ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Τη Βασιλίδι Ευδοξία

Πέμπτη 20 Οκτωβρίου 2016

Τη Βασιλίδι Ευδοξία




Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

Τη Βασιλίδι Ευδοξία

«Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλοκαγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ' αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύεσθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρωσο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων»


. «Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννητόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρωπίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύτην ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν. Πῶς δὲ καὶ χρημάτων ἐπιθυμήσω ἀεὶ νουθετῶν καὶ ἐπιπλήττων ἐν ταῖς ἐξηγήσεσι τοὺς ταῦτα κεκτημένους καὶ μὴ ῥαντίζοντας αὐτὰ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐμοὶ γὰρ ἀρκεῖ πρὸς ἀποτροφὴν ὀλίγος ἄρτος σὺν ἅλατι καὶ λαχάνοις οἰκτροῖς διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Περὶ δὲ Θεοδωρίχου ἐσήμανας ὡς ἐσφετέρισα τὴν ὕπαρξιν αὐτοῦ εἰς ἴδιόν μου κέρδος. Τοῦτο οὖν γνωστὸν ἔστω σοι, ὡς ἐμοὶ τί ποτε οὐκ ἔδωκεν. Ἀλλ' οὔτε, εἰ ἔδωκεν, ἐλάμβανον παρ' αὐτοῦ τὸ εἴ τι οὖν. Ἀλλ' ἐκεῖνος τῷ Χριστῷ ἐδάνεισεν αὐτά, ἐνταῦθα παραθέμενος εἰς τὰς τῶν πενήτων καὶ δεομένων χεῖρας, ὅπως ταῦτα κομίσηται παρ' αὐτοῦ ἐν τῷ μέλλοντι αἰῶνι πολυπλασίονα. Εἴθε δὲ καὶ αὐτὴ τοῦτον ἐζήλωσας κενώσασα τὰ χρήματά σου εἰς τοὺς αἰωνίους θησαυρούς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὐ κλέπται καὶ ἐπίβουλοι διορύττειν τολμῶσι. ∆έδωκε γὰρ αὐτὰ εἰς τὸ ξενοδοχεῖον τῆς ἐκκλησίας, ὅπως δι' αὐτῶν γένηται ἡ φροντὶς τῶν δεομένων. Εἰ οὖν βούλει ταῦτα λαβεῖν καὶ λυπῆσαι τὸν Χριστόν, σὺ ὄψει. Πίστευε γάρ μοι, ὅτι ἐὰν τοῦτο ποιήσῃς, θλίβεται κατὰ σοῦ». «Ἡ μὲν φιλόχριστος πίστις καὶ διαγωγὴ τῶν ὑμετέρων γονέων πᾶσι κατάδηλος ὑπάρχει. ∆ιὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα, ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμον ἀναδεῖξαί σε· πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή.
Μὴ οὖν ἐπιλήσμων γενήσῃ τούτου, μηδὲ τοῦ φόβου τοῦ Θεοῦ, σαφῶς ἐπισταμένη, ὅτι ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς χερσὶν αὐτοῦ ἐστι καὶ ᾧ μὲν προστιθεῖ, ἐξ οὗ δὲ βούλεται καὶ ἀφαιρεῖ. Χοῦς καὶ σποδὸς ὑπάρχοντες μετ' ὀλίγον εἰς γῆν καταφερόμενοι ἐν σκοτεινοῖς καὶ ἀφεγγέσι χωρίοις καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες βασιλεῖς καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον εἰς τοὺς πρὸ ὑμῶν βασιλέας. Τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι, σύνες· πῶς ἐφ' ἑκάστης οἱ μὲν ἐν ἀγαθοῖς μνημονευόμενοι, οἱ δὲ τὰ φαῦλα διεξελθόντες ἐπὶ κακοῖς ἀεὶ καὶ κατάραις οὐ ταῖς τυχούσαις ὑπὸ πάντων μνημονευόμενοι πλειστάκις· οὐδὲ τῶν ὀνομάτων αὐτῶν ὑπὸ
τῶν πολλῶν λεγομένων. Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ καταλαβοῦσα αὐτοὺς θλῖψις καὶ συμφορά, ἐκείνου μὲν ἐν ἐξορίᾳ τετελευτηκότος, τῆς δὲ ὑποστάσεως αὐτῶν πάσης ἀφαιρεθείσης. Ναί, παρακαλῶ σε λῦσαι πρὸς αὐτὴν τὴν μνησικακίαν σου μεμνημένη τοῦ σωτῆρος ἐν Εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ αὐτοῦ διαρρήδην πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· Ἆφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ Ἅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων καὶ κτημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πάντα παρεῶντες ἀπερχόμεθα τῶν ἐνταῦθα γυμνοὶ καὶ ἀπροστάτευτοι; Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως». «Οὐκ οἶμαί σε, τέκνον πνευματικόν, ἀγνοεῖν ὡς αἱ ὑπὸ Θεοῦ τεταγμέναι κατὰ τὸν ἀπόστολον ἐξουσίαι οὐχ ὥστε ἐξεῖναι ἀδικεῖν, ἀλλ' ὥστε διορθοῦν τοὺς ἀδικοῦντας ἐτάχθησαν καὶ πρὸς τὸν ἔννομον καὶ δίκαιον βίον ἐνάγειν διὰ παντὸς καὶ ῥυθμίζειν τὸ ὑποχείριον· ὅπερ τηνικαῦτα κατορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται· φιλεῖ γὰρ ὡς τὰ πολλὰ πρὸς τὸ ἄρχον συνδιατίθεσθαί πως καὶ τὸ ἀρχόμενον.
Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ' ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης. Οὕτω γὰρ ἔμπρακτοι τῆς ἀρετῆς ἀναφανέντες διδάσκαλοι διὰ τῆς ἐντεῦθεν περὶ τὴν βασίλειον ἀρχὴν εὐπραγίας καὶ τῆς ἐκεῖθεν βασιλείας ἀξιωθήσεσθε. Ἔρρωσό μοι καταλύφω, ἐνδοξοτάτη βασίλισσα, βασιλικῷ φρονήματι τὴν ἁλουργίδα κατασεμνύνουσα».«Οἶμαί σε μὴ ἀγνοεῖν, ὦ τέκνον», γεγράφηκεν, «ὡς ἐπιδόξων καὶ πλουσίων υἱὸς ἐγενόμην ἐγὼ καὶ πάντα ταῖς τῶν πενήτων χερσὶν ἀποδόμενος μόνῳ Χριστῷ ζῆν εὔχομαι καὶ πλουτεῖν ὃ καὶ ὑμᾶς ποιεῖν καὶ πάντας τοὺς εὐσεβεῖς ἀδιαλείπτως παρακαλῶ. Τοῦτο καὶ Θεοδώριχος διεπράξατο ἐμοὶ μὲν οὐδὲν δεδωκὼς (οὐδὲ γάρ, οὐδέ, εἰ ἐδίδου, ἔλαβον ἄν), ἀλλὰ διὰ τῶν πενήτων Χριστῷ τῷ βασιλεῖ τῶν βασιλέων παρεσχηκώς. Οὐ μόνον οὖν ὃ πεπράχαμεν καὶ συνεβουλεύσαμεν, ἀλλὰ πλέον τι σὺν Θεῷ κατωρθωκότες αὐτοὶ τὸ πολλῷ καταδεέστερον καὶ τὴν ἐσχάτην ἐπέχον τάξιν τῆς ἀρετῆς ἐδιδάξαμεν. Ἡμεῖς μὲν γὰρ πρὸς τὸ τῶν ἀλλοτρίων ἀποσχέσθαι καὶ τὰ οἰκεῖα τοῖς ἐνδεέσι προήκαμεν· σὲ δὲ τῶν οἰκείων ἐχομένην τῶν ἀλλοτρίων ἀφίστασθαι ὡς ἀγαθοὶ νενουθετήκαμεν σύμβουλοι. Πρὸς μέντοι τὸ πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, τοὐναντίον ἐγώ γε φαίην ἄν, ὡς οὐδείς ἐστι κυρίως σοφός, εἰ μὴ μόνος ὁ χάριν σοφίας παρὰ Θεοῦ εἰληφώς, πῶς δὲ καὶ ἁμαρτάνοντες οὐ γινώσκομεν, ἀπαραλογίστου πᾶσι τοῦ τῆς συνειδήσεως κριτηρίου τυγχάνοντος; Πλὴν «Μακάριος», κατὰ τὸν θεῖον ἀπόστολον, «ὁ μὴ κρίνων ἑαυτόν, ἐν ᾧ δοκιμάζει» ...
Τοῦ ἐν ἁγίοις Χρυσοστόμου πρὸς τὴν βασίλισσαν Εὐδοξίαν περὶ τοῦ ἀμπελῶνος τῆς χήρας Ὁ μὲν θεὸς πάσης ὢν φύσεως δημιουργὸς πάσης κατ' οὐσίαν ὑπερανέστηκεν ἐξουσίας καὶ κυριότητος· ἄνθρωποι δὲ πάντες ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκῇ. Καί σοι τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας ἀπένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων ὑπερέχειν νομίζῃς, ἀλλ' ἵνα ἰσονομίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύῃς· δόξα γὰρ καὶ πλοῦτος καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπαγομένη συντήρησιν. Ὧν αὐτὴ μὴ ἐπιλήσμων φανῇς, μὴ τὸν τοῦ θεοῦ φόβον τῆς σῆς ἀπώσῃ ψυχῆς ἐπισταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστι καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται. Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω καὶ τίς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Χοῦς καὶ σποδὸς τυγχάνομεν πάντες ἄνθρωποι, ἄνθος χόρτου καὶ κόνις, σκιά, καπνὸς καὶ ἐνύπνιον καὶ ζῶμεν οὐ ζῶντες· ἐξ οὗ γὰρ τό· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ κατὰ πάσης ἡμῶν ἐξηνέχθη τῆς φύσεως. Τὴν θνητότητα πάντες καὶ τὴν φθορὰν ἄρδην ἠμφιασάμεθα καὶ κοινῇ πάντες ἤδη τετελευτήκαμεν καὶ ὁ μὲν σήμερον, ὁ δὲ αὔριον τελευτᾷ. Ἐκ γῆς γὰρ προελθόντες εἰς γῆν πάλιν μετ' ὀλίγον καταφερόμεθα, βασιλεῖς τε καὶ ἰδιῶται, ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον τοιγαροῦν εἰς τοὺς πρὸ ὑμῶν βασιλεύσαντας καὶ ἀναλόγισαι τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι. Σύνες πῶς οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες ζῶντές τε καὶ μετὰ θάνατον μακαρίζονται καὶ κατὰ τὴν τῆς ἀνταποδόσεως ἡμέραν εἰς ἀνάστασιν ζωῆς ἐκπορεύσονται, οἱ δὲ τὰ φαῦλα πράξαντες κἀνταῦθα παρὰ πάντων ἀραῖς τε καὶ δυσφημίαις ἀείποτε βάλλονται καὶ εἰς ἀνάστασιν οὐκέτι ζωῆς ἀλλὰ κατακρίσεως ἐξανίστανται. Μιμησάσθω τοίνυν καὶ ἡ ὑμῶν θεοφίλεια τοὺς τὴν πίστιν ἀλωβήτως τηρήσαντας καὶ τὸν καλὸν δρόμον τῶν ἐντολῶν διανύσαντας. Καὶ τῇ ταπεινῇ γυναικὶ Θεογνώστου καὶ τοῖς αὐτῆς τέκνοις τὸν αὐτῶν ἀμπελῶνα ἀπόδοτε. Ἀρκεῖ τούτοις τὰ φθάσαντα λυπηρά· μὴ ἐπιτεινέσθω τὰ δεινὰ μηδὲ ἐπὶ πλέον προβαινέτω τὰ θλιβερά. Ναί, παρακαλῶ λῦσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην ὀδύνην καὶ συμφορὰν μεμνημένη τοῦ Σωτῆρος ἐν εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν.
Πάλιν δὲ πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· ἄφρον,ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πρὸς φθορὰν καταλήγει πᾶσα ἀνθρώπου σπουδή; Οὐχὶ πάντα καταλιμπάνοντες ἀπερχόμεθα γυμνοὶ τῶν ἐνταῦθα καὶ ἀπροστάτευτοι; Τούτων οὖν ἁπάντων μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται. Τοῦ Χρυσοστόμου πρὸς τὴν Εὐδοξίαν Οἶμαι, τέκνον εὐσεβές, μὴ ἀγνοεῖσθαί σοι ὅτι χρημάτων, εἴ γε δὴ καὶ ἐβουλόμην αὐτὸς ἔχειν, εἰργόμην οὐδὲν πατράσι. Καὶ ἐχρησάμην μεγάλα τε δυναμένοις καὶ πολλὰ κεκτημένοις. Ἀλλ' ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λογισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον. Πῶς οὖν, (φύλ. 154) ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς φαίνεσθαι;

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |