Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62
ΟΜΙΛΙΑ Θʹ.Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
αʹ. Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειοτέραν οὖσαν· εἰκότως δὲ ποιεῖται τοσαύτην παράκλησιν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυπεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετελευτηκότων.
∆ιὰ τοῦτο, ὅτε πολλὴν ἐποιήσατο τὴν παράκλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι χρῆται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα ἢ τελευτὴν, καὶ ἀποδημίαν μᾶλλον, ὅπερ οὖν καὶ ἦν, καὶ μετάστασιν πρὸς τὰ κρείττω. Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησί. ∆ιὰ τοῦτο ἔγραφε, λέγων· Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. Πᾶσα, ποία; Περὶ ἧς εἶπον, φησὶ, πᾶσα ἱερά· περὶ ἧς διελέγετο, ταῦτα εἴρητο· περὶ ἧς ἔλεγεν, ὅτι Ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Πᾶσα οὖν ἡ τοιαύτη θεόπνευστος. . Μηδὲν οὖν ἀμφίβαλλε, φησί. Καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Πρὸς διδασκαλίαν. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι τὰ ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι. Πρὸς παράκλησιν, πρὸς παραμυθίαν, φησί. Πρὸς ἐπανόρθωσιν· τουτέστιν, εἴ τι λείπει, καὶ χρὴ προστεθῆναι· Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. ∆ιὰ τοῦτο, φησὶ, γέγονεν ἡ τῶν Γραφῶν παράκλησις, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Οὐκ ἄρα χωρὶς αὐτῆς ἄρτιον ἔνι γενέσθαι. Ἀντ' ἐμοῦ, φησὶ, τὰς Γραφὰς ἔχεις· εἰ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἔγραφε τῷ Πνεύματος ἐμπεπλησμένῳ, πόσῳ μᾶλλον ἡμῖν; Πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Οὐχ ἁπλῶς μετέχων, φησὶν, ἀλλὰ μετὰ ἀκριβείας ἐξηρτισμένος. ∆ιαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς. Ἤτοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. Ἐφόβησεν αὐτὸν ἐν μὲν τῇ προτέρᾳ λέγων, Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε, Τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· τουτέστι, τοῦ μέλλοντος εὐθύνας ἀπαιτεῖν· κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ. Κρίνειν, πότε; Ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ τῇ μετὰ δόξης, τῇ μετὰ βασιλείας. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι οὐχ οὕτως ἥξει, ὡς νῦν· ἢ ὅτι δια μαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν. Μάρτυρα καλεῖ ἐκεῖνον, δεικνὺς ὅτι καὶ τούτου αὐτὸν ἀνέμνησεν. Εἶτα πῶς δεῖ κηρύττειν τὸν λόγον διδάσκων, ἐπάγει· Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Τί ἐστιν, Εὐκαίρως, ἀκαίρως; Τουτέστι, μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεί σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μὴ ἐν ἀδείᾳ, μηδὲ ἐν ἐκκλησίᾳ καθήμενος μόνον· κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον καὶ παρ' αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι. Τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον. Παρακάλεσον, φησὶ, καθάπερ ἐπὶ τῶν ἰατρῶν, εἰπὼν τὸ τραῦμα, ἔδωκε τὴν τομὴν, ἐπήγαγε τὸ φάρμακον· ὅπερ δὲ ἂν τούτων ἀπολειφθῇ, τὸ ἕτερον ἄχρηστον γίνεται. Ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν, πρότερον δὲ ἰταμὸς ἔσται· ἄν τε ἐλέγξῃς μὲν καὶ ἐπιτιμήσῃς, σφοδρῶς δὲ, καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται. Ἀφόρητον γὰρ ἔλεγχος καθ' ἑαυτὸν, ὅταν μὴ καὶ παράκλησιν ἀναμεμιγμένην ἔχῃ. Καθάπερ γὰρ ἡ τομὴ, καίτοι σωτήριος οὖσα, ἂν μὴ πολλὰ τὰ παραμυθούμενα τὰς ἀλγηδόνας ἔχῃ, οὐκ ἀνέχεται κοπτόμενος καὶ τεμνόμενος ὁ κάμνων· οὕτω καὶ ἐνταῦθα. Καὶ ἐν πάσῃ, φησὶ, μακροθυμίᾳ καὶ διδαχῇ. Καὶ γὰρ ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν, καὶ ἡ ἐπιτίμησις παρακλήσεως, ὥστε δεχθῆναι. Τί ἐστιν ὃ τῇ μακροθυμίᾳ προστίθησι λέγων, Καὶ διδαχῇ; Μὴ ὡς ὀργιζόμενος, μὴ ὡς ἀπεχθανόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, πάντα ταῦτα ἀφείσθω· ἀλλὰ τί; Ὡς φιλῶν, ὡς συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν, ὡς τηκόμενος ἐπὶ τοῖς ἐκείνου. Ἐν πάσῃ μακροθυμίᾳ, φησὶ, καὶ διδαχῇ, μὴ ἐν τῇ τυχούσῃ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Πρὶν ἢ ἐκτραχηλισθῆναι, προκατάλαβε πάντας αὐτούς· διὰ τοῦτο εἶπε, Καὶ εὐκαίρως, καὶ ἀκαίρως· ὡς ἔχειν ἑκόντας μαθητευομένους, πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας, φησὶν, ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους.
βʹ. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ, Σωρεύσουσιν, ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι. Ἑαυτοῖς ἐπισωρεύσουσι, φησὶ, διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· τῆς ἡδονῆς χάριν λέγοντας καὶ τέρποντας τὴν ἀκοὴν ἐπιζητοῦντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Ταῦτα προλέγει, οὐκ εἰς ἀθυμίαν βουλόμενος ἐμβαλεῖν, ἀλλ' ἵνα, ὅταν ἐκβῇ, γενναίως φέρῃ· ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἐποίει λέγων, ὅτι Παραδώσουσιν ὑμᾶς, καὶ μαστιγώσουσι, καὶ εἰς τὰς συναγωγὰς ἄξουσιν ἕνεκεν τοῦ ὀνόματός μου. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ μακάριος οὗτος· Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ταῦτα δὲ ἔλεγεν, ὥστε νήφειν αὐτοὺς, ὥστε τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον. Σὺ δὲ νῆφε, φησὶν, ἐν πᾶσι, κακοπάθησον. Ὁρᾷς ὅτι διὰ τοῦτο ταῦτα προλέγει; Καὶ γὰρ καὶ ὁ Χριστὸς ἔλεγε πρὸς τῷ τέ λει, ὅτι Ἔσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται· οὕτω καὶ οὗτος, ὅτε ἔμελλεν ἀποδημεῖν, ταῦτα ἔλεγε. Σὺ δὲ νῆφε ἐν πᾶσι. Κακοπάθησον, τουτέστι, Κάμε, προκατάλαβε, πρὶν ἢ τὴν λύμην ἐκείνην ἐπελθεῖν, ἐν ἀσφαλεῖ τὰ πρόβατα κατάστησον, ἕως οὗ πάρεισιν οἱ λύκοι, πανταχοῦ κακοπάθησον. Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ' ἑαυτοῦ, καὶ παρὰ τῶν ἔξωθεν. Τὴν διακονίαν σου πληροφόρησον· τουτέστι, πλήρωσον. Ἰδοὺ καὶ ἄλλη ἀνάγκῃ τοῦ κακοπαθεῖν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε, Τῆς ἐμῆς θυσίας, ἀλλ' ὃ περισσόν ἐστι.
Τῆς μὲν γὰρ θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Πολλάκις τὸν Ἀπόστολον μετὰ χεῖρας λαβὼν ἐγὼ, καὶ τὸ χωρίον τοῦτο περισκεψάμενος, ἀπορῶν διετέλουν, τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ Παῦλος λέγων, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι. Νῦν δέ μοι δοκῶ εὑρηκέναι τῇ τοῦ Θεοῦ χάριτι. Τίνος οὖν ἕνεκεν ταῦτά φησι; Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς. Χαίρειν δεῖ, φησὶν, οὐκ ἀλγεῖν. ∆ιὰ τί; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Ὥσπερ ἂν εἴ τις πατὴρ παιδίον αὐτῷ παρακαθήμενον, καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθοῖτο λέγων· Τέκνον, μὴ κλαῖε, ἐζήσαμεν καλῶς, εἰς γῆρας ἐλθόντες καταλιμπάνομέν σε· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων· πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας. Ὡς ἂν εἰ ἔλεγε· Τρόπαια ἐστήσαμεν, τοὺς πολεμίους ἐνικήσαμεν, οὐ μεγαληγορῶν, ἄπαγε· ἀλλ' ἀνιστὰς τὸν παῖδα, καὶ παιδεύων τοῖς ἐγκωμίοις κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν ἐλπίδας, καὶ μὴ νομίζειν, ὅτι φορτικὸν τὸ πρᾶγμα. ∆εινὸν γὰρ, δεινὸν ὁ χωρισμός· καὶ ἄκουε αὐτοῦ λέγοντος, Ἡμεῖς δὲ ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν, προσώπῳ, οὐ καρδίᾳ. Εἰ οὖν αὐτὸς χωρισθεὶς τῶν μαθητῶν τοιαῦτα ἔπασχεν, οἷα οἴει τὸν Τιμόθεον πάσχειν; εἰ ζῶντος χωριζόμενος αὐτοῦ ἐδάκρυεν, ὡς λέγειν αὐτὸν, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, πόσῳ μᾶλλον τελευτήσαντος; Ταῦτα οὖν παραμυθούμενος ἔγραφε· καὶ πᾶσα δὲ ἡ ἐπιστολὴ παραμυθίας ἐστὶ πλήρης, καὶ ὡσανεὶ διαθήκη τίς ἐστι. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον, φησὶ, τετέλεκα, τὴν πίστιν τετήρηκα. Τὸν ἀγῶνα, φησὶ, τὸν καλόν. Οὐκοῦν καὶ σὺ αὐτοῦ ἐπιλαβοῦ. Ἔνθα ἅλυσις, ἔνθα δεσμὰ, ἔνθα θάνατος, οὗτος ὁ ἀγὼν καλός; Ναὶ, φησίν· ὑπὲρ γὰρ Χριστοῦ γίνεται· στεφάνους ἔχει μεγάλους. Τὸν ἀγῶνα τὸν καλόν. Οὐδὲν τούτου βέλτιον τοῦ ἀγῶνος, οὐ λαμβάνει τέλος ὁ στέφανος οὗτος· οὗτος οὐκ ἀπὸ κοτίνων ἐστὶν, οὐκ ἔχει ἄνθρωπον ἀγωνοθέτην, οὐκ ἔχει ἀνθρώπους θεατάς· ἀπὸ ἀγγέλων σύγκειται τὸ θέατρον. Ἐκεῖ ἐν ἡμέραις πολλαῖς πονοῦσι καὶ ταλαιπωροῦνται, καὶ ἐν ὥρᾳ μιᾷ τὸν στέφανον ἔλαβον, καὶ παραχρῆμα ἀπέπτη τὰ τῆς ἡδονῆς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ διαπαντὸς ἐν λαμπρότητι, ἐν δόξῃ, ἐν τιμῇ. ∆εῖ λοιπὸν χαίρειν· εἰς γὰρ ἀνάπαυσιν ἔρχομαι, ἐξέρχομαι τὸ στάδιον.
Ἤκουσας ὅτι τὸ ἀναλῦσαι κρεῖσσον, καὶ σὺν Χριστῷ εἶναι. Τὸν δρόμον τετέλεκα. Καὶ γὰρ ἀγωνίζεσθαι χρὴ καὶ τρέχειν· ἀγωνίζεσθαι μὲν καρτεροῦντα τὰς θλίψεις, τρέχειν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρός τι χρήσιμον. Ὄντως καλὸς ὁ ἀγὼν, οὐ τέρπων ἁπλῶς τὸν θεατὴν, ἀλλὰ ὠφελῶν· καὶ ὁ δρόμος οὐκ εἰς τὸ μηδὲν χωρῶν, οὐδὲ ἰσχύος ἐπίδειξίς ἐστι καὶ φιλοτιμίας, ἀλλὰ πάντας ἕλκων εἰς τὸν οὐρανόν. Οὗτος ὁ δρόμος τοῦ ἡλίου καθαρώτερος, ὃν ὁ Παῦλος ἔτρεχεν ἐπὶ τῆς γῆς, ἢ ὃν ἐκεῖνος τρέχει ἐπὶ τοῦ οὐρανοῦ. Πῶς δὲ τετέλεκε τὸν δρόμον; Τὴν οἰκουμένην ἅπασαν περιῆλθεν, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας καὶ ἀπὸ τῆς Ἀραβίας, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἐλθών· Ὥστε με, φησὶν, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· καὶ πᾶσαν διαδραμὼν τὴν οἰκουμένην καθάπερ τις πτηνὸς, μᾶλλον δὲ καὶ πτηνοῦ σφοδρότερον· ὁ μὲν γὰρ πτηνὸς ἁπλῶς διέτρεχεν, οὗτος δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὸ πτερὸν ἔχων τοῦ πνεύματος, καὶ μυρία διακόπτων κωλύματα, θανάτους, ἐπιβουλὰς, συμφοράς. Ὥστε καὶ πτηνοῦ ταχύτερος ἦν. Εἰ πτηνὸς ἦν ἁπλῶς, καὶ κατηνέχθη ἂν καὶ ἀνάλωτο· ἐπειδὴ δὲ ὑπὸ τοῦ Πνεύματος ἐκουφίζετο, πάντων ὑπερηνέχθη τῶν δικτύων, ὡσανεὶ πτηνὸς πτερὰ ἔχων ἀπὸ πυρός. Τὴν πίστιν, φησὶ, τετήρηκα. Πολλὰ γὰρ ἦν τὰ βουλόμενα αὐτὸν συλῆσαι, οὐχ αἱ φιλίαι τῶν ἀνθρώπων μόναι, ἀλλὰ καὶ ἀπειλαὶ καὶ θάνατοι καὶ μυρία ἕτερα. Ἀλλὰ πρὸς ἅπαντα ἔστη, Πῶς; Νήφων καὶ ἐγρηγορώς. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πρὸς παραμυθίαν τῶν μαθητῶν, αὐτὸς δὲ καὶ τὰ ἔπαθλα προστίθησι. Ποῖα δὲ ταῦτα; Λοιπὸν ἀπόκειταί μοι, φησὶν, ὁ τῆς δικαιοσύνης στέφανος. ∆ικαιοσύνην ἐνταῦθα πάλιν τὴν καθόλου φησὶν ἀρετήν. Οὐ τοίνυν ἀλγεῖν χρὴ, ὅτι ἄπειμι στεφανωσόμενος τὸν στέφανον τὸν ἀπὸ Χριστοῦ τιθέμενον ἐπὶ τῆς ἐμῆς κεφαλῆς. Ἀλλ' εἰ ἐνταῦθα παρέμενον, ὄντως ἀλγεῖν ἐχρῆν μᾶλλον καὶ δεδοικέναι, μὴ παραπέσω, μὴ παραπόλωμαι. Ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
γʹ. Ἐνταῦθα καὶ αὐτὸν ἀνέστησεν. Εἰ πᾶσι, πολλῷ μᾶλλον Τιμοθέῳ. Ἀλλ' οὐκ εἶπε, Καὶ σοὶ, ἀλλὰ, Πᾶσι· δηλῶν ὅτι, εἰ πᾶσι, πολλῷ μᾶλλον αὐτῷ. Πῶς δὲ ἄν τις ἀγαπήσειε, φησὶ, τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; Εἰ χαίρει ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ· ὁ δὲ χαίρων ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, ἄξια πράττει τῆς χαρᾶς, τὰ ὑπάρχοντα προήσεται, εἰ δέοι, καὶ τὴν ψυχὴν, ὥστε τῶν μελλόντων τυχεῖν ἀγαθῶν, ὥστε καταξιωθῆναι τὴν δευτέραν παρουσίαν μετὰ τοῦ προσήκοντος σχήματος ἰδεῖν, μετὰ παῤῥησίας, μετὰ δόξης καὶ λαμπρότητος. Τοῦτό ἐστιν ἀγαπᾷν τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁ ἀγαπῶν αὐτοῦ τὴν ἐπιφάνειαν, πάντα πράξει ὥστε καὶ πρὸ ἐκείνης τῆς καθολικῆς γενέσθαι αὐτῷ τὴν μερικήν. Καὶ πῶς ἔνι τοῦτο, φησίν; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ πορευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἐννόησον δὲ ὅσον ἐστὶ τὸν κοινῇ πᾶσιν ἐπιφαίνεσθαι μέλλοντα, τοῦτον ἰδίᾳ ὑπισχνεῖσθαι ἐπιφανῆναι ἡμῖν. Ἐλευσόμεθα γὰρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Εἴ τις ἀγαπᾷ τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πράξει, ὥστε αὐτὸν καλέσαι πρὸς ἑαυτὸν, καὶ ἔχειν, ὥστε ἐπιλάμψαι αὐτῷ τὸ φῶς. Μηδὲν ἀνάξιον ἔστω τῆς παρουσίας αὐτοῦ, καὶ ταχέως καταλύει παρ' ἡμῖν. Ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Οὐκοῦν τὰ ἄνω ζητῶμεν, καὶ ταχέως τὰς ἀκτῖνας ἐκείνας ἐπισπασόμεθα. Οὐδεὶς τῶν κάτω κυπτόντων, καὶ κατορυττόντων ἑαυτὸν εἰς τὴν γῆν, δυνήσεται τὸ ἡλιακὸν φῶς ἰδεῖν· οὐδεὶς τῶν καταμολυνόντων ἑαυτὸν τοῖς βιωτικοῖς πράγμασι, δυνήσεται τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν· οὐδενὶ ἐπιφαίνει τῶν τούτοις ἐνστρεφομένων. Ἀνάνηψον μικρὸν, ἀνάνηψον ἀπὸ τοῦ βάθους, ἀπὸ τοῦ κλύδωνος τοῦ βιωτικοῦ, εἰ βούλει τὸν ἥλιον ἰδεῖν, εἰ βούλει τῆς ἐπιφανείας τυχεῖν· ἂν τύχῃς αὐτοῦ τῆς ἐπιφανείας ταύτης, τότε αὐτὸν ὄψει μετὰ πολλῆς τῆς παῤῥησίας. Φιλοσόφησον νῦν· μὴ ἔστω παρὰ σοὶ πνεῦμα ἀπονοίας, ἵνα μή σε ῥαπίσῃ σφοδρῶς καὶ καταβάλῃ· μὴ ἔστω λελιθωμένη ἡ καρδία, καὶ σκότος, ἵνα μὴ προσαῤῥάξῃς ἐκεῖ τὸ πλοῖον· μὴ ἔστω τις δόλος· καὶ γὰρ αἱ ὕφαλοι ναυάγια ἐργάζονται χαλεπώτατα. Μὴ τρέφε θηρία, τὰ πάθη λέγω· θηρίων γὰρ ἐκεῖνα χαλεπώτερα· μὴ τοῖς ῥευστοῖς πράγμασι θάῤῥει, ἵνα δυνηθῇς ἑστάναι βεβαίως. Οὐδεὶς ἐπὶ ὕδατος ἵσταται, ἐπὶ δὲ πέτρας ἅπαντες ἀσφαλῶς ἵστανται.Ὕδωρ ἐστὶ τὰ βιωτικὰ πράγματα· Ἦλθον, φησὶν, ὕδατα ἕως ψυχῆς μου, ὡς χειμάῤῥους παραῤῥέων. Πέτρα ἐστὶ τὰ πνευματικά· Ἐν πέτρᾳ γὰρ, φησὶν, ὕψωσας τοὺς πόδας μου. Ἰλύς ἐστι καὶ πηλὸς τὰ βιωτικά· ἀνασπάσωμεν ἑαυτοὺς ἀπὸ τούτων· οὕτω γὰρ δυνησόμεθα τυχεῖν τῆς ἐπιφανείας τοῦ Χριστοῦ. Πᾶν ὃ ἐὰν ἐπέλθῃ, φέρωμεν· ἱκανὴ ἐν πᾶσι παραμυθία τὸ διὰ Χριστὸν παθεῖν· ταύτην τὴν θείαν ἐπῳδὴν ἐπιλέγωμεν, καὶ παύσεται τοῦ τραύματος ἡ ἀλγηδών. Καὶ πῶς διὰ Χριστὸν ἔστι παθεῖν, φησίν; Ἐσυκοφάντησέ σέ τις ἁπλῶς οὐ διὰ Χριστόν; ἂν ἐνέγκῃς γενναίως, ἐὰν εὐχαριστήσῃς, ἐὰν εὔξῃ ὑπὲρ ἐκείνου, ταῦτα πάντα διὰ Χριστὸν ποιεῖς. Ἂν καταράσῃ, ἂν ἀποδυσπετήσῃς, ἂν ἐπιχειρήσῃς ἀμύνασθαι, κἂν μὴ δυνηθῇς, οὐκ ἔστι διὰ τὸν Χριστὸν, ἀλλὰ ζημίαν ὑπήνεγκας, καὶ τοῦ καρποῦ ἀπεστέρησαι διὰ τὴν προαίρεσιν τὴν σήν. Ἐν ἡμῖν γάρ ἐστι καὶ κερδαίνειν ἐκ τῶν δεινῶν, καὶ βλάπτεσθαι· οὐ παρὰ τὴν φύσιν τῶν δεινῶν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. Οἷόν τι λέγω· ἔπαθε τοσαῦτα ὁ Ἰὼβ, εὐχαρίστως ἤνεγκεν, ἐδικαιώθη, οὐκ ἐπειδὴ ἔπαθεν, ἀλλ' ἐπειδὴ παθὼν εὐχαρίστως ἤνεγκεν. Ἕτερος τὰ αὐτὰ παθὼν, μᾶλλον δὲ οὐδὲ τὰ αὐτὰ (οὐδεὶς γάρ ἐστιν ὁ τοιαῦτα παθὼν, ἀλλὰ πολλῷ ἐλάττονα), ἐδυσφήμησεν, ἠγανάκτησε, κατηράσατο τῷ κόσμῳ παντὶ, ἐδυσχέρανε πρὸς τὸν Θεόν; οὗτος κατεκρίθη καὶ κατεδικάσθη, οὐκ ἐπειδὴ πέπονθεν, ἀλλ' ἐπειδὴ ἐβλασφήμησεν· ἐβλασφήμησε δὲ, οὐ παρὰ τὴν ἀνάγκην τῶν συμβάντων ἐπεὶ εἰ ἡ ἀνάγκη τῶν συμβάντων τοῦτο ἐποίησεν, ἔδει καὶ τὸν Ἰὼβ βλασφημῆσαι· εἰ δὲ χαλεπώτερα παθὼν οὐδὲν τοιοῦτον εἰργάσατο, οὐ παρὰ τοῦτο ταῦτα συνέβη, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως. Ἰσχυρᾶς οὖν δεῖ ἡμῖν ψυχῆς, καὶ οὐδὲν ἡμῖν χαλεπὸν φανεῖται, ὥσπερ ἀσθενούσης, οὐδὲν ὅπερ οὐ χαλεπόν. Παρὰ τὴν ἡμετέραν διάθεσιν πάντα καὶ φορητὰ καὶ ἀφόρητα γίνεται· ταύτην ὀχυρώσωμεν, καὶ
πάντα οἴσομεν εὐκόλως. Καὶ γὰρ τὸ δένδρον, ὅταν μὲν κατὰ βάθους παραπέμψῃ τὴν ῥίζαν, οὐδὲ σφοδρὰ καταιγὶς αὐτὸ διασαλεῦσαι δυνήσεται· ἂν δὲ ἐξ ἐπιπολῆς ᾖ κείμενον, καὶ ὑπὲρ τῆς ἐπιφανείας, κἂν μικρὰ προσπέσῃ ἀνέμου ῥοπὴ, πρόῤῥιζον αὐτὸ ἀνέσπασεν. Οὕτω καὶ ἐφ' ἡμῶν, ἐὰν καθηλώσωμεν τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, οὐδὲν παρασαλεῦσαι δυνήσεται· ἐὰν δὲ ἁπλῶς προτιθῶμεν, καὶ μικρὰ ῥοπὴ ἠφάνισε καὶ ἀπώλεσε.∆ιὸ παρακαλῶ, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρειν, καὶ μιμεῖσθαι τὸν προφήτην τὸν λέγοντα, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Ὅρα τί φησιν, Ἐκολλήθη ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἤγγισεν, ἀλλ', Ἐκολλήθη. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων ἐμφήνῃ τῶν λέξεων. Καὶ πάλιν, Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Βούλεται γὰρ ἡμᾶς ἀεὶ προσκολλᾶσθαι αὐτῷ οὕτω καὶ συνδεδέσθαι, ὡς μηδέποτε αὐτοῦ ἀφίστασθαι. Ἂν οὕτως ἐχώμεθα τοῦ Θεοῦ, ἂν προσηλώσωμεν αὐτῷ τὰς ἡμετέρας διανοίας, ἂν διψῶμεν αὐτοῦ τὸν πόθον καὶ πάντα ἡμῖν ἔσται ἅπερ βουλόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ιʹ.Σπούδασον ἐλθεῖν πρός με ταχέως. ∆ημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν. Τίτος εἰς ∆αλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
αʹ. Ἄξιον ζητῆσαι πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴ γε Ἐκκλησίαν πεπιστευμένος ἦν, καὶ ἔθνος ὁλόκληρον. Οὐκ ἀπονοίας ἦν τὸ πρᾶγμα· αὐτὸς γὰρ ἕτοιμος ἦν ἐλθεῖν πρὸς αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι. Ἀλλὰ τίνος ἕνεκεν; Ἀνάγκῃ κατείληπτο πολλῇ, καὶ κύριος ἀποδημίας οὐκέτι ἦν· δεσμωτήριον ᾤκει, καὶ συνεκέκλειστο ὑπὸ Νέρωνος, καὶ ὅσον οὔπω ἔμελλε τελευτᾷν. Ἵνα οὖν μὴ τοῦτο γένηται πρὸ τοῦ τὸν μαθητὴν ἰδεῖν, διὰ τοῦτο αὐτὸν καλεῖ, θεάσασθαι ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· διό φησι, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με. ∆ημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα. Καὶ οὐ λέγει, Ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα ἐλύπει· ἀλλ', Ἐπειδὴ μόνος εἰμὶ, φησὶν, οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μου. ∆ημᾶς με γὰρ ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, μᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ μετ' ἐμοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν μοι τοὺς παρόντας κινδύνους.Τοῦτον διέβαλε μόνον, οὐκ αὐτὸν διαβαλεῖν βουλόμενος, ἀλλ' ἡμᾶς στηρίξαι, ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις μηδὲ ἐν τοῖς πόνοις· τοῦτο γάρ ἐστι, Τὸν παρόντα ἀγαπήσας αἰῶνα· ἅμα δὲ καὶ τὸν μαθητὴν ἐπισπάσασθαι βουλόμενος. Κρήσκης, φησὶν, εἰς Γαλατίαν, Τίτος εἰς ∆αλματίαν. Τούτους οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τίτος τῶν σφόδρα θαυμαστῶν ἦν, ὥστε αὐτῷ τὰ κατὰ τὴν νῆσον ἐνεχείρισε, νῆσον οὐ μικρὰν, ἀλλὰ καὶ σφόδρα μεγάλην, τὴν Κρήτην λέγω. Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Αὐτὸς γὰρ
σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ εὐαγγέλιον γράψας, καὶ τὰς καθολικὰς Πράξεις, φιλόπονος ὢν καὶ φιλομαθὴς καὶ καρτερικός. Περὶ τούτου φησὶ γράφων, Οὗ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ. Τίνος ἕνεκεν; Ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν λέγει τὴν ἑαυτοῦ, ἀλλ' Εἰς τὴν διακονίαν τοῦ εὐαγγελίου· καὶ γὰρ ἐν δεσμοῖς ὢν, οὐκ ἔληγε κηρύττων. Ἄρα καὶ τὸν Τιμόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε μηδεμίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν. Καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς ἦν εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης· Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Φελόνην ἐνταῦθα τὸ ἱμάτιον λέγει· τινὲς δέ φασι τὸ γλωσσόκομον, ἔνθα τὰ βιβλία ἔκειτο. Τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θεόν; Καὶ μάλιστα ἔδει, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας, ἔχειν αὐτά. Πάντας μὲν οὖν τοὺς πιστοὺς εἰκὸς τότε μεγάλην ἔχειν πληγὴν, μάλιστα δὲ τοὺς παρόντας τῇ τελευτῇ, καὶ ἀπολαύοντας αὐτοῦ τότε. Τὸν δὲ φελόνην ζητεῖ, ὥστε μὴ δεηθῆναι παρ' ἑτέρου λαβεῖν. Ὁρᾷς γὰρ αὐτὸν ὑπὲρ τούτου πολλὴν ποιούμενον τὴν σπουδὴν, καὶ λέγοντα ἑτέρωθι, ἡνίκα πρὸς τοὺς ἀπὸ τῆς Ἐφέσου διελέγετο· Γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· καὶ πάλιν, Μακάριόν ἐστι διδόναι μᾶλλον, ἢ λαμβάνειν. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, οὐδὲ κατηγορῆσαι αὐτοῦ, ἀλλὰ τὸν μαθητὴν ἀλεῖψαι πρὸς τοὺς ἀγῶνας, ὥστε φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες, κἂν οὐδαμινοὶ, κἂν ἄτιμοι, δεῖ, φησὶ, πάντα φέρειν γενναίως.
Ὁ γὰρ ὑπὸ μεγάλου τινὸς παθὼν κακῶς, ἔχει φιλοτιμίαν οὐ μικρὰν, τὴν τοῦ ποιοῦντος ὑπεροχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιμμένου, μείζονα ἔχει τὴν ἀνίαν. Πολλά με κακὰ ἐνεδείξατο· τουτέστιν, Ἔθλιψέ με διαφόρως. Ἀλλ' οὐκ ἀτιμωρητὶ, φησὶ, ταῦτα αὐτῷ προχωρήσει· Ἀποδώσει γὰρ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὥσπερ γράφων ἔλεγεν ἀνωτέρω, Οἵους διωγμοὺς ὑπέμεινα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος· οὕτω καὶ ἐνταῦθα διπλῇ παρεκάλεσε τὸν μαθητὴν, τῷ τε κακῶς πάσχειν, καὶ τῷ ἐκεῖνον ἀπολήψεσθαι· οὐχ ὡς τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιχαιρόντων ἁπλῶς, ἀλλ' ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας. Ὃν καὶ σὺ, φησὶ, φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Τουτέστι, πολεμεῖ καὶ ἐναντιοῦται. Καὶ οὐκ εἶπε, Τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν διὰ τῆς χάριτος ταῦτα ἐργάσασθαι· ἀλλ' οὐδὲν τούτων, οὐδὲ ὁπλίζει αὐτὸν κατ' αὐτοῦ, ἀλλ' ἀναχωρεῖν μόνον κελεύει, τῷ Θεῷ παραχωροῦντα τῆς τιμωρίας. Καὶ πρὸς παραμυθίαν τῶν ἀσθενεστέρων τοῦτο εἴρηκε, τὸ, Ἀποδώσει αὐτῷ· ὃ καὶ προφητεία ἐστὶν, ἢ ἀρά. Ὅτι δὲ ὑπὲρ τοῦ τὸν μαθητὴν ἀλεῖψαι ταῦτα λέγει, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Ἀλλ' ὅρα πάλιν πῶς ἑτέρους πειρασμοὺς αὐτοῦ διηγεῖται. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο, πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.
βʹ. Ὁρᾷς πῶς φείδεται τῶν οἰκείων; καίτοι ἔργον εἰργάσαντο δεινόν. Οὐ γάρ ἐστιν ἴσον παρὰ τῶν ἔξωθεν καταφρονεῖσθαι, καὶ παρὰ τῶν οἰκείων. Ὁρᾷς ἐπιτεταμένην ἀθυμίαν; Οὐκ ἔχεις εἰπεῖν, ὅτι παρὰ μὲν τῶν ἔξωθεν ἐπολεμούμην, εἶχον δὲ παραμυθίαν τὴν θεραπείαν καὶ τὴν συμμαχίαν τῶν ἐμῶν· καὶ γὰρ καὶ ἐκεῖνοί με
προέδωκαν. Πάντες με ἐγκατέλιπον, φησίν. Ἄρα οὐ μικρὸν ἁμάρτημα τοῦτο. Εἰ γὰρ ἐν πολέμῳ τὸν κινδυνεύοντα ὁ ἀφεὶς, καὶ τῆς τῶν ἐχθρῶν ἑαυτὸν ὑπεξάγων χειρὸς, ὑπὸ τῶν οἰκείων πλήττεται εἰκότως, ὡς τὸ πᾶν διαφθείρας καὶ προδούς· πολλῷ μᾶλλον ἐν τῷ κηρύγματι. Ποίαν δὲ πρώτην ἀπολογίαν λέγει; Παρέστη ἤδη τῷ Νέρωνι, καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν.
Ἰδοὺ πάλιν προτροπὴ τῷ μαθητῇ διὰ τῶν ἐπαγομένων· Ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμπανόμενον οὐκ ἀφίησί τι παθεῖν δεινὸν ὁ Θεός. Καὶ ἐνεδυνάμωσέ με, φησί· τουτέστι, παῤῥησίαν ἐχαρίσατο, οὐκ ἀφῆκε καταπεσεῖν. Ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ· τουτέστι, πληρωθῇ. Ὅρα τὴν ταπεινοφροσύνην αὐτοῦ τὴν πολλήν. Οὐχ ὡς ἄξιον τυχεῖν τῆς δωρεᾶς, φησὶν, ἐνεδυνάμωσέ με, ἀλλ' Ἵνα τὸ κήρυγμα πληροφορηθῇ, ὃ ἤμην ἐμπεπιστευμένος. Ὡς ἂν εἴ τις ἁλουργίδα καὶ διάδημα βαστάζοι καὶ δι' αὐτὴν σώζοιτο. Καὶ ἀκούσῃ, φησὶ, πάντα τὰ ἔθνη. Τί ἐστι τοῦτο; Ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ περιφάνεια, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία. Καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ὅρα πῶς παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. Εἰς αὐτὸν τοῦ λέοντος ἐνέπεσε τὸν φάρυγγα. Λέοντα γὰρ τὸν Νέρωνά φησι διὰ τὸ θηριῶδες καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ καὶ ἀκατάπληκτον. Καὶ ἐῤῥύσατό με, φησὶν, ὁ Κύριος, καὶ ῥύσεται. Εἰ ῥύσεται πάλιν, πῶς ἔλεγεν, ὅτι Ἤδη σπένδομαι; Ἀλλὰ πρόσεχε τῇ φωνῇ. Ἐῤῥύσατό με, φησὶν, ἐκ στόματος λέοντος· καὶ πάλιν Ῥύσεται, οὐκέτι ἐκ στόματος, ἀλλὰ τί; Ἀπὸ παντὸς ἔργου πονηροῦ. Τότε μὲν γάρ με τῶν κινδύνων ἐξήρπασεν· ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ εὐαγγελίῳ γέγονε, ῥύσεταί με πάλιν ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ γὰρ καὶ τοῦτο, τὸ δυνηθῆναι μέχρις αἵματος ἀντικαταστῆναι πρὸς τὴν ἁμαρτίαν καὶ μὴ ἐνδοῦναι, ἑτέρου λέοντός ἐστι ῥύσασθαι, τοῦ διαβόλου. Ὥστε μείζων αὕτη τῆς προτέρας ἡ σωτηρία, ὅτε δοκεῖ ἐκδεδόσθαι. Καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἄρα αὕτη ἐστὶν ἡ σωτηρία, ὅταν ἐκεῖ διαλάμπωμεν. Τί ἐστι, Σώσει εἰς τὴν βασιλείαν αὑτοῦ; Ἐξαρπάσει με, φησὶ, πάσης αἰτίας, καὶ ἐκεῖ φυλάξει. Τοῦτο γάρ ἐστι σωθῆναι εἰς τὴν βασιλείαν, τὸ ἐνταῦθα δι' αὐτὴν ἀποθανεῖν. Ὁ μισῶν γὰρ, φησὶ, τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὧ ἡ δόξα. Ἰδοὺ δοξολογία τοῦ Υἱοῦ. Ἄσπασαι Πρίσκιλλαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Αὐτὸς γὰρ ἐκεῖ ἦν ἐν Ῥώμῃ, καθώς φησι· ∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ∆ιὰ τῆς προσηγορίας τῆς τούτου καὶ τοὺς ἐν τῇ οἰκίᾳ προθυμοτέρους ποιεῖ ἐν τοῖς τοιούτοις κατορθώμασιν. Ἄσπασαι, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὗτοί εἰσιν ὧν συνεχῶς μέμνηται, παρ' οἷς καὶ κατήχθη, οἱ τὸν Ἀπολλὼ προσλαβόμενοι. Προτίθησι δὲ τὴν γυναῖκα, ἐμοὶ δοκεῖν, ἅτε σπουδαιοτέραν οὖσαν καὶ πιστοτέραν· καὶ γὰρ καὶ αὕτη τότε προσελάβετο τὸν Ἀπολλώ· ἢ καὶ ἀδιαφόρως τοῦτο ποιεῖ. Οὐ μικρὰ δὲ τούτοις ἦν παραμυθία ἡ πρόῤῥησις, ἀλλὰ τιμῆς καὶ ἀγάπης εἶχεν ἔνδειξιν, καὶ πολλῆς μετάληψιν χάριτος· ἀρκεῖ γὰρ καὶ ἀσπασμὸς μόνος τοῦ ἁγίου καὶ μακαρίου ἐκείνου πολλῆς ἐμπλῆσαι χάριτος τὸν τὴν προσηγορίαν δεχόμενον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Τοῦτον καὶ τὸν Τυχικὸν ἔγνωμεν ἐν τῇ τῶν Πράξεων βίβλῳ συναναχθέντας αὐτῷ ἀπὸ τῆς Ἰουδαίας, καὶ πανταχοῦ συνόντας, ἴσως ὡς σπουδαιοτέρους τῶν ἄλλων. Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ, φησὶν, ἀσθενοῦντα. ∆ιὰ τί γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ' ἀπέλιπες; Οὐ πάντα ἴσχυον οἱ ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόμουν τῇ χάριτι, ἵνα μή τις εἰς αὐτοὺς λογίσηται ὑπὲρ ὃ βλέπει. Τοῦτο καὶ ἐπὶ τῶν μακαρίων τῶν πρὸ αὐτῶν γενομένων δικαίων ὁρῶμεν
συμβάν· καθάπερ ἐπὶ τοῦ Μωϋσέως· ἰσχνόφωνος ἦν· διὰ τί μὴ μετέβαλεν αὐτοῦ τὴν ἰσχνότητα; Πολλάκις ὑπὸ λύπης ἐβάλλετο καὶ ἀθυμίας· εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσῆλθε. γʹ. Πολλὰ γὰρ συνεχώρει ὁ Θεὸς, ὥστε δείκνυσθαι τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως. Εἰ γὰρ καὶ τούτων γενομένων, ἔλεγον οἱ ἀναίσθητοι Ἰουδαῖοι, ποῦ ἐστι Μωϋσῆς, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου; εἰ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τί οὐκ ἂν ἔπαθον; Εἰ μὴ συνεχώρησεν αὐτοῦ κρατῆσαι τὸν φόβον τὸν τοῦ Φαραὼ, οὐκ ἂν θεὸν αὐτὸν ἐνόμισαν; Οὕτω καὶ περὶ Παύλου καὶ Βαρνάβα τοὺς τὴν Λύστραν οἰκοῦντας, ὁρῶμεν παθόντας ἐπ' αὐτῶν, καὶ θεοὺς αὐτοὺς νομίσαντας, ὅτε διαῤῥήξαντες αὑτῶν τὰ ἱμάτια, ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Καὶ ὁ Πέτρος πάλιν ἡνίκα τὸν ἐκ γενετῆς χωλὸν ἰάσατο, πάντων ἐκπλαγέντων ἐπὶ τῷ γεγονότι, ἀπεκρίνατο λέγων· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἄκουε δὲ πάλιν καὶ τοῦ μακαρίου Παύλου λέγοντος· Καὶ ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἵνα μὴ ὑπεραίρωμαι.Ἀλλὰ ταπεινοφροσύνης, φησὶν, ὁ λόγος. Ἄπαγε, οὐκ ἔστι τοῦτο· οὐ γὰρ διὰ τοῦτο ἐδόθη αὐτῷ σκόλοψ, ἵνα ταπεινοφρονῇ, οὐδὲ διὰ ταπεινοφροσύνην μόνον ἔφη τοῦτο, ἀλλὰ καὶ δι' ἄλλας αἰτίας. Ὅρα γοῦν πῶς ὁ Θεὸς ἀπολογούμενος, οὔ φησιν αὐτῷ, Ἀρκεῖ σοι ἡ χάρις μου, ἵνα μὴ ὑπεραίρῃ, ἀλλὰ τί; Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. ∆ύο τοίνυν συνεγίνετο· καὶ φανερὰ ἐδείκνυτο τὰ γινόμενα, καὶ τὸ ὅλον ἐπεγράφετο τῷ Θεῷ. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστι, παθητοῖς καὶ ἀσθενέσι σώμασι. ∆ιὰ τί; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Εἰ μὴ παθητὰ ἦν τὰ σώματα, αὐτοῖς ἂν ἐπεγράφετο ἅπαντα. Καὶ ἀλλαχοῦ ὁρῶμεν αὐτὸν ἀλγοῦντα ἐπὶ ἀῤῥωστίᾳ· περὶ γὰρ τοῦ Ἐπαφροδίτου ἔλεγε· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ πολλὰ δὲ καὶ ἄλλα ἀγνοοῦντα συμφερόντως καὶ αὐτῷ καὶ τοῖς μαθητευομένοις. Τρόφιμον δὲ, φησὶν, ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἡ Μίλητος τῆς Ἐφέσου ἐγγὺς οὖσα τυγχάνει. Ἄρα ὅτε ἀπέπλεεν ἐπὶ τὴν Ἰουδαίαν, ἢ τοῦτο καιροῦ ἄλλου φήσομεν. Μετὰ μὲν γὰρ τὸ γενέσθαι ἐν Ῥώμῃ, πάλιν εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ ἐκεῖθεν πάλιν εἰς ταῦτα τὰ μέρη, οὐκ ἴσμεν. Πάντων γοῦν ὁρῶμεν αὐτὸν μεμονωμένον. ∆ημᾶς με γὰρ ἐγκατέλιπε, φησί· Κρήσκης γὰρ εἰς Γαλατίαν, Τίτος εἰς ∆αλματίαν· Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία. Τοῦτον τὸν Λίνον ἱστοροῦσί τινες δεύτερον μετὰ τὸν Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων Ἐκκλησίας γεγενῆσθαι. Καὶ Λίνος, φησὶ, καὶ Κλαυδία. Ὁρᾷς πῶς καὶ γυναῖκες ἦσαν διάπυροι περὶ τὴν πίστιν καὶ θερμαί; οἷον ἡ Πρίσκιλλα, οἷον αὐτὴ ἡ Κλαυδία, ἤδη ἐσταυρωμέναι, ἤδη παρατεταγμέναι. Καὶ τί γὰρ δήποτε τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται τῶν γυναίων; Ἦ δῆλον, ὡς ἐκβεβηκότων ἤδη τῇ γνώμῃ τῶν κοσμικῶν πραγμάτων· ὡς μᾶλλον λαμπόντων· οὐ γὰρ ἔστιν ἐμποδισθῆναι γυναῖκα οὖσαν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ χάριτος ἔργον, τὸ τὴν φύσιν ταύτην ἐν τοῖς βιωτικοῖς μόνον ἐμποδίζειν, μᾶλλον δὲ οὐδὲ ἐκεῖ. Οὐδὲ γὰρ μικρὸν τῆς πάσης διοικήσεως ἀναδέδεκται μέρος ἡ γυνὴ, τὸ οἰκουρόν· ἀλλ' ἐκείνης χωρὶς, οὐδὲ τὰ πολιτικὰ δυνήσεται συστῆναί ποτε. Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται. Ὥστε οὐδὲ ἐν ἐκείνοις τὸ ἔλαττον ἔχει, οὐδὲ ἐν τοῖς πνευματικοῖς.∆ύναται γὰρ μυριάκις ἀποθανεῖν, εἴ γε βούλοιτο· πολλαὶ γοῦν καὶ ἐμαρτύρησαν· δύναται σωφροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα. Σπούδασον, φησὶ, πρὸ χειμῶνος ἐλθεῖν. Πῶς αὐτὸν κατεπείγει; καὶ οὐδαμοῦ τὸ λυπηρὸν τίθησιν· οὐ λέγει, πρὶν ἐμὲ τελευτῆσαι, ἵνα μὴ λυπήσῃ, ἀλλὰ, Πρὸ χειμῶνος ἐλθεῖν, ἵνα μὴ κατασχεθῇς. Ἀσπάζεταί σε, φησὶν, Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Ὀνομαστὶ αὐτῶν οὐ μέμνηται. Ὁρᾷς ὅτι ἐκεῖνοι θερμότεροι ἦσαν; Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμεινον. Μὴ ἄλγει, φησὶν, ὅτι ἀφίσταμαι· ὁ Κύριος μετὰ σοῦ. Καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου. ∆ιπλῆ ἡ βοήθεια τῆς χάριτος τοῦ Πνεύματος καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ οὐκ ἔστιν εἶναι τὸν Θεὸν μεθ' ἡμῶν, μὴ τῆς χάριτος οὔσης τῆς πνευματικῆς· εἰ γὰρ ἐγκαταλειφθείημεν, πῶς ἔσται μεθ' ἡμῶν; Ἡ χάρις μεθ' ἡμῶν. Ἀμήν. Καὶ ἑαυτῷ λοιπὸν ἐπεύχεται· τουτέστιν, ὥστε ἀεὶ εὐαρέστους εἶναι αὐτῷ, ὥστε χάριν ἔχειν μετὰ τοῦ χαρίσματος· ταύτης γὰρ οὔσης, οὐδὲν ἔσται λυπηρόν. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, καὶ χάριν ἔχων παρ' αὐτῷ, οὐδενὸς ἐπαισθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιμπανώμεθα, κἂν εἰς δεινόν τι περιπέσωμεν, οὐδενὸς αἴσθησιν ληψόμεθα, τῆς χάριτος οὔσης ἐκείνης καὶ τειχιζούσης ἡμᾶς.δʹ. Πῶς δὲ ἔνι τὴν χάριν ἐπισπάσασθαι λοιπόν; Τὰ τῷ Θεῷ φίλα πράττοντα, καὶ ἐν πᾶσιν αὐτῷ ὑπακούοντα. Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇ καὶ προθυμίᾳ, οὐ δι' ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα; Ὅταν ἀεὶ ἐν τοῖς ὀφθαλμοῖς ὦσι τοῖς αὐτῶν, ὅταν ἐπὶ τῆς οἰκίας στρέφωνται, ὅταν μηδὲν ἴδιον πραγματεύωνται, μηδὲ τῶν οἰκείων φροντίζωσι, μᾶλλον δὲ ἀντὶ τῶν ἰδίων ἔχωσι τὰ δεσποτικά; Ὁ γὰρ τὰ αὑτοῦ τοῦ δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δεσπότου αὑτοῦ· ὁμοίως αὐτῷ ἐπιτάττει ἐν τοῖς ἐκείνου, ὁμοίως ἐκείνῳ κρατεῖ. Πολλοὶ δὲ τῶν οἰκετῶν μᾶλλον αὐτὸν δεδοίκασι, καὶ ὅπερ ἂν εἴπῃ οὗτος, τοῦτο κἀκεῖνος· πάντες οἱ ἐχθροὶ λοιπὸν ἐν φόβῳ. Εἰ δὲ ὁ ἐν τοῖς βιωτικοῖς τῶν αὑτοῦ καταφρονήσας, καὶ τὰ τοῦ δεσπότου ἑλόμενος, οὐχὶ κατεφρόνησε τῶν αὑτοῦ, ἀλλὰ μᾶλλον μειζόνων ἐπέτυχε· πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Καταφρόνησον τῶν σῶν, καὶ ἔλαβες τὰ τοῦ Θεοῦ· βούλεται αὐτὸς τοῦτο. Καταφρόνησον τῆς γῆς, καὶ ἅρπασον τὴν βασιλείαν τῶν οὐρανῶν· ἐκεῖ δίαγε, μὴ ἐνταῦθα· ἐκεῖθεν ἔσο φοβερὸς, μὴ ἐνταῦθα. Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ ἀνθρώποις μόνον, ἀλλὰ καὶ δαίμοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός· ἂν δὲ ἀπὸ τῶν χρημάτων τῶν ἐνταῦθα, ἐκείνοις εὐκαταφρόνητος ἔσῃ, πολλάκις δὲ καὶ ἀνθρώποις· ὅσα ἂν πλουτήσῃς, ἐν τοῖς δουλικοῖς πλουτήσεις· ἂν δὲ τούτων ὑπερίδῃς, ἐν τῷ οἴκῳ τῷ βασιλικῷ λαμπρὸς ἔσῃ. Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρημάτων. Καὶ ὅρα πῶς τοῖς δεσποτικοῖς ἐπέταττον. Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιμόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον. Ἐπὶ γῆς τοῦτο ἐγίνετο, ἀλλ' ὡς ἐν οὐρανοῖς ἐτελεῖτο. Ὅσα γὰρ ἂν δήσητε, φησὶν, ἐπὶ γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Καὶ μείζονα αὐτοῖς ἔδωκεν αὐτοῦ ἐξουσίαν. Καὶ ὅτι οὐκ ἐψευσάμην, ἄκουε αὐτοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ. Τί δήποτε; Ὅτι καὶ οὕτως εἰς τὸν ∆εσπότην ἡ τιμὴ διαβαίνει. Ἐπεὶ καὶ ἐν τοῖς ἡμετέροις πράγμασιν, ὅταν μεγάλα δύνηται ὁ οἰκέτης, μᾶλλον θαυμάζεται ὁ δεσπότης. Εἰ γὰρ ὁ οἰκέτης τοσαῦτα δύναται, πόσῳ μᾶλλον ὁ κρατῶν αὐτοῦ; Εἰ δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢ κλέπτων, ἢ λυμαινόμενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν μετὰ τῶν χρημάτων προσαπώλεσε. ∆ιὸ ταῦτα ἔχοντες τὰ ὑποδείγματα, παρακαλῶ, μὴ φροντίζωμεν τῶν ἡμετέρων, ἵνα φροντίζωμεν ἑαυτῶν· καταφρονῶμεν αὐτῶν, ἵνα κτησώμεθα αὐτά. Ἂν ἡμεῖς αὐτῶν καταφρονήσωμεν, αὐτὸς αὐτῶν ἐπιμελήσεται· ἂν ἡμεῖς ἐπιμελησώμεθα αὐτῶν, ὁ Θεὸς αὐτῶν καταφρονήσει. Ἐν τοῖς τοῦ Θεοῦ κάμνωμεν, μὴ ἐν τοῖς ἡμετέροις, μᾶλλον δὲ ἐν τοῖς ἡμετέροις· τὰ γὰρ αὐτοῦ ἡμέτερα. Οὐ λέγω οὐρανὸν, οὐ λέγω γῆν, οὐ λέγω τὰ ἐν κόσμῳ· ταῦτα γὰρ αὐτοῦ ἀνάξια, ταῦτα οὐχ ἡμῶν μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ἀπίστων· ἀλλὰ τίνα λέγω αὐτοῦ; ∆όξαν, βασιλείαν· ταῦτα καὶ αὐτοῦ, καὶ ἡμέτερα δι' αὐτόν. Πῶς; Εἰ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Συγκληρονόμοι ἐγενόμεθα, καὶ ἀδελφοὶ λεγόμεθα. Τί ἡμεῖς ἑαυτοὺς κάτω κατάγομεν, αὐτοῦ ἡμᾶς ἄνω καὶ πρὸς ἑαυτὸν ἕλκοντος; Μέχρι πότε πενιχροὶ, μέχρι πότε πτωχοί; οὐρανὸς πρόκειται, καὶ ἡμεῖς περὶ τὴν γῆν στρεφόμεθα; οὐρανοῦ βασιλεία, καὶ ἡμεῖς τὴν ἐνθάδε πενίαν αἱρούμεθα; ζωὴ ἀθάνατος, καὶ ἡμεῖς περὶ ξύλα καὶ λίθους καὶ ἀγροὺς δαπανώμεθα; Γενοῦ πλούσιος, τοῦτο κἀγὼ βούλομαι· πλεονέκτησον, καὶ ἅρπασον· ἐνταῦθα οὐκ ἔστι μέμψις· ἐνταῦθα τὸ μὴ πλεονεκτῆσαι ἔγκλημα, ἐνταῦθα τὸ μὴ ἁρπάσαι κατηγορία. Τί δὴ τοῦτό ἐστιν; Ἡ βασιλεία, φησὶ, τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Γενοῦ βίαιος ἐκεῖ, γενοῦ ἅρπαξ, οὐ μειοῦται τὸ ἁρπαζόμενον. Οὐδὲ γὰρ μερίζεται ἡ ἀρετὴ, οὐ μειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν. Τότε αὔξεται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς· τότε τὰ σωματικὰ μειοῦται, ὅταν ἁρπάσῃς· καὶ δῆλον ἐκεῖθεν. Ἔστωσαν ἐν πόλει μύριοι ἄνδρες· οὗτοι ἂν μὲν πάντες ἁρπάζωσι τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην, ἐπλεόνασαν αὐτήν· ἐν γὰρ τοῖς μυρίοις γίνονται δίκαιοι· ἂν δὲ μὴ ἁρπάσωσιν, ἠλάττωσαν· οὐδαμοῦ γὰρ φαίνεται. εʹ. Ὁρᾷς ὅτι ἐν τῷ ἁρπάζεσθαι πλεονεκτεῖ μᾶλλον τὰ ἀγαθά· ταῦτα δὲ ἐν τῷ ἁρπάζεσθαι μειοῦται μᾶλλον; Μὴ τοίνυν τῇ πενίᾳ προσκαθεζώμεθα, ἀλλὰ τὸν πλοῦτον ἑλώμεθα. Πλοῦτος Θεοῦ ἐστι τὸ πολλοὺς εἶναι τοὺς ἀπολαύοντας τῆς βασιλείας. Ὁ πλουτῶν, φησὶν, εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Αὔξησον αὐτοῦ τὴν οὐσίαν· αὐξήσεις δὲ, ἂν ἁρπάσῃς, ἂν πλεονεκτήσῃς, ἂν βιάσῃ. Βίας ὄντως χρεία. Τί δήποτε; Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖκες, παῖδες, φροντίδες, τὰ κοσμικὰ πράγματα, μετὰ τούτων δαίμονες, καὶ αὐτὸς ὁ τῶν δαιμόνων ἀρχηγέτης ὁ διάβολος. ∆εῖ τοίνυν βίας, δεῖ καρτερίας. Ὁ βιαζόμενος ἐν πόνοις ἐστί. Πῶς; πάντα ὑπομένει, καὶ πρὸς ἀνάγκην ἵσταται. Πῶς; σχεδὸν τοῖς ἀδυνάτοις ἐπιχειρεῖ. Εἰ τοίνυν οἱ μὲν βιαζόμενοι τοιοῦτοι, ἡμεῖς δὲ οὐδὲ τοῖς δυνατοῖς ἐπιχειροῦμεν, πότε ἐπιτευξόμεθα; πότε ἀπολαυσόμεθα τῶν σπουδαζομένων; Βιασταὶ, φησὶν, ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Βίας χρεία καὶ ἁρπαγῆς· οὐ γὰρ ἁπλῶς πρόκειται, οὐδὲ ἐξ ἑτοίμου. Ὁ ἁρπάζων, διαπαντὸς νήφει, διεγήγερται, φροντίζει καὶ μεριμνᾷ, ὥστε εὐκαίρως ἐπιθέσθαι τῇ ἁρπαγῇ. Οὐχ ὁρᾶτε ἐν τοῖς πολέμοις, ὅτι ὁ ἁρπάσαι βουλόμενος δι' ὅλης τῆς νυκτὸς ἀγρυπνεῖ; δι' ὅλης ὥπλισται; Εἰ τοίνυν οἱ τὰ βιωτικὰ ἁρπάζοντες, καὶ νύκτα ἀγρυπνοῦσι, καὶ ὁπλίζονται, πῶς τὰ τούτων μείζονος δεόμενα τῆς σπουδῆς, τὰ πνευματικὰ, ἁρπάσαι βουλόμενοι, καὶ ἐν ἡμέρᾳ καθεύδομεν καὶ ῥέγχομεν, καὶ ἀεὶ ἄοπλοι καὶ γυμνοὶ διατελοῦμεν; Ὁ γὰρ ἐν ἁμαρτίαις στρεφόμενος, ἄοπλός ἐστι καὶ γυμνὸς, ὥσπερ ὁ ἐν δικαιοσύνῃ, ὡπλισμένος. Οὐκ ἐλεημοσύνῃ περιφράττομεν ἑαυτοὺς, οὐ τὰς ἀναπτομένας λαμπάδας ἑαυτοῖς εὐτρεπίζομεν, οὐ
συμφραττόμεθα ὅπλοις πνευματικοῖς οὐ τὴν ὁδὸν μανθάνομεν τὴν ἐκεῖ φέρουσαν, οὐ νήφομεν, οὐ διεγηγέρμεθα· διὰ τοῦτο ἁρπάσαι οὐδὲν δυνάμεθα. Εἴ τις βασιλείᾳ ἐπιθέσθαι βούλοιτο, οὐχὶ θανάτους μυρίους ἑαυτῷ ὑποτίθησι πρότερον; οὐχὶ συμφραξάμενος, οὐχὶ μελετήσας τὴν πολεμικήν; οὐχὶ πάντα ὑπὲρ τούτου πράττει, καὶ οὕτως ὁρμᾷ πρὸς τὴν ἐπίθεσιν; Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καθεύδοντες ἁρπάζειν βουλόμεθα· τοιγάρτοι διὰ τοῦτο κεναῖς ἄπιμεν χερσίν. Οὐχ ὁρᾷς τοὺς ἁρπάζοντας, πῶς φεύγουσι, πῶς τρέχουσι, πῶς διατέμνουσιν ἅπαντα; ∆ρόμου χρεία· εὐθέως γάρ σου κατατρέχει ὁ διάβολος, καὶ τοῖς ἔμπροσθεν κελεύει κατασχεῖν. Ἀλλ' ἐὰν ᾖς ἰσχυρὸς, ἐὰν ᾖς διεγηγερμένος, τὸν μὲν ἐλάκτισας, τὸν δὲ ἀπώσω, πάντας διέφυγες ὡς πτηνός· κἂν ἀπέλθῃς λοιπὸν ἐντεῦθεν, κἂν τὴν ἀγορὰν ὑπερβῇς, καὶ τὸν πολὺν θόρυβον, ὅπερ ἐστὶν ὁ βίος, καὶ πρὸς τὰ μετέωρα τούτων ἔλθῃς, ὅπερ ἐστὶν ὁ μέλλων αἰών. Καθάπερ γὰρ ἐν ἐρημίᾳ, οὐδεὶς θόρυβος, οὐδεὶς ὁ ἐνοχλῶν, οὐδεὶς ὁ κατέχων. Ἀνηρπάσω; ὀλίγου δεῖ τόνου μετὰ τὴν ἁρπαγὴν, ὥστε μὴ ἀφαιρεθῆναι τὸ ληφθέν· ἂν τρέχωμεν, ἂν μηδὲν ὁρῶμεν τῶν πρὸ τῶν ὀφθαλμῶν κειμένων, ἂν μηδὲν ἕτερον φροντίζωμεν, ἀλλ' ὥστε τοὺς κωλύοντας διαδρᾶναι, δυνησόμεθα τὰ ἁρπαγέντα κατέχειν μετὰ ἀσφαλείας. Ἥρπασας τὴν σωφροσύνην; μὴ μείνῃς, φεῦγε, πόῤῥω γενοῦ τοῦ διαβόλου· ἂν ἴδῃ, ὅτι οὐκέτι δύναται καταλαβεῖν, οὐδὲ διώξει. Οὕτω καὶ ἡμεῖς, ὅταν τοὺς ἁρπάσαντάς τι μηκέτι βλέπωμεν, ὡς ἀπαγορεύσαντες, οὔτ' αὐτοὶ κατατρέχομεν, οὔτε ἑτέροις παρακελευόμεθα κατέχειν, ἀλλ' ἀφίεμεν ἀπελθόντας μένειν. Οὕτω καὶ σὺ δράμε σφοδρῶς παρὰ τὴν ἀρχήν. Ὅταν πόῤῥω γένῃ τοῦ διαβόλου, οὐδὲ ἐπιχειρήσει λοιπὸν, ἀλλ' ἔσῃ ἐν ἀσφαλείᾳ, τῶν ἀγαθῶν ἀπολαύων τῶν ἀποῤῥήτων μετ' ἀδείας· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου