάλαμον διακλάσαι· καὶ οὐδὲ ἁπλῶς κάλαμον, ἀλλ' ἤδη συντριβέντα. Καὶ λίνον τυφόμενον οὐ σβέσει. Ἐνταῦθα καὶ τὸν ἐκείνων θυμὸν τὸν  ἀναπτόμενον  παρίστησι, καὶ τὴν  τούτου ἰσχὺν ἱκανὴν  οὖσαν καταλῦσαι τὸν θυμὸν  αὐτῶν,  καὶ  κατασβέσαι μετ'  εὐκολίας  ἁπάσης·  ὅθεν  ἡ  πολλὴ  ἐπιείκεια δείκνυται. Τί οὖν; ἀεὶ ταῦτα ἔσται; καὶ οἴσει διὰ τέλους τοιαῦτα ἐπιβουλεύοντας καὶ μαινομένους;  Ἄπαγε· ἀλλ' ὅταν τὰ αὐτοῦ ἐπιδείξηται,  τότε καὶ ἐκεῖνα ἐργάσεται. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι· καθάπερ καὶ ὁ Παῦλός φησιν· Ἕτοιμοι ὄντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τί δέ ἐστιν, Ὅταν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν; Ὅταν τὰ παρ' ἑαυτοῦ πάντα πληρώσῃ, φησὶ, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν. Τότε τὰ δεινὰ πείσονται, ὅταν λαμπρὸν στῇ τὸ τρόπαιον, καὶ νικήσῃ  τὰ  παρ'  αὐτοῦ   δικαιώματα,   καὶ  μηδὲ  ἀναίσχυντον   αὐτοῖς   καταλίπῃ ἀντιλογίας  πρόφασιν. Οἶδε γὰρ κρίσιν τὴν δικαιοσύνην λέγειν. Ἀλλ' οὐκ ἐν τούτῳ στήσεται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον· ἀλλὰ καὶ τὴν  οἰκουμένην   ἐπισπάσεται.  ∆ιὸ  καὶ  ἐπήγαγε·  Καὶ  τῷ  ὀνόματι   αὐτοῦ  ἔθνη ἐλπιοῦσιν.  Εἶτα ἵνα  μάθῃς, ὅτι  καὶ τοῦτο  κατὰ  γνώμην  ἐστὶ τοῦ Πατρὸς, ἐν  τῷ προοιμίῳ  ὁ  προφήτης  καὶ  τοῦτο  μετὰ  τῶν  ἔμπροσθεν  ἐνεγγυήσατο,  εἰπών·  Ὁ ἀγαπητός μου, εἰς ὂν εὐδόκησεν ἡ ψυχή μου. Ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου καὶ ταῦτα ἐποίει. Τότε προσήνεγκαν αὐτῷ δαιμονιζόμενον, τυφλὸν καὶ κωφὸν καὶ ἐθεράπευσεν αὐτὸν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν. 


γʹ. Ὦ πονηρία δαίμονος! Ἑκατέραν εἴσοδον ἐνέφραξε, δι' ἧς ἔμελλε πιστεύειν ἐκεῖνος, καὶ ὄψιν καὶ ἀκοήν· ἀλλ' ὅμως ἑκατέρας ὁ Χριστὸς ἀνέῳξε. Καὶ ἐξίσταντο οἱ ὄχλοι λέγοντες· Μήτι οὗτός ἐστιν ὁ υἱὸς ∆αυΐδ;  Οἱ δὲ Φαρισαῖοι εἶπον·  Οὗτος οὐκ  ἐκβάλλει  τὰ  δαιμόνια,  εἰ  μὴ  ἐν  τῷ  Βεελζεβοὺλ ἄρχοντι  τῶν δαιμονίων. Καίτοι τί μέγα ἐφθέγξαντο; Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἤνεγκαν· οὕτως, ὅπερ ἔφθην εἰπὼν, ἀεὶ ταῖς τῶν πλησίον δάκνονται εὐεργεσίαις, καὶ οὐδὲν αὐτοὺς οὕτω λυπεῖ ὡς ἡ τῶν ἀνθρώπων σωτηρία. Καίτοι καὶ ἀνεχώρησε, καὶ λωφῆσαι ἔδωκε τῷ πάθει· ἀλλὰ πάλιν ἀνήπτετο τὸ κακὸν, ἐπειδὴ πάλιν εὐεργεσία ἐγένετο· καὶ μᾶλλον τοῦ  δαίμονος  ἠγανάκτουν.   Ἐκεῖνος  μὲν  γὰρ  καὶ  ἐξίστατο  τοῦ  σώματος,  καὶ ἀνεχώρει,   καὶ   ἐδραπέτευε,   μηδὲν   φθεγγόμενος·   οὗτοι   δὲ   νῦν   μὲν   ἀνελεῖν ἐπεχείρουν, νῦν δὲ διαβάλλειν. Ἐπειδὴ γὰρ ἐκεῖνο οὐ προεχώρει, τὴν δόξαν ἤθελον βλάψαι. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων. Ὁ μὲν γὰρ μοιχὸς κἂν  ἡδονὴν  καρποῦταί  τινα,  καὶ  ἐν  βραχεῖ  χρόνῳ  τὴν  ἁμαρτίαν  ἀπαρτίζει  τὴν ἑαυτοῦ· ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου  ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκῶς. Καθάπερ γὰρ χοῖρος  βορβόρῳ, καὶ δαίμονες  βλάβῃ τῇ ἡμετέρᾳ· οὕτω  καὶ οὗτος  τοῖς  τοῦ πλησίον  χαίρει  κακοῖς· κἂν  γένηταί  τι ἀηδὲς, τότε ἀναπαύεται  καὶ ἀναπνεῖ,  τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά· καὶ οὐ σκοπεῖ τί ἂν αὐτῷ γένοιτο ἡδὺ, ἀλλὰ τί τῷ πλησίον λυπηρόν. Τούτους οὖν οὐ καταλεύειν  καὶ ἀποτυμπανίζειν  ἄξιον, ὡς κύνας λυττῶντας,  ὡς δαίμονας ἀλάστορας, ὡς αὐτὰς τὰς ἐρινῦς;  Καθάπερ γὰρ οἱ κάνθαροι τρέφονται  τῇ κόπρῳ, οὕτω  καὶ  οὗτοι  ταῖς  ἑτέρων  δυσημερίαις, κοινοί  τινες  ἐχθροὶ  καὶ  πολέμιοι  τῆς φύσεως ὄντες. Καὶ οἱ μὲν ἄλλοι ἄλογον σφαττόμενον ἐλεοῦσι· σὺ δὲ ἄνθρωπον ὁρῶν εὐεργετούμενον,  ἐκθηριοῦσαι καὶ  τρέμεις  καὶ  ὠχριᾷς;  Καὶ τί  ταύτης  τῆς  μανίας χεῖρον γένοιτ' ἄν; ∆ιά τοι τοῦτο πόρνοι μὲν καὶ τελῶναι εἰς βασιλείαν ἠδυνήθησαν εἰσελθεῖν· οἱ δὲ βάσκανοι ἔνδον ὄντες, ἐξῆλθον. Οἱ γὰρ υἱοὶ τῆς βασιλείας, φησὶν, ἔξω βληθήσονται. Κἀκεῖνοι μὲν τῆς ἐν χερσὶν ἀπαλλαγέντες πονηρίας, ὧν οὐδέποτε προσεδόκησαν ἐπέτυχον· οὗτοι δὲ καὶ ἃ εἶχον ἀγαθὰ ἀπώλεσαν· καὶ μάλα εἰκότως. Τοῦτο γὰρ διάβολον ἐξ ἀνθρώπου ποιεῖ· τοῦτο δαίμονα ἄγριον ἀπεργάζεται. Οὕτως ὁ πρῶτος φόνος ἐγένετο· οὕτως ἡ φύσις ἠγνοήθη· οὕτως ἡ γῆ ἐμολύνθη· οὕτω μετὰ ταῦτα τὸ στόμα ἀνοίξασα ζῶντας ὑπεδέξατο καὶ ἀπώλεσε τοὺς περὶ ∆αθὰν καὶ Κορὲ καὶ Ἀβειρὼν, καὶ τὸν δῆμον ἐκεῖνον  ἅπαντα. Ἀλλὰ τὸ μὲν κατηγορεῖν  βασκανίας εἴποι τις ἂν ῥᾴδιον εἶναι· δεῖ δὲ σκοπεῖν καὶ ὅπως ἀπαλλαγήσονται  τοῦ νοσήματος. Πῶς οὖν ἀπαλλαγησόμεθα  τῆς πονηρίας  ταύτης; Ἂν  ἐννοήσωμεν,  ὅτι ὥσπερ τῷ πεπορνευκότι οὐ θέμις εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, οὕτως οὐδὲ τῷ βασκαίνοντι· καὶ πολλῷ  μᾶλλον  τούτῳ ἢ ἐκείνῳ. Νῦν μὲν γὰρ καὶ ἀδιάφορον εἶναι δοκεῖ· διὸ καὶ ἠμέληται·  ἂν  δὲ φανερὸν  γένηται  πονηρὸν  ὂν,  ἀποστησόμεθα ῥᾳδίως.  Κλαῦσον τοίνυν καὶ στέναξον· θρήνησον καὶ παρακάλεσον τὸν Θεόν. Μάθε ὡς περὶ ἁμαρτήματος χαλεποῦ διακεῖσθαι καὶ μετανοεῖν. Κἂν οὕτω διατεθῇς, ταχέως ἀπαλλαγήσῃ τοῦ νοσήματος. Καὶ τίς ἀγνοεῖ,  φησὶν, ὅτι πονηρὸν ἡ βασκανία; Ἀγνοεῖ μὲν οὐδείς· οὐ μὴν τὴν αὑτὴν περὶ πορνείας καὶ μοιχείας ἔχουσι δόξαν, καὶ περὶ τοῦ πάθους τούτου. Πότε γοῦν ἑαυτοῦ τις κατέγνω πικρῶς βασκήνας; πότε Θεὸν ἠξίωσεν ὑπὲρ τούτου τοῦ νοσήματος, ὥστε γενέσθαι αὐτῷ ἵλεων; Οὐδεὶς οὐδέποτε· ἀλλ' εἰ νηστεύσει καὶ πένητι δῷ μικρὸν ἀργύριον, κἂν μυριάκις βάσκανος ᾖ, οὐδὲν ἡγεῖται πεποιηκέναι δεινὸν, τῷ πάντων μιαρωτέρῳ κατεχόμενος πάθει. Πόθεν γοῦν ὁ Κάϊν τοιοῦτος ἐγένετο; πόθεν ὁ Ἡσαῦ; πόθεν οἱ τοῦ Λάβαν παῖδες; πόθεν οἱ τοῦ Ἰακὼβ υἱοί; πόθεν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών; πόθεν Μαρία; πόθεν Ἀαρών; πόθεν αὐτὸς ὁ διάβολος;


δʹ. Μετὰ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐ τὸν φθονούμενον ἀδικεῖς, ἀλλὰ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; Οὐκ ἐκεῖνον  μὲν  ταχύτερον  καὶ  ἄκων  εἰς  βασιλείαν  παρέπεμψεν,  ἑαυτὸν  δὲ μυρίοις περιέπειρε κακοῖς. Τί τὸν Ἰακὼβ ἔβλαψεν ὁ Ἡσαῦ; οὐχὶ ὁ μὲν ἐπλούτει καὶ μυρίων ἀπέλαυεν  ἀγαθῶν,  αὐτὸς  δὲ καὶ  τῆς  πατρῴας  οἰκίας  ἐξέπιπτε,  καὶ  ἐν  ἀλλοτρίᾳ ἐπλανᾶτο μετὰ τὴν ἐπιβουλὴν ἐκείνην; Τί δὲ οἱ παῖδες τούτου τὸν Ἰωσὴφ ἐποίησαν χείρω, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς γέγονε τῆς Αἰγύπτου ἁπάσης; Ὅσῳ γὰρ ἂν φθονῇς,  τοσούτῳ γίνῃ  μειζόνων  πρόξενος ἀγαθῶν  τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ ταῦτα ἐφορῶν· καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, αὐτὸν  μὲν ἐπαίρει μᾶλλον  καὶ ποιεῖ λαμπρὸν  ταύτῃ, σὲ δὲ κολάζει. Εἰ γὰρ τοὺς ἐφηδομένους  τοῖς  ἐχθροῖς  οὐκ  ἀφίησιν  ἀτιμωρητὶ  παρελθεῖν,  Μὴ ἐπίχαιρε  γὰρ, φησὶν, ἐπὶ πτώματι ἐχθρῶν σου, μή ποτε ἴδῃ ὁ Θεὸς, καὶ οὐ μὴ ἀρέσῃ αὐτῷ· πολλῷ μᾶλλον τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Ἐκκόψωμεν τοίνυν τὸ πολυκέφαλον  θηρίον. Καὶ γὰρ πολλὰ τὰ εἴδη τῆς βασκανίας. Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν οὐδὲν πλέον ἔχει τοῦ τελώνου, ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται  τὴν γέενναν,  τῶν  ἐθνικῶν  χείρων  γινόμενος; ∆ιὸ καὶ σφόδρα ὀδυνῶμαι, ὅτι οἱ τοὺς ἀγγέλους, μᾶλλον δὲ τῶν ἀγγέλων  τὸν ∆εσπότην μιμεῖσθαι κελευόμενοι,  τὸν  διάβολον  ζηλοῦμεν.  Καὶ γὰρ  πολλὴ  καὶ  ἐν  τῇ  Ἐκκλησίᾳ  ἡ βασκανία μᾶλλον δὲ ἐν ἡμῖν ἢ ἐν τοῖς ἀρχομένοις. ∆ιὸ καὶ ἡμῖν αὐτοῖς διαλεκτέον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον; Ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ χρηστῶν  ῥημάτων; Εἶτα οὐκ ἐννοεῖς  πόσον φέρουσι κακὸν  αἱ τιμαὶ  τοῖς  μὴ προσέχουσιν; εἰς  κενοδοξίαν  αἴρουσαι, εἰς  τῦφον,  εἰς  ἀπόνοιαν,  εἰς  ὑπεροψίαν, ῥᾳθυμοτέρους ποιοῦσαι· καὶ μετὰ τούτων  τῶν κακῶν καὶ μαραίνονται  ῥᾳδίως. Τὸ γὰρ δὴ χαλεπώτατον  τοῦτο, ὅτι τὰ μὲν ἐξ αὐτοῦ κακὰ ἀθάνατα μένει· ἡ δὲ ἡδονὴ ὁμοῦ τε ἐφάνη καὶ ἀπέπτη. ∆ιὰ ταῦτα οὖν βασκαίνεις; εἰπέ μοι. Ἀλλ' ἐξουσίαν ἔχει παρὰ τῷ κρατοῦντι πολλὴν, καὶ ἄγει καὶ φέρει πάντα ὅποι θέλει, καὶ τοὺς προσκρούοντας λυπεῖ, καὶ τοὺς κολακεύοντας εὐεργετεῖ, καὶ πολλὴν ἔχει δύναμιν. Βιωτικῶν ταῦτα τὰ ῥήματα, καὶ τῶν τῇ γῇ προσηλωμένων ἀνθρώπων ἐστί. Τὸν γὰρ πνευματικὸν οὐδὲν λυπῆσαι δυνήσεται. Τί γὰρ αὐτῷ ἐργάσεται δεινόν; ἀποχειροτονήσει τῆς ἀξίας; Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ δικαίως, καὶ ὠφελεῖται· οὐδὲν γὰρ οὕτω παροξύνει Θεὸν, ὡς τὸ παρ'  ἀξίαν ἱερᾶσθαι· ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν  ἐπὶ   ἐκεῖνον,  οὐκ  ἐπὶ  τοῦτον  χωρεῖ·  ὁ  γὰρ  ἀδίκως  τι  παθὼν,  καὶ γενναίως ἐνεγκὼν, πλείονα ταύτῃ κτᾶται πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως ὦμεν ἐν δυναστείαις, καὶ ἐν τιμαῖς, καὶ ἐν ἐξουσίαις, ἀλλ' ὅπως  ὦμεν  ἐν  ἀρετῇ καὶ φιλοσοφίᾳ.  Ὡς αἵ γε ἐξουσίαι πολλὰ  τῶν  τῷ  Θεῷ μὴ δοκούντων  ποιεῖν  πείθουσι, καὶ σφόδρα νεανικῆς  δεῖ ψυχῆς, ὥστε τῇ ἐξουσίᾳ εἰς δέον χρήσασθαι. Ὁ μὲν γὰρ ἀπεστερημένος αὐτῆς, καὶ ἑκὼν καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων  αὐτῆς, τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξαιτο μηδέποτε εἰς αὐτὴν ἰδεῖν ἀκολάστως. Τοιοῦτον γὰρ ἡ ἐξουσία.∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε, καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης  ἀφεῖλε, καὶ θύραν ἀνέσπασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν καταποντίζουσα τὸ σκάφος.Τὸν οὖν ἐν τοσούτῳ κινδύνῳ  θαυμάζεις, καὶ ζηλωτὸν εἶναι φῄς; καὶ πόσης ταῦτα ἀνοίας;  Ἐννόησον  γοῦν  μετὰ  τῶν  εἰρημένων,  πόσους ἐχθροὺς  καὶ  κατηγόρους, πόσους  δὲ  κόλακας   οὗτος   ἔχει   πολιορκοῦντας   αὐτόν.   Ταῦτ'  οὖν,   εἰπέ   μοι, μακαρισμῶν ἄξια; Καὶ τίς ἂν τοῦτο εἴποι; Ἀλλὰ παρὰ τῷ λαῷ, φησὶν, εὐδοκιμεῖ. Καὶ τί τοῦτο; Οὐ γὰρ δὴ ὁ λαός ἐστιν ὁ Θεὸς, ᾧ μέλλει τὰς εὐθύνας ὑπέχειν. Ὥστε ὅταν λαὸν εἴπῃς, οὐδὲν ἄλλο λέγεις, ἢ προβόλους ἑτέρους, καὶ σκοπέλους, καὶ ὑφάλους, καὶ σπιλάδας. Τὸ γὰρ εὐδοκιμεῖν ἐν δήμῳ, ὅσῳ λαμπρότερον ποιεῖ, τοσούτῳ μείζους ἔχει  τοὺς κινδύνους,  τὰς φροντίδας,  τὰς ἀθυμίας. Ἀναπνεῦσαι  γὰρ ὁ τοιοῦτος  ἢ στῆναι  οὐ δύναται  ὅλως,  οὕτω  πικρὸν  ἔχων  δεσπότην. Καὶ τί  λέγω  στῆναι  καὶ ἀναπνεῦσαι;  Κἂν μυρία  κατορθώματα  ἔχῃ  ὁ  τοιοῦτος,  δυσκόλως  εἰς  βασιλείαν εἰσέρχεται. Οὐδὲν γὰρ οὕτως ἐκτραχηλιάζειν  εἴωθεν, ὡς ἡ παρὰ τῶν πολλῶν δόξα, δειλοὺς, ἀγεννεῖς, κόλακας, ὑποκριτὰς ποιοῦσα. Τίνος γοῦν ἕνεκεν οἱ Φαρισαῖοι τὸν Χριστὸν ἔλεγον  δαιμονᾷν;  οὐκ ἐπειδὴ  τῆς  παρὰ τῶν  πολλῶν  ἐπεθύμουν  δόξης; Πόθεν δὲ οἱ πολλοὶ  τὴν ὀρθὴν περὶ αὐτοῦ ἔφερον ψῆφον;  Οὐκ ἐπειδὴ τούτῳ  οὐ κατείχοντο τῷ νοσήματι; Οὐδὲν γὰρ, οὐδὲν οὕτω ποιεῖ παρανόμους καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν πολλῶν κεχηνέναι δόξαν· οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους, ὡς τὸ ταύτης ὑπερορᾷν. ∆ιὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν   ῥύμην  καὶ  βίαν  πνεύματος.  Καὶ γὰρ  ὅταν  εὐημερῇ,  πάντων   ἑαυτὸν προτίθησι· καὶ ὅταν τἀναντία ὑπομείνῃ, κατορύξαι ἑαυτὸν βούλεται· καὶ τοῦτο αὐτῷ καὶ γέεννα καὶ βασιλεία, ὅταν ὑποβρύχιος ὑπὸ τοῦ πάθους γένηται τούτου


. εʹ. Ταῦτα οὖν φθόνων ἄξια, εἰπέ μοι; ἀλλ' οὐχὶ θρήνων καὶ δακρύων; Παντί που δῆλον. Σὺ δὲ ταὐτὸν ποιεῖς φθονῶν  τῷ οὕτως εὐδοκιμοῦντι, ὥσπερ ἂν εἴ τις δεδεμένον ἰδὼν καὶ μεμαστιγωμένον   καὶ  ὑπὸ  μυρίων   ἑλκόμενον   θηρίων,   ἐβάσκαινεν   αὐτῷ   τῶν τραυμάτων καὶ μαστίγων. Καὶ γὰρ ὅσους ἂν ἀνθρώπους ὁ δῆμος ἔχῃ, τοσούτους καὶ οὗτος  δεσμοὺς, τοσούτους  δεσπότας· καὶ  τὸ  δὴ  χαλεπώτερον,  ὅτι  καὶ  διάφορον τούτων   ἕκαστος  γνώμην   ἔχει,  καὶ  τὰ  ἐπιόντα   περὶ  τοῦ  δουλεύοντος   αὐτοῖς ψηφίζονται  πάντες, οὐδὲν βασανίζοντες, ἀλλ' ἅπερ ἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι, ταῦτα καὶ αὐτοὶ κυροῦντες. Ποίων οὖν ταῦτα κυμάτων, ποίου κλύδωνος οὐ χαλεπώτερα; Καὶ γὰρ καὶ φυσᾶται ἀθρόον ὑπὸ τῆς ἡδονῆς ὁ τοιοῦτος, καὶ βαπτίζεται πάλιν εὐκόλως, ἐν ἀνωμαλίᾳ  μὲν ἀεὶ, ἐν ἡσυχίᾳ δὲ οὐδέποτε ὤν. Πρὸ μὲν γὰρ τοῦ θεάτρου καὶ τῶν ἐν τῷ λέγειν ἀγώνων, ἐν ἀγωνίᾳ καὶ τρόμῳ κατέχεται· μετὰ δὲ τὸ θέατρον, ἢ ἀποτέθνηκεν  ἀπὸ τῆς ἀθυμίας, ἢ χαίρει πάλιν ἀμέτρως· ὅπερ λύπης ἐστὶ χαλεπώτερον. Ὅτι γὰρ ἡδονὴ λύπης οὐκ ἔλαττόν ἐστι κακὸν, δῆλον ἀφ' ὧν τὴν ψυχὴν διατίθησι· καὶ γὰρ καὶ κούφην ποιεῖ καὶ μετέωρον καὶ ἀνεπτερωμένην.  Καὶ τοῦτο καὶ ἀπὸ τῶν προτέρων ἀνδρῶν ἔστιν ἰδεῖν. Πότε γοῦν καλὸς ἦν ὁ ∆αυΐδ; ὅτε ἔχαιρεν, ἢ ὅτε ἐν στενοχωρίᾳ ἦν; Πότε τῶν Ἰουδαίων ὁ δῆμος; ὅτε ἔστενον καὶ τὸν Θεὸν ἐκάλουν, ἢ ὅτε ἔχαιρον ἐπὶ τῆς ἐρήμου, καὶ τὸν μόσχον προσεκύνουν; ∆ιὸ καὶ ὁ Σολομὼν, ὁ μάλιστα πάντων  εἰδὼς  τί ποτέ ἐστιν ἡδονὴ, φησίν· Ἀγαθὸν πορευθῆναι  εἰς οἶκον πένθους, ἢ εἰς οἶκον γέλωτος.  ∆ιὸ καὶ ὁ Χριστὸς τοὺς μὲν μακαρίζει λέγων,  Μακάριοι οἱ πενθοῦντες·  τοὺς δὲ ταλανίζειν  Οὐαὶ γὰρ ὑμῖν, οἱ γελῶντες,  ὅτι κλαύσετε. Καὶ μάλα εἰκότως. Ἐν μὲν γὰρ τρυφῇ χαυνοτέρα ἐστὶν ἡ ψυχὴ καὶ μαλακωτέρα· ἐν δὲ πένθει συνέσταλται καὶ σωφρονεῖ, καὶ τοῦ τῶν παθῶν ἐσμοῦ παντὸς ἀπήλλακται, καὶ ὑψηλοτέρα γίνεται καὶ ἰσχυροτέρα. Ταῦτ' οὖν ἅπαντα εἰδότες, φεύγωμεν  τὴν παρὰ τῶν πολλῶν  δόξαν καὶ τὴν ἐξ αὐτῆς ἡδονὴν, ἵνα τῆς ὄντως δόξης καὶ μενούσης ἀεὶ τύχωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |