Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β'
Τόμος 62
ΟΜΙΛΙΑ Αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς
αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι Οὐ στέγομεν, ἀλλ' ἐν Ἀθήναις κατελείφθημεν μόνοι, καὶ ὅτι Ἔπεμψα Τιμόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως αὐτῶν, τούτου χάριν τὴν δευτέραν προστίθησιν ἐπιστολὴν, τὸ ἐλλει φθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν γραμμάτων ἀναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχάσασθαι· γράφων γάρ φησιν· Ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν καιρῶν οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ὥστε εἰ παρεγένετο, οὐδὲν ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ καὶ ἐν τῇ πρὸς Τιμόθεόν φησιν, ὅτι Ἀνατρέπουσι τήν τινων πίστιν τινὲς, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι. Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους.
Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε. Τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον, ὅτι ἐνέστηκεν ἡ κρίσις, καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ πείσαντες ὡς οὐκ ἔστι λοιπὸν ἀντίδοσις, οὐδὲ δικαστήριον καὶ κόλασις καὶ τιμωρία τοῖς κακῶς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργάσωνται, καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον, ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν, ὡς παρὰ τοῦ Παύλου ταῦτα λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πλάττειν ὡς παρ' ἐκείνου γραφείσας. ∆ιὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησί· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν. Μήτε διὰ πνεύματος, φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος. Πόθεν οὖν εἰσόμεθα, φησί; ∆ιὰ τῆς προσθήκης· διὰ γὰρ τοῦτο προσέθηκεν· Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον· τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ' ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω· καθάπερ καὶ νῦν ἐφ' ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων. Παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων· καὶ ἀπὸ τῆς κολάσεώς τε καὶ τῆς ἀνταποδόσεως τῶν ἀγαθῶν τῶν ἡτοιμασμένων αὐτοῖς προτρέπων, σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν μὲν καιρὸν οὐκ ἀποκαλύπτων αὐτὸν, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν ἀντίχριστον, δηλῶν. Μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἐὰν ἁπλῶς ἀκούσῃ, ἀλλ' ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖται φροντίδα, ὅτε καθεσθεὶς ἐν τῷ ὄρει, πάντα μετὰ ἀκριβείας διελέγετο τοῖς μαθηταῖς τὰ περὶ τῆς συντελείας. ∆ιὰ τί; Ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους. Καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον, λέγων, ὅταν κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον· ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ· Ὡς ἀστραπὴ, φησὶν, ἥξει, οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ πανταχοῦ λάμπουσα· οὐ δεῖται τοῦ μηνύσοντος, οὕτως ἐστὶ λαμπρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύσοντος. Εἶπε δέ που καὶ περὶ τοῦ ἀντιχρίστου, ἡνίκα ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συμφορὰς τεκμήριον εἶναι τούτου ἔλεγε· καὶ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν. Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς ταῦτα, ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν μύθων τῶν παιδικῶν καὶ τῶν ληρημάτων τῶν γραϊκῶν ἀπαλλαγῶμεν. Ἢ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες καὶ περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; Ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις ἐγκατασπείρει ταῦτα ὁ διάβολος, ἵνα ἡμῖν τὸ δόγμα συναυξηθῇ, ἵνα ἀπατῆσαι δυνηθῇ. Οὐκ ἂν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν. Μὴ δὴ ταῦτα ζητῶμεν. Οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ', Ὑπεραιρόμενος ἐπὶ πάντα θεὸν λεγόμενον ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος ὑπ' αὐτοῦ εἰς ἀπόνοιαν ἀλειφόμενος.
βʹ. ∆ιὸ, παρακαλῶ, πάντες σπουδάζωμεν πόῤῥω γενέσθαι τοῦ πάθους τούτου, ἵνα μὴ τῷ κρίματι τῷ ἐκείνου περιπέσωμεν, ἵνα μὴ τῆς κολάσεως ὑπεύθυνοι γενώμεθα τῆς αὐτῆς, ἵνα μὴ τῇ τιμωρίᾳ κοινωνήσωμεν τῇ αὐτοῦ. Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ἄρα ὁ τετυφωμένος τὴν αὐτὴν τῷ διαβόλῳ δίδωσι δίκην. Ἀρχὴ γὰρ, φησὶν, ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον· ἀρχὴ ἁμαρτίας ὑπερηφανία, πρώτη ὁρμὴ καὶ κίνησις ἐπὶ τὸ κακόν· τάχα μὲν οὖν καὶ ῥίζα καὶ ὑποβάθρα. Ἡ γὰρ ἀρχὴ ἢ τὴν πρώτην ὁρμὴν δηλοῖ τὴν ἐπὶ τὸ κακὸν, ἢ τὴν σύστασιν· ὡς ἂν εἴποι τις, ἀρχὴ σωφροσύνης τὸ ἀπέχεσθαι θέας ἀτόπου, τουτέστι, πρώτη ὁρμή· ἂν δὲ εἴπωμεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεμέλιος καὶ σύστημα. Οὕτω καὶ ἁμαρτίας ἀρχή ἐστιν ἡ ἀπόνοια· καὶ γὰρ ἀπ' αὐτῆς ἄρχεται πᾶσα ἁμαρτία, καὶ ὑπ' αὐτῆς συγκροτεῖται. Ὅτι γὰρ, ὅσα ἂν πράττωμεν ἀγαθὰ, οὐκ ἀφίησιν αὐτὰ ἡ κακία διαμεῖναι καὶ μὴ διαπεσεῖν, ἀλλ' ὥσπερ ῥίζα τίς ἐστιν, οὐκ ἐῶσα μὴ διασαλευθῆναι, δῆλον ἐκεῖθεν· ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ' οὐδὲν αὐτὸν ὤνησε· τὴν γὰρ ῥίζαν οὐκ ἐξέκοψεν, ἀλλ' αὐτὴ τοῖς πᾶσιν ἐλυμήνατο. Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης· πρὸς ὕβριν ἀμυντικὸς ὁ τοιοῦτος. Ὁ γὰρ ἀπονενοημένος, οὐδὲ παρὰ τῶν μειζόνων, μήτι γε παρὰ τῶν ἐλαττόνων ἀνέχεται ὑβρίζεσθαι· ὁ δὲ μὴ ἀνεχόμενος ὑβρίζεσθαι, οὐδὲ παθεῖν κακῶς ἀνέχεται. Ὅρα πῶς ἀρχὴ ἁμαρτίας ὑπερηφανία. Πῶς δὲ ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον; Εἰκότως· ὁ γὰρ εἰδὼς τὸν Θεὸν ὡς εἰδέναι χρὴ, ὁ εἰδὼς ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ τοσοῦτον ἐταπεινοφρόνησεν, οὐκ ἐπαίρεται· ὁ δὲ ταῦτα μὴ εἰδὼς, ἐπαίρεται· πρὸς ἀπόνοιαν γὰρ ἀλείφει ἡ ὑπερηφανία. Εἰπὲ γάρ μοι, πόθεν οὗτοι οἱ τὴν Ἐκκλησίαν πολεμοῦντές φασιν εἰδέναι τὸν Θεόν; οὐχὶ ἀπὸ ἀπονοίας; Ἰδοὺ τὸ μὴ εἰδέναι τὸν Κύριον, εἰς οἷον κρημνὸν αὐτοὺς ἐνέβαλεν. Εἰ γὰρ πνεῦμα συντετριμμένον ὁ Θεὸς φιλεῖ, ἐκ τοὐναντίου ὑπερηφάνοις ἀντιτάσσεται, καὶ ταπεινοῖς δίδωσι χάριν. Οὐδὲν οὖν ὑπερηφανίας ἴσον κακόν· δαίμονα τὸν ἄνθρωπον ἀπεργάζεται, ὑβριστὴν, βλάσφημον, ἐπίορκον, θανάτων ποιεῖ καὶ φόνων ἐφίεσθαι. Ὁ ὑπερήφανος ἀεὶ λύπαις συζῇ, ἀεὶ ἀγανακτεῖ, ἀεὶ ἀλύει· οὐδέν ἐστιν, ὃ τὸ πάθος αὐτοῦ κορέσαι δύναται· κἂν τὸν βασιλέα ἴδῃ ὑποκύπτοντα καὶ προσκυνοῦντα, οὐκ ἐκορέσθη, ἀλλὰ μᾶλλον ἐξήφθη. Καθάπερ γὰρ οἱ φιλάργυροι ὅσον ἂν λάβωσι, τοσοῦτον πλειόνων δέονται· οὕτω καὶ οἱ ἀπονενοημένοι, ὅσης ἂν ἀπολαύσωσι τιμῆς, τοσούτῳ πλείονος ἐπιθυμοῦσιν· αὔξεται γὰρ αὐτοῖς τὸ πάθος (πάθος γάρ ἐστι), πάθος δὲ ὅρον οὐκ οἶδεν, ἀλλὰ τότε ἵσταται, ὅταν ἀποκτείνῃ τὸν ἔχοντα. Οὐχ ὁρᾷς τοὺς μεθύοντας, ὅτι ἀεὶ διψῶσι; πάθος γάρ ἐστιν, οὐ φύσεως ἐπιθυμία, ἀλλὰ νόσος τις διεστραμμένη. Οὐχ ὁρᾷς οὓς καλοῦσι βουλιμιῶντας, ὅτι ἀεὶ πεινῶσι; πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους. Οὕτω καὶ οἱ πολυπράγμονες καὶ περίεργοι, ὅσα ἂν μάθωσιν, οὐχ ἵστανται· πάθος γάρ ἐστι, καὶ ὅρον οὐκ ἔχει. Οἱ πορνείαις χαίροντες πάλιν, οὐδὲ αὐτοὶ ἵστανται (Ἀνθρώπῳ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ παύσηται, ἕως ἂν καταποθῇ)· πάθος γάρ ἐστιν. Ἀλλὰ πάθη μέν ἐστι ταῦτα, οὐ μέντοι ἀνίατα, ἀλλὰ ἔχοντα ἴασιν, καὶ πολλῷ μᾶλλον, ἢ τὰ σωματικά· ἂν γὰρ θέλωμεν, δυνάμεθα αὐτὰ σβέσαι. Πῶς οὖν ἐστιν ἀπόνοιαν σβέσαι; Τὸν Θεὸν ἐπιγνόντα. Εἰ γὰρ ἀπὸ τοῦ μὴ εἰδέναι τὸν Θεὸν γίνεται, ἐὰν γνῶμεν αὐτὸν, ἀπελαύνεται πᾶσα ἀπόνοια. Ἐννόησον τὴν γέενναν, ἐννόησον τοὺς πολλῷ βελτίους σου, ἐννόησον ὅσων ὀφείλεις τῷ Θεῷ δίκας· ἂν ταῦτα ἐννοήσῃς, ταχέως συνέστειλας τὴν διάνοιαν, ταχέως αὐτὴν ἔκαμψας. Ἀλλ' οὐ δύνασαι ταῦτα ποιῆσαι; ἀσθενέστερος εἶ; Ἐννόησον τὰ παρόντα, αὐτὴν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὐδὲν ἄνθρωπος. Ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδαμινὸν τῶν παρόντων πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχεν. Ἀλλ' οὐ βούλει τοῦτο; Ἐννόησον τοὺς πάνυ πλουτοῦντας, τοὺς ἐν πολέμοις ἀπολλυμένους ἁπλῶς· τὰς οἰκίας περισκόπει τὰς τῶν μεγάλων καὶ περιφανῶν, καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται. Καθ' ἑκάστην γὰρ ἡμέραν, εἰ βούλει, εὑρίσκεις τούτων ὑποδείγματα· διαδοχὰς ἀρχόντων, δημεύσεις πλουτούντων. Πολλοὶ τύραννοι ἐκάθισαν ἐπ' ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ταῦτα οὐχὶ καθ' ἑκάστην ἡμέραν γίνεται; οὐχὶ τροχῷ τινὶ τὰ ἡμέτερα ἔοικεν; Ἀνάγνωθι, εἰ βούλει, καὶ τὰ παρ' ἡμῖν, καὶ τὰ ἔξωθεν (καὶ γὰρ καὶ ἐκεῖνα γέμει τούτων τῶν παραδειγμάτων), εἰ τῶν ἡμετέρων καταφρονεῖς ἐξ ἀπονίας· εἰ τὰ τῶν φιλοσόφων θαυμάζεις, κἂν τούτοις πρόσιθι· ἐκεῖνοί σε διδάξουσι, συμφορὰς παλαιὰς διηγούμενοι, καὶ ποιηταὶ, καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ λογογράφοι πάντες. Πάντοθεν εὑρίσκεις, εἰ βούλει, τὰ ὑποδείγματα. Εἰ δὲ μηδὲν τούτων θέλεις, αὐτὴν ἀναλόγισαι τὴν φύσιν τὴν ἡμετέραν, πόθεν συνέστηκε, καὶ ποῦ τελευτᾷ· ἐννόησον, ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε. Τί δέ; οὐχὶ πάντων ἐλάττων εἶ τῶν θηρίων; Ἀλλὰ τί λέγεις; ὅτι λόγῳ κρατεῖς; Ἀλλ' ἰδοὺ λόγον οὐκ ἔχεις ἀλογίας γὰρ ἡ ὑπερηφανία τεκμήριον. Ἐπὶ τίνι δὲ μέγα φρονεῖς, εἰπέ μοι; ὅλως ἐπὶ εὐεξίᾳ σώματος; Ἀλλὰ παρὰ τοῖς ἀλόγοις τὰ νικητήρια. Τοῦτο καὶ παρὰ λῃσταῖς καὶ ἀνδροφόνοις καὶ τυμβωρύχοις. Ἀλλ' ἐπὶ συνέσει; Ἀλλ' οὐκ ἔστι συνέσεως τὸ μέγα φρονεῖν· τούτῳ μὲν οὖν πρώτῳ σαυτὸν ἀποστερεῖς τοῦ γενέσθαι συνετός. Καταστείλωμεν ἡμῶν τὰ φρονήματα, γενώμεθα μέτριοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς· τοὺς τοιούτους γὰρ πρὸ πάντων καὶ ὁ Χριστὸς ἐμακάρισε λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· καὶ πάλιν ἐβόα λέγων, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ∆ιὰ τοῦτο τοὺς πόδας ἔνιψε τῶν μαθητῶν, ὑπόδειγμα παρέχων τῆς ταπεινοφροσύνης ἡμῖν. Ἀπὸ τούτων ἁπάντων κερδᾶναι σπουδάσωμεν, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου