ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΙΒʹ.Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΙΒʹ.Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς



Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62



ΟΜΙΛΙΑ ΙΒʹ.Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.


αʹ. Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ  ταύτης   ἐκπεσόντες   οὐδαμοῦ  στῆναι   δύνανται,   ἀλλὰ   πολλοὺς   ἄνω   καὶ  κάτω πλανηθέντες  πλάνους, τὸ τελευταῖον  εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ τοῦτο ἤδη μὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι·  Τὸ δὲ  Πνεῦμα  ῥητῶς  λέγει,  ὅτι  ἐν  ὑστέροις  καιροῖς  ἀποστήσονταί  τινες  τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν  τοῦ ἐργαστηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς  ἀποστήσονταί  τινες  τῆς  πίστεως.  Ὁρᾷς ὅτι  πάντων  αἴτιον  τῶν  μετὰ  ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁμολογουμένως, ὡς μὴ ἀμφιβάλλειν. 


Μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεώς τινες ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς ὅτε χαλεπώτερον  αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσονται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ μέχρι γάμων, καὶ πάντων  τῶν τοιούτων  τὴν ὀλέθριον συμβουλὴν εἰσάγον  τες. Οὐ περὶ Ἰουδαίων λέγει ταῦτα· πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν; ἀλλὰ περὶ Μανιχαίων,   καὶ  τῶν  ἀρχηγετῶν   τούτων.   Πνεύματα  δὲ  πλάνης   ἐκάλεσεν  αὐτοὺς, εἰκότως· ὑπὸ γὰρ ἐκείνων  ἐνεργούμενοι,  ταῦτα  ἐφθέγξαντο.  Τί ἐστιν, Ἐν ὑποκρίσει ψευδολόγων; Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ' ὑποκρινόμενοι ψεύδονται, εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι, πονηροῦ ὄντες βίου. Τί δήποτε δὲ μόνους τούτους τοὺς αἱρετικοὺς λέγει; Προεῖπεν ὁ Χριστὸς καὶ ἑτέρους λέγων, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἄλλως τε διὰ τῆς τοῦ σίτου σπορᾶς καὶ τῶν  ζιζανίων  τῆς βλάστης τούτους  αὐτοὺς προεμήνυσε. Σὺ δέ μοι θαύμασον τοῦ Παύλου τὴν προφητείαν· πρὸ γὰρ τῶν  χρόνων,  ὧν  ἔμελλεν  ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν. Μὴ θαυμάσῃς τοίνυν, εἰ νῦν, ὅτε τὴν ἀρχὴν ἔχει τὰ τῆς πίστεως, ταῦτά τινες ἐπιχειροῦσι παρεισφέρειν τὰ ὀλέθρια δόγματα, ὅτι, ὅταν παγῇ μετὰ χρόνον πολὺν, ἀποστήσονταί  τινες  τῆς πίστεως. Κωλυόντων,  φησὶ, γαμεῖν,  ἀπέχεσθαι βρωμάτων.  Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; Ἠνίξατο καὶ αὐτὰς εἰπὼν, Πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων.  Οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα· ἀλλ' ὅπερ ἀρχὴν εἰλήφει,  τοῦτο ἤδη παρέδειξε, τὸ τῶν βρωμάτων.  Ἃ ὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς μετάληψιν  τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι  τὴν ἀλήθειαν. ∆ιὰ τί μή φησι, Καὶ τοῖς ἀπίστοις; Πῶς τοῖς ἀπίστοις, ὁπότε νόμοις ἑαυτοὺς τούτων ἀπείργουσι; Τί οὖν; οὐ κεκώλυται  ἡ τρυφή; Καὶ σφόδρα. ∆ιὰ τί, εἰ εἰς μετάληψιν  ἔκτισται; Ὅτι καὶ ἄρτον  ἔκτισε, καὶ  κεκώλυται   ἡ  ἀμετρία,  καὶ  οἶνον  ἔκτισε, καὶ  κεκώλυται  ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας  λαμβανόμενον.  Εἰ κτίσμα Θεοῦ, καλόν·  Πάντα γὰρ καλὰ  λίαν.  Τῷ εἰπεῖν,  Κτίσμα Θεοῦ, περὶ τῶν  ἐδωδίμων  ἁπάντων  ᾐνίξατο· καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν τὴν τῶν ἀγέννητον  τὴν ὕλην εἰσαγόντων,  καὶ ἐκείνης ταῦτα λεγόντων  εἶναι. Οὐκοῦν εἰ καλὸν, τί ἐστιν ὅ φησι, τὸ, Ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως; δῆλον γὰρ ὅτι ἀκάθαρτον ὂν ἁγιάζεται. Οὐ τοῦτο, ἀλλ' ἐνταῦθα πρὸς ἐκείνους φησὶ, τοὺς κοινά τινα νομίζοντας  ἐξ αὐτῶν  εἶναι.  ∆ύο τοίνυν  τίθησι  κεφάλαια,  ἓν  μὲν,  ὅτι  οὐδὲν  κτίσμα κοινόν· δεύτερον  δὲ, ὅτι εἰ καὶ γένοιτο  κοινὸν,  ἀλλ' ἔχεις  τὸ φάρμακον· σφράγισον, εὐχαρίστησον, δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀπέπτη. Οὐκοῦν καὶ τὸ εἰδωλόθυτον,  φησὶν, οὕτω δυνάμεθα καθαίρειν; Ἐὰν μὴ ᾔδεις, ὅτι εἰδωλόθυτόν  ἐστιν· ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν  ἐστιν, ἀλλ' ὅτι προσταχθεὶς μὴ κοινωνεῖν  δαίμοσιν, ἐκοινώνησας  δι' ἐκείνου. Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς. Τί δαί; οὐκ ἀκάθαρτον   τὸ   ὕειον;   Οὐδαμῶς,  ὅταν   μετὰ   εὐχαριστίας   λαμβάνηται,   ὅταν   μετὰ σφραγῖδος,  οὐδὲ  ἄλλο  οὐδέν.  Ἀκάθαρτος  ἡ προαίρεσις  ἡ μὴ εὐχαριστοῦσα τῷ  Θεῷ.
Ταῦτα ὑποτιθέμενος  τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.  –Ταῦτα, ποῖα; Ἅπερ εἶπεν, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιμόνων  ἐστὶν, ὅτι διὰ  λόγου  καὶ  ἐντεύξεως  Θεοῦ τὰ  βρώματα  καθαρίζεται.  Ἐντρεφόμενος,  φησὶ,  τοῖς λόγοις  τῆς  πίστεως  καὶ  τῆς  διδασκαλίας  ᾗ παρηκολούθηκας.  Τοὺς δὲ βεβήλους  καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ταῦτα ὑποτιθέμενος, φησίν. Ὁρᾷς οὐδαμοῦ τὴν αὐθεντίαν  ἐνταῦθα, ἀλλὰ τὴν συγκατάβασιν; Ὑποτιθέμενος, φησίν. Οὐκ εἶπεν, ἐπιτάττων,  οὐκ εἶπε, παραγγέλλων,  ἀλλὰ, Ὑποτιθέμενος· τουτέστιν, ὡς συμβουλεύων ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως. Ἐντρεφόμενος, φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν.
βʹ. Ὥσπερ γὰρ τὴν τροφὴν  ταύτην  καθ' ἑκάστην ἡμέραν προσφερόμεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πίστεως λόγους ἀεὶ λαμβάνωμεν,  ἀεὶ τούτοις τρεφώμεθα. Τί ἐστιν, Ἐντρεφόμενος; Μηρυκώμενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ μελετῶν· τροφὴν γὰρ ἔχει  οὐ τὴν  τυχοῦσαν.  Τοὺς δὲ βεβήλους  καὶ γραώδεις  μύθους  παραιτοῦ.  Τίνας ἐνταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ μύθους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιμον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ μόνον  ἄχρηστον, ἀλλὰ  καὶ βλαβερόν. Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν  τῆς τίτθης,  πῶς ἐστι καταγέλαστος,  διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ μὲν διὰ τὸ  παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην  ψυχὴν, τῶν  ἀκαθάρτων  ἐστὶ παραγγελμάτων.  Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια. Γυμνασίας ἄρα χρεία ἡμῖν. Ἡ γὰρ σωματικὴ  γυμνασία, φησὶ, πρὸς ὀλίγον  ἐστὶν ὠφέλιμος.  Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ' ἄπαγε, οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν. Ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι  ἀποδίδωσι, καὶ ἐνταῦθα  ἀνακτᾶται,  καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα  καὶ ἐκεῖ. Ὅρα πῶς πανταχοῦ  τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ἦν ὁ λόγος  αὐτῷ. Ἄρα καὶ ἐνταῦθα  ἐν ἐλπίσιν  ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ μυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ ἐνταῦθα  κολάζεται, φόβῳ συζῶν διηνεκῶς,  οὐδενὶ μετὰ  παῤῥησίας  ἀντιβλέψαι   τολμῶν,  τρέμων,  ὠχριῶν,  ἀγωνιῶν.  Ἢ οὐ  τοιοῦτοι  οἱ πλεονέκται,  οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι  οὐ χαλεπωτάτην ζῶσι ζωὴν,  μετὰ  ὑποψίας  τὸν  ἥλιον  ὁρῶντες  αὐτόν;  τοῦτο  οὖν  ζωή; Οὐδαμῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν  ἐπὶ Θεῷ ζῶντι,  ὅς ἐστι Σωτὴρ πάντων  ἀνθρώπων,  μάλιστα  πιστῶν.  Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα  προσεδοκῶμεν; τίνος δὲ ἕνεκεν πάντες ἡμῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαμεν;  οὐχ ὕβρεις καὶ λοιδορίας καὶ μυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεμείναμεν; εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν, τίνος  ἕνεκεν  ταῦτα ὑπεμείναμεν;  Εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα,  πολλῷ  μᾶλλον τοὺς  πιστοὺς  ἐκεῖ. Ποίαν λέγει  σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ,  Σωτὴρ πάντων, μάλιστα πιστῶν. Τουτέστι, πλείονα  σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται.  Τέως τὴν ἐνταῦθά  φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ μὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων  πολεμουμένους  πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι  Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ  πάντα  φέρειν  γενναίως· ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες,  πρὸς  τὴν  ἐλπίδα  τοῦ  κέρδους  ὁρῶντες  ἐγχειροῦσι  τοῖς  πράγμασιν.  Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων,  κεκαυτηριασμένων   τὴν  ἰδίαν  συνείδησιν,  κωλυόντων γαμεῖν.  Τί οὖν; ἡμεῖς οὐ κωλύομεν,  φησὶ, γαμεῖν; Οὐ κωλύομεν,  μὴ γένοιτο, βουλομένους, ἀλλὰ τοὺς μὴ βουλομένους  γαμεῖν  προτρέπομεν  ἐπὶ  τὴν  παρθενίαν.  Ἕτερόν ἐστι κωλῦσαι  καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ μὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ μείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαμεῖν τοῦτο ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων,  φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν  μετὰ  εὐχαριστίας  τοῖς  πιστοῖς,  καὶ ἐπεγνωκόσι  τὴν  ἀλήθειαν.  Καλῶς εἶπεν,  Ἐπεγνωκόσι   τὴν   ἀλήθειαν.   Ἄρα  τὰ  πρότερα  τύπος  ἦν·  οὐδὲν  γὰρ  φύσει ἀκάθαρτον,  ἀλλὰ  παρὰ τὴν  συνείδησιν  τοῦ μεταλαμβάνοντος γίνεται.  Καὶ τίνος  οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ' εἰ μὲν  εἶπεν,  ὅτι  ∆ιὰ τρυφὴν  μὴ  ἐσθίετε,  οὐκ  ἂν  ἠνέσχοντο·  νῦν  δὲ  εἰς  νόμου  αὐτὸ κατέκλεισεν  ἀνάγκην,  ἵνα  τῷ  μείζονι  φόβῳ  μᾶλλον  ἀπόσχωνται.  Ἐπεὶ ὅτι  τοῦ υἱὸς ἀκαθαρτότερόν  ἐστιν  ὁ ἰχθὺς,  παντί  που δῆλον· ἀλλ' ὅμως  ἐκείνων  οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν  ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋσέως λέγοντος·  Ἔφαγε, καὶ ἐλιπάνθη,  καὶ ἐπαχύνθη,  καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες  λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν μόσχον τῶν λοιπῶν  ἀπεῖρξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, μιαρὸς καὶ βέβηλος.
γʹ. Ταῦτα  ὑποτίθεσο,  ταῦτα  μελέτα·  τὸ  γὰρ,  Ἐντρεφόμενος  τοῖς  λόγοις  τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις μόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς ἐν αὐτοῖς ἔχε  τὴν  μελέτην.  Ἐντρεφόμενος  γὰρ, φησὶ, τοῖς  λόγοις  τῆς  πίστεως  καὶ  τῆς  καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. ∆ιὰ τί   μὴ   εἶπεν,   Ἀνέχου   τῶν   τοιούτων,   ἀλλὰ,   Παραιτοῦ;  Τὴν   τελείαν   ἀποφυγὴν αἰνιττόμενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστι· Μηδὲ εἰς γυμνασίαν  ποτὲ καθῇς σεαυτὸν διαλεγόμενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραμμένους  μαχόμενον  ὀνῆσαί τί ποτε, πλὴν  εἴ ποτε οἰόμεθά  τινα  βλάβην γίνεσθαι, ὡς δι' ἀσθένειαν παραιτουμένων  ἡμῶν τὴν πρὸς ἐκείνους διάλεξιν. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον καθαρὸν, πρὸς πολιτείαν  ἀρίστην. Ὁ δὲ γυμναζόμενος,  καὶ καιροῦ μὴ ὄντος  ἀγώνων,  αὐτὸς ὡς ἀγωνιζόμενος  ἅπαντα  ποιεῖ, πάντων  ἀπέχεται, ἐναγώνιός  ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύμναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός  ἐστιν, ἐπαγγελίαν  ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐμνήσθη ταύτης τῆς σωματικῆς γυμνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς  καὶ ἄφθονον.  Ὥσπερ ὅταν λέγῃ, Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν,  ἢ χρυσῷ, ἢ μαργαρίταις,  ἢ ἱματισμῷ  πολυτελεῖ,  ἀλλ' ὃ πρέπει  γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.  Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βούλει; Ἀλλ' οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυχεν ἀγαθῶν. Εἰ γὰρ τὰ βιωτικὰ πράγματα καὶ ἐπίκηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέποτε παραγίνεται  τοῖς ἀνθρώποις, πολλῷ μᾶλλον τὰ πνευματικά. Ναὶ, φησὶν, ἀλλ' ἀπὸ κληρονομίας πολ  λοῖς πολλάκις παρεγένετο. Ἀλλὰ κἂν αὐτὰ παραγίνηται, ἡ φυλακὴ ἡ τούτων καὶ ἡ σωτηρία πόνων οὐκ ἔστι χωρὶς, ἀλλὰ δεῖ πονεῖν καὶ ταλαιπωρεῖσθαι  τῶν κεκτημένων  οὐχ ἧττον· καὶ οὔπω λέγω, ὅτι πολλὰ πονήσαντες, ἢ καὶ  πολλοὶ   ταλαιπωρηθέντες,  ἐψεύσθησαν  πρὸς  αὐτὰ   τοῦ  λιμένος   τὰ  στόματα, πνεύματός ποθεν ἐμπεσόντος, καὶ ἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαμένου. Παρὰ δὲ ἡμῖν οὐδὲν τοιοῦτόν ἐστι· Θεὸς γάρ ἐστιν ὁ ἐπαγγελλόμενος, καὶ Ἡ ἐλπὶς  οὐ καταισχύνει.  Ἢ οὐκ ἴστε καὶ  ὑμεῖς,  ἅτε ἐν  τοῖς  βιωτικοῖς  στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο  τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος  αὐτοὺς, ἢ πραγμάτων  μεταβολῆς γενομένης,  ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν  ἐπιτεθέντων,  ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα)  κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί; Τί δὲ, φησὶ, τοὺς ἐπιτυγχάνοντας οὐχ ὁρᾷς, τοὺς δι' ὀλίγων πόνων  μεγάλα κτησαμένους ἀγαθά; Ποῖα ἀγαθά; χρήματα, καὶ οἰκίας, καὶ πλέθρα γῆς τόσα καὶ  τόσα, καὶ  ἀνδραπόδων  ἀγέλας,  καὶ  σταθμὸν  ἀργυρίου  καὶ  χρυσίου; ταῦτα λέγεις  ἀγαθὰ, καὶ οὐκ ἐγκαλύπτῃ  οὐδὲ καταδύῃ, ἄνθρωπος  περὶ οὐρανοῦ φιλοσοφεῖν προστεταγμένος, καὶ πρὸς τὰ τῆς γῆς κεχηνὼς  πράγματα, καὶ ἀγαθὰ καλῶν ἃ μηδενός ἐστιν  ἄξια λόγου;  Εἰ ταῦτα  ἀγαθὰ, πάντως  καὶ τοὺς  κεκτημένους  αὐτὰ ἀγαθοὺς  δεῖ καλεῖν· ὁ γὰρ ἀγαθόν  τι ἔχων,  πῶς οὐκ ἀγαθός; Τί οὖν, εἰπέ μοι; ὅταν οἱ κεκτημένοι αὐτὰ πλεονεκτῶσιν,  ἁρπάζωσιν, ἀγαθοὺς αὐτοὺς καλέσομεν; Εἰ γὰρ ἀγαθὸν ὁ πλοῦτος, ἀπὸ δὲ πλεονεξίας  συνάγεται,  ὅσῳ ἂν αὔξηται,  τοσούτῳ  μᾶλλον  τὸν ἔχοντα  ἀγαθὸν ποιήσει νομίζεσθαι. Ἄρα οὖν ἀγαθὸς ὁ πλεονεκτῶν;  Εἰ δὲ ὁ πλοῦτος  ἀγαθὸς, ὑπὸ δὲ πλεονεξίας αὔξεται, ὅσῳ ἂν πλεονεκτῇ, ἀγαθώτερος ἔσται. Εἶδες τὴν ἐναντίωσιν; Ἀλλὰ ἂν μὴ πλεονεκτῇ, φησί. Καὶ πῶς ἔνι γενέσθαι; ὀλέθριον γὰρ τὸ πάθος, καὶ οὐκ ἔστιν, οὐκ ἔστι μὴ ἀδικοῦντα  πλουτεῖν.  Τοῦτο καὶ ὁ Χριστὸς ἀπεφήνατο  λέγων,  Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Τί οὖν, φησὶν, ἂν παρὰ πατρὸς δέξηται τὸν κλῆρον; Τὰ ἐξ  ἀδικίας  συλλεγέντα  ἐδέξατο.  Οὐ γὰρ  δὴ  ἀπὸ  τοῦ  Ἀδὰμ ὁ πρόγονος  ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί  τινα  ἀδίκως  τὰ τῶν  ἄλλων  εἰληφότα  καὶ καρπούμενον.  Τί οὖν; Ἀβραὰμ, φησὶν, ἄδικον πλοῦτον εἶχε; τί δὲ ὁ Ἰὼβ, ὁ ἄμεμπτος, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος  ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὁ πλοῦτος  ἐκείνοις  οὐκ ἐν χρυσῷ ἦν, οὐδὲ ἐν ἀργύρῳ, οὐδὲ ἐν οἰκοδομήμασιν, ἀλλ' ἐν θρέμμασιν· ἄλλως δὲ καὶ θεόπλουτος οὗτος ἦν. Ὅτι γὰρ ἐν θρέμμασιν  ἦν, εὔδηλον  ἐκεῖθεν·  καταλέγων  γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συμβεβηκότα τῷ μακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον  αὐτῷ κάμηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπεν ὅτι καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν. Ἄλλως  δὲ, καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν· ἀλλ' ἐν οἰκέταις. Τί οὖν; οὐκ ἠγόρασε τούτους; Οὐδαμῶς· διὰ τοῦτο εἶπεν ἡ Γραφὴ, ὅτι οἰκογενεῖς  ἦσαν οἱ τριακόσιοι δέκα καὶ ὀκτώ. Καὶ πρόβατα καὶ βόες ἦσαν αὐτῷ. Πόθεν οὖν χρυσίον ἔπεμψε  τῇ Ῥεβέκκᾳ; Ἀπὸ τῆς Αἰγύπτου δῶρα λαβὼν, οὐ βιασάμενος, οὐδὲ ἀδικήσας.
δʹ. Εἰπὲ γάρ μοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνος  λαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρὰ τοῦ πατρός. ∆υνήσῃ οὖν μέχρι πολλοῦ τοῦ γένους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὖσαν; Ἀλλ' οὐκ ἂν ἔχοις, ἀλλ' ἀνάγκη τὴν ἀρχὴν αὐτῆς καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναί τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν μὲν πλούσιον ἐποίησε,  τὸν  δὲ  πένητα,  οὐδὲ  παραγαγὼν,   τούτῳ   μὲν  ἔδειξε  χρυσίου  θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲ ἀπεστέρησε τῆς ἐρεύνης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν κοινῆς οὔσης, σὺ μὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ μοι, φησὶ, παρέδωκεν.  Ἐκεῖνος δὲ παρὰ τίνος  παρέλαβε; Παρὰ τῶν  προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πόνων λαβὼν τὸν μισθόν. Πλὴν ἀλλ' οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦμαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ἁρπαγῆς ἀπηλλάχθω·  οὐ γὰρ δὴ σὺ ὑπεύθυνος  περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις  μὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ' οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκεχωρήσθω  μηδὲ  ἐκεῖνον   ἡρπακέναι,  ἀλλά  ποθεν  ἀπὸ  γῆς  ἀναβλυσθέντα   τὸν χρυσὸν ἔχειν·  τί  οὖν; παρὰ τοῦτο  ἀγαθὸς  ὁ πλοῦτος;  Οὐδαμῶς. Ἀλλ' οὐδὲ πονηρὸς, φησίν.  Ἐὰν  μὴ  πλεονεκτῇ,  οὐ  πονηρὸς,  ἐὰν  μεταδιδῷ  τοῖς  δεομένοις·  ἐὰν  δὲ  μὴ μεταδιδῷ, πονηρὸς καὶ ἐπίβουλος. Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ  ἐργάζηται.  Καλῶς· τοῦτο  δὲ  οὐ  κακὸν  τὸ  μόνον  ἔχειν  τὰ  ∆εσποτικὰ,  τὸ  μόνον ἀπολαύειν  τῶν  κοινῶν;  ἢ οὐχὶ  τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωμα  αὐτῆς; Εἰ τοίνυν  τοῦ ∆εσπότου τοῦ κοινοῦ τὰ ἡμέτερα, ἄρα καὶ τῶν συνδούλων  τῶν ἡμετέρων· τὰ γὰρ τοῦ ∆εσπότου πάντα κοινά. Ἢ οὐχ ὁρῶμεν καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὕτω ταῦτα διατεταγμένα;  οἷον,  πᾶσιν ἐξ ἴσου τὸ σιτομέτριον  δίδοται·  ἀπὸ τῶν  δεσποτικῶν  γὰρ ἔξεισι θησαυρῶν· ἡ οἰκία ἡ δεσποτικὴ πᾶσιν ἀνεῖται. Κοινὰ καὶ τὰ βασιλικὰ πάντα, αἱ πόλεις, αἱ ἀγοραὶ, οἱ περίπατοι πᾶσίν εἰσι κοινοὶ, πάντες τὸ ἴσον μετέχομεν. Θέα γάρ μοι Θεοῦ οἰκονομίαν·  Ἐποίησεν  εἶναί  τινα  κοινὰ,  ἵνα  κἂν  ἀπ'  ἐκείνων   καταιδέσῃ  τὸ ἀνθρώπινον γένος,  οἷον  τὸν  ἀέρα, τὸν  ἥλιον,  τὸ ὕδωρ, τὴν  γῆν,  τὸν  οὐρανὸν,  τὴν θάλατταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέμει. Ὀφθαλμοὺς πᾶσι  τοὺς  αὐτοὺς  ἐδημιούργησε,  σῶμα  τὸ  αὐτὸ,  ψυχὴν   τὴν  αὐτὴν,  ὁμοίαν   τὴν κατασκευὴν ἐν πᾶσιν, ἀπὸ γῆς τὰ πάντα, καὶ ἀπὸ ἑνὸς ἀνδρὸς πάντας, ἐν τῇ αὐτῇ οἰκίᾳ πάντας.  Ἀλλ' οὐδὲν  τούτων  ἡμᾶς ἐνέτρεψεν.  Ἐποίησε καὶ ἄλλα  κοινὰ, οἷον  λουτρὰ, πόλεις,  ἀγορὰς, περιπάτους.   Καὶ θέα πῶς  ἐν τοῖς κοινοῖς  οὐδεμία μάχη, ἀλλὰ πάντα  εἰρηνικά. Ὅταν δέ τις παρασπάσαι τι ἐπιχειρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται,   ὥσπερ  αὐτῆς   τῆς   φύσεως   ἀγανακτούσης,   ὅτι   δὴ,  πάντοθεν   ἡμᾶς συνάγοντος  τοῦ  Θεοῦ, ἡμεῖς  φιλονεικοῦμεν  διαιρεῖν  ἑαυτοὺς,  καὶ  ἀποσπᾷν  ἐν  τῷ ἰδιοποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐμὸν, τὸ ψυχρὸν τοῦτο ῥῆμα· τότε γὰρ μάχη, τότε ἀηδία. Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ μάχη οὐδὲ φιλονεικία  τίκτεται· ὥστε τοῦτο μᾶλλον  ἐκείνου συγκεκλήρωται  ἡμῖν, καὶ κατὰ φύσιν ἐστί. ∆ιὰ τί μηδεὶς ὑπὲρ ἀγορᾶς ποτε  δικάζεται;  ἆρα  οὐχ  ὅτι  κοινὴ  πάντων   ἐστίν;  Ὑπὲρ δὲ  οἰκίας  πάντας  ὁρῶμεν δικαζομένους, ὑπὲρ χρημάτων. Καὶ τὰ μὲν ἀναγκαῖα κοινὰ ἡμῖν πρόκειται· ἡμεῖς δὲ οὐδὲ ἐν τοῖς ἐλαχίστοις τὸ κοινὸν  φυλάττομεν.  Καὶ μὴν διὰ τοῦτο ἡμῖν ἐκεῖνα ἀνῆκεν, ἵνα παιδευθῶμεν  ἀπ' ἐκείνων  καὶ ταῦτα ἔχειν  κοινῶς·  ἡμεῖς δὲ οὐδὲ οὕτω  παιδευόμεθα. Ἀλλ' ὅπερ ἔφην,  πῶς  ὁ τὸν πλοῦτον  ἔχων  ἀγαθός; Οὐκ ἔνι  τοῦτο, ἀλλ' ἀγαθὸς, ἐὰν ἑτέροις μεταδῷ· ὅταν μὴ ἔχῃ, τότε ἀγαθός· ὅταν ἑτέροις αὐτὸν δῷ, τότε ἀγαθός· ἕως δ' ἂν ἔχῃ, οὐκ ἂν εἴη ἀγαθός. Τοῦτο οὖν ἀγαθὸν, ὃ κατεχόμενον  μὲν πονηροὺς δείκνυσιν, ἡ ἀπόκτησις δὲ ἀγαθούς; Οὐκ ἄρα τὸ ἔχειν χρήματα ἀγαθὸν, ἀλλὰ τὸ μὴ ἔχειν ἀγαθὸν ποιεῖ φαίνεσθαι. Οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν. Ἂν δὲ καὶ παρὸν λαβεῖν, μὴ λάβῃς, πάλιν ἀγαθός.  Εἰ τοίνυν  καὶ ἔχοντες  τοῦτον,  ἂν τοῖς  ἄλλοις  μεταδοίημεν,  ἢ διδόμενον  οὐ λαμβάνοντες, τότε ἐσμὲν ἀγαθοὶ, ἂν δὲ λάβωμεν ἢ κτησώμεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν ἂν  γένηται  ὁ πλοῦτος;  Μὴ τοίνυν  κάλει  τοῦτο  ἀγαθόν.  ∆ιὰ τοῦτο  αὐτὸν  οὐκ ἔχεις, ἐπειδὴ ἀγαθὸν αὐτὸν νομίζεις, ἐπειδὴ, ἐπτόησαι περὶ αὐτόν. Κάθαρόν σου τὴν διάνοιαν, τὴν κρίσιν ἔχε διηκριβωμένην,  καὶ τότε ἔσῃ ἀγαθός· μάθε τίνα  ἐστὶ τὰ ὄντως  ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Ἀρετὴ, φιλανθρωπία·  ταῦτα ἀγαθὰ, οὐκ ἐκεῖνος. Κατὰ τοῦτον τὸν κανόνα  ἐὰν ᾖς ἐλεήμων,  ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ· ἂν δὲ πλούσιος  ᾖς,  οὐκέτι.  Οὕτω  γενώμεθα  οὖν  ἀγαθοὶ,  ἵνα  καὶ  ὦμεν  ἀγαθοὶ,  καὶ  τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν,  ἐν  Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

OΜΙΛΙΑ ΙΓʹ.Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.


αʹ. Τῶν  πραγμάτων  τὰ  μὲν  διδασκαλίας  δεῖται,  τὰ  δὲ  ἐπιταγῆς.  Ἂν  τοίνυν ἐπιτάττῃς  ὑπὲρ  ὧν  διδάσκειν  χρὴ,  καταγέλαστος  ἔσῃ· πάλιν,  ἂν  διδάσκῃς  ὑπὲρ  ὧν ἐπιτάττειν  χρὴ, τὸ αὐτὸ ὑπομένεις  ὁμοίως. Οἷόν τι λέγω· Τὸ μὴ εἶναι  πονηρὸν,  ὑπὲρ τούτου  οὐ  διδάσκειν  χρὴ,  ἀλλ'  ἐπιτάττειν,   καὶ  ἀπαγορεύειν  μετὰ   πλείονος αὐθεντίας·  τὸ μὴ Ἰουδαΐζειν,  ἐπιταγῆς  δεῖται. Ἂν μέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐνταῦθα διδασκαλίας χρεία. ∆ιὰ τοῦτο  ἀμφότερα  τίθησιν  ὁ Παῦλος. Παράγγελλε  καὶ δίδασκε, φησίν.  Οἷον εἴ τις ἔχει περίαπτα,   ἢ  εἴ  τι  ἕτερον   τοιοῦτον,   ὅταν   εἰδότες   αὐτὰ  πονηρὰ   ὄντα   πράττωσι, παραγγελίας  δεῖ  μόνης·  ὅταν  δὲ μὴ εἰδότες,  διδασκαλίας.  Μηδείς σου τῆς  νεότητος καταφρονείτω,   φησίν.  Ὁρᾷς ὅτι  καὶ  ἐπιτάττειν   χρὴ  τὸν  ἱερέα  καὶ  αὐθεντικώτερον διαλέγεσθαι, μὴ πάντα διδάσκειν; Εὐκαταφρόνητον  γάρ πως πρᾶγμα ἡ νεότης ἀπὸ τῆς κοινῆς  προλήψεως  γέγονε· διὰ τοῦτό  φησι, Μηδείς σου  τῆς νεότητος καταφρονείτω.  ∆εῖ γὰρ καὶ ἀκαταφρόνητον  εἶναι τὸν διδάσκαλον. Ποῦ οὖν τὸ ἐπιεικὲς, φησί; ποῦ οὖν τὸ πρᾶον, ἂν μὴ καταφρονῆται; Ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω καὶ  φερέτω·  οὕτω  γὰρ  ἡ  διδασκαλία  κατορθοῦται  τῇ  μακροθυμίᾳ·  ἐν  δὲ  τοῖς  πρὸς ἑτέρους, μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης. Ἂν μὲν ὕβρεις ἐκδικῇ τὰς  εἰς  ἑαυτὸν,  ἂν  λοιδορίας,  ἂν  ἐπιβουλὰς,  εἰκότως  ἐγκαλεῖς· ἂν  δὲ ὑπὲρ τῆς  τῶν ἄλλων  σωτηρίας,  ἐπίταττε  καὶ  μετὰ  αὐθεντίας  προνόει.  Ἐνταῦθα  οὐκέτι  ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται.  Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο· Μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν  τις καταφρονήσει,  ἀλλὰ  καὶ θαυμάσει μᾶλλον.  ∆ιὰ τοῦτο καὶ ἐπάγει  λέγων, Ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ, περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου αὐτὸς ἔσο, ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας. Τὸν γὰρ διδάσκαλον  τοιοῦτον  εἶναι  χρή. Ἐν λόγῳ,  ὡς καὶ φθέγγεσθαι  μετ' εὐκολίας· Ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ τῇ ὀρθῇ, ἐν σωφροσύνῃ· Ἕως ἔρχομαι,  πρόσεχε  τῇ  ἀναγνώσει,   τῇ  παραινέσει,  τῇ  διδασκαλίᾳ.  Τιμοθέῳ  κελεύει προσέχειν  τῇ ἀναγνώσει.  Ἀκούωμεν  ἅπαντες,  καὶ παιδευώμεθα  μὴ ἀμελεῖν  τῆς τῶν θείων Γραφῶν μελέτης. Ἰδοὺ πάλιν, Ἕως ἔρχομαι, φησίν.Ὅρα πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα  ζητεῖν. Ἕως ἔρχομαι, φησὶ, πρόσεχε τῇ ἀναγνώσει τῇ τῶν θείων Γραφῶν, τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους,  τῇ διδασκαλίᾳ τῇ πρὸς πάντας.
Μὴ ἀμέλει  τοῦ  ἐν  σοὶ χαρίσματος,  ὃ  ἐδόθη  σοι διὰ  προφητείας.  Τὴν  διδασκαλίαν ἐνταῦθα  προφητείαν  λέγει.  Μετὰ ἐπιθέσεως  τῶν  χειρῶν  τοῦ  πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων  φησὶν  ἐνταῦθα,  ἀλλὰ  περὶ  ἐπισκόπων·  οὐ  γὰρ  δὴ  πρεσβύτεροι  τὸν ἐπίσκοπον ἐχειροτόνουν.  Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις  περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων  ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ, φησὶ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τουτέστι, Πρόσεχε σεαυτῷ, καὶ δίδασκε καὶ τοὺς λοιπούς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ  τοὺς  ἀκούοντάς  σου.  Καλῶς  εἶπε,  Καὶ σεαυτόν.  Ὁ  γὰρ  τοῖς  τῆς  διδασκαλίας ἐντρεφόμενος  λόγοις, πρότερον αὐτὸς καρποῦται τὴν ὠφέλειαν·  ἐν τῷ γὰρ παραινεῖν ἑτέροις, καὶ ἑαυτὸν  κατανύσσει. Οὐ γὰρ δὴ πρὸς Τιμόθεον ταῦτα εἴρηται, ἀλλὰ  πρὸς πάντας. Εἰ δὲ τῷ νεκροὺς ἀνιστῶντι  τοιαῦτα παραινεῖ, τί ἐροῦμεν ἡμεῖς; Καὶ ὁ Χριστὸς δὲ τὸ περὶ τῶν  διδασκάλων  αἰνίττεται  λέγων·  Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν  οὐρανῶν ἀνθρώπῳ  οἰκοδεσπότῃ,  ὃς ἐκβάλλει  ἐκ τοῦ  θησαυροῦ αὑτοῦ  καινὰ  καὶ  παλαιά.  Καὶ πάλιν  ὁ μακάριος  Παῦλος τὸ αὐτὸ παραινῶν  φησιν·  Ἵνα  διὰ τῆς ὑπομονῆς  καὶ τῆς παρακλήσεως  τῶν  Γραφῶν  τὴν  ἐλπίδα  ἔχωμεν.  Καὶ μάλιστα  πάντων   αὐτὸς  τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα  αὐτὸν  εἰκὸς  προσέχειν  τῇ  ἀναγνώσει· ὁ γὰρ ἑτέροις  ταῦτα  παραινῶν,  ἑαυτῷ προτέρῳ  παρῄνεσεν   ἄν.  Ὁρᾷς  γοῦν   αὐτὸν   συνεχῶς     ταῖς  τῶν   προφητῶν κεχρημένον  μαρτυρίαις,  καὶ θεωροῦντα  τὰ ἐν  αὐταῖς·  Εἶτα Παῦλος μὲν  προσέχει τῇ ἀναγνώσει  (οὐ γάρ ἐστι μικρὰν  ἀπὸ τῶν  Γραφῶν ὠφέλειαν  καρπώσασθαι)· ἡμεῖς  δὲ ῥᾳθυμοῦμεν καὶ παρέργως ἀκούομεν; καὶ πόσης οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι; Ἵνα σου γὰρ ἡ προκοπὴ φανερὰ ᾖ, φησὶν, ἐν πᾶσιν.
βʹ. Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ μέγαν γενέσθαι καὶ θαυμαστόν; ∆ιὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ μὴ  ἐπιπλήξῃς.   Ἆρα  τὸ  ἀξίωμα  νῦν   φησιν;  Οὐκ  ἔγωγε   οἶμαι,  ἀλλὰ   περὶ  παντὸς γεγηρακότος. Τί οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ' ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχθείης ἁμαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς μητέρας, νεωτέρους ὡς ἀδελφοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ. Αὐτὴ τοῦ πράγματος  ἡ φύσις  φορτικόν  τί ἐστι, τὸ ἐλέγχεσθαι  λέγω,  καὶ μάλιστα ὅταν  καὶ εἰς γέροντα   γένηται·   ἂν   δὲ   καὶ   παρὰ   νέου,   τριπλοῦν   γίνεται   τὸ   τῆς   προπετείας. Παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν, εἴ τις  θέλει  τοῦτο  ἀσκεῖν· πολλῆς  μὲν  γὰρ  συνέσεώς  ἐστιν,  ἔνεστι  δέ. Νεωτέρους  ὡς ἀδελφοὺς,  φησί. ∆ιὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν  διὰ τὴν ἡλικίαν αἰνιττόμενος.  ∆εῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ. Νεωτέρας, φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ.  Μή μοι, φησὶ, τὴν  τῆς μίξεως μόνον εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόμεναι   ὁμιλίαι   δυσκόλως   διαφεύγουσιν   ὑποψίαν,   δεῖ   δὲ  γενέσθαι   παρὰ  τοῦ ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐν πάσῃ ἁγνείᾳ,  προστίθησι, δηλῶν  ὅτι μετὰ πάσης ἁγνείας  προσήκει τὰς πρὸς αὐτὰς ὁμιλίας  ποιεῖν.  Τί λέγεις,  εἰπέ μοι; Τιμοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι' αὐτοῦ γὰρ τῇ οἰκουμένῃ  διαλέγομαι.  Εἰ δὲ Τιμοθέῳ  ταῦτα ἐπιτάττει,  ἐννοείτω  ἕκαστος τῶν ἄλλων  ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν  βουλομένοις. Χήρας τίμα, τὰς ὄντως χήρας. ∆ιὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται, μηδὲ λέγει, Παρθένους τίμα; Ὅτι μοι δοκοῦσι μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι.  Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
Χήρας τίμα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν  παρθένον  οὐ τοῦτο  ποιεῖ  παρθένον,  τὸ μὴ ὡμιληκέναι  γάμῳ,  ἀλλὰ πολλῶν  καὶ ἑτέρων  δεῖ, τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρημία ποιεῖ ἁπλῶς, ἀλλ' ἡ μετὰ σωφροσύνης ὑπομονὴ, ἡ ἐκ πάντων  μόνωσις. Τὰς τοιαύτας χήρας τιμᾷν παραινεῖ, εἰκότως· πολλῆς  γὰρ δέονται τιμῆς μεμονωμέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησομένους· τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ καὶ δυσοιώνιστον  παρὰ τοῖς πολλοῖς.  ∆ιὰ τοῦτο πολλῆς  αὐτὴν  βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀξία ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν  πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς  προγόνοις.   Ὅρα  τοῦ  Παύλου  τὸ  συνετὸν,   πῶς  πολλαχοῦ   ἀπὸ  ἀνθρωπίνων προτρέπει  λογισμῶν.  Οὐ γὰρ ἔθηκεν  ἐνταῦθα  μέγα  τι καὶ ὑψηλὸν,  ἀλλ' ὅπερ ἐστὶν   εὐσυνείδητον·   Καὶ  ἀμοιβὰς,   φησὶν,   ἀποδιδόναι   τοῖς   προγόνοις.   Πῶς;   Τῆς ἀνατροφῆς,  τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς  τῆς ἐπιμελείας·  ἀπῆλθον  ἐκεῖνοι· οὐκ ἠδυνήθης  αὐτοῖς ἀποδοῦναι  τὴν ἀμοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας  αὐτοὺς, οὐδὲ  ἀνέθρεψας·  ἐν  τοῖς  ἐκγόνοις  αὐτοῦ  ἀμείβου,  ἀποδίδου  τὸ  ὀφείλημα  διὰ  τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν  ἁπλούστερον.  Εἶτα ἵνα  μᾶλλον  ἐπάρῃ,  ἐπήγαγε·  Τοῦτο γάρ  ἐστιν  ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄντως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς  νυκτὸς  καὶ  ἡμέρας·  ἡ  δὲ  σπαταλῶσα,  ζῶσα  τέθνηκεν.  Εἴ τις,  φησὶ,  μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς  καὶ ἡμέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυμάζει  τὴν  παιδοτροφοῦσαν,   ὡς  χρή·  ἀλλ'  εἴ  τις  τέκνα  μὴ  ἔχει,  τουτέστιν,  ἡ μεμονωμένη  οὖσα. Εἶτα παραμυθεῖται  αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν  τέκνων  ἀπεστερημένη  οὖσα τύχῃ· ἔχει  γὰρ τὸν  Θεὸν ἀντὶ  πάντων.  Οὐ γὰρ μὴ ἔχουσα τέκνα  ἐλάττων  ἐστὶν,  ἀλλὰ  τὸ  λεῖπον  αὐτῇ  διὰ  τὴν  τῶν  παίδων  ἀπουσίαν πληροῖ  τῇ  παραμυθίᾳ.  Ὃ οὖν  λέγει,  τοιοῦτό  ἐστι·  Μὴ ἄλγει,  ἐὰν  ἀκούσῃς, ὅτι  δεῖ παιδοτροφεῖν,  ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουμένου  σοι τοῦ ἀξιώματος· ὄντως εἶ· Ἡ χήρα δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
γʹ. Ἐπειδὴ γὰρ πολλαὶ  τέκνα ἔχουσαι τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς  ἀφορμὰς  περικόψωσιν,  ἀλλ'  ἵνα  μᾶλλον  αὐτὰς  ἐξάψωσιν,  ἵνα  μετὰ  πλείονος αὐθεντίας  ἅπαντα  πράττωσι,  καὶ  κοσμικαῖς  μᾶλλον  ἐκδοῖεν  ἑαυτὰς  ἐπιθυμίαις,  διὰ τοῦτό φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε.  Τί λέγεις; καὶ χήρα γυνὴ  οὐκ ὀφείλει σπαταλᾷν; Οὒ, φησίν. Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία  ἡ σπατάλη,  ἀλλὰ  θανάτου  γίνεται  πρόξενος,  θανάτου  τοῦ  αἰωνίου,  τί  ἂν εἴποιεν ἄνδρες σπαταλῶντες; Εἰκότως δέ φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ἀλλ' ἵνα μάθῃς, φέρε ἴδωμεν  τί τῶν  ζώντων  ἔργον ἐστὶ, καὶ τί τῶν  τεθνηκότων,  καὶ ποῦ τάξομεν ταύτην. Οἱ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι, τῆς μελλούσης, τῆς ὄντως ζωῆς. Τίνα δέ ἐστι τῆς μελλούσης ζωῆς, περὶ ἣν ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα  χρόνον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην  ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν μόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν  ἀέρα· οὐ τούτῳ  φαμὲν,  ἀλλὰ  τῷ ἀγαθόν  τι ποιεῖν·  ἐπεὶ εἰ μὴ τοῦτο προσῇ, τῶν τεθνεώτων οὐδὲν κρείττονες  ἔσονται. Καὶ ἵνα μάθῃς, ἄκουε πῶς ἔστι καὶ ἀποθανόντα ζῇν. Ὁ Θεὸς, φησὶν, οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Ἀλλὰ τοῦτο, φησὶν, αἴνιγμα πάλιν. Οὐκοῦν ἀμφότερα ἐπιλυσώμεθα. Τέθνηκέ τις ζῶν, ὅταν ἐν σπατάλῃ διάγῃ. Πῶς;
Τῇ γαστρὶ ζῇ μόνῃ, ταῖς δὲ ἄλλαις αἰσθήσεσιν οὐδαμῶς· οἷόν πως, οὐχ ὁρᾷ ἃ χρὴ ὁρᾷν, οὐκ ἀκούει ἃ χρὴ ἀκούειν, οὐ φθέγγεται, ἃ δεῖ φθέγγεσθαι, οὐδὲ τὰ τῶν ζώντων ἐνεργεῖ· ἀλλ' ὥσπερ ἐκεῖνος ὁ τεταμένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλμοὺς  μύσας, καὶ τὰ ὄμματα συνειλημμένος,  τῶν  ὄντων  οὐδενὸς  ἐπαισθάνεται,  οὕτω  καὶ  οὗτος·  μᾶλλον  δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ  χεῖρον. Ἐκεῖνος μὲν γὰρ καὶ τῶν ἀγαθῶν  ὁμοίως, καὶ τῶν κακῶν ἀνεπαισθήτως  ἔχει· οὗτος δὲ ἐκείνων  αἰσθάνεται μόνων, τῶν κακῶν λέγω, πρὸς δὲ τὰ ἀγαθὰ  τῷ  κειμένῳ  ὁμοίως  ἐστὶν  ἀκίνητος.  Οὕτω μὲν  οὖν  καὶ  τέθνηκεν.  Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς μελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατάδυσίν τινα σκοτεινὴν καὶ ζοφώδη,  καὶ  ἄντρον  πολλῆς  ἀκαθαρσίας  γέμον,  λαβοῦσα  εἰς  τοὺς  οἰκείους  αὐτὸν κόλπους ἡ μέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρίβειν, ὥσπερ τοὺς τεθνεῶτας. Ὅταν γὰρ τὸν πάντα χρόνον τὸν μὲν ἀριστῶν, τὸν δὲ μεθύων διατελῇ, οὐχὶ ἐν σκότῳ ἐστίν; οὐχὶ νεκρός ἐστι; Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν,  οὐκ ἔχει νῆψιν  καθαρὰν, τῷ μήπω  τὸν  ἑσπερινὸν  ἤδη  κεκενῶσθαι  οἶνον  καὶ  ἀπηντλῆσθαι,  καὶ  τοῦ  μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον. Τοῦτον οὖν, εἰπέ μοι, μετὰ τῶν ζώντων  ἀριθμήσομεν; Τί ἄν τις εἴποι τὸν πολὺν χειμῶνα  τὸν ἀπὸ τῆς τρυφῆς, τὸν εἰς τὴν ψυχὴν, τὸν εἰς τὰ σώματα εἰσρεόμενον; Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς  οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάμψαι  ποτέ· οὕτως οἱ τῆς τρυφῆς καὶ τοῦ οἴνου ἀτμοὶ, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέφαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖ στήσαντες νέφος, τὸ λογικὸν  οὐκ ἀφιᾶσιν ἐκταθῆναί  ποτε, ἐν πολλῇ σκοτομήνῃ κατέχοντες  τὸν μεθύοντα. Πόσον οἴει λοιπὸν ἔνδον εἶναι τὸν χειμῶνα  τοῦ ταῦτα παθόντος; πόσον τὸν θόρυβον; Καθάπερ γὰρ πλημμύρας  γενομένης,  καὶ  τοῦ  ὕδατος  τῶν  ἐργαστηρίων  τὰ πρόθυρα ὑπερπηδήσαντος, τοὺς ἐνοικοῦντας ὁρῶμεν ἀεὶ θορυβουμένους, καὶ καδίσκους καὶ ἀμφορέας καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι, ἵνα μὴ καὶ τοὺς θεμελίους  διασήψῃ, καὶ τὰ σκεύη ἅπαντα  ἄχρηστα ἐργάσηται· οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος  γένηται  τῇ πολλῇ τρυφῇ, θορυβοῦνται  μὲν ἔνδον οἱ λογισμοὶ, τὸ δὲ ἤδη συναχθὲν οὐκέτι κενῶσαι ἰσχύοντες, τῷ πάλιν ἕτερον ἐπεισελθεῖν πολὺς ὁ χειμὼν τίκτεται. Μὴ γάρ μοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέμοντα τῆς κατηφείας· καὶ εἴ γε ἐνῆν τὴν ψυχὴν ἐκβαλόντα τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποβαλεῖν, εἶδες ἂν τὴν τοῦ σπαταλῶντος κατηφῆ, στυγνὴν, ὀδυνηρὰν, κατισχνωμένην. Ὅσῳ γὰρ ἂν τὸ σῶμα λιπαίνηται  καὶ παχύνηται,  τοσούτῳ μᾶλλον  ἐκείνη  κατισχνοῦται  καὶ ἀσθενεστέρα γίνεται·  καὶ ὅσῳ ἂν ἐκεῖνο  θάλπηται, τοσούτῳ μᾶλλον αὕτη θάπτεται. Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν  ἂν μὲν τοὺς ἔξωθεν  ἐπικειμένους  χιτωνίσκους  ἔχῃ παχεῖς,  οὐκ ἰσχύει τὸ διορατικὸν  ἀφεῖναι  καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκκρουομένης ὑπὸ τῆς παχύτητος,  καὶ σκότος γίνεται  πολλάκις· οὕτω   καὶ   τὸ   σῶμα,  ἐπειδὰν   λιπαίνηται   συνεχῶς,   πολλὴν   εἰκὸς   τὴν   παχύτητα περικεῖσθαι.  Ἀλλ' οἱ τεθνεῶτες, φησὶ, σήπονται καὶ διαφθείρονται,  καὶ πολὺς ἀπ' αὐτῶν  ἰχὼρ διαῤῥεῖ. Οὕτω καὶ ἐπὶ τῆς σπαταλώσης ἔστιν ἰδεῖν, τὸ ῥεῦμα, τὸ φλέγμα, κόρυζα, λὺγξ, ἔμετοι, ἐρυγαί· τὰ γὰρ ἄλλα, ἃ καὶ αἰσχρὸν εἰπεῖν, παρίημι. Τοσαύτη γὰρ τῆς τρυφῆς ἡ τυραννὶς, ὅτι ἃ μηδὲ εἰπεῖν ἀνεχόμεθα, ταῦτα ποιεῖ αὐτὰς ὑπομένειν.δʹ. Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν; Ἀλλ' ἐσθίει καὶ πίνει; Ἀλλ'οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης  τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν  τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον  οὐδὲν ὀνίνησιν,  οὕτω καὶ σῶμα περικείμενον  εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ.  Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν,  θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ' ἐκείνων  τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν  ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος  δίκαιος,  ἀληθινὸς,  θεοσεβὴς, ἀπεχόμενος  ἀπὸ παντὸς  πονηροῦ πράγματος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων.  Τοὺς  δὲ  μὴ  τοιούτους,  κἂν  νοῦ  μετέχωσι,  κἂν  μυριάκις  ἐπιστήμης  ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας,  καὶ λύκους, καὶ εἴ τι τούτων  ἀτιμότερον  τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων;  οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν  συνελθεῖν· ταῦτα ἀλλήλων  ἐστὶν ἀναιρετικά. Τοῦτο καὶ  οἱ  ἔξωθέν  φασιν,  ὅτι  Παχεῖα γαστὴρ λεπτὸν  οὐ τίκτει  νόον.  Οἶδε καὶ  ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ  εἶναι  αὐτοὺς  σάρκας.  Καίτοι  γε  καὶ  ψυχὴν   εἶχον,  ἀλλὰ  ἐπειδὴ  νεκρὰν  αὐτὴν περιέφερον,  σάρκας αὐτοὺς  εἶπεν.  Ὥσπερ γὰρ περὶ τῶν  ἐναρέτων,  κἂν  ἔχωσι  σῶμα, ὅμως φαμὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦμά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων  τὰ ἐναντία.  Οὕτω καὶ Παῦλος ἔλεγεν· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ μὴ τὰ τῆς σαρκὸς ἐπετέλουν.   Οὕτως  οἱ  σπαταλῶντες   οὐκ  εἰσὶν  ἐν  ψυχῇ,  οὐδὲ  ἐν  πνεύματι.   Ἡ  δὲ σπαταλῶσα,  ζῶσα  τέθνηκε,   φησίν.   Ἀκούσατε  αἱ   πάντα   τὸν   χρόνον   ἐν   κώμοις διατρίβουσαι καὶ μέθαις, αἱ τοὺς μὲν πένητας  περιορῶσαι ὑπὸ λιμοῦ τηκομένους  καὶ ἀποθνήσκοντας,  διηνεκῶς  δὲ ὑμεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι. ∆ύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων,  καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας. Εἰ δὲ ἐκεράσατε  τὴν  ὑμετέραν  πλησμονὴν  ἐκείνῃ  τῇ  ἐνδείᾳ,  δύο  ζωὰς  ἂν  εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησμονῇ; τί κατατήκεις  τὴν τοῦ πένητος  ἐν ἐνδείᾳ; Ταύτην πλέον τοῦ μέτρου καταπιαίνεις·  ἐκείνην  ὑπὲρ τὸ μέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γίνεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν; τί τοίνυν, ὥστε πλείονα  ἐκεῖνα ἀποθέσθαι, σπουδά  ζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κόπρου πλεονασμός. Ἔχει γὰρ ἡ φύσις μέτρα, καὶ τὸ πλέον ἐκείνων  οὐκέτι γίνεται  τροφὴ, ἀλλὰ λύμη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶμα, μὴ  ἀποκτείνῃς.   ∆ιὰ  τοῦτο  τροφὴ  κέκληται,  οὐχ  ἵνα  ἀπολλύωμεν   αὐτὸ,  ἀλλ'  ἵνα τρέφωμεν·  διὰ τοῦτο οἶμαι καὶ τὴν τροφὴν  εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα μὴ τῆς τρυφῆς ὦμεν ἐρασταί· ὡς εἰ μὴ τοῦτο ἦν, μηδὲ εἰς ἄχρηστον ἦγε, μηδὲ ἐλυμαίνετο  τῷ σώματι, οὐκ  ἂν  ἐπαυσάμεθα  ἀλλήλους  καταπίνοντες.   Εἰ γὰρ  ὅσον  ἐβουλόμεθα  δεχομένη  ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους  καὶ μάχας. Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινομένων,  τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ νόθον,  ὅμως ἐγκείμεθα  τῇ τρυφῇ, καὶ πολλάκις  οὐσίας ὁλοκλήρους  ἐν τραπέζῃ  μιᾷ  καταναλίσκομεν·  εἰ  μὴ  τοιοῦτον  ἦν  τὸ  τέλος  τῆς  τρυφῆς,  τί  οὐκ  ἂν ἐπράξαμεν;  Πλείονος   δυσωδίας   πληροῦμεν   ἑαυτοὺς,   ὅταν   μᾶλλον   τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώματος πάντοθεν  διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ  τὸν  ἐγκέφαλον   λυμήνασθαι   τῶν   ἔξωθεν·  ἀτμοὶ  πάντοθεν   ἀπὸ  τοῦ  σώματος ζοφώδεις  προΐενται,  καθάπερ  ἀπὸ καμίνου  τῆς θερμότητος  σαπείσης ἔνδον.  Εἰ δὲ οἱ ἔξωθεν   οὕτω  δυσχεραίνουσι,  τί  οἴει  παθεῖν   τὸν  ἐγκέφαλον   ἔνδον,   πληττόμενον συνεχῶς ὑπὸ τῶν ἀτμῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵματος ζέοντος καὶ ἐμφραττομένου; τί δὲ τὰς δεξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀμάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ  τὴν  κόπρον  εἰς  τὰ  ἄνω  πέμψωσι,  καὶ  πάντα  ὑπὲρ  τούτου  πράττομεν,  κοντοῖς ὠθοῦντες, μακέλλαις σύροντες· τὰς δὲ ἀμάρας τῆς ἡμετέρας γαστρὸς οὐ διακαθαίρομεν, ἀλλ' ἐμφράττομεν  καὶ πιλοῦμεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν  ἐγκέφαλον  λέγω,  οὐδεμίαν  ποιούμεθα  πρόνοιαν.  ∆ιά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες  κόσμιον, οὕτω πάντα πράττομεν,  ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον. ∆ιὰ τοῦτο  ὁ Θεὸς πόῤῥω  ἀπῴκισεν  ἐκεῖνα  τὰ  μέλη,  ὥστε  μηδεμίαν  ἐξ αὐτῶν  δέχεσθαι λύμην. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς, ἀλλὰ πάντα διαφθείρομεν  τῇ ἀμετρίᾳ. Τί δ' ἄν τις εἴποι τὰ  ἄλλα  κακά;  Ἀπόφραξον  τοὺς  ὀχετοὺς  τῶν   ἀμαρῶν,  καὶ  ὄψει  λοιμὸν   εὐθέως τικτόμενον.  Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ   πάντοθεν   ἐμπεφραγμένη   τῷ   στεγανῷ   τοῦ   σώματος,  καὶ   μὴ  ἔχουσα  πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς  μὲν  τὸν  Θεὸν  πολλοὶ  δυσχεραίνουσι,  Τί  ποτε  τοῦτό  ἐστι;  λέγοντες·  κόπρον βαστάζειν ἡμᾶς ἐνομοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι. ∆ιὰ τοῦτο ὁ Θεὸς ἐνομοθέτησεν,   ἵνα   κἂν   οὕτω   τῆς   τρυφῆς   ἀπαλλάξῃ,   ἵνα   κἂν   οὕτω   πείσῃ   μὴ προσηλῶσθαι  τοῖς  βιωτικοῖς.  Σὺ δὲ οὐδὲ οὕτως  ἀνέχῃ  παύσασθαι τῆς  τρυφῆς,  ἀλλὰ μέχρι τοῦ φάρυγγος,  μέχρι τοῦ καιροῦ τῆς τραπέζης, μᾶλλον  δὲ οὐδὲ μέχρι τότε τῆς ἡδονῆς παραμενούσης, ἐπιμένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅμα μὲν παρέδραμε τὴν γλῶτταν  καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ μὴ κατεργαζομένου  τοῦ στομάχου, ἢ μετὰ πολλῆς  τῆς δυσκολίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ  οὐκ  ἔστιν  οὔτε  ἀκοῦσαι, οὔτε  εἰπεῖν  τὴν  σπαταλῶσαν  ψυχήν·  μα  λακὴ γίνεται,   ἀγεννὴς,   ἄνανδρος,   ἀνελευθέρα,   δειλὴ,   θρασύτητος,  κολακείας,   ἀμαθίας πλήρης,  θυμοῦ,  ἀκροχολίας,  πάντων   τῶν  κακῶν  μεστὴ, τῶν  δὲ  ἐναντίων  ἀγαθῶν ἔρημος.  ∆ιὰ  τοῦτό  φησι·  Καὶ ταῦτα  παράγγελλε,  ἵνα  ἀνεπίληπτοι   ὦσιν.  Ὁρᾷς  ὅτι νομοθεσίας  τὸ πρᾶγμά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει  αὐτό· παράγγελλε,  φησὶ, μὴ τρυφᾷν,  ὡς ὡμολογημένου  ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν  τὸν τρυφῶντα μυστηρίων μετέχειν.  Καὶ ταῦτα παράγγελλε,  ἵνα ἀνεπίληπτοι  ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁμαρτήμασι κεῖται τὸ πρᾶγμα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν μὴ πραχθῇ, οὐδὲν κωλύει  ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόμενοι   καὶ ἡμεῖς παραγγέλλωμεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσανέχων καὶ πραγματείαις, καθάπερ τις λειποτάκτης  κρίνεται, πολλῷ  μᾶλλον  αἱ χῆραι. Μὴ ζητῶμεν  ἐνταῦθα  τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωμεν· μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΟΜΙΛΙΑ Ι∆ʹ.Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.

αʹ. Πολλοὶ νομίζουσιν ἀρκεῖν ἑαυτοῖς πρὸς σωτηρίαν τὴν οἰκείαν ἀρετήν· κἂν τὰ κατὰ  τὸν  ἑαυτῶν  βίον  καλῶς  διάθωνται,  μηδὲν  αὐτοῖς  ἔτι  λείπειν  πρὸς  σωτηρίαν ἡγοῦνται. Οὐ μὴν ὀρθῶς οἴονται. Καὶ τοῦτο δείκνυσι μὲν καὶ ὁ τὸ τάλαντον  κατορύξας τὸ ἕν· οὐ γὰρ δὴ μειώσας αὐτὸ προσήνεγκεν,  ἀλλ' ὁλόκληρον,  καὶ τοιοῦτον,  οἶον  ὁ παρακαταθέμενος ἔδωκεν. ∆είκνυσι δὲ καὶ ἐνταῦθα ὁ μακάριος Παῦλος οὕτω λέγων· Εἰ δέ τις τῶν ἰδίων οὐ προνοεῖ. Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα· ἐπεὶ καὶ αὕτη πρόνοιά ἐστιν. Ὁ δὲ τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, τουτέστι, τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶν, ἐστὶ χείρων. Ὃ λέγει καὶ Ἡσαΐας ὁ τῶν προφητῶν  κορυφαῖος· Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ γάρ τις τοὺς γένει προσήκοντας καὶ ἡνωμένους  ὑπὸ ἀγχιστείας  περιίδοι, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; οὐχὶ κενοδοξίαν τὸ πρᾶγμα πάντες ἐροῦσιν, ὅταν τοὺς ἀλλοτρίους εὖ ποιῶν, τῶν αὑτοῦ καταφρονῇ καὶ μὴ φείδηται; τί δὲ, ὅταν ἄλλους κατηχῶν, τούτους ἐν πλάνῃ περιορᾷ, καίτοι πλείονα ἔχων εὐκολίαν καὶ μεῖζον δικαίωμα ἐν τῷ εὖ ποιεῖν; Σφόδρα γε· οὐ γὰρ ἐροῦσι, Φιλόστοργοι οἱ Χριστιανοὶ οἱ τοὺς ἑαυτῶν περιορῶντες; Καὶ ἔστι, φησὶν, ἀπίστου χείρων. ∆ιὰ τί; Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν τῆς φύσεως ἀδικεῖ ὁ τῶν ἰδίων καταμελῶν. Εἰ δὲ ὁ μὴ προνοῶν τῶν οἰκείων τὴν πίστιν ἤρνηται, καὶ ἀπίστου χείρων ἐστὶν, ὁ καὶ ἀδικῶν τοὺς οἰκείους, ποῦ τετάξεται; μετὰ τίνος στήσεται; Πῶς δὲ τὴν πίστιν ἤρνηται; Θεὸν, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τί δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; Τοὺς οἰκείους τοῦ σπέρματος μὴ ὑπερορᾷν. Πῶς δὲ πιστεύει ἀρνησίθεος ὁ τοιοῦτος γεγονώς; Ἐννοήσωμεν ὅσοι χρημάτων φειδόμενοι  τῶν οἰκείων  καταφρονοῦμεν· ὁ Θεὸς διὰ  τοῦτο  καὶ  τὴν  ἀπὸ  τῆς  συγγενείας  ἐπενόησεν ἕνωσιν, ἵνα πολλὰς  ἔχωμεν  ὑποθέσεις τοῦ ἀλλήλους  εὖ ποιεῖν.  Ὅταν τοίνυν,  ὅπερ ὁ ἄπιστος ποιεῖ, σὺ μὴ ποιῇς, οὐχὶ ἤρνησαι τὴν πίστιν; Ἄρα οὐ τοῦτο πίστεως, τὸ ὁμολογίᾳ μόνον πιστεύειν. ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Καὶ καθ' ἕκαστον ἔστι πιστεύειν, καὶ μὴ πιστεύειν. Ἐπειδὴ γὰρ περὶ τρυφῆς διελέχθη καὶ σπατάλης, Οὐ κατὰ τοῦτο μόνον, φησὶν, ἀπόλωλε, καθὸ τρυφᾷ ἀλλ' ὅτι καὶ  τοὺς οἰκείους ἀναγκάζεται  περιορᾷν. Εἰκότως  τοῦτό  φησιν·  ἡ γὰρ  τῇ  γαστρὶ  ζῶσα, καὶ  κατὰ  τοῦτο  ἀπόλωλε,  τὴν  πίστιν ἀρνουμένη. Πῶς δέ ἐστιν ἀπίστου χείρων; Ὅτι οὐκ ἴσον τὸν οἰκεῖον περιορᾷν, καὶ τὸν πόῤῥω· πῶς γάρ; ἀλλὰ μεῖζον ἐνταῦθα  τὸ ἔγκλημα, τὸν γνώριμον  ἢ τὸν ἀγνῶτα,  τὸν φίλον  ἢ  τὸν  οὐ  φίλον   περιορᾷν.  Χήρα καταλεγέσθω  μὴ  ἔλαττον  ἐτῶν  ἑξήκοντα, γεγονυῖα  ἑνὸς  ἀνδρὸς  γυνὴ,  ἐν  ἔργοις  καλοῖς  μαρτυρουμένη.  Εἶπε, Μανθανέτωσαν πρῶτον  τὸν  ἴδιον  οἶκον  εὐσεβεῖν, καὶ ἀμοιβὰς  ἀποδιδόναι  τοῖς  προγόνοις·  εἶπεν,  Ἡ σπαταλῶσα ζῶσα τέθνηκεν· εἶπεν, ὅτι Τῶν οἰκείων εἰ μὴ προνοεῖ, ἀπίστου χείρων ἐστίν· εἶπεν  ἅπερ μὴ ἔχουσα ἀνάξιός  ἐστι τοῦ καταλόγου  τῶν  χηρῶν·  λέγει  ἐνταῦθα  τί δεῖ ἔχειν λοιπόν. Τί οὖν; ἀπὸ τῶν χρόνων αὐτὴν ἐγκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ἑξήκοντα γεγονέναι ἐτῶν. Οὐκ ἀπὸ τῆς ἡλικίας, φησὶ, μόνον, ὡς ἂν εἰ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὰ ἔργα, μηδὲ τότε καταλεγέσθω. Τί δήποτε  δὲ ὑπὲρ τῆς ἡλικίας  ἀκριβολογεῖται,  τὴν  αἰτίαν  ὕστερον τίθησιν,  οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' αὐτῶν εἰσενηνεγμένην τῶν χηρῶν. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἐν ἔργοις, φησὶ, καλοῖς μαρτυρουμένη. Ποίοις ἔργοις; Εἰ ἐτεκνοτρόφησεν. Οὐ μικρὸν ὄντως τὸ ἔργον τοῦτο, τὸ παιδοτροφεῖν.  Τὸ παιδοτροφεῖν  δὲ οὐ τοῦτό ἐστιν ἁπλῶς τὸ τρέφειν μόνον τοὺς παῖδας, ἀλλὰ καὶ τὸ τρέφειν ὡς δεῖ, καθάπερ ἄνω φησίν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ὁρᾷς πῶς πανταχοῦ  τῶν οἰκείων τὰς εὐεργεσίας τῶν ἀλλοτρίων  προτίθησι; Πρῶτον γάρ φησιν, Εἰ ἐτεκνοτρόφησε,  καὶ τότε, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν,  εἰ θλιβομένοις  ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ
ἐπηκολούθησε. Τί οὖν, ἂν πένης ᾖ; Οὐδὲ οὕτω τοῦ παιδοτροφεῖν,  οὐδὲ τοῦ ξενοδοχεῖν, οὐδὲ τοῦ θλιβομένοις  ἐπαρκεῖν ἀπεστέρηται. Οὐκ ἔστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· κἂν πένης ᾖ, οἰκίαν ἔχει· οὐ γὰρ δὴ αἴθριος μένει. Εἰ ἁγίων πόδας, φησὶν, ἔνιψεν.  Οὐκ ἔστι τοῦτο δαπάνης. Εἰ παντὶ  ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Οἷον ἐπίταγμα λέγει ἐνταῦθα; Τὴν σωματικὴν  ὑπηρεσίαν εἰσφέρειν προτρέπεται· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι.
βʹ. Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας! ὅσην σχεδὸν καὶ παρ' αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον  τος. Τὸ γὰρ, Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε, τοῦτο δηλοῦντός ἐστιν, ὅτι εἰ καὶ μὴ αὐτὴ αὐτὸ ἐργάσασθαι ἠδυνήθη, ἀλλ' ὅμως ἐκοινώνησεν, ὑπούργησε. Τὴν σπατάλην ἐκκόπτων, προνοητικὴν  αὐτὴν εἶναι βούλεται, οἰκονομικὴν, εὐχαῖς διαπαντὸς προσκαρτερεῖν. Τοιαύτη ἦν ἡ Ἄννα. Ὅρα πόσην ἀπαιτεῖ τὴν ἀκρίβειαν παρὰ τῆς χήρας, ὅσην οὐδὲ παρὰ τῶν παρθένων· καὶ μὴν καὶ ἐκείνας πολλὴν  ἀπῄτησε τὴν  ἀκρίβειαν,  καὶ ἄκραν τὴν  ἀρετήν. Τὸ γὰρ εἰπεῖν,  Εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως, ἐν κεφαλαίῳ  πως περιλαμβάνει  τὴν ἀρετὴν ἅπασαν. Ὁρᾷς ὅτι οὐ τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις ἀρκεῖ δεῖξαι τὴν χήραν, ἀλλ' ἑτέρων δεῖ πολλῶν; ∆ιὰ τί γὰρ, εἰπέ μοι, δευτέροις οὐχ ὁμιλῆσαι γάμοις προτρέπει; Ἆρα κατέγνω τοῦ πράγματος; Οὐδαμῶς· τοῦτο γὰρ αἱρετικῶν·  ἀλλ' ἀπησχολῆσθαι βουλόμενος λοιπὸν αὐτὴν ἐν τοῖς πνευματικοῖς, καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι· οὐ γὰρ ἀκαθαρσίας, ἀλλὰ ἀσχολίας ὁ γάμος· ἐπεὶ καὶ ὅταν  λέγῃ,  Ἵνα σχολάσωσιν, οὐ λέγει,  Ἵνα καθαρθῶσι. Πολλῆς γὰρ ἀσχολίας ὄντως ὁ γάμος αἴτιος. Εἰ τοίνυν διὰ τοῦτο μὴ γαμῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, μὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγματος ὄφελος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ ἁγίους ἐπιδείκνυσαι. Ὅταν οὖν ταῦτα μὴ ποιῇς, ὡς τοῦ πράγματος καταγνοῦσα  μᾶλλον  ἀπέσχου τοῦ γάμου. Οὕτω καὶ ἡ παρθένος  ἡ μὴ μετὰ ἀκριβείας ἐσταυρωμένη,   τῷ   τοῦ   γάμου   κατεγνωκέναι  ὡς   μιαροῦ   καὶ   ἀκαθάρτου,   τοῦτον παρῃτήσατο. Ὁρᾷς ὅτι ξενοδοχίαν  λέγει, οὐ τὴν ἁπλῶς φιλοφροσύνην,  ἀλλὰ τὴν μετὰ σπουδῆς, τὴν  μετὰ  προαιρέσεως  ἱλαρᾶς,  τὴν  μετὰ  προθυμίας,  τὴν  οὕτω  τὸ  πρᾶγμα μετιοῦσαν, ὡς αὐτὸν δεχομένην  τὸν Χριστόν; Οὐ γὰρ δὴ ταῖς θεραπαινίσι βούλεται τὴν εἰς τούτους θεραπείαν  ἐπιτάττεσθαι, ἀλλ' αὐτὰς δι' ἑαυτῶν  ταῦτα ποιεῖν· Εἰ γὰρ ἐγὼ, φησὶν,  ἔνιψα  τοὺς  πόδας  ὑμῶν  ὁ διδάσκαλος,  πολλῷ  μᾶλλον  ὑμεῖς  ὀφείλετε  τοῦτο ποιεῖν  ἀλλήλοις.  Κἂν γὰρ μυριάκις ᾖ τις πλουτοῦσα, κἂν ἐν περιφανείᾳ  τινὶ  μεγίστῃ τυγχάνῃ  οὖσα, καὶ ἐπὶ εὐγενείᾳ  προγόνων  μέγα φρονῇ, οὐκ ἔστι τοσοῦτον τὸ μέσον, ὅσον τοῦ Θεοῦ καὶ τῶν μαθητῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν ἐπαισχυνθῇς, μᾶλλον δὲ  καὶ  σεμνύνου  ἐπὶ  τῷ  πράγματι·  εἰ  δὲ  μὴ  ὡς  τὸν  Χριστὸν δέχῃ,  μηδὲ  δέξῃ.  Ὁ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτω δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ἐδέχετο, καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέτρεπεν ἐξευτρεπίζειν  τὰ πρὸς ὑποδοχὴν,  ἀλλὰ  τὸ πλέον  τῆς διακονίας  καὶ αὐτὸς δι' ἑαυτοῦ ἔπραττε, καὶ τῇ γυναικὶ τὰ ἄλευρα φυρᾷν ἐπέταττε, καίτοι τριακοσίους δεκαοκτὼ ἔχων οἰκογενεῖς, ὧν εἰκὸς καὶ θεραπαινίδας εἶναι· ἀλλ' αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς  γαμετῆς,  οὐ τῆς  δαπάνης  μόνης,  ἀλλὰ  καὶ  τῆς  διακονίας.  Οὕτω δεῖ  φιλοξενίαν ἐπιδείκνυσθαι,  δι' ἑαυτῶν  πάντα  πράττοντας,  ἵν' ἡμεῖς  ἁγιαζώμεθα,  ἵν' αἱ χεῖρες  αἱ ἡμέτεραι εὐλογῶνται.  Κἂν πένησι διδῷς, μὴ ἀπαξιώσῃς διὰ σεαυτοῦ δοῦναι· οὐ γὰρ τῷ πένητι  δίδως,  ἀλλὰ  τῷ  Χριστῷ. Τίς δὲ οὕτως  ἄθλιος,  ὡς ἀπαξιοῦν  αὐτὸν  τὴν  χεῖρα ὀρέγειν τῷ Χριστῷ; Τοῦτο φιλοξενία,  τοῦτο ὄντως  διὰ τὸν Θεόν ἐστι ποιῆσαι. Ἂν δὲ μετὰ τύφου  ἐπιτάττῃς,  κἂν τῶν  πρωτείων  κελεύῃς ἀπολαύειν,  οὐκ ἔστι φιλοξενία  τὸ τοιοῦτον,  οὐδὲ διὰ τὸν Θεόν ἐστι. Πολλῆς ὁ ξένος δεῖται  τῆς θεραπείας, πολλῆς  τῆς παρακλήσεως·  ἀγαπητὸν  γὰρ  καὶ  μετὰ  τοσαῦτα  τὸ  μὴ ἐρυθριᾷν.  Ἐπειδὴ τὸ  πρᾶγμα  φύσιν  ἔχει  τοιαύτην,  ὥστε  τὸν  εὖ  παθόντα  αἰσχύνεσθαι,  τῇ  ὑπερβολῇ  τῆς θεραπείας τὰ τῆς αἰσχύνης χρὴ περιαιρεῖν, καὶ δεικνύναι καὶ ῥήμασι καὶ πράγμασιν, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν,  ἀλλ'  εὖ πάσχει αὐτὸς καὶ εὐεργετεῖται  μᾶλλον  ἢ εὐεργετεῖ. Οὕτω πλεονάζεται  τὸ γινόμενον  ἀπὸ τῆς προαιρέσεως. Ὥσπερ γὰρ ὁ ἡγούμενος ζημιοῦσθαι, πάντα  ἀπώλεσεν,  καὶ ὁ ἡγούμενος  εὖ ποιεῖν  πάντα  ἀπώλεσεν· οὕτως  ὁ ἡγούμενος  εὖ πάσχειν, πλέον  ἔλαβεν· Ἱλαρὸν  γὰρ δότην  ἀγαπᾷ  ὁ Θεός. Ὥστε χάριν ὀφείλεις  μᾶλλον  τῷ πένητι  τοῦ λαβεῖν. Εἰ μὴ γὰρ πένητες  ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁμαρτημάτων  ὑπετέμου· ἰατροὶ τῶν τραυμάτων  εἰσὶ τῶν σῶν· φάρμακά σοι παρέχουσι τὰς ἑαυτῶν  χεῖρας. Οὐχ οὕτως  ἰατρὸς χεῖρας  ἐκτείνων,  καὶ φάρμακον  ἐπιτιθεὶς  τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων  καὶ τὰ παρὰ σοῦ λαμβάνων,  ἐκμαγεῖον τῶν σῶν ἐστι κακῶν. Ἔδωκας τὸ ἀργύριον, συνεξῆλθε καὶ τὰ ἁμαρτήματα. Τοιοῦτοι καὶ οἱ ἱερεῖς· Ἁμαρτίας, φησὶ, λαοῦ μου φάγονται. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως, εὐεργετῇ μᾶλλον,  ἢ εὐεργετεῖς· Θεῷ δανείζεις,  οὐκ ἀνθρώποις·  αὔξεις τὸν πλοῦτον,  οὐ μειοῖς· μειοῖς δὲ, ἐὰν μὴ ἐλαττώσῃς, ἐὰν μὴ δῷς. Εἰ ἐξενοδόχησε, φησὶν, εἰ ἁγίων πόδας ἔνιψε. Ποίων δὴ τούτων; Τῶν θλιβομένων,  οὐχ ἁπλῶς  ἁγίων· ἔνεστι γὰρ ἁγίους  εἶναι,  καὶ πολλῆς ἀπολαύειν θεραπείας παρὰ πάντων.  Μὴ τούτους δίωκε τοὺς ἐν ἀφθονίᾳ ὄντας, ἀλλὰ τοὺς ἐν θλίψει, τοὺς ἀγνῶτας, τοὺς οὐ παρὰ πολλῶν γνωριζομένους. Ὃς ἐποίησεν ἑνὶ, φησὶ, τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε.
γʹ. Μὴ δῷς τοῖς προεστῶσι τῆς Ἐκκλησίας διανεῖμαι· σὺ διακόνησον αὐτὴ, ἵνα μὴ τοῦ  ἀναλίσκειν,  ἀλλὰ  καὶ  τοῦ  ὑπηρετῆσαι  ἔχῃς  τὸν  μισθόν· οἰκείαις  χερσὶ δός·  σὺ σπεῖρον τὴν αὔλακα. Οὐκ ἔνι ἄροτρον ἐνταῦθα πήξασθαι, οὐδὲ βοῦν ζεῦξαι, οὐδὲ καιρὸν ἀναμεῖναι,  οὐδὲ γῆν ἀνατεμεῖν,  οὐδὲ κρυμῷ παλαῖσαι· πάσης ταύτης τῆς περιεργασίας ἀπήλλακται  οὗτος  ὁ  σπόρος. Εἰς γὰρ  τὸν  οὐρανὸν  σπείρεις,  ἔνθα  οὐ  κρυμὸς,  οὐδὲ χειμὼν,  οὐκ ἄλλο οὐδέν· εἰς ψυχὰς  σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόμενον  αἴρει, ἀλλὰ κατέχεται  σφοδρῶς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ μετὰ πολλῆς  τῆς σπουδῆς. Σὺ σπεῖρον. ∆ιὰ τί σαυτὸν ἀποστερεῖς τοῦ μισθοῦ; Μέγας μισθὸς τὸ δύνασθαι καὶ τὰ τῶν ἄλλων οἰκονομεῖν. Οὐ τοῦ δοῦναι μόνον μισθός ἐστιν, ἀλλὰ καὶ τοῦ καλῶς οἰκονομῆσαι τὰ  διδόμενα.  ∆ιὰ τί  μὴ  σὺ λαμβάνεις  τὸν  μισθόν; ὅτι  γὰρ  καὶ  τούτου  ἐστὶ  μισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν,  οἱ ἀπόστολοι  τοὺς  περὶ  Στέφανον  εἰς τὴν  τῶν  χηρῶν διακονίαν.  Γενοῦ σὺ οἰκονόμος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ  ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται,  τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας  ἁγιάζει,  τοῦτο  καὶ φρόνημα  κατασπᾷ, τοῦτο  καὶ φιλοσοφίαν  διδάσκει, τοῦτο προθυμότερον  ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας  ποιεῖ  λαβεῖν· ἄπεισιν ἡ κεφαλή  σου δεχομένη  πάσας τὰς παρὰ τῶν  χηρῶν  εὐλογίας.  Προθυμότερος γενοῦ  ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους  ἐπαιτεῖν, τοὺς προσανέχοντας  τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ  σαυτοῦ·  πολλὰ   γὰρ  ἔστι  δι'  ἑαυτοῦ  ὠφελῆσαι,   ἐὰν  δῷς.  Ὁρᾷς  σκηνὴν,  καὶ καταγώγιον;  ὁρᾷς ἐρημίαν; ὁρᾷς μόνωσιν; Πολλάκις ἀπελθὼν  δοῦναι χρήματα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχμάλωτος ἐκείνου, συνεξενίτευσας  τῷ κόσμῳ. Μέγα πρᾶγμα καὶ πένητας  ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰ  κίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγμαίνει.  Ἂν μὲν γὰρ ἔχῃς ὁμοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ μὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν τοιοῦτον, ἀλλὰ κἂν μὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ. Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας. Λιμήν ἐστιν εὔδιος· ὥσπερ λαμπτῆρές εἰσιν ἀφ' ὑψηλοῦ τοῖς πόῤῥωθεν ἐπιβαίνουσι φαίνοντες,  ἐπὶ λιμένος  καθήμενοι,  καὶ  πρὸς  γαλήνην   τὴν  αὐτῶν  ἅπαντας  ἕλκοντες,  οὐκ  ἐῶντες γενέσθαι ναυάγια τοῖς εἰς αὐτοὺς ὁρῶσιν, οὐκ ἐῶντες ἐν σκότῳ διάγειν τοὺς ἐκεῖ βλέποντας. Ἄπιθι πρὸς αὐτοὺς, φιλοφρόνησον,  πρόσιθι, ἅψαι ποδῶν ἁγίων· πολλῷ γὰρ ἐντιμότερον  τῶν  ἐκείνων  ἅπτεσθαι ποδῶν,  ἢ τῆς ἑτέρων  κεφαλῆς.  Εἰπὲ γάρ μοι, εἰ ἀνδριάντων πόδας κατέχουσί τινες, ἐπειδὴ ὅλως τύπον ἔχουσι βασιλικὸν, σὺ τὸν αὐτὸν ἔχοντα τὸν Χριστὸν ἐν ἑαυτῷ, οὐ καθέξεις ἀπὸ τῶν ποδῶν, καὶ σωθήσῃ; Ἅγιοί εἰσιν οἱ πόδες, κἂν εὐτελεῖς ὦσι· τῶν δὲ βεβήλων οὐδὲ ἡ κεφαλὴ τιμία· πόδες γὰρ ἁγίων μεγάλα ἴσχυσαν. ∆ιόπερ καὶ κολάζουσιν,  ὅταν  ἐξ ἑαυτῶν  τὸν  κονιορτὸν  ἐκτινάξωσιν.  Ὅταν ἅγιος ᾖ παρ' ἡμῖν, μηδὲν ἐπαισχυνώμεθα  τῶν αὐτῶν. Ἅγιοι δέ εἰσι πάντες, ὅσοι πίστιν ὀρθὴν μετὰ βίου ἔχουσι· κἂν σημεῖα μὴ ἐργάζωνται, κἂν δαίμονας μὴ ἐκβάλλωσιν, ἅγιοί εἰσιν. Ἄπιθι πρὸς τὰς τῶν ἁγίων σκηνάς· ὥσπερ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὕτως ἐστὶν εἰς  μοναστήριον  ἀνδρὸς  ἁγίου  καταφυγεῖν.  Οὐχ ὁρᾷς ἐκεῖ  ταῦτα  ἅπερ ἐν  τῇ  οἰκίᾳ· πάντων  καθαρὸς ὁ χορὸς ἐκεῖνος· σιγὴ καὶ ἡσυχία πολλή· τὸ Ἐμὸν οὐκ ἔνι καὶ τὸ Σὸν ἐκεῖ. Ἂν δὲ καὶ ἡμέραν μίαν μείνῃς, ἢ καὶ δευτέραν, τότε πλέον αἰσθήσῃ τῆς ἡδονῆς. Ἡμέρα γίνεται,  μᾶλλον  δὲ πρὸ ἡμέρας ἀλεκτρυὼν  ἐφώνησε. Καὶ οὐκ ἔστιν, ὥσπερ ἐπὶ τῆς οἰκίας, ῥέγχουσιν οἱ οἰκέται, αἱ θύραι κεκλεισμέναι, πάντες νεκροῖς ἐοίκασι καθεύδοντες,  ὁ  ὀρεοκόμος  τοὺς  κώδωνας  σείει.  Οὐδὲν τοιοῦτον  ἐκεῖ,  ἀλλ'  εὐθέως ἅπαντες  μετὰ εὐλαβείας τὸν ὕπνον  ἀποθέμενοι  διανίστανται,  τοῦ προεστῶτος αὐτοὺς διεγείροντος, καὶ ἑστήκασι τὸν ἅγιον στησάμενοι χορὸν, καὶ τὰς χεῖρας εὐθέως ἀνατείναντες,  τοὺς  ἱεροὺς  ᾄδουσιν  ὕμνους.  Οὐ γὰρ δὴ, ὥσπερ ἡμεῖς, πολλῶν  ὡρῶν δέονται  πρὸς τὸ τὸν  ὕπνον  ἀποτινάξασθαι  καὶ τὴν  καρηβαρίαν.  Ἡμεῖς μὲν γὰρ ἅμα διαναστάντες,   καθήμεθα   ἐπὶ   πολὺ   διατεινόμενοι,   πρὸς  χρείαν   ἀπερχόμεθα,   εἶτα νιπτόμεθα  τὴν ὄψιν, τὰς χεῖρας· μετὰ τοῦτο ὑποδήματα καὶ ἐνδύματα λαμβάνομεν, καὶ πολὺς ἀναλίσκεται καιρός.δʹ. Ἐκεῖ δὲ τοιοῦτον οὐδέν· οὐδεὶς οἰκέτην καλεῖ· ἕκαστος γὰρ ἀρκεῖ ἑαυτῷ· οὐ δεῖται  ἱματίων   πολλῶν,   οὐ  δεῖται  τοῦ  τὸν  ὕπνον  ἀποτινάξασθαι,  ἀλλ'  ἅμα  τοὺς ὀφθαλμοὺς  ἀνέῳξε, καὶ τῷ πολὺν  ἐγρηγορότι  χρόνον  προσέοικε τῆς νήψεως  ἕνεκεν. Ὅταν γὰρ ἡ καρδία μὴ βαρηθεῖσα τοῖς σιτίοις βαπτίζηται  κάτω, οὐ δεῖται πολλοῦ τοῦ καιροῦ πρὸς τὸ ἀνενεγκεῖν,  ἀλλ' εὐθέως ἐστὶν ἐν νήψει· χεῖρες ἀεὶ καθαραί· καὶ γὰρ ὁ ὕπνος   εὔτακτος.    Οὐδεὶς   ἀκούει   ῥεγχόντων    ἐκεῖ,   οὐδεὶς   ἀσθμαινόντων,    οὐδὲ ῥιπταζόμενον   ὁρᾷ  κατὰ   τὸν   ὕπνον,   οὐδὲ   γυμνούμενον,   ἀλλὰ   καθεύδουσι   τῶν ἐγρηγορότων   εὐσχημονέστερον  κείμενοι.  Τοῦτο  δὲ  ὅλον   ἀπὸ  τῆς  εὐταξίας γίνεται τῆς ἐν τῇ ψυχῇ. Ὄντως ἅγιοι οὗτοι, καὶ ἐν ἀνθρώποις ἄγγελοι. Καὶ μὴ θαυμάσῃς ἀκούων  ταῦτα· ὁ γὰρ πολὺς  φόβος ὁ τοῦ Θεοῦ οὐκ ἀφίησι πρὸς τὰ βάθη τοῦ ὕπνου κατελθεῖν,  καὶ βαπτίσαι τὴν διάνοιαν  αὐτῶν, ἀλλ' ἐξ ἐπιπολῆς  ἐπίκειται  διαναπαύων αὐτοὺς μόνον. Τοιούτου δὲ αὐτοῖς ὄντος τοῦ ὕπνου, τοιαῦτα εἶναι αὐτῶν ἀνάγκη καὶ τὰ ὀνείρατα, οὐ φαντασιώδη,  οὐδὲ τερατώδη. Ἀλλ', ὅπερ ἔφην, ἀλεκτρυὼν  ἐφώνησε, καὶ εὐθέως  ἐλθὼν   ὁ  προεστὼς,  καὶ  τῷ  ποδὶ  τὸν  κείμενον   ἁπλῶς   ὑπονύξας,  πάντας ἀνέστησεν·  οὐδὲ  γὰρ  γυμνοὺς   ἐκεῖ  καθεύδειν   θέμις.  Εἶτα  διαναστάντες,   εὐθέως ἑστήκασιν, ὕμνους ᾄδοντες προφητικοὺς  μετὰ πολλῆς  τῆς συμφωνίας,  μετ' εὐρύθμων μελῶν.  Οὔτε κιθάρα,  οὔτε  σύριγγες,  οὔτε  οὐδὲν  ἄλλο  ὄργανον  μουσικὸν  τοιαύτην ἀφίησι φωνὴν, οἵαν ἔστιν ἀκοῦσαι ἐν ἡσυχίᾳ βαθείᾳ, καὶ ἐν ἐρημίᾳ τῶν ἁγίων ᾀδόντων
ἐκείνων. Καὶ αὐτὰ δὲ τὰ ᾄσματα πρόσφορα, καὶ φιλίας  γέμοντα τῆς πρὸς τὸν Θεόν. Ἐν ταῖς νυξὶ, φησὶν, ἐπάρατε τὰς χεῖρας ὑμῶν πρὸς τὸν Θεόν· καὶ πάλιν, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά  μου πρὸς σὲ, ὁ Θεὸς, διότι  φῶς  τὰ προστάγματά  σου ἐπὶ τῆς γῆς. Καὶ τὰ ᾄσματα τὰ ∆αυϊδικὰ πολλὰς πηγὰς κινοῦντα δακρύων. Ὅταν γὰρ ᾄδῃ λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην  μου, ἐν δάκρυσί μου τὴν στρωμνήν  μου βρέξω· καὶ πάλιν,  ὅτι Σποδὸν ὡσεὶ ἄρτον ἔφαγον· καὶ πάλιν,  Τί ἐστιν ἄνθρωπος,  ὅτι μιμνήσκῃ αὐτοῦ; Ἄνθρωπος  ματαιότητι  ὡμοιώθη,  καὶ αἱ ἡμέραι ἡμῶν ὡσεὶ σκιὰ παράγουσι· καὶ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ  ἡ δόξα τοῦ οἴκου αὐτοῦ· καὶ πάλιν, Ὁ κατοικίζων μονοτρόπους ἐν οἴκῳ· καὶ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ πάλιν, Μεσονύκτιον ἐξηγειρόμην  τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ, Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου· καὶ, Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι  κακὰ, ὅτι  σὺ μετ' ἐμοῦ εἶ· καὶ πάλιν,  Οὐ φοβηθήσομαι  ἀπὸ φόβου νυκτερινοῦ,  ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου  μεσημβρινοῦ· καὶ πάλιν,  Ἐλογίσθημεν, ὡς πρόβατα σφαγῆς· τὴν εἰς Θεὸν αὐτῶν  διάπυρον  ἀγάπην  ἐνδείκνυται.  Ὅταν δὲ πάλιν  μετὰ τῶν ἀγγέλων   ᾄδωσι  (καὶ  γὰρ  καὶ  ἄγγελοι  τότε  ᾄδουσιν),  Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν οὐρανῶν,  λέγοντες,  ἡμῶν χασμωμένων,  κνωμένων,  ῥεγχόντων,  ἢ καὶ ὑπτίων  ἁπλῶς κειμένων,  καὶ μυρίας λογιζομένων  ἀπάτας· οἷόν ἐστιν ἐκείνους  ἐν τούτῳ  τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν; Ἐπειδὰν δὲ ἡμέρα μέλλῃ γίνεσθαι, διαναπαύονται  λοιπόν· καὶ ὅταν ἡμεῖς  ἀρξώμεθα  τῶν  ἔργων,  ἐκεῖνοι   καιρὸν  ἔχουσι  τῆς  ἀναπαύσεως.  Ἡμέρας  δὲ γενομένης, ἡμῶν μὲν ἕκαστος καλεῖ τὸν ἕτερον, τὸν λόγον ποιεῖ τῶν ἐξοδιαζομένων· εἰ εἰς ἀγορὰν ἐμβάλλει, ἄρχοντι  παρίσταται, τρέμει, δέδοικε τὰς εὐθύνας· ἕτερος ἐπὶ τῆς σκηνῆς, ἄλλος πρὸς τὸ ἐπιτήδευμα τὸ ἑαυτοῦ. Ἐκεῖνοι δὲ πάλιν εὐχὰς ἑωθινὰς ἐπιτελέσαντες  καὶ ὕμνους, πρὸς τὴν τῶν Γραφῶν ἀνάγνωσιν  τρέπονται· εἰσὶ δὲ οἱ καὶ βιβλία  γράφειν  μεμαθηκότες.  Ἕκαστος οἴκημα  ἀποτεταγμένον  ἓν  λαβὼν,  ἡσυχίαν διαπαντὸς  ἀσκεῖ, οὐδενὸς φλυαροῦντος,  οὐδενὸς  οὐδὲν λέγοντος.  Εἶτα τρίτην, ἕκτην, ἐννάτην,  καὶ τὰς ἑσπερινὰς εὐχὰς ἐπιτελοῦσι, καὶ εἰς τέσσαρα μέρη τὴν ἡμέραν διανείμαντες,  καθ'  ἕκαστον μέρος πληρούμενον, ψαλμῳδίαις,  ὕμνοις γεραίρουσι τὸν Θεόν. Πάντων δὲ ἀριστώντων τῶν ἄλλων, γελώντων, παιζόντων, διαῤῥηγνυμένων ὑπὸ τῆς γαστριμαργίας,  οὗτοι τοῖς ὕμνοις  προσανέχουσιν. Οὐδαμοῦ τραπέζης καιρὸς, οὐδὲ τῶν αἰσθητῶν τούτων. Πάλιν μετὰ τὸ ἄριστον τῶν αὐτῶν ἔχονται, ὕπνῳ πρότερον ἑαυτοὺς ἐκδεδωκότες. Οἱ μὲν οὖν κοσμικοὶ καὶ τὴν ἡμέραν καθεύδουσιν· ἐκεῖνοι δὲ καὶ τὴν νύκτα ἐγρηγόρασιν. Ὄντως υἱοὶ φωτός εἰσιν. Εἶτα ἐκεῖνοι τὸ πλέον ἀναλώσαντες ἐν τῷ ὕπνῳ τῆς ἡμέρας προΐασι βεβαρημένοι· οὗτοι δὲ ἔτι νήφουσιν, ἄσιτοι μένοντες  ἕως ὀψὲ, καὶ τοῖς ὕμνοις προσανέχοντες. Ἑσπέρας δὲ πάλιν καταλαβούσης, οἱ μὲν εἰς λουτρὰ καὶ ἀνέσεις σπεύδουσιν· ἐκεῖνοι δὲ τῶν πόνων  ἀπολύσαντες ἑαυτοὺς, τότε τῇ τραπέζῃ προσανέχουσιν, οὐκ οἰκετῶν  πλῆθος ἐγείροντες,  οὐδὲ περιτρέχοντες  τὴν οἰκίαν, οὐδὲ θορυβοῦντες, οὐδὲ ὄψα πολλὰ παρατιθέμενοι, οὐδὲ κνίσσης γέμοντα, ἀλλ' οἱ μὲν ἄρτον μόνον  καὶ  ἅλας,  οἱ  δὲ  ἔλαιον  προστιθέντες,  ἕτεροι  δὲ, ὅσοι ἀσθενέστεροί  εἰσι, καὶ λαχάνων   ἔχονται  καὶ  ὀσπρίων.  Εἶτα μικρὸν  καθίσαντες,  μᾶλλον  δὲ  ὕμνοις  τὸ  πᾶν κατακλείσαντες,  διαναπαύονται  ἐπὶ στιβάδος ἕκαστος πρὸς ἀνάπαυσιν  μόνον πεποιημένης,  οὐ τρυφήν. Οὐκ ἔστι φόβος ἀρχόντων  ἐκεῖ, οὐκ ἔστι δεσποτῶν ἀπόνοια, οὐκ ἔστι δούλων φόβος, οὐκ ἔστι γυναικῶν  θόρυβος, οὐκ ἔστι παίδων ταραχὴ, οὐκ ἔστι κιβωτίων  πλῆθος, οὐδὲ ἱματίων ἀπόθεσις περιττὴ, οὐ χρυσίον, οὐκ ἀργύριον· οὐκ εἰσὶν ἐκεῖ φυλακαὶ καὶ προφυλακαί· οὐκ ἔστι ταμεῖον, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντα εὐχῆς γέμει, πάντα ὕμνων, πάντα εὐωδίας πνευματικῆς,  οὐδὲν ἐκεῖ σαρκικόν. Λῃστῶν ἐφόδους οὐ δεδοίκασιν· οὐ γὰρ ἔχουσιν ὅτου ζημιωθῶσι· χρήματα οὐκ ἔστι, σῶμά ἐστι καὶ ψυχή· ἂν ταύτην ἀφέλωνται,  οὐκ ἐζημίωσαν, ἀλλ' ὤνησαν. Ἐμοὶ γὰρ τὸ ζῇν, φησὶ, Χριστὸς, καὶ τὸ ἀποθανεῖν  κέρδος. Ἀπέλυσαν  τῶν  δεσμῶν  ἑαυτοὺς  πάντων.  Ὄντως Φωνὴ ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων.εʹ. Οὐκ ἔστιν ἐκεῖ ὀλολυγῆς  ἀκοῦσαί ποτε οὐδὲ κωκυτοῦ· καθαρὸς τούτων  τῶν ἀηδιῶν ὁ ὄροφος, καθαρὸς τῆς κραυγῆς ταύτης. Ἀποθνήσκουσι μὲν γὰρ καὶ ἐν αὐτοῖς· οὐ γάρ εἰσιν  ἀθάνατοι  τὸ σῶμα· ἀλλ' οὐκ ἴσασι θάνατον  τὸν  θάνατον.  Μεθ' ὕμνων προπέμπουσι τοὺς ἀπελθόντας· προπομπὴν  τὸ τοιοῦτον  καλοῦσιν,  οὐκ ἐκφοράν.  Κἂν ἀπαγγελθῇ,  ὅτι ὁ δεῖνα τετελεύτηκε,  πολλὴ ἡ εὐφροσύνη, πολλὴ ἡ ἡδονή· μᾶλλον  δὲ οὐδὲ  τολμᾷ  τις  εἰπεῖν,  ὅτι  ὁ  δεῖνα  τετελεύτηκεν,   ἀλλ'  ὁ  δεῖνα  τετελείωται.   Εἶτα εὐχαριστία, δόξα πολλὴ, εὐφροσύνη, ἑκάστου εὐχομένου τέλος τοιοῦτον  λαβεῖν, οὕτω τὸν  ἀγῶνα  τοῦτον  ἐξελθεῖν,  ἀναπαύσασθαι  τῶν  πόνων  καὶ τῶν  ἀγώνων,  ἰδεῖν  τὸν Χριστόν. Κἂν ἀῤῥωστήσῃ, οὐ δάκρυα, οὐ θρῆνος, ἀλλ' εὐχαὶ πάλιν· οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ πίστις μόνη πολλάκις  ἀπήλλαξε τὸν ἄῤῥωστον. Εἰ δὲ καὶ ἰατρῶν δεηθείη, πολλὴ καὶ ἐνταῦθα  ἡ φιλοσοφία,  πολλὴ  ἡ καρτερία· οὐ παρέστηκε γυνὴ  λύουσα τὰς τρίχας, οὐδὲ  παιδία  τὴν  οὐδέπω  γενομένην  ὀρφανίαν  ἀποδυρόμενα,  οὐδὲ  οἰκέται παρακαλοῦντες  τὸν  ἀποπνέοντα  μετὰ ἀσφαλείας  αὐτοὺς  τινὶ  παρακαταθέσθαι·  ἀλλὰ πάντων  τούτων  ἀπηλλαγμένη  ἡ ψυχὴ,  ἓν σκοπεῖ μόνον  εἰς τὴν  ἐσχάτην  ἀναπνοὴν, ὅπως ἀπέλθῃ τῷ Θεῷ φίλη. Κἂν γένηται δὲ νόσος, οὐ γίνεται  ἀπὸ γαστριμαργίας, οὐδὲ ἀπὸ καρηβαρίας, ἀλλὰ  καὶ αὐταὶ  αἱ τῶν  νόσων  ὑποθέσεις  ἐγκωμίων  γέμουσιν,  οὐχὶ κατηγορίας,  ὡς αὗται· ἢ γὰρ ἀγρυπνίας,  ἢ νηστείας  ἐπίτασις, ἤ τι τῶν  τοιούτων  τὰς νόσους ἐργάζεται· ὅθεν καὶ  εὐαπάλλακτοι  γίνονται·  ἀρκεῖ γὰρ μηκέτι καμόντας ὁμοίως πάντων ἀπηλλάχθαι τῶν δεινῶν. 
ςʹ. Εἰπὲ οὖν μοι, φησὶν, εἰ ἁγίων τις πόδας ἔνιψεν  ἐν τῇ ἐκκλησίᾳ, εἰ ἔνεστι καὶ ἐνταῦθα τοιούτους εὑρεῖν. Ἔνεστι, καὶ πάνυ ἔνεστι· μόνον μὴ, ἐπειδὴ ἐκείνων τὸν βίον διηγησάμεθα, τῶν ἐν ταῖς ἐκκλησίαις καταφρονῶμεν.  Πολλοὶ πολλάκις τοιοῦτοι καὶ ἐν μέσαις  ταῖς   ἐκκλησίαις   εἰσὶν,   ἀλλ'  ἐν   τῷ   λανθάνοντι.    Μὴ  γὰρ   ἐπειδὴ   οἰκίας περινοστοῦσι, μηδὲ ἐπειδὴ εἰς ἀγορὰν ἐμβάλλουσι, μηδὲ ἐπειδὴ προΐστανται, καταφρονῶμεν αὐτῶν.  Καὶ τοῦτο  ὁ Θεὸς ἐπέταξε· Κρίνατε γὰρ, φησὶν,  ὀρφανῷ,  καὶ δικαιώσατε χήραν. Πολλαὶ τῆς ἀρετῆς αἱ ὁδοὶ, ὥσπερ οὖν καὶ τῶν μαργαριτῶν πολλὴ ἡ διαφορὰ, καίτοι πάντες μαργαρῖται λέγονται,  ἀλλ' ὁ μέν ἐστι λαμπρὸς καὶ στρογγύλος πάντοθεν,  ἕτερος δὲ τοῦτο μὲν οὐκ ἔχει τὸ κάλλος, ἕτερον δέ. Ποῖον δὴ τοῦτο; Ὥσπερ ἀπό   τινος   τέχνης   τὸ   κοράλλιον   ἐπιμήκη   ἔχει   τὴν   γραμμὴν,   καὶ   τὰς   γωνίας ἐκτετορευμένας, καὶ τοῦ λευκοῦ χρώματος ἕτερον ἐπιτερπέστερον, τὸ δὲ πράσινον πολὺ πάσης  χλωρότητος   ἐπιτερπέστερον·  ἄλλος  τοῦ  αἵματος  τὸ  ἀνθηρὸν  παρέχεται  τῷ εὐανθεῖ, ἄλλος τῆς θαλάττης ἐστὶ κυανώτερος, ἄλλος τῆς ἁλουργίδος στιλβότερος· καὶ ἄλλα δὲ μυρία ἄν τις εὕροι τοῖς ἄνθεσιν ἁμιλλώμενα  κατὰ τὸ ποικίλον, ἢ τοῖς τοῦ ἡλίου χρώμασιν ἐξισούμενα· τοιοῦτοι δὴ καὶ οἱ ἅγιοι· οἱ μὲν ἑαυτοὺς ἀσκοῦσιν, οἱ δὲ καὶ τὰς ἐκκλησίας. Καλῶς ἄρα ἔλεγεν, Εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις  ἐπήρκεσεν. Ὥστε γὰρ πάντας ἐπᾶραι πρὸς μίμησιν, διὰ τοῦτο οὕτως εἶπεν. Οὐκοῦν καὶ ἡμεῖς ἐπιδράμωμεν τῷ πράγματι, ἵνα ἔχωμεν καυχᾶσθαι ἐκεῖ, ὅτι ἐνίψαμεν πόδας ἁγίων. Εἰ δὲ πόδας αὐτῶν νίπτειν  δεῖ, πολλῷ μᾶλλον καὶ ἐκ χειρὸς ἐπιδιδόναι αὐτοῖς τὰ χρήματα, καὶ σπουδάζειν λανθάνειν.   Μὴ  γνώτω,   φησὶν,  ἡ  ἀριστερά  σου  τί  ποιεῖ  ἡ  δεξιά  σου.  Τί  μυρίους
παραλαμβάνεις   μάρτυρας;  μηδὲ  οἰκέτης  ἰδέτω,  εἰ  δυνατὸν,  μηδὲ  γυνή.  Πολλὰ  τὰ σκάνδαλα   τοῦ  δολίου·  πολλάκις   ἡ  μηδέποτε   ἐμποδίσασα,  τότε  ἐμποδίζει   ἢ  ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου τινός. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, καίτοι θαυμαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν μέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόμενον, ἀλλὰ πεπεισμένος,  ὅτι  πάντως  ἀναιρήσει.  Τί οὖν  ἔμελλε  λέγειν,  εἴ τις  ἦν  ἄνθρωπος  τῶν πολλῶν;  οὐκ ἂν εἶπε, Τίς ἐστιν οὗτος ὁ ταῦτα  διαπραττόμενος;  οὐκ ἂν ἐπὶ ἀπηνείᾳ αὐτὸν διέβαλε καὶ ἀγροικίᾳ; Οὐδὲ ἰδεῖν κατηξιώθη  τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς,  οὐδὲ  σπαῖρον  θεάσασθαι, ἀλλ' ὥσπερ αἰχμάλωτον   λαβὼν, οὕτως ἀπήγαγεν.  Ἀλλ' οὐδὲν τούτων  ἐνενόησεν  ὁ δίκαιος ἐκεῖνος, μεθύων  τῷ πόθῳ. Οὐδὲν γὰρ ἄλλο ἑώρα, ἀλλὰ  τὸ προσταττόμενον  ὅπως ἐργάσαιτο, οὐδὲ παῖς ἦν ἐκεῖ, οὐδὲ γυνή· μᾶλλον  δὲ οὐδὲ αὐτὸς  ᾔδει  τὸ ἐκβησόμενον· οὕτω  πάντοθεν  ἐσπούδαζε καθαρὸν τὸ ἱερεῖον ἀναγαγεῖν,  μὴ δάκρυσιν αὐτὸ, μὴ ἀντιλογίᾳ  μολῦναι. Ὅρα δὲ μεθ' ὅσης ἡμερότητος ὁ Ἰσαὰκ ἐρωτᾷ, καὶ τί φησι πρὸς αὐτόν· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρόβατον; Τί οὖν ὁ Πατήρ; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Λέγεται δὲ τοῦτο καὶ ὡς προφητεία, ὅτι τὸν Υἱὸν ὄψεται ἑαυτῷ Θεὸς εἰς ὁλοκάρπωσιν· καὶ ἅμα καὶ τότε ἐκβέβηκε. Τί καὶ αὐτὸν κρύπτεις, εἰπὲ, τὸν σφαγιασθησόμενον; Ναὶ, φησὶ,  δέδοικα  μὴ  ναρκήσῃ,  δέδοικα  μὴ  ἀνάξιος  ὀφθῇ.  Εἶδες πῶς  μετὰ  πολλῆς  τῆς ἀκριβείας ἅπαντα ἔπραττεν; Ἄρα καλῶς εἶπεν ἡ Γραφὴ, Μὴ γνώτω   ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· τουτέστι, Κἂν ὡς οἰκεῖον μέλος ἔχωμέν τινα, μὴ σπουδάζωμεν αὐτῷ δεικνύναι,  πλὴν  εἰ μὴ ἀνάγκη  εἴη. Πολλὰ γὰρ ἀπὸ τούτου γίνεται  τὰ δεινά. Εἰς κενοδοξίαν  τις  αἴρεται, κώλυμα  γίνεται  πολλάκις.  ∆ιὰ δὴ τοῦτο  καὶ  ἑαυτοὺς λανθάνωμεν,  εἰ  δυνατὸν,   ἵνα   τύχωμεν   τῶν   ἐπηγγελμένων  ἀγαθῶν,   χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ  Χριστοῦ, μεθ'  οὗ  τῷ  Πατρὶ,  ἅμα  τῷ  ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |