Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
ΛΗʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
αʹ. Ὁρᾷς διὰ πόσων αὐτοὺς ἐνάγει εἰς τὴν πίστιν; Πρῶτον, διὰ τῶν ἐγκωμίων τῶν Ἰωάννου. ∆είξας γὰρ αὐτὸν μέγαν καὶ θαυμαστὸν, ἀξιόπιστα καὶ τὰ παρ' αὐτοῦ ἅπαντα ἀπέφηνε, δι' ὧν εἰς τὴν αὐτοῦ γνῶσιν αὐτοὺς ἐφείλκετο. ∆εύτερον, τῷ εἰπεῖν, Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· τοῦτο γάρ ἐστιν ἐπείγοντος καὶ ὠθοῦντος. Τρίτον, διὰ τοῦ δεῖξαι ὅτι οἱ προφῆται πάντες ἀπηρτίσθησαν· καὶ γὰρ καὶ τοῦτο ἐδήλου αὐτὸν εἶναι τὸν δι' ἐκείνων προαναφωνούμενον. Τέταρτον, διὰ τοῦ δεῖξαι ὅτι πάντα ὅσα γενέσθαι ἐχρῆν παρ' αὐτοῦ, πάντα γέγονεν, ὅτε καὶ τῆς παραβολῆς τῶν παίδων ἐμνημόνευσε.
Πέμπτον, διὰ τοῦ ὀνειδίσαι τοὺς μὴ πιστεύσαντας, καὶ φοβῆσαι καὶ ἀπειλῆσαι μεγάλα. Ἕκτον, διὰ τοῦ εὐχαριστῆσαι ὑπὲρ τῶν πιστευσάντων. Τὸ γὰρ Ἐξομολογοῦμαί σοι, ἐνταῦθα Εὐχαριστῶ ἐστιν· Εὐχαριστῶ, φησὶν, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν. Τί οὖν; ἐπ' ἀπωλείᾳ χαίρει, καὶ τῷ μὴ μαθεῖν ἐκείνους ταῦτα; Οὐδαμῶς· ἀλλ' αὕτη τῆς σωτηρίας ὁδὸς ἀρίστη, τὸ τοὺς διαπτύοντας καὶ μὴ βουλομένους δέχεσθαι τὰ λεγόμενα μὴ καταναγκάζειν· ἵν' ἐπειδὴ τῷ κληθῆναι βελτίους οὐκ ἐγένοντο, ἀλλ' ἀνέπεσον καὶ κατεφρόνησαν, τῷ ἐκβληθῆναι εἰς ἐπιθυμίαν τούτων ἐμπέσωσιν. Οὕτω γὰρ καὶ οἱ προσέχοντες σπουδαιότεροι γίνεσθαι ἔμελλον. Τὸ μὲν γὰρ ἀποκαλυφθῆναι τούτοις, ἄξιον χαρᾶς· τὸ δὲ κρυβῆναι ἐξ ἐκείνων, οὐκέτι χαρᾶς, ἀλλὰ δακρύων ἄξιον. Τοῦτο γοῦν καὶ ποιεῖ, δακρύων τὴν πόλιν. Οὐ τοίνυν διὰ τοῦτο χαίρει, ἀλλ' ὅτι ἃ σοφοὶ οὐκ ἔγνωσαν, ἔγνωσαν οὗτοι. Ὡς ὅταν λέγῃ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Οὐ τοίνυν οὔτε Παῦλος διὰ τοῦτο χαίρει, ὅτι ἦσαν δοῦλοι τῆς ἁμαρτίας, ἀλλ' ὅτι ὄντες τοιοῦτοι, τοιούτων ἀπέλαυσαν. Σοφοὺς δὲ ἐνταῦθα τοὺς γραμματέας φησὶ καὶ τοὺς Φαρισαίους. Ταῦτα δὲ λέγει, τοὺς μαθητὰς προθυμοτέρους ποιῶν, καὶ δηλῶν τίνων κατηξιώθησαν οἱ ἁλιεῖς, ὧν ἐκεῖνοι πάντες ἐξέπεσον. Εἰπὼν δὲ σοφοὺς, οὐ τὴν ἀληθινὴν σοφίαν λέγει καὶ ἐπαινετὴν, ἀλλὰ ταύτην ἣν ἐδόκουν ἀπὸ δεινότητος ἔχειν (διὰ τοῦτο οὐδὲ εἶπεν, Ἀπεκάλυψας μωροῖς, ἀλλὰ, Νηπίοις· ἀπλάστοις, φησὶν, ἀφελέσι·) καὶ δείκνυσιν οὐ μόνον παρ' ἀξίαν οὐκ ἀπολαύσαντας τούτων, ἀλλὰ καὶ κατὰ τὸ εἰκός· καὶ παιδεύει διὰ πάντων ἡμᾶς, ἀπονοίας μὲν ἀπηλλάχθαι, ἀφέλειαν δὲ ζηλοῦν. ∆ιὰ τοῦτο καὶ Παῦλος αὐτὸ ἔλεγε μετὰ πλείονος τῆς ὑπερβολῆς, οὕτω γράφων· Εἴ τις δοκεῖ ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Οὕτω γὰρ δείκνυται ἡ τοῦ Θεοῦ χάρις. ∆ιατί δὲ εὐχαριστεῖ τῷ Πατρὶ, καίτοιγε αὐτὸς αὐτὸ ἐποίησεν; Ὥσπερ εὔχεται καὶ ἐντυγχάνει τῷ Θεῷ, τὴν πολλὴν ἀγάπην τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος, οὕτω καὶ τοῦτο ποιεῖ· πολλῆς γὰρ καὶ τοῦτο ἀγάπης· καὶ δείκνυσιν, ὅτι οὐ παρ' αὐτοῦ ἐξέπεσον μόνον, ἀλλὰ καὶ παρὰ τοῦ Πατρός. Ὅπερ γὰρ εἶπε τοῖς μαθηταῖς λέγων, Μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶ, τοῦτο προλαβὼν αὐτὸς ἐποίησεν. Εἶτα δείκνυσιν ἐκ τούτων καὶ τὸ αὐτοῦ προηγούμενον θέλημα, καὶ τὸ τοῦ Πατρός· αὐτοῦ μὲν γὰρ, τῷ εὐχαριστεῖν καὶ χαίρειν ἐπὶ τῷ γενομένῳ· τοῦ Πατρὸς δὲ, τῷ δεικνύναι, ὅτι οὐδὲ ἐκεῖνος παρακληθεὶς τοῦτο ἐποίησεν, ἀλλ' ὅτι αὐτὸς οἴκοθεν ὁρμηθείς· Οὕτω γὰρ, φησὶν, ἐγένετο εὐδοκία ἔμπροσθέν σου· τουτέστιν, Οὕτω σοι ἤρεσε. Καὶ διατί ἀπεκρύβη ἀπ' ἐκείνων; Ἄκουσον Παύλου λέγοντος, ὅτι Ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἐννόησον τοίνυν τί εἰκὸς εἶναι τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ὅτι ἃ σοφοὶ οὐκ ἔγνωσαν, οὗτοι ἔγνωσαν· καὶ ἔγνωσαν μείναντες νήπιοι, καὶ ἔγνωσαν τοῦ Θεοῦ ἀποκαλύψαντος. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ, ὅτε ἦλθον οἱ ἑβδομήκοντα ἀπαγγέλλοντες περὶ τῶν δαιμόνων, τότε ἠγαλλιάσατο καὶ εἶπε ταῦτα, ἅπερ μετὰ τοῦ σπουδαιοτέρους αὐτοὺς ποιεῖν, καὶ μετριάζειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μέγα φρονεῖν ἐπὶ τῷ τοὺς δαίμονας ἐλαύνειν, καὶ ἐντεῦθεν αὐτοὺς καταστέλλει. Ἀποκάλυψις γὰρ ἦν τὸ γινόμενον, οὐκ ἐκείνων σπουδή.
βʹ. ∆ιὸ καὶ οἱ γραμματεῖς καὶ οἱ σοφοὶ, συνετοὶ νομίζοντες εἶναι παρ' ἑαυτοῖς, ἐξέπεσον διὰ τὸν οἰκεῖον τῦφον. Οὐκοῦν εἰ διὰ τοῦτο ἐξ αὐτῶν ἀπεκρύβη, φοβήθητε, φησὶ, καὶ ὑμεῖς, καὶ μείνατε νήπιοι. Τοῦτο γὰρ ὑμᾶς ἐποίησε τῆς ἀποκαλύψεως ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐκείνους τὸ ἐναντίον ἀποστερηθῆναι. Οὐδὲ γὰρ ὅταν λέγῃ, Ἀπέκρυψας, τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἀλλ' ὥσπερ ὅταν λέγῃ Παῦλος, ὅτι παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, οὐκ αὐτὸν εἰσάγων ταῦτα ἐνεργοῦντα τοῦτό φησιν, ἀλλ' ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας· οὕτω καὶ ἐνταῦθά φησι τὸ, Ἀπέκρυψας. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξομολογοῦμαί σοι, ὅτι ἀπέκρυψας, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, ἵνα μὴ νομίσῃς, ὅτι ὡς αὐτὸς ἀπεστερημένος τῆς δυνάμεως ταύτης, καὶ μὴ δυνάμενος αὐτὸ κατορθῶσαι, οὕτως εὐχαριστεῖ, φησί· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Πρὸς δὲ τοὺς χαίροντας, ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, Τί γὰρ θαυμάζετε, φησὶν, ὅτι δαίμονες ὑμῖν ὑπείκουσιν; Ἐμὰ πάντα ἐστὶ, Πάντα μοι παρεδόθη. Ὅταν δὲ ἀκούσῃς, Παρεδόθη, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· ἵνα γὰρ μὴ δύο θεοὺς ἀγεννήτους νομίσῃς, ταύτην τὴν λέξιν τίθησιν. Ἐπεὶ ὅτι ὁμοῦ τε ἐγεννήθη καὶ πάντων ∆εσπότης ἦν, πολλαχόθεν καὶ ἀλλαχόθεν δηλοῖ. Εἶτα λέγει τι καὶ τούτου μεῖζον, ἀνορθῶν σου τὴν διάνοιαν· Καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ δοκεῖ μὲν ἀπηρτῆσθαι τῶν ἔμπροσθεν τοῖς ἀγνοοῦσι, πολὺ δὲ ἔχει τὸ σύμφωνον. Ἐπειδὴ γὰρ εἶπε, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, ἐπάγει· Καὶ τί θαυμαστὸν, φησὶν, εἰ πάντων εἰμὶ ∆εσπότης, ὅπου γε καὶ ἕτερόν τι μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτῆς οὐσίας εἶναι; Καὶ γὰρ καὶ τοῦτο λανθανόντως δείκνυσιν ἐκ τοῦ μόνος αὐτὸν οὕτως εἰδέναι. Ὅταν γὰρ εἴπῃ, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, τοῦτο λέγει. Καὶ ὅρα πότε λέγει ταῦτα. Ὅτε διὰ τῶν ἔργων ἔλαβον αὐτοῦ τῆς δυνάμεως τὴν ἀπόδειξιν, οὐχὶ θαυματουργοῦντα ἰδόντες μόνον, ἀλλὰ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ τοσαῦτα δυνηθέντες. Εἶτα, ἐπειδὴ εἶπεν ὅτι Ἀπεκάλυψας αὐτὰ νηπίοις, δείκνυσι καὶ τοῦτο αὐτοῦ ὄν· Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι· οὐχ ᾧ ἂν ἐπιτάττηται, οὐδὲ ᾧ ἂν κελεύηται. Εἰ δὲ ἐκεῖνον ἀποκαλύπτει, καὶ ἑαυτόν. Ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἀφῆκεν· ἐκεῖνο δὲ τέθεικε. Καὶ πανταχοῦ τοῦτό φησιν, ὡς ὅταν λέγῃ· Οὐδεὶς δύναται πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ. ∆ιὰ δὲ τούτων καὶ ἄλλο κατασκευάζει, τὸ σύμφωνος αὐτῷ εἶναι καὶ ὁμογνώμων. Τοσοῦτον γὰρ, φησὶν, ἀπέχω τοῦ μάχεσθαι αὐτῷ καὶ πολεμεῖν, ὅτι οὐδὲ δυνατὸν ἐλθεῖν τινα πρὸς ἐκεῖνον, εἰ μὴ δι' ἐμοῦ. Ἐπειδὴ γὰρ μάλιστα τοῦτο αὐτοὺς ἐσκανδάλιζε, τὸ δοκεῖν ἀντίθεον αὐτὸν εἶναι, διὰ πάντων τοῦτο ἀναιρεῖ, καὶ τῶν σημείων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῶ πλέον περὶ τούτου ἐσπούδακεν. Ὅταν δὲ λέγῃ· Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, οὐ τοῦτό φησιν, ὅτι πάντες αὐτὸν ἠγνόησαν, ἀλλ' ὅτι τὴν γνῶσιν, ἣν αὐτὸς αὐτὸν οἶδεν, οὐδεὶς αὐτὸν ἐπίσταται· ὃ καὶ περὶ τοῦ Υἱοῦ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ περὶ ἀγνώστου τινὸς Θεοῦ καὶ μηδενὶ γενομένου γνωρίμου ταῦτα ἔφασκεν, ὥς φησιν ὁ Μαρκίων, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν ἐνταῦθα αἰνιττόμενος· ἐπεὶ οὐδὲ τὸν Υἱὸν ἴσμεν ὡς χρὴ εἰδέναι· καὶ τοῦτο γοῦν αὐτὸ Παῦλος δηλῶν ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Εἶτα καταστήσας διὰ τῶν εἰρημένων εἰς ἐπιθυμίαν αὐτοὺς, καὶ δείξας αὐτοῦ τὴν δύναμιν ἄφατον, τότε καλεῖ λέγων· ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλὰ πάντες οἱ ἐν φροντίσιν, οἱ ἐν λύπαις, οἱ ἐν ἁμαρτίαις. ∆εῦτε, οὐχ ἵνα ἀπαιτήσω εὐθύνας, ἀλλ' ἵνα λύσω τὰ ἁμαρτήματα.
∆εῦτε, οὐκ ἐπειδὴ δέομαι ὑμῶν τῆς δόξης, ἀλλ' ἐπειδὴ δέομαι ὑμῶν τῆς σωτηρίας.Ἐγὼ γὰρ, φησὶν, ἀναπαύσω ὑμᾶς. Οὐκ εἶπε, Σώσω, μόνον· ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἦν, Ἐν ἀδείᾳ καταστήσω πάσῃ. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Μὴ γὰρ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστι· μὴ δείσητε, ἐπειδὴ φορτίον εἶπον· ἐλαφρὸν γάρ ἐστι. Καὶ πῶς ἔμπροσθεν ἔλεγε· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδός; Ὅταν ῥᾴθυμος ᾖς, ὅταν ἀναπεπτωκώς· ὡς ἐὰν κατορθώσῃς τὰ εἰρημένα, ἐλαφρὸν ἔσται τὸ φορτίον· διὸ καὶ νῦν αὐτὸ τοιοῦτον ἐκάλεσε. Πῶς δὲ κατορθοῦται; Ἂν ταπεινὸς γένῃ καὶ πρᾶος καὶ ἐπιεικής. Αὕτη γὰρ μήτηρ ἐστὶν ἡ ἀρετὴ φιλοσοφίας ἁπάσης. ∆ιὸ καὶ ἀρχόμενος τῶν θείων νόμων ἐκείνων, ἐντεῦθεν ἤρξατο. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, καὶ μέγιστον τίθησι τὸ ἔπαθλον. Οὐ γὰρ ἑτέρῳ γίνῃ χρήσιμος μόνον, ἀλλὰ καὶ σαυτὸν πρὸ πάντων ἀναπαύεις, φησίν. Εὑρήσετε γὰρ ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Καὶ πρὸ τῶν μελλόντων ἐντεῦθεν δίδωσί σοι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχει, καὶ ταύτῃ καὶ τῷ ἑαυτὸν ὑπόδειγμα θεῖναι εἰς μέσον, εὐπαράδεκτον ποιῶν τὸν λόγον
γʹ. Τί γὰρ δέδοικας; φησί· μὴ ἐλαττωθῇς ταπεινὸς ὤν; Ἐμὲ σκόπει, καὶ τὰ ἐμὰ πάντα· ἀπ' ἐμοῦ μάνθανε, καὶ τότε εἴσῃ σαφῶς, ἡλίκον τὸ ἀγαθόν. Ὁρᾷς πῶς διὰ πάντων αὐτοὺς ἐνάγει εἰς τὴν ταπεινοφροσύνην; Ἀφ' ὧν αὐτὸς ἐποίησε· Μάθετε γὰρ ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· ἀφ' ὧν αὐτοὶ κερδαίνειν μέλλουσιν· Εὑρήσετε γὰρ, φησὶν, ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἀφ' ὧν αὐτοῖς χαρίζεται· Ἀναπαύσω γὰρ ὑμᾶς κἀγὼ, φησίν· ἀφ' ὧν κοῦφον αὐτὸ κατεσκεύασεν· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Οὕτω καὶ Παῦλος ποιεῖ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Καὶ πῶς ἐλαφρὸν, φησὶ, τὸ φορτίον, ὅταν λέγῃ· Ἐὰν μή τις μισήσῃ πατέρα καὶ μητέρα· καὶ, Ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐκ ἀποτάσσεται πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ὅταν κελεύῃ καὶ αὐτὴν ἐκδιδόναι τὴν ψυχήν; ∆ιδασκέτω σε Παῦλος λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καὶ ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ∆ιδασκέτωσάν σε οἱ ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων μετὰ μυρίας μάστιγας ὑποστρέφοντες, καὶ χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Εἰ δὲ ἔτι δέδοικας καὶ φρίττεις, τὸν ζυγὸν καὶ τὸ φορτίον ἀκούων, οὐ τῆς φύσεως τοῦ πράγματος ὁ φόβος, ἀλλὰ τῆς σῆς ῥᾳθυμίας· ὡς ἐὰν ᾖς παρεσκευασμένος καὶ προθυμίαν ἔχων, πάντα σοι ῥᾴδια ἔσται καὶ κοῦφα. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς δεικνὺς ὅτι δεῖ καὶ ἡμᾶς αὐτοὺς πονεῖν, οὐ τὰ χρηστὰ μόνον εἶπε, καὶ ἐσίγησεν, οὐδὲ τὰ φορτικὰ μόνον, ἀλλ' ἑκάτερα τέθεικε. Καὶ γὰρ ζυγὸν εἶπε, καὶ χρηστὸν ἐκάλεσε· καὶ φορτίον ὠνόμασε, καὶ ἐλαφρὸν προσέθηκεν· ἵνα μήτε ὡς ἐπίπονα φύγῃς, μήτε ὡς σφόδρα εὐκόλων καταφρονήσῃς. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα δύσκολον ἡ ἀρετὴ εἶναί σοι δοκεῖ, ἐννόησον ὅτι δυσκολώτερον ἡ κακία· ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος, οὐ πρότερον εἶπε, Λάβετε τὸν ζυγόν μου, ἀλλὰ πρῶτον, ∆εῦτε, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, δεικνὺς ὅτι καὶ ἡ ἁμαρτία κόπον ἔχει, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον. Οὐδὲ γὰρ, Κοπιῶντες, εἶπε μόνον, ἀλλὰ καὶ, Πεφορτισμένοι. Τοῦτο καὶ ὁ Προφήτης ἔλεγε, τὴν φύσιν αὐτῆς ὑπογράφων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Καὶ ὁ Ζαχαρίας δὲ ὑπογράφων αὐτὴν, μολίβδου τάλαντον αὐτὴν εἶναί φησι. Καὶ τοῦτο καὶ ἡ πεῖρα αὐτὴ δείκνυσιν. Οὐδὲν γὰρ οὕτω βαρεῖ ψυχὴν, [οὐδὲν οὕτω πηροῖ διάνοιαν] καὶ πιέζει κάτω, ὡς ἁμαρτίας συνειδός· οὐδὲν οὕτω πτεροῖ καὶ μετέωρον ποιεῖ ὡς δικαιοσύνης κτῆσις καὶ ἀρετῆς. Σκόπει δέ. Τί φορτικώτερον, εἰπέ μοι, τοῦ μηδὲν κεκτῆσθαι; τοῦ στρέψαι τὴν σιαγόνα, καὶ τυπτόμενον μὴ ἀντιτύπτειν; τοῦ ἀποθανεῖν βιαίῳ θανάτῳ; Ἀλλ' ὅμως ἐὰν φιλοσοφῶμεν, ταῦτα πάντα κοῦφα καὶ ῥᾴδια καὶ ἡδονῆς ποιητικά. Ἀλλὰ μὴ θορυβηθῆτε, ἀλλ' ἕκαστον αὐτῶν μετὰ ἀκριβείας ἐξετάσωμεν μεταχειρίσαντες· καὶ, εἰ βούλεσθε, τὸ πρῶτον τὸ καὶ πολλοῖς ἐπίπονον εἶναι δοκοῦν. Πότερον οὖν, εἰπέ μοι, βαρὺ καὶ ἐπαχθὲς, τὸ μίαν γαστέρα μεριμνᾷν, ἢ τὸ μυρίων φροντίζειν; τὸ ἓν περιβεβλῆσθαι ἱμάτιον καὶ μηδὲν πλέον ἐπιζητεῖν, ἢ τὸ πολλὰ ἔνδον ἔχοντα καθ' ἑκάστην ἡμέραν καὶ νύκτα κόπτεσθαι, δεδοικότα, τρέμοντα ὑπὲρ τῆς φυλακῆς, ἀλγοῦντα καὶ ἀγχόμενον ὑπὲρ τῆς ζημίας, μὴ σητόβρωτον γένηται, μὴ οἰκέτης ἀφελόμενος ἀπέλθῃ; Πλὴν ἀλλ' ὅσα ἂν εἴπω, οὐδὲν παραστήσει τοιοῦτον ὁ λόγος, οἷον ἡ τῶν πραγμάτων πεῖρα. ∆ιὸ ἐβουλόμην τινὰ τῶν εἰς ἐκείνην φθασάντων τὴν κορυφὴν τῆς φιλοσοφίας ἡμῖν παρεῖναι, καὶ τότε σαφῶς ἂν εἶδες τοῦ πράγματος τὴν ἡδονήν· καὶ ὡς οὐκ ἄν τις ἂν ἐδέξατο ἐκείνων τῶν ἐρώντων ἀκτημοσύνης, μυρίων παρεχόντων πλουτεῖν. Οὗτοι δὲ κατεδέξαντο ἄν ποτε γενέσθαι πένητες, φησὶ, καὶ ῥῖψαι τὰς φροντίδας ἃς ἔχουσι; Καὶ τί τοῦτο; Τῆς γὰρ ἀνοίας αὐτῶν καὶ τοῦ χαλεποῦ νοσήματος τοῦτο δεῖγμα, οὐ τοῦ τὸ πρᾶγμα ἥδιστον εἶναι.
δʹ. Καὶ τοῦτο καὶ αὐτοὶ μαρτυρήσαιεν ἂν ἡμῖν, οἱ καθ' ἑκάστην ἡμέραν ἐπὶ ταύταις ἀποδυρόμενοι ταῖς φροντίσι, καὶ τὸν βίον ἀβίωτον εἶναι νομίζοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως, ἀλλὰ γελῶσι, σκιρτῶσι, καὶ τῶν τὸ διάδημα περικειμένων μᾶλλον ἐπὶ τῇ πενίᾳ καλλωπίζονται. Πάλιν τὸ στρέψαι τὴν σιαγόνα τοῦ πλῆξαι ἕτερον κουφότερον τῷ προσέχοντι· ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁ πόλεμος λαμβάνει, ἐνταῦθα δὲ λύσιν· καὶ ἐκείνῳ μὲν καὶ τὴν ἑτέρου πυρὰν ἀνῆψας, τούτῳ δὲ καὶ τὴν σαυτοῦ φλόγα ἔσβεσας. Ὅτι δὲ τὸ μὴ καίεσθαι τοῦ καίεσθαι ἥδιον, παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ ψυχῆς. Τί δὲ κουφότερον, ἀγωνίζεσθαι, ἢ στεφανοῦσθαι; πυκτεύειν, ἢ τὸ βραβεῖον ἔχειν; καὶ κυμάτων ἀνέχεσθαι, ἢ εἰς λιμένα καταίρειν; Οὐκοῦν καὶ τὸ ἀποθανεῖν τοῦ ζῇν βέλτιον. Τοῦτο μὲν γὰρ ἐξάγει τῶν κλυδωνίων καὶ τῶν κινδύνων· ἐκεῖνο δὲ προστίθησι, καὶ ὑπεύθυνον ποιεῖ μυρίαις ἐπιβουλαῖς καὶ ἀνάγκαις, δι' ἃς ἀβίωτον εἶναι τὸν βίον ἐνόμισας. Εἰ δὲ ἀπιστεῖς τοῖς λεγομένοις, ἄκουσον τῶν ἑωρακότων τὰ πρόσωπα τῶν μαρτύρων ἐν τῷ καιρῷ τῶν ἀγώνων, πῶς μαστιζόμενοι καὶ ξεόμενοι, περιχαρεῖς ἦσαν καὶ φαιδροὶ, καὶ τῶν ἐπὶ ῥοδωνιᾶς κατακεκλιμένων ἐπὶ τηγάνων προκείμενοι μᾶλλον ἔχαιρον καὶ εὐφραίνοντο. ∆ιὸ καὶ Παῦλος ἔλεγε, μέλλων ἐντεῦθεν ἀπιέναι καὶ καταλύειν βιαίῳ θανάτῳ τὴν ζωήν· Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἶδες μεθ' ὅσης ὑπερβολῆς τὴν οἰκουμένην ἅπασαν ἐπὶ τὴν κοινωνίαν τῆς εὐφροσύνης καλεῖ; Οὕτω μέγα ἀγαθὸν ᾔδει τὴν ἐντεῦθεν ἀποδημίαν οὖσαν· οὕτω ποθεινὸν τὸν οὕτω φοβερὸν θάνατον, καὶ ἐπέραστον καὶ εὐχῆς ἄξιον. Ἀλλ' ὅτι μὲν ἡδὺς καὶ κοῦφος ὁ τῆς ἀρετῆς ζυγὸς, καὶ ἑτέρωθεν πολλαχόθεν δῆλον· λοιπὸν δὲ, εἰ δοκεῖ, καὶ τῆς ἁμαρτίας ἴδωμεν τὰ φορτία. Οὐκοῦν τοὺς πλεονέκτας εἰς μέσον ἀγάγωμεν, τοὺς καπήλους καὶ παλιγκαπήλους τῶν ἀναισχύντων συμβολαίων. Τί οὖν φορτικώτερον τῆς τοιαύτης πραγματείας γένοιτ' ἄν; πόσαι λύπαι, πόσαι φροντίδες, πόσα προσκρούσματα, πόσοι κίνδυνοι, πόσαι ἐπιβουλαὶ καὶ πόλεμοι καθ' ἑκάστην ἡμέραν τούτοις φύονται τοῖς κέρδεσι; πόσοι θόρυβοι καὶ ταραχαί; Ὥσπερ γὰρ τὴν θάλατταν οὐκ ἔστιν ἰδεῖν ποτε κυμάτων χωρὶς, οὕτως οὐδὲ τὴν τοιαύτην ψυχὴν φροντίδος καὶ ἀθυμίας καὶ φόβου καὶ ταραχῆς ἐκτὸς, ἀλλὰ τὰ πρότερα καταλαμβάνει τὰ δεύτερα, καὶ πάλιν ἕτερα ἔπεισι, καὶ τούτων οὐδέπω παυομένων ἕτερα κορυφοῦται. Ἀλλὰ τῶν λοιδόρων βούλει καὶ τῶν ἀκροχόλων τὰς ψυχὰς ἰδεῖν; Καὶ τί τῆς βασάνου ταύτης χεῖρον; τί τῶν τραυμάτων ὧν ἔχουσιν ἔνδον; τί τῆς καμίνου τῆς διηνεκῶς καιομένης, καὶ τῆς φλογὸς τῆς μηδέποτε σβεννυμένης; Ἀλλὰ τῶν φιλοσωμάτων καὶ τῇ παρούσῃ προστετηκότων ζωῇ; Καὶ τί ταύτης τῆς δουλείας χαλεπώτερον; Τὸν τοῦ Κάϊν βίον ζῶσι, τρόμῳ διηνεκεῖ συνόντες καὶ φόβῳ, καθ' ἕκαστον τῶν τελευτώντων, μᾶλλον τῶν ἐκείνοις προσηκόντων, τὴν οἰκείαν θρηνοῦντες τελευτήν. Τί δὲ τῶν πεφυσιωμένων ταραχωδέστερόν τε καὶ μανικώτερον; Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἁπάντων γὰρ ἡ ἀνεξικακία μήτηρ τῶν ἀγαθῶν. Μὴ τοίνυν φοβηθῇς, μηδὲ ἀποπηδήσῃς τὸν πάντων σε τούτων κουφίζοντα ζυγὸν, ἀλλ' ὕπελθε μετὰ προθυμίας ἁπάσης αὐτὸν, καὶ τότε αὐτοῦ εἴσῃ σαφῶς τὴν ἡδονήν. Οὐδὲ γὰρ τρίβει σου τὸν αὐχένα, ἀλλ' εὐταξίας ἕνεκεν ἐπίκειται μόνης, καὶ τοῦ πεῖσαι βαδίζειν εὔρυθμα, καὶ πρὸς τὴν βασιλικήν σε ὁδὸν ἀγαγεῖν, καὶ τῶν ἑκατέρωθεν ἀπαλλάξαι κρημνῶν, καὶ ποιῆσαι μετ' εὐκολίας τὴν στενὴν βαδίσαι ὁδόν. Ἐπεὶ οὖν τοσαῦτα αὐτοῦ τὰ ἀγαθὰ, τοσαύτη ἡ ἀσφάλεια, τοσαύτη ἡ εὐφροσύνη, πάσῃ ψυχῇ, πάσῃ σπουδῇ τοῦτον ἕλκωμεν τὸν ζυγόν· ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν ταῖς ψυχαῖς ἡμῶν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου