Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62
ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἡμῖν λαλοῦντος Χριστοῦ; καὶ πάλιν, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται. Καὶ πάλιν, ∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.
Read More ->>