ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑΣ ΑΓΙΑΣ
ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΠΡΩΤΗΣ ΣΥΝΟΔΟΥ
ΖΩΝΑΡΑΣ. Η ἁγία καὶ οἰκουμενικη πρώτη σύνοδος γέγονε βασιλεύοντος τοῦ μεγάλου Κωνσταντίνου, ἀθροισθέντων ἐν Νικαία τῆς Βιθυνίας τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων Πατέρων,κατὰ Ἀρείου᾿ γεγονότος πρεσβυτέρου τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας, ὃς ὲὗλασφημει κατὰ τοῦ Τὶοῦ τοῦ Θεοῦ, τοῦ κυρίου ἡμῶν ἰησοῖ’ι Χριστοῦ, λέγων μὴ ὁμοούσιον εἶναι αὐτὸν τῷ
Θεῷ καὶ Πατρὶ, κτίσμα δέ' καὶ ὅτι ἦν, ὅτε οὐκ ἦν' ὃν καὶ κοιΘεϊλεν ἡ ἁγία σύνοδος αὕτη, καὶ ἀνεθεμάτισε μετὰ τῶν ὀμοφρόνων αὐτοῦ' ὲδογμάτισε δὲ ὁμοούσιον τῷ Πατρὶ τὸν Τὶὸν, καὶ Θεὸν ἀληθινὸν, καὶ Δεσπότην, καὶ κύριον’ καὶ κτίστην τῶν κτιστῶν ἁπάντων“ ἀλλ᾽ οὐ κτίσμα, οὐδὲ μέντοιγε ποίημα. Πρώτη ὸὲ σύνοδος η ᾿εν Νικαία αὕτη λέγεται πρὸς τὰς οἰκουμενικἁς ἀριθμουμένη' ἐπείτοι γε πρὸ αὐτῆς διάφοροι γεγόνασισύνοδοι τοπικαί. Ἀλλὰ. τῶν οὶκουμενικῶν αὕτη οὖσα πρώτη,
προτέτακται τῶν λοιπῶν, τῶν πρὸ αὐτῆς γενομένων' τῆς ἐνἈντιοχείᾳ δηλαδὴ, κατὰ Παύλου τοῦ Σαμοσατέως, συγκροτηθείσης ἐπὶ Αύρηλιανοῦ βασιλέως, τῆς τε ἐν Ἀγκύρα, ἐν ᾗ ζητησις γέγονε περὶ τῶν ἐν καιροῖς διωγμῶν τ'λν πίστιν ἀρνησαμέ-
νων᾿ καὶ μεταμελομένων, ὅπως δεῖ τούτους προσὸέχεσθαι'καὶ τῆς ἐν Νεοκαισαρείαζ ὲνᾗ περὶ ἐκκλησιαστικῆς καταστάσεως κανόνες ἐξειρωνἦθησαν.
Read More ->>