ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ομιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.

Πέμπτη 20 Οκτωβρίου 2016

Ομιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.



Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

ΙΓ΄ Ομιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.


Ὅτε διδάσκαλος εὐκλεὴς, τότε μαθητὴς εὐπειθὴς, τότε μαθητὴς εὔελπις· ὅτε διδάσκαλος πρόθυμος, τότε διδάσκαλος κέρδος καρποῦται· ὅτε μαθητὴς σπουδὴν ἐπιδείξηται, τότε μαθητὴς διδασκάλου τέχνην ἐκδέχεται ὅτι τὴν διατριβὴν ὡς φίλην ἀσπάζεται. Ἄλλως γὰρ ἀμήχανον διδάσκαλον λάμψαι, εἰ μὴ τοῦ μαθητοῦ τὸν λύχνον ἀρδόμενον εὕροι τῷ τῆς φιλομαθίας ἐλαίῳ· καὶ ἄλλως ἀμήχανον λάμψαι, εἰ μὴ τοὺς ὀχετοὺς τῆς σοφίας ὁ διδάσκαλος πλουσίως ἐκχέῃ. ∆εῖται γὰρ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη, καὶ πρὸς τὴν οἰκοδομὴν τῆς βελτιώσεως ἀμφοτέρους τὰ τῆς δυνάμεως συνεισφέρειν· καὶ τὸν μὲν τὴν γλῶτταν ὀξύνειν, τὸν δὲ τὴν ἀκοὴν εὐτρεπίζειν· καὶ τὸν μὲν τὴν διάνοιαν ἀπηρτισμένην ἔχειν, τὸν δὲ τὴν ψυχὴν γαληνιῶσαν παρέχειν.


Ταῦτα δὲ οὐ μόνον ἐν τοῖς σωματικοῖς ἀναγκαῖα, ἀλλὰ καὶ ἐν τοῖς πνευματικοῖς περισπούδαστα. Ὥσπερ γὰρ ἐν τοῖς σωματικοῖς παιδεύμασιν ἄλλως οὐκ ἐλευθεροῦται σκυτάλης παῖς, εἰ μὴ τοῖς μαθήμασιν ἐπαγρυπνῇ, οὕτω καὶ ἐν τοῖς πνευματικοῖς διδάγμασιν ἄλλως κατακρίσεως οὐκ ἀπαλλάσσεται βροτὸς, εἰ μὴ ἐν τῷ νόμῳ Κυρίου κατὰ τὸν προφήτην μελετήσῃ ἡμέρας καὶ νυκτός. Ἐπεὶ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ πάντες οἱ παρόντες ἐσμὲν ἐν Χριστῷ συμμαθηταί· ἕνα γὰρ καὶ τὸν αὐτὸν ἔχομεν οἱ πάντες καθηγητὴν καὶ διδάσκαλον τὸν Χριστὸν κατὰ τὸ φάσκον θεῖον ῥητόν· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· φέρε καὶ σήμερον τὴν διττὴν ἀκοὴν, τὴν ψυχικὴν φημὶ καὶ τὴν σωματικὴν, εὐρυχωρότερον εὐτρεπίσωμεν εἰς τὴν τοῦ Κυρίου διδασκαλίαν, ὅπως τὸν λόγον ὡς σπόρον δεξάμενοι, δυνηθῶμεν καρποφορῆσαι τὴν τοῦ Κυρίου ἐπιμέλειαν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὸν τῆς ὑπακοῆς πολύκοκκον στάχυν. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ βοῶντος· Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἐκ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Εἶδες διδασκάλου θεομήνυτον διδασκαλίαν; εἶδες ὄχλου ἐράσμιον ὄχλησιν; εἶδες μαθητῶν ψυχωφελῆ σπουδήν; εἶδες ἀνθρώπων ἔμμισθον παραμονήν; Μή τις τῶν ἀκουόντων τὸν λόγον τοῦ Θεοῦ ἠκηδίασεν, ἢ ἀπέστη τῆς λίμνης, ἢ κατῆλθε τοῦ ὄρους, ἢ ᾐτήσατο λέγων καθώς τινες τῶν παρόντων· Τί πλατύνεις τὸν λόγον, διδάσκαλε; ἔχω τι διαπράξασθαι, συντυχία με περιμένει, οὐδὲν οὔπω τῶν ἐν τῷ ἀρίστῳ ἠγόρασα, ἡ ὥρα τοῦ λουτροῦ παρῆλθε, λοιπὸν ὁ καύσων συνέχει με. Μή τις τῶν παρόντων κατ' ἐκεῖνον τὸν καιρὸν εἶπε πρὸς τὸν ∆εσπότην τούτων τι; Οὐ μὴν οὐδαμῶς. ∆ιὰ τί; Ὅτι ᾔδεισαν τὸν εἰρηκότα πάντα καλὰ ἐν καιρῷ αὐτῶν.
Εἰσῆλθες εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἠξιώθης τῆς τοῦ Χριστοῦ συντυχίας· εἰ μὴ ἀπολυθῇς, μὴ ἐξέλθῃς· ἐὰν γὰρ πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, ὡς δραπέτης εὐθύνεις τὴν ὁδόν. Ἓξ ἡμέρας ἐν τοῖς σωματικοῖς ἀναλίσκεις, καὶ δύο ὥρας ἐν τοῖς πνευματικοῖς ἀσχόλει. Μὴ ὧδε δριμύττου, καὶ ἔξω φαιδρύνου· μὴ ὧδε τὸ νεῦμα, καὶ ἔξω τὸ σκέμμα· μὴ ὧδε ἐπαίνει, καὶ ἔξω λοιδόρει. Τὰ τοῦ Κυρίου παριστῶμεν· μὴ γὰρ μύθους λαλοῦμεν; τὰ τῶν προφητῶν ἀναγινώσκομεν· μὴ γὰρ τοὺς δικαίους βδελυσσόμεθα; τῶν ἀποστόλων μεμνήμεθα· μὴ γὰρ τοὺς πατέρας ἐξουθενοῦμεν; Εἰς θέατρον πολλάκις ἀνέρχῃ, καὶ ἕως τῆς ἀπολύσεως οὐ κατέρχῃ· καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρχῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ; Φοβήθητι τὸν εἰρηκότα· Ὁ καταφρονῶν πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν; Ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι τῷ Ἰησοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γενησαρέτ. Ὢ τῆς εὐτέχνου τοῦ Κυρίου διδασκαλίας· ὁ ποταμὸς παρὰ τὴν λίμνην εἱστήκει· μᾶλλον δὲ ὁ τῶν ἀνθρώπων ἁλιεὺς ἦλθε παρὰ τὴν λίμνην, ἵνα τοὺς θηρευτὰς τῶν ἰχθύων θηρεύσῃ. Οὐδὲν γὰρ ἀργὸν παρὰ τῷ ∆εσπότῃ Χριστῷ, οὐ τόπος, οὐ λόγος, οὐκ αἴνιγμα, οὐ βῆμα. Ἐπειδὴ γὰρ Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβοςκαὶ Ἰωάννης ἐπὶ τὴν λίμνην Γενησαρὲτ ἀνίχνευον ἁλιευτικὴν τέχνην μετιόντες, ἐν ἀδήλοις τὴν ἐλπίδα ἔχοντες, διεφθαρμένα δίκτυα χαλῶντες, ἀμετρήτῳ βυθῷ συνερίζοντες, μὴ ἰδόντες πόθεν δεῖ τραφῆναι, κλέπτοντες μᾶλλον ἢ κάμνοντες, δελεάζοντες ἢ πείθοντες· ἄνευ γὰρ ἀπάτης ἰχθὺς οὐ θηρεύεται· τούτους ὁ Κύριος κατανοήσας τῷ θεϊκῷ καὶ ἀπλανεῖ βλέμματι, ἐπιτηδείους πρὸς τὴν τῶν ἰχθύων ἄγραν ὄντας, παρεγένετο ἐπὶ τὴν λίμνην ἀντισαγηνεῦσαι τούτους, οὐ δικτύῳ βεβαμμένῳ χρώμενος, ἀλλὰ καθηγητικῷ λόγῳ. Καὶ ὅτιπερ οἱ προλεχθέντες ἀπόστολοι ἐπὶ τοῖς λιμνοδρόμοις πλοίοις θαῤῥοῦντες, οὐκ ἐγίνωσκον τὸν τῆς λίμνης καὶ πάντων ∆εσπότην· τούτου χάριν παρεγίνετο ὁ Κύριος ἐπὶ τὴν λίμνην, ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Τί οὖν ὁ εὐαγγελιστής; Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον.
Ὁρᾷς πῶς ἐμβαίνει πλοίῳ ὁ μὴ χρῄζων πλοίου, ἵνα τὸν τοῦ πλοίου δεσπότην κερδάνῃ. ∆ιὰ τί δὲ καὶ παρακαλεῖ τὸν Σίμωνα ὁ Κύριος; ∆ιὰ τί; ἄκουε συνετῶς. ὉΣίμων, καθὼς ἀρτίως ἤκουες, διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν. Ἐδυσφόρει δὲ σφόδρα κεναῖς χερσὶν ἀποπλύνων τὰ δίκτυα, καὶ κόπον κόπῳ συνάπτων, καὶ κέρδος μὴ βλέπων. Τούτου χάριν ὁ Κύριος θεωρήσας τὸν Πέτρον καταστυγνάσαντα, παρακαλεῖ αὐτόν· παρακλήτωρ γὰρ τῶν τεθλιμμένων ἐστί. Μόνον γὰρ εἶδεν ὁ Κύριος τὸν Σίμωνα τεθλιμμένον, καὶ προτρεπτικῷ λόγῳ ἀποκριθεὶς πρὸς αὐτὸν ἔλεγεν· μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν διδάξω καὶ κατηχήσω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος· ἐκκλησία γένοιτό μοι τὸ πλοιάριόν σου, ναῦτα· ἄκουσον λόγον Θεοῦ. Μὴ φορτικόν με νομίσῃς· ἦλθον γὰρ βελτιῶσαί σε. Κατάλιπε τὴν σωματικὴν ματαίαν ἐλπίδα, καὶ περίβλεψαι τὴν πνευματικὴν μερίδα· μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα. Ὁ δὲ Σίμων ἔτι βεβαπτισμένος τῇ λύπῃ τῆς ἀποτυχίας, ἀποκριθεὶς πρὸς τὸν Κύριον ἔφη· Πόθεν παραγέγονας, ξενοπρόσωπε ἄνθρωπε; τί μοι δι' ὄχλου γίνῃ; ἄλλην περίβλεψαί τινα σκάφην, εἴ γε βούλει τὴν λίμνην περιαυλίζεσθαι. Ὁρᾷς με πενθοῦντα, ὡς ἄρτον μὴ εὐποροῦντα, καὶ λόγον Θεοῦ χορηγεῖν ἐπαγγέλλεις; Οὐ περιβλέψομαι πόθεν ἀργύρια δανείσωμαι, ἵνα τὴν πενθεράν μου καὶ τὴν γυναῖκά μου θρέψω, ἀλλά σοι τὸ πλοιάριον ὑποστρώσω, ἵνα καὶ τὴν ἡμέραν ὡς τὴν νύκτα ματαιοπονήσω; Εἰ ἐπιφέρεις ναῦλον, ἐπίβηθι τὸ πλοῖον· εἰ δὲ μὴ βαστάζεις, ἄπελθε, παρακαλῶ· ἐμὲ γὰρ δόσις, οὐ λόγος τρέφει. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα Μὴ δυσχέραινε, Σίμων· ὄντως ὡς ναύτης λαλεῖς· Θεοῦ λόγος θρεπτικώτερος ἄρτου· θρέψω σε δαψιλῶς· ἄρτος γάρ εἰμι ζωῆς. Μή μου ζημίαν τὴν παρουσίαν ἡγήσῃ· ὅσον ἂν βούλῃ κομίζου· πλουσίου γὰρ πατρὸς εὔπορον τέκνον εἰμί. Ταῦτα ἀκούσας ὁ Σίμων, καὶ μικρὸν ἱλαρυνθεὶς τῷ προσώπῳ, ἐν τῷ πλοίῳ τὸν Κύριον ὑποδέχεται, κώπαις ἐλαύνων, ἔφη τε πρὸς αὐτόν· Μέσον καθέζου, ἄνθρωπε ξένε. Ὡς ἐπιβάτην φέρων διέκειτο, μὴ συνορῶν ὅτι φέρει τὸν τὰ πάντα φέροντα. Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Τοῦ δὲ Σίμωνος ἐπαναγαγόντος τῇ ἐλπίδι τῆς μισθαποληψίας, καθίσας ὁ Ἰησοῦς ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Τί δὲ ἐδίδασκεν; Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκαπήλευτον, θεογνωσίαν ἀφιλάργυρον, παρθενίαν ἀῤῥύπωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον· πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ταῦτα τοῦ Κυρίου διδάσκοντος καὶ ἔτι μετὰ προσθήκης λέγοντος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ πάλιν· Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ αὖθις· Μὴ κτήσασθε χρυσὸν, μὴ ἄργυρον, μὴ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν, μὴ βαλάντιον, μὴ δύο χιτῶνας· ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκήσομεν λαβεῖν; ἐπιζημίᾳ νυχθημερινῷ περιέπεσα· τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται· μηδένα μηδὲν ἔχειν διδάσκει. Τάχα ἐμὲ θέλει καὶ τὸ πλοῖον πωλῆσαι, ἵνα πτωχοῖς διανέμω· παρ' αὐτοῦ μισθὸν προσδοκῶ λαβεῖν; Ταῦτα τοῦ Σίμωνος διαλεγομένου ἐν ἑαυτῷ πληροῖ τὴν διδασκαλίαν ὁ Κύριος, ἵνα τὴν θαυματουργίαν ἐπιδείξηται, καὶ τὸν Σίμωνα πληροφορήσῃ. Κόπος γάρ ἐστιν ἰδιώτην λόγῳ πεῖσαί ποτε. Εἶτα τοῦ Κυρίου τὸν λόγον πληρώσαντος, καὶ τοῦ παντὸς πλήθους ἀρεσθέντος, προσελθὼν ὁ Σίμων τῷ Κυρίῳ ἔφη· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία, ἀλλ' ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον· κέλευσόν με λαβεῖν τὸν μισθὸν τῆς ναυτιλίας, ὅπως κἀγὼ σὺν τῷ πλήθει χαιρόμενος εἰς τὸν οἶκόν μου ἀπέλθω. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· καθὼς ἀρτίως ἤκουες, τὸν μισθόν σου βούλει λαβεῖν, Σίμων; Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν, καὶ κομίζου τὸν ἐπηγγελμένον σοι παρ' ἐμοῦ μισθόν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω καὶ δίκτυα χαλάσω, καὶ κόπον ὑπομείνω; Εἴθε μηδὲ τὴν νύκτα κεναῖς χερσὶν ἐψηλάφησα. Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας; ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; ∆ύνῃ διδάσκαλος εἶναι· μὴ γὰρ καὶ ἰχθύων θηρευτής; Ἔξελθε ἀπ' ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί καὶ τὸν καιρὸν ἀπόλλω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σίμων· μὴ τὰς χεῖράς μου καὶ τὸν κόλπον μου κατανόει· οὐκ ἐν ταῖς χερσὶν, ἀλλ' ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Πᾶσαν τὴν νύκτα κοπιάσας, οὐδὲν ἔλαβες· νὺξ γὰρ ἀπορίας τὰ Ἰουδαϊκὰ φρονήματα. Ἐν τῇ ἡμέρᾳ τῆς χάριτος τὰ δίκτυα χάλασον· φῶς γὰρ εὐκαρπίας τὰ Χριστιανικὰ πειθαρχήματα. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Τότε ὁ Σίμων πρὸς τὸν Κύριον· Καθὼς ἀρτίως ἤκουες, Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς· ∆ιεῤῥήγνυτο τὸ δίκτυον. Καὶ τὸν Χριστὸν περιεβλέπετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ πρᾶγμα ἐνενόει. Οὐκ ἴσχυσε τὸν φόρτον ἐκλύσαι, καὶ βοηθοὺς ἐπεσπάσατο· Ἐνένευον γὰρ, φησὶ, τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, ἐν ᾧ ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἐλθόντας συλλαβέσθαι αὐτούς. Ἐνένευον, οὐκ ἔκραζον, οἱ ἄνευ κραυγῆς καὶ θορύβου μηδὲν διαπραττόμενοι ναῦται. ∆ιὰ τί; Ὅτι τὸ ξένον τοῦ πράγματος εἰς ἀφωνίαν αὐτοὺς ἤγειρεν.
Τί γὰρ εἶχον κράζειν, εἰ μὴ μόνον ἐννεύειν, ὡς θεῖον μυστήριον ὁρῶντες; Συνδραμόντες δὲ καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο. Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ προστάγματι τοῦ ∆εσπότου· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλλοντο· τὰς χεῖρας τῶν ἁλιέων οὐ περιέμενον, ἑαυτοὺς ἐκυβίστευον ἐπὶ τὸ πλοῖον. Ὁ πυθμὴν τῆς λίμνης οὐκ ἐκινεῖτο, οὐδεὶς τῶν ἰχθύων κάτω μένειν ἠνείχετο· ᾔδεισαν γὰρ τὸν εἰρηκότα· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Τί οὖν ὁ Σίμων, ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κοπιάσας καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ τὰ πάντα θηρεύσας; Ὡς εἶδε τὰ δίκτυα διεῤῥαγότα, καὶ ἄλλους πολλοὺς ἰχθύας ἔξωθεν ἑστῶτας καὶ πρὸς τὸ θηρευθῆναι κεχηνότας, καὶ πόῤῥω τῶν δικτύων μένειν μὴ ἀνεχομένους, ὡς βίαν ὑπομένων, προσέπεσε τῷ Κυρίῳ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Ἔγνων λοιπὸν ὅστις εἶ· οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος, ∆έσποτα, τοὺς ἰχθύας τῇ σαγήνῃ ἔνδον ἀποκλείειν· τοὐναντίον δὲ νῦν βλέπω; ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔξελθε ἀπ' ἐμοῦ, παρακαλῶ. Ἐπίσχες λοιπὸν τὸ θεϊκόν σου πρόσταγμα· κατάλιπε τῇ λίμνῃ κἂν δύο πρὸς γονὴν ἰχθύας. Ἔξελθε ἀπ' ἐμοῦ· οὐ σὲ ἀπωθοῦμαι, ἀλλ' ἐμαυτὸν ταλανίζω.
Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Ἐξέλθω, τοῦ πλοιαρίου σου, Σίμων, ἐξέρχομαι· ἐν σοὶ δὲ εἰσελεύσομαι· τούτου χάριν καὶ παρεγενόμην πρὸς σέ. Θηρεύων γὰρ ἐθηρεύθης· ὃ ποιεῖς, πέπονθας. Σὺ μὲν γὰρ ἀπὸ ζωῆς εἰς θάνατον ἕλκεις· ἐγὼ δὲ ἀπὸ θανάτου εἰς ζωήν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Τὴν λίμνην κατάλιπε, τὴν οἰκουμένην σαγήνευε· τὸν κάλαμον σύνθλασον, καὶ τὸν σταυρὸν εὐτρέπισον· τὴν ὁρμαῖαν διάσπασον, καὶ τὴν εὐσέβειαν κήρυξον· ῥῖψον τὸ ἄγκιστρον, καὶ νόσους θεράπευσον· τὰ δίκτυα μίσησον, καὶ τὰς οὐρανίους κλεῖς χάλκευσον· ἔξελθε ἀπὸ τοῦ πλοίου, καὶ εἴσελθε εἰς τὴν Ἐκκλησίαν.
Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνάμεως! Ὢ τῆς τοῦ Πέτρου συνέσεως! Οὐκ εἶπεν ὁ ἁλιευθεὶς ἁλιεὺς, Τί τὸ ξένον τῆς τοῦ διδασκάλου παραινέσεως; ἀνθρώπους ζωγρήσω, καὶ ποῖον δίκτυον εὐτρεπίσω; ποῦ δὲ καὶ νίθοντα τὰ ἀνθρωπόθηρα ταῦτα δίκτυα; μὴ ἁρπάζει με λόγος ἀγκιστρεύσας με; Οὐδὲν τούτων εἶπεν ὁ Σίμων, μόνον δὲ ἤκουσεν, εὐθέως ὑπήκουσεν· οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῆς εὐπορίας ἐδεήθη, οὐ τῇ γυναικὶ συνετάξατο, οὐκ εἶπε πρὸς τὸν ∆εσπότην, Σῶσόν μου τὰ μέτρια, ∆έσποτα· λογοθετήσω τοὺς συναλλάκτας, μικρὰ ἀναλώματα τοῖς εἰς τὸν οἶκόν μου καταλείψω. Οὐδὲν τούτων ὁ Σίμων ἔφρασε· Πέτρος γὰρ ἦν τὸ ὅλον. Καὶ ὅτιπερ οὐ μόνον Πέτρος ὑπήκουσε τῷ ∆εσποτικῷ προστάγματι, ἀλλὰ καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης· αὗται γάρ εἰσιν αἱ ἀδελφαὶ καὶ πισταὶ δύο ζυγάδες. Εἶδες τὴν τοῦ Κυρίου πραγματείαν; τίνος χάριν ἐπὶ τὴν λίμνην παρεγένετο; ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Ἤκουες οὖν ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ καταγαγόντες τὰ πλοῖα αὐτῶν ἐπὶ τῆς γῆς, ἀφέντες ἅπαντα, ἠκολούθησαν τῷ Ἰησοῦ.Τί δὲ ὁ Κύριος; δεῖ γὰρ συμπερᾶναι τῷ λόγῳ. Ὡς εἶδε τῶν ἀποστόλων τὴν προθυμίαν, ὅτιπερ ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ, ἐπὶ θεραπείαν ἐπείγεται, ἵνα μὴ ὁ διάβολος ἔκκωμα ἀπιστίας εὕρῃ· εὐμεταμέλητον γὰρ τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ πρὸς ἀντιταλάντευσιν ἕτοιμον. Ἔμελλον γὰρ λέγειν οἱ ἀπόστολοι τοῦ Κυρίου, εἰ μηδὲν ἕτερον σημεῖον ἐθεάσαντο· μὴ ἄρα μάτην καταλιπόντες τὴν ὕπαρξιν ἡμῶν ἠκολουθήσαμεν αὐτῷ; καὶ ἡ συνδρομὴ τῶν ἰχθύων κατά τινα τρόπον γεγένηται, οὐχὶ δὲ κατὰ θεῖον κέλευσμα. Ὅπως οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πόλεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκαθάρισεν· ἵνα γνῷ Πέτρος καὶ οἱ μετ' αὐτοῦ, ὅτι οὐ μόνον οἱ ἔμψυχοι ἰχθύες ὑπακούουσι τῷ ∆εσποτικῷ προστάγματι, ἀλλὰ καὶ τὸ ἄψυχον πάθος τῷ νεύματι αὐτοῦ φυγαδεύεται. Ἤκουες δὲ ἀρτίως βοῶντος τοῦ λεπροῦ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὦ λεπροῦ εὐσεβοῦς δόγματος γνῶσις! Οὐκ ἐσπίλωσεν αὐτοῦ τὴν ὀρθόδοξον γνώμην ἡ ὁλόῤῥυπος τῆς λέπρας δορά· ἔξωθεν ἧρπε τὸ πάθος· ἔνδον γὰρ οὐχ εὗρε νομήν· τὸ σῶμα κατεβόσκετο, τῆς δὲ ψυχῆς οὐχ ἥπτετο· ἐφύβριστον τίτλον ἐβάσταζεν, ἀλλ' οὐκ ἤγγισεν ἡ συνοδοιπόρος· πλήρης ἦν λέπρας, ἀλλ' ἐμίσει τὸν παράνομον Ὀζίαν· ἡ συναγωγὴ αὐτὸν ἀπωθεῖτο, ἀλλ' ἡ Ἐκκλησία αὐτὸν περιεπτύσσετο· ὁ Μωϋσῆς αὐτὸν ὕβριζεν, ἀλλ' ὁ Χριστὸς ἐθεράπευσεν. Ὧδε θεραπεύεται, κἀκεῖ τὰ δῶρα τῆς θεραπείας προσφέρειν κελεύεται.
∆ιὰ τί; Ἵνα καὶ τοῦ ∆εσπότου Χριστοῦ τὸ φιλάνθρωπον γνωσθῇ, καὶ τῶν φιλαργύρων Ἰουδαίων τὸ φιλέμπορον φανῇς. Τί οὖν ὁ κακοδόξων ἔλεγχος λεπρός; Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Οὐ λέγω, παρακάλεσον, ἀλλ' αὐθέντισον· οὐ λέγω, πρόσευξαι, ἀλλ', ἴασαι. Ἴδιον γὰρ Θεοῦ ἰδίῳ θελήματι θεραπεύειν, οὐχὶ δὲ ἀλλοτρίῳ νεύματι.
Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἤκουσα γὰρ τοῦ προφήτου λέγοντος· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.Ἐπεὶ οὖν πάντα θελήσει παρήγαγες εἰς τὸ εἶναι, καὶ οὐρανοὺς μὲν ἐξέτεινας ὡσεὶ δέῤῥιν, γῆν δὲ ὑφήπλωσας ὡς σινδόνα, τὰ μεταξὺ δὲ τούτων πολυμόρφως ἀμφιάσας· ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω,τὴν δὲ χάριν ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷΠατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |