ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς μακάριον Ιώβ Κεφάλαια Ι΄ -ΚΘ΄

Πέμπτη 20 Οκτωβρίου 2016

Είς μακάριον Ιώβ Κεφάλαια Ι΄ -ΚΘ΄




Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64


ΚΕΦΑΛΑΙΟΝ . Ιʹ

«Ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.» Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι, ὡς καλῶς πράττων, ἀλλ' ὅτι ὠφελεῖ με, φησὶν, αὕτη ἡ θλίψις; δέδοικα γὰρ μὴ καὶ βλάψῃ· εἰκὸς γάρ τινας λογίσασθαι, ἢ ὅτι οὐ προνοεῖς τῶν ἀνθρώπων οὓς ἔπλασας, ἢ ὅτι οἱ φαῦλοι μάλιστα παρὰ σοὶ εὐδοκιμοῦσι, καὶ ἀρέσκουσί σοι μάλιστα τὰ τούτων βουλεύματα. «Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Καὶ ἐγὼ οἶδα, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με, καὶ ἀγνοεῖν· ὅταν οὖν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται· ἀλλ' εἰ καὶ μὴ ἠσέβησα τόγε εἰς ἐμὴν γνώμην, οἶδα ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ, Κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλὰ ἡ σὴ κρατείτω βουλὴ, ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.» Χρυσοστ. καὶ Ὀλυμπ. Ἔργον εἰμὶ, φησὶ, τῶν χειρῶν σου, κἂν ἁμαρτωλός.


Ὁρᾷς ὡς καὶ ποιητὴν γινώσκει τὸν Θεὸν, καὶ παρακαλεῖ φειδὼ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος. «Μετὰ ταῦτα μεταβαλὼν, μὲ ἔπαισας. [Ἀκύλας δὲ καὶ Θεοδοτίων, Ἅμα κύκλῳ κατεπόντισας με.]» Ἀκολούθως δὲ, καὶ τῆς δημιουργίας, καὶ τῆς προνοίας αὐτὸν ἐπιστάμενος ἀρχηγὸν καὶ κύριον, εἰς εὐχὴν τρέπει τὸν λόγον, ἱκετεύων μνησθῆναι τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου, καὶ ὅτι ἐξ ἀρχῆς τῇ ἀγαθότητι πεποίηκε, καὶ ὀργισθεὶς θανάτῳ ἐζημίωσε, καί φησι. «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; ∆έρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας· ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.» Τὸ σπέρμα ἐξ οὗ συνίσταται τὸ ζῶον, γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα ἀμελχθὲν τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρμα ἀποστάξαν, καὶ συστραφὲν, φύσις γίνεται· κατάστασις δὲ αὕτη ἐστὶ πρώτη τοῦ ἐμβρύου. Τὸ γὰρ καταβληθὲν εἰς τὰς αὔλακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα τυρὸς, καὶ παγῇ, γίνεται φύσις, ὅπερ λοιπὸν διαπλάττεται, ἢ, ὡς ἡ Γραφή φησιν, Ἐξεικονίζεται, καὶ δέχεται ὥσπερ χαρακτῆρα· καὶ συμπήγνυται μὲν ἡ ὑγρὰ φύσις, εἰς δὲ δέρμα, καὶ κρέας, ὀστέα τε καὶ νεῦρα μερίζεται τὸ καταβληθέν· ταῦτα μὲν τοιαῦτα καθ' ἑαυτὰ, παρούσης μὲν ψυχῆς, ζωτικὸν ἔχει κίνημα, ἀναχωρησάσης δὲ, ἀργὰ καταλείπεται. Οὐ μόνον δὲ, φησὶ, ζωὴν ἔθου παρ' ἐμοὶ, ὅπερ τὸ τῆς δημιουργίας οἰκεῖον σημαίνει, ἀλλὰ καὶ ἔλεον ἐποίησας μετ' ἐμοῦ, δι' οὗ ἡ προνοητικὴ χάρις δηλοῦται, καὶ παρὰ πάντα τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς· τοῦτο γὰρ τὸ, Ἡ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα, τουτέστι, Καὶ μετὰ τὸ γενέσθαι, τῇ σῇ προνοίᾳ τὸ ζῇν κέκτημαι· καὶ ἁπλῶς, ὅλην τὴν ὁδὸν καὶ ἁρμονίαν τῆς συστάσεως τοῦ σώματος ἀπαγγέλλει, διά τε τῶν πρὸ τούτων, καὶ αὐτῶν προκειμένων.

ΚΕΦΑΛΑΙΟΝ . ΙΑʹ

«Μὴ γὰρ λέγε, ὅτι Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.» Καὶ μὴν αὐτὸς εἶπεν, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἔναντι Κυρίου. Ὁρᾷς πῶς ἐναντία ἐγκαλοῦσιν.

ΚΕΦΑΛΑΙΟΝ . ΙΒʹ

«Ἀλλὰ δὴ ἐρώτησον τετράποδα, ἐάν σοι εἴπωσι· πετεινὰ δὲ οὐρανοῦ, ἐάν σοι ἀπαγγείλωσιν· ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. Τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐπειδὴ μέγα ἐκεῖνοι ἐφρόνουν, ὡς τὴν τοῦ Θεοῦ ἔχοντες γνῶσιν, τούτου χάριν ἀποφαίνεται, ὅτι πᾶσα ἡ κτίσις οἶδε τὸν δημιουργὸν, καὶ οὐκ ἀνθρώποις τοῦτο δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις, καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ. Τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εἰρηκότες, οὕτω διάκεισθε; ∆εῖ γὰρ πάντως τὸν πονηρὸν ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ. Πρὸς πλείονα δὲ ἐντροπὴν τοῦ Σωφὰρ, ὑπερβολικῶς εἶπεν, Ἐπερώτησον τὰ ἄλογα καὶ ἄψυχα, ἃ καὶ αὐτὰ διηγεῖται δόξαν Θεοῦ, τῷ φαίνεσθαι οὕτω φθέγγεσθαι, κἂν μὴ λαλῶσι· τῆς γοῦν τοῦ Θεοῦ δυνάμεως ἐπαισθάνονται, κἂν φωνὴν λάβωσιν, ἐροῦσιν, ὅτι δημιουργός ἐστι τῶν ὅλων Θεὸς, καὶ τὴν σοφίαν ἀνέφικτος, καὶ τῶν πονηρῶν τιμωρὸς, καὶ ὅτι ὑπὸ τὴν χεῖρα αὐτοῦ πάντα ἐστὶ, καὶ ἡ ζωὴ τῶν ζώντων, καὶ ὁ θάνατος, καὶ ἑτοίμως ἔχει ποιεῖν, ὃ ἂν περὶ ἑκάστου βουλεύσηται, καὶ πάντα συνέχει καὶ διακρατεῖ, τήν τε ψυχὴν τῶν ἀλόγων, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Εἰ τοίνυν τὰ ἄλογα, εἰ ἐφθέγξατο, οὕτως ἂν ἀπήγγειλε περὶ Θεοῦ, πόσῳ γε μᾶλλον ὁ ἄνθρωπος, ὁ ἔμφυτον ἔχων τὸ λογικὸν, ὥσπερ ἀμέλει καὶ ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν, καὶ τὸ οὖς τῶν φωνῶν. Τινὰ δὲ τῶν ἀντιγράφων, ἀντὶ τοῦ, οὖς, νοῦν, ἔχουσι· λέγει οὖν, ὅτι ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, καὶ κοινὸν ἀνθρώπων, τὸ τῆς τροφῆς μεταλαμβάνειν· οὕτω καὶ νοῦν εἰς γνῶσιν Θεοῦ εἰλήφαμεν, δυνάμενον εἰδέναι τὰ περὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως· νοῦς μὲν γὰρ νοητὰ, αἴσθησις δὲ τὰ αἰσθητὰ διακρίνει· καὶ κοινὸν ἡμῖν τὸ καὶ δημιουργὸν εἰδέναι τὸν τῶν ὅλων Θεόν. «Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. Μὴ γὰρ νομίζητε, φησὶ, τὸ πᾶν εὑρηκέναι· εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ' ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν· ὁ γὰρ φρόνιμος παλαιούμενος προσκόπτει τῇ σοφίᾳ. Καὶ τάχα τοῦτο θέλει εἰπεῖν, ὅτι Καὶ οἶδα ἃ ἀκούω, καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. Ἀκύλας δὲ καὶ Σύμμαχος, ὁ μὲν, Ἐν παλαιοῖς σοφία· ὁ δὲ, ἐν μακροχρονήσασιν, ἐξέδωκε, παρὰ ἀνθρώποις πόνῳ ἀνυομένη, καὶ χρόνῳ ἐγγινομένη, παρὰ δὲ Θεῷ, θελήσει. «Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ' ἀνθρώπων, τίς ἀνοίξει;» Ἠρέμα δὲ ὁ δίκαιος τὸν περὶ Προνοίας λόγον διδάσκει τοὺς ἀντιλέγοντας αὐτῷ· εἰ γὰρ καὶ ἐτίθεντο Πρόνοιαν, ἀλλάγε ἐναντιώμασι περιέπιπτον. Λέγει δὲ, ὅτι τῷ βουλεύματι αὐτοῦ τίς ἀνθέστηκεν; ἔστι γοῦν τὸν μὲν εὑρεῖν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον, καὶ ὅλως, ἐν διαφόροις συμπτώμασι Θεοῦ βουλήσει συμβαίνουσι, ἄλλον καὶ ἄλλον κατειλημμένους, καὶ μηδένα δυνάμενον ἀπώσασθαι τὸ κεκριμένον. Καὶ ἡ ἀπόδειξις ἀπὸ τῶν μειζόνων καὶ ὡμολογημένων. «Ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.» Κἂν ἐπίσχῃ τὸν ὑετὸν, τῷ αὐχμῷ ἀπολεῖται τὰ πάντα, ὡς ἐπὶ Ἡλιοῦ· κἂν ἐπαφῇ τοῦτον τῇ γῇ, ὡς ἐπὶ τοῦ Νῶε, κατέκλυσεν αὐτὴν, καὶ ἠφάνισεν. Εἶτα τὸ εὔλογον τῆς ἀποδείξεως, τοῦ ἕκαστα τῶν παρὰ Θεοῦ γινομένων, μὴ ἂν ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸν, διὰ τῶν ἑξῆς διδάσκει, φάσκων· «Παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.» Τουτέστιν, Αὐτῷ μόνῳ πρόσεστι, τὸ πάντα κατὰ γνώμην ποιεῖν· συμβαίνει δὲ τοῦτο εἰκότως, ἐπειδὴ πάντων δεσπόζων, ἄφατον ἔχει τὴν δύναμιν. Αὐτῷ ἐπιστήμη καὶ σύνεσις, γνῶσις τῶν ὄντων ἀκριβεστάτη, καὶ κυβέρνησις σοφωτάτη. «∆ιάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε.» Χρυσοστόμου καὶ Πολυχρονίου. Καὶ ταῦτα τῆς Προνοίας ἔργα· καὶ γὰρ τῷ θείῳ θελήματι καὶ τῇ κρίσει, καὶ βουλευταὶ αἰχμάλωτοι ἄγονται, καὶ κριταὶ μεθίστανται. Ἴσως δὲ τοῦτο οὐ περὶ τῶν ἐν πολέμῳ γινομένων δορυαλώτων φησὶν, ἀλλὰ περὶ τῶν μέγα φρονούντων ἐπ' ἀγχινοίᾳ· ὡς εἰ λέγοι, Σφάλλει καὶ τοὺς σοφοὺς, καὶ τοὺς διακριτικοὺς περιτρέπει, καὶ τοὺς τὰ πρακτέα τοῖς ἄλλοις εἰσηγουμένους, πρὸς τὴν αὑτοῦ ἀκρίβειαν ἀσυνέτους ἀποφαίνει, καὶ εἰς ἀβουλίαν ἄγει. Ταύτην τὴν ἔννοιαν παριστᾷ καὶ Ἀκύλας, καὶ Σύμμαχος· ὁ μὲν γὰρ, ἀπάγων συμβούλους λάφυρα, φησίν· ὁ δὲ, ἄγων βουλευτικοὺς εἰς ἀβουλίαν. Ὅρα δὲ, ὅτι ἄμαχον δείξας τοῦ Θεοῦ τὴν δύναμιν, ἁπάντων αὐτὸν μείζονα κατὰ σοφίαν δείκνυσι· διαιρεῖ δὲ τὸν λόγον, εἴς τε τοὺς κατὰ τὸν βίον λαμπροὺς, καὶ τοὺς ἐν εὐσεβείᾳ νομιζομένους μεγάλους.

ΚΕΦΑΛΑΙΟΝ . ΙΓʹ

«Εἴη δὴ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.» Χρυσοστ. καὶ Ὀλυμπ. Ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγεται, βέλτιον σιγᾷν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς, ἢ λέγων. Καλὸν γὰρ τοὺς τοιούτους σιωπᾷν, ἢ τοιούτοις ἐνάλλεσθαι ῥήμασιν· ἡ μὲν γὰρ σιωπὴ τούτων ὑπόνοιαν ἔχει σοφίας· ἐννεὸν γάρ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι· ἡ δὲ λαλιὰ παροξύνει τὸν πάσχοντα. Καὶ σὺ τοίνυν, ὦ φιλόθεε, ἐν τοῖς τοιούτοις λόγοις μὴ σαλεύου, μιμοῦ δὲ μᾶλλον τοὺς ἁγίους, εἰδὼς ὅτι σατανικαί εἰσιν αὗται ὑποβολαὶ, καὶ διάβολός ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς ὀνειδίζουσιν, ἵνα σε τῆς πίστεως ἀφελκύσῃ, καὶ τῆς προθέσεως παύσῃ τῆς ἀγαθῆς. Οἶδε γὰρ ὁ πανοῦργος, ὅτι ὁ μὲν πόνος οὐδέν σε βλάπτει, ἀλλὰ μᾶλλον συνίστησι παρὰ τῷ Θεῷ· τὸ δὲ παύσασθαι τῆς προθέσεως, τοῦτο μεγάλως βλάπτει. Ὅσῳ οὖν μεγάλως σε πειράζει, τοσούτῳ μᾶλλον πρόκοπτε τῇ ἀρετῇ· καὶ ὅσῳ ὀλιγωρεῖν σε βιάζεται, τοσούτῳ μᾶλλον μακροθύμει, καὶ ὑπόμενε, καὶ λέγε, Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν οὕτω κραταιωθῇς πρὸς τοὺς πειρασμοὺς, ὁ μὲν διάβολος ἀποστραφήσεται εἰς τὰ ὀπίσω κατησχυμμένος, μνημονεύσει δέ σου ὁ τῶν ὅλων ∆εσπότης, καὶ ἀναψύξει μὲν ὧδε διττῶς, ἀκούσῃ δὲ μετὰ ταῦτα, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Μνήσθητι τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε ἐν εὐθυνίᾳ, μήτε ἐν πειρασμῷ περιτραπέντος, τοσαῦτα ἐν ἑκάστῳ πράγματι μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλὰ παρὰ Θεοῦ, καὶ μαρτυρηθῇ μέχρι νῦν, ὅτι πέπονθεν, ἵνα φανῇ δίκαιος τοῖς πᾶσιν. «Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν.» Ὥσπερ γὰρ οἱ τὰς σάρκας ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις, ἔχουσί τινα παραμυθίαν· οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος. Ὁρᾷς, ὅτι οὐχ ἑαυτὸν δικαιοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης διὰ τοῦ λόγου ἀνακτωμένου τὸ σῶμα, καὶ ἀνακουφίζοντος τὴν ψυχήν.
«Ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.» Βούλομαι κριθῆναι, φησὶν, οὐ παραιτοῦμαι τὸ δικαστήριον, καὶ οἶδα ὅτι οὐ κατακριθήσομαι. Εἰς ἀκοὴν δὲ τῶν ὑπ' αὐτοῦ λεγομένων τοὺς φίλους παρακαλῶν, πρὸς πλείονα δυσώπησιν, διπλασιάζει τὴν παράκλησιν· ἑώρα γὰρ αὐτοὺς δυσανασχετοῦντας ἐπὶ τοῖς ἐλέγχοις, ἐφ' οἷς ἀπερικαλύπτως ἀκροωμένων αὐτῶν παῤῥησιάζεσθαι λέγει. Ὁ οὖν διπλασιασμὸς τοῦ, Ἀκούσατε, ἢ τὴν ἀθυμίαν παρίστησιν, ἢ προσοχὴν ἐνεργάσασθαι βούλεται, ἵνα βεβαίως ἀκούσωσιν. Ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ, διὰ τὸ μὴ προσέχειν τὸν νοῦν ἀκηκοέναι· διὸ καὶ ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. «Ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας.» Καὶ τάχα εὐλαβῇ με, ἀγνοῶν τῆς φύσεώς μου τὸ εὐτελὲς, ὅτι φύλλου ἢ χόρτου ὑπ' ἀνέμου φερομένου μηδὲν διαφέρω. Τίνος οὖν ἕνεκεν, ὦ ∆έσποτα, ἀπεφήνω κατ' ἐμοῦ τηλικαύτην ἀπόφασιν; Τὸ γὰρ, Κατέγραψας κατ' ἐμοῦ κακὰ, ἤγουν κακώσεις, ἐκ μεταφορᾶς τῶν βασιλέων, τῶν γράμματι τὴν ἀπόφασιν ἐκφερόντων. Τὸ δὲ, ἀντίκεισαί μοι, ἀντὶ τοῦ, ὡς ἀντικειμένῳ ἐπάγεις τὴν κόλασιν. Ἵνα εἴπῃ, ὅτι Ὡς ὁ δεσπότης καταστασιάζοντος οἰκέτου, μετ' ἐξουσίας τὴν κατ' ἐμοῦ ὥρισας τιμωρίαν, τοῦτο γὰρ, τὸ, Κατέγραψας· οὕτω δὲ ἔφη φυλάξας τῷ ∆εσπότῃ τὸ πρέπον. «Ὃ παλαιοῦται ἴσα ἀσκῷ.» Πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. Τίνος δὲ ἕνεκεν ἀσκὸν παρήγαγε; Ὅτι κενός ἐστιν ὁ ἀσκὸς, πνεῦμα μόνον ἔχων· τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι Ἀσκός ἐσμεν πεφυσημένος. Μή μοι οὖν, φησὶ, τὸν ὄγκον ἴδῃς, μηδὲ τὸ δέρμα διαταθὲν, ἀλλ' ἐννόησον τὰ ἔνδον, καὶ ὄψει πολλὴν τὴν κενότητα. «Ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.» ∆ιὰ τοῦ σητοβρώτου ἱματίου τὰ σωματικὰ πάθη δηλοῖ, οὐδὲν ἧττον τοῦ σητὸς διατρώγοντα τὰ σώματα καὶ κατεσθίοντα.

ΚΕΦΑΛΑΙΟΝ . Ι∆ʹ

«Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου, ἀλλ' οὐθεὶς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα, καὶ ἀπαλλαγῆναι ζητοῦντα, οὐ μόνον διὰ τὸ εὐτελὲς, οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον, οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι. «Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· ἄνθρωπος δὲ κοιμηθεὶς, οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.» Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος· οὔτε γὰρ θάλασσα, οὔτε ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος τοῦτο ὑπομένει. Εἴθε γὰρ τοῦτο ἦν, ὥστε ἀποθανεῖν ἡμᾶς, καὶ πάλιν ἀναζῇν, ἀλλ' οὐκ ἔστι τοῦτο. Θάλασσα μὲν γὰρ σπανίζεται, καὶ πάλιν πληροῦται, νῦν μὲν αὐξανομένη, νῦν δὲ λήγουσα, καὶ ποταμοὶ ξηραίνονται, καὶ αὖθις νάουσιν· ἄνθρωπος δὲ ἐπὰν ἀποθάνῃ, οὐκέτι πρὸς ζωὴν ἐπάνεισι. Καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. Ἔστι δὲ, κατ' ἀλληγορίαν, δένδρῳ ἐλπὶς, ἀντὶ τοῦ ἀνθρώπῳ. Ἐὰν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ, καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας, καὶ ἐν τῇ πέτρᾳ, ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας, ἢ ἐκ τοῦ δακρύου τῆς μετανοίας, ἀναβλαστήσει· ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτίᾳ ἐναποθανὼν, οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. Καὶ χρόνῳ μὲν τῷ μέλλοντι ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη· ὁ δὲ διάβολος, καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται· οἵγε μὴν τελευτήσαντες οὐκ ἐξαφανίζονται, περιμένοντες τὴν ἀνάστασιν.

ΚΕΦΑΛΑΙΟΝ . ΙΕʹ

«Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;» Ἐπειδὴ εἶπεν, ὅτι Κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστι· καί· Οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν· ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει. Ἰδοὺ γὰρ, φησὶν, ὁ σοφὸς, καὶ λέγων πάντα εἰδέναι, οἷα ἀποκρίνεται. Ἐνέπλησε δὲ πόνον γαστρὸς, τουτέστι, Πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται, καὶ πάθους γέμει. Ἐντρεπτικῶς δὲ ταῦτα λέγει πρὸς τὸν Ἰὼβ, δύο κατηγορῶν αὐτοῦ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν· ἔπειτα δὲ καὶ Ἃ ἐλάλησας, ὡς ἐλέγχων ἡμᾶς, καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείας, καὶ τὴν τοῦ νοῦ γαστέρα πλησσόμενος (τοῦτο γὰρ δηλοῖ· Ἐνέπλησε πόνον γαστρὸς), ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς, καὶ εἰς οὐδὲν δέον· ὧν οὐδέτερον ὁ σοφὸς ποιεῖ, ἀλλὰ τοὐναντίον ἅπαν, καὶ ἀπόκρισιν δίδωσι συνετήν· κἂν ὡς ζηλωτὴς περιαλγήσῃ τοῦ ἀληθοῦς, καὶ ἐξελέγχειν τινὰς βούληται, οὐ προφέρει λόγους ἀνηνύτους, καὶ οὓς οὐ δεῖ, ὥστε ἐκπλῆσαι πόνον γαστρὸς, οὐδὲ πικρῶς διαλέγεται, ὥστε ἐκπλῆσαι τὸν πόνον καὶ τὸν καύσωνα τῆς ἑαυτοῦ διανοίας, ὅπερ σὺ πεποίηκας. «Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι.» Ἐπειδὴ ὁ Ἰὼβ εἶπε· Τίνες εἰσὶν αἱ ἁμαρτίαι μου, δίδαξόν με· τούτου χάριν πλῆθος ἁμαρτιῶν αὐτῷ ὀνειδίζει ὁ Ἐλιφὰζ, καί φησιν· Ἴσθι ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων, ἐλαφρῶς ἐτιμωρήθης, καὶ οὐκ ἀνταξίαν τῶν πλημμελημάτων δέδωκας τὴν δίκην. Εἶτα ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτὸν πειρᾶται κρίνειν, λέγων· «Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος.» Τουτέστιν, Ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτως δεῖ παθεῖν πάντας. Καὶ θαυμαστὸν, φησὶν, οὐδέν· οἰκτρὸν γὰρ ἁπάντων τῶν ἀσεβῶν τὸ τέλος, τουτέστι, δεῖγμα τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, τουτέστι, τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς. Ὡς γὰρ τὴν εὐημερίαν σημεῖον δικαιοσύνης ἐτίθετο, οὕτω καὶ τὴν δυσπραγίαν, φαυλότητος γνώρισμα. Ἢ μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστι, δῆλος, καταφανὴς, οὐδενὶ ἄγνωστος. Εἰ δὲ βούλει, καὶ ὧδε νόησον, Ὅτι ἡ τῆς κακίας τελεσιουργία θάνατον ἀπεργάζεται, οὐ τὸν κοινὸν, ἀλλὰ τὸν τῆς κολάσεως.

ΚΕΦΑΛΑΙΟΝ . ΙΣΤʹ

«Νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρὸν, σεσηπότα.» Ὀλυμπ. καὶ Χρυσοστ. Οὐκ ἀρκεῖ, φησὶν, ὅτι κολάζομαι, ἀλλὰ καὶ ἀνόητος εἶναι δοκῶ· ἡ γὰρ τιμωρία κατέσκυλέ με, καὶ κατέκοψέ με, καὶ κατέσηψεν, ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. Ἢ τάχα κἀκεῖνο λέγει, ὅτι συνεχώρησεν ὁ Θεὸς τοὺς φίλους περὶ ἐμοῦ ὑπολαμβάνειν, ὅτι ἀνάλγητός εἰμι ἐν ταῖς συμφοραῖς· μωρὸν γὰρ ἐνταῦθα, ἀντὶ τοῦ, ἀναίσθητον, εἶπε· διὸ συνῆψε τούτῳ, τὸ, σεσηπότα, διὰ τὸ τὰ σεσημμένα τῶν μελῶν ἀφῃρῆσθαι τὴν αἴσθησιν. «Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.» Μονονουχὶ λέγει· Ἀκούσοι ταῦτα ὁ Θεὸς, ἴδοι ταῦτα ὁ Θεὸς, ἐπινεύσας τέ μου ταῖς ἱκεσίαις, καὶ δακρύοντα κατελεήσας, ἀνάσχοιτό μοι δικάσαι πεπονθότι κακῶς. Ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη, ἀοίδιμε· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, καὶ ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τίμια δάκρυα, διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησε. Γίνεται δὲ τὸ στάζειν ἔναντιΚυρίου τὰ δάκρυα τοῖς μακαρίως κλαίουσιν.

ΚΕΦΑΛΑΙΟΝ . ΙΘʹ

«Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει· Ἕως τίνος ἔγκοπονποιήσητε ψυχήν μου;» Ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ, καὶ συμμαχοῦντας, καὶ καθαιροῦντας τοῦ δικαίου τὴν ἰσχύν· ἐπάγει γάρ· «Καὶ καθαιρεῖτέ με λόγοις;» Ἀντὶ τοῦ, Καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας, καὶ πολεμίων δίκην ἀντὶ βελῶν τοὺς λόγους πέμπετε, ἄχρις οὗ τῆς ψυχῆς τὴν ἔνστασιν ἐκλύσαντες, ἄδικον ἀπενέγκησθε τὴν νίκην· οὐκ ἤρκεσε τὰ παρελθόντα, ἀλλὰ καὶ νῦν οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, τὰ αὐτὰ φθέγγεσθε. «Γείτονες οἰκίας, θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.» Πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. Οἱ περιλειφθέντες αὐτῷ οἰκείων, χαλεπωτέραν εἰργάσαντο τὴν συμφορὰν τῶν ἀπελθόντων· ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπὸν, οὗτοι δὲ καὶ ὠνείδιζον, καὶ παρήκουον, καὶ κατ' αὐτοῦ ἐλάλουν, καὶ τὰ λοιπὰ ἔπραττον ἅπερ ἐπάγει· «Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.» Φευκτὸς, φησὶν, ὑπὸ τῶν πρώην συνομιλούντων γέγονα, καὶ πολεμίους ἔσχον τοὺς πρώην ἀγαπῶντας· οἵ τε γὰρ συνόμιλοί μου προϊόντα βλέποντες, καὶ τῆς αὐτῶν δεόμενον παραμυθίας, ὥσπερ ἀποτρόπαιον ἔφυγον· οἵ τε ᾠκειωμένοι πρότερον, καὶ τῆς παρ' ἐμοῦ ἐπικουρίας δεόμενοι, καὶ μέντοι καὶ εὐεργετηθέντες παρ' ἐμοῦ, διέθεσάν μοι κακά. Τοιοῦτόν τι καὶ ∆αβὶδ ψάλλει· Ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. «Ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;» Ἰδοὺ γὰρ ἐγράφη, οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον ἢ ᾔτησεν· ἐκεῖνα μὲν γὰρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσε, ταῦτα δὲ μειζόνως ἐγράφη. «Ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.» Εἴθε, φησὶν, ἀναστήσαι ὁ Θεὸς τὸ δέρμα μου τὸ ὑπομεῖναν ταῦτα. ∆όγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν, ὅτι τὸ σῶμα τὸ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους, αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ συναπολαύσῃ· διὰ τοῦτο εἶπε, τὸ ἀναντλοῦν ταῦτα. Οὐ γὰρ δίκαιον, ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. Ἄρα ᾔδει περὶ ἀναστάσεως, ἐμοὶ δοκεῖ, καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγει ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. Καλῶς δὲ αἰτίαν εὔλογον τίθησι τῆς μεταβολῆς. Αὐτὸς, φησὶν, ἔπληξεν, αὐτὸς καὶ ἰάσεται, καὶ ὁ τοῖς δεινοῖς περιβαλὼν, αὐτὸς καὶ καθαρὸν τῶν παθῶν ἀναδείξει καὶ τουτὶ τὸ δύστηνον σῶμα· ὀψὲ γοῦν ποτε τῆς πολυπαθείας ἀπαλλάξας, ἐκεχειρίαν τῶν ἐπικειμένων παράσχοι πόνων. Ὁ μέντοι Θεοδοτίων ἐκδοὺς, Ὁ ἀγχιστεύς μου ζῇ, καὶ ἔσχατον ἐπὶ χώματος ἀναστήσει, πείθει συνάπτειν τοὺς δύο στίχους, καὶ οὕτως ἀναγινώσκειν· Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. Ὁ δὲ νοῦς οὗτος· Ἀθάνατός ἐστιν ὁ Θεὸς, οὗ γένος ἐσμέν· ἐμὲ δὲ εἰς γῆν ἀναλύσας διὰ θανάτου, πάλιν ἐκ γῆς ἐγερεῖ διὰ τῆς ἀναστάσεως· ἢ καὶ τῆς νόσου ἐκλύσας, τουτέστιν, ἐλευθερώσας, πάλιν ἀνακαινίσει τὸ δέρμα μου τὸ τοῖς ἰχῶρσι διαφθαρέν· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἀποκτείνει καὶ ζωοποιεῖ. ∆ιὸ ἐπάγει·

ΚΕΦΑΛΑΙΟΝ . Κʹ

«Εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια.» Εἰ δὲ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον, καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; «Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.» Καὶ ἀπὸ τούτου μέντοι δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγὴ, ὅτι οἱ χείρους κατακρατοῦσι τῶν μειζόνων, καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπεῤῥιμμένοι. Ἀντί γε μὴν τοῦ, Πυρσεύσαισαν ὀδύνας, ὁ μὲν Ἀκύλας, ἐπιστρέψουσιν, εἶπεν· ὁ δὲ Σύμμαχος, ἐποίσουσιν.

ΚΕΦΑΛΑΙΟΝ . ΚΑʹ

«∆ιατί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ, καὶ ἐν πλούτῳ;» Τοιοῦτόν τι καὶ ∆αβὶδ ψάλλει· Ἰδοὺ οὗ τοιοὶ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Καὶ νῦν ὁ Ἰὼβ, Οὐ τούτῳ μόνῳ, φησὶ, θαυμάσαι χρὴ, ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβὰς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρονας αὐτοὺς ποιεῖ.

ΚΕΦΑΛΑΙΟΝ . ΚΒʹ

«Ἢ λόγον σου ποιούμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;» Οὕτως ἐστὶ φιλάνθρωπος, ὥστε καὶ κρίνων ἡμᾶς ἐπιτρέπει λέγειν πρὸς αὐτὸν, ὡς μεθ' ἡμῶν κρινόμενον, περὶ ὧν βουλόμεθα. Φησὶ γοῦν ἐν Ἡσαΐᾳ· ∆εῦτε, καὶ διελεγχθῶμεν· Τὸ δὲ, διελεγχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐξελέγξαι, ὡς μὴ τὰ δέοντα πεποιηκότα, λέγε· Κἀγὼ ὅ τί ποτε ἔχω ἐρῶν, πείσω σε καταδικάζων σε ἄξιον εἶναι τοῦ καταδικασθῆναι.

ΚΕΦΑΛΑΙΟΝ . ΚΓʹ

«Τίς δ' ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος; [Ὁ δὲ Σύμμαχος, Ἕως τῆς ἕδρας αὐτοῦ.] Εἴποιμι δὲ ἐμαυτοῦ κρῖμα· [Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος, Προσθήσω ἔμπροσθεν αὐτοῦ κρίσιν.] Τὸ δὲ στόμα μου ἐμπλῆσαι ἐλέγχων, γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ. [Ὁ δὲ Σύμμαχος, Ῥήματα.] Αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ, καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι. [Ὁ Σύμμαχος, ∆ιαδικάζεταί μοι.] Εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. [Ὁ Σύμμαχος, Μόνον αὐτὸς μὴ ἐπιτιθέσθω μοι.] Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρῖμά μου.» Τὸ μὲν ἐκ τοῦ λόγου συναγόμενον τοῦτό ἐστι· Τίς ἄρα μοι δῴη τὸν Θεὸν ἀκούοντά μου, καὶ ἀποκρινόμενόν μοι; ἐδικαίωσε γὰρ ἄν με. Τὰ δὲ κατὰ μέρος· Εἴθε ἦν, φησὶν, εὑρεῖν τὸν Θεόν· εἴθε ἦν ἄχρι τοῦ θείου θρόνου ἐλθεῖν, καὶ παραστῆναι, καὶ ἐντυχεῖν αὐτῷ, καὶ δικάσασθαι, καὶ τὴν ἐκεῖθεν ἀπόφασιν δέξασθαι· εἴθε παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα γεγονὼς, ἀπωλοφυράμην πάντα τὰ κατ' ἐμὲ ἃ πέπονθα, εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένα· ἵνα ἐπ' αὐτοῦ λέγων, ἅ τε ἔπραξα, καὶ ἃ πέπονθα, τῇ πείρᾳ μάθω ποίαν ἐκφέρει τὴν κρίσιν, καὶ τί πρὸς ταῦτα λέγει ἴαμα τῆς ἐμῆς ἀπορίας· καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί με σφοδρότερον τιμωρούμενος, ἢ ἀνίησι τῆς ἀπειλῆς. Εἰ γὰρ καὶ πολλῇ ἰσχύϊ χρήσεταί μοι, καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα ὅτι ἀλήθεια παρ' αὐτοῦ ἐστι, καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι, τὰς κρίσεις ἐξάγει· καὶ πέπεισμαι, εἴγε τούτῳ ἐνέτυχον, ὡς τὴν νικῶσαν ἂν καθ' ὑμῶν ἔλαβον ψῆφον· τὸ γὰρ, Εἰς τέλος, ἀντὶ τοῦ, τετελειωμένην, λέγει· παρ' Ἑβραίοις γὰρ τὸ τέλος, καὶ ἡ νίκη, διὰ μιᾶς σημαίνεται λέξεως· διὸ ἔν τισι τῶν ψαλμῶν, ἀντὶ τοῦ, Εἰς τέλος, Τῷ νικοποιῷ, ἐπιγράφεται. Ἤθελον οὖν, φησὶ, μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν ὁ Θεὸς, καὶ εἰ ἔμελλέ με ὁμοίως κολάζειν. Ταῦτα δὲ λέγει, οὐχ ὡς καταγινώσκων τοῦ Θεοῦ ἀδικίαν, ἀλλ' ὡς φίλους ἐλέγχων, οὐχ ὑγιῆ τὴν περὶ αὐτοῦ ὑπόληψιν ἔχοντας. Ὁρᾷς πῶς ἐπέτυχεν οὗπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ, καὶ θείας ἔτυχεν ὁμιλίας καὶ ἀποκρίσεως. «Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησεν.» Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἀεὶ ἐσπούδασα ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; Ἃ μὲν γὰρ ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστι· κρατείτω δὲ ὅμως τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. Εἰ γὰρ καὶ δικαιοπραγοῦντά με κατέκρινε, καὶ ταῦτά με παθεῖν ἐδοκίμασε, τίς ἂν ἀντειπεῖν ἔχοι; ἦ πάντως οὐδείς· συντρέχουσαν γὰρ ἔχει τῇ θελήσει τὴν δύναμιν, καὶ τὸ δόξαν αὐτῷ γίνεται. Μὴ ἀπαίτει με λόγους τῆς θείας προνοίας· ἓν οἶδα, ὅτι οὐδὲν ἐμαυτῷ σύνοιδα· εἰ δὲ ἐν δεινοῖς ἐξετάζομαι, οὐκ ἀνακρίνω τὴν τοῦ Θεοῦ οἰκονομίαν, ἀλλὰ τὸν λόγον ἀγνοῶν, φημὶ, ὅτι ὃ ἠθέλησεν ἐποίησε, καὶ κάτω κύπτων προσκυνῶ, μηδὲν πλέον περιεργαζόμενος. «Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ, κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.» Οὐχ ἥμαρτον, φησί· καὶ τί τοῦτο; Οὐ γὰρ μόνον δι' ἁμαρτήματα ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τούτων χωρίς. «Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με· οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.» Οὐ γὰρ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, Πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.

ΚΕΦΑΛΑΙΟΝ. ΚΕʹ

«Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει· Τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ;» Ἐντεῦθεν ἄρξομαι, φησὶ, τοῦ λόγου, καὶ προοιμιάσομαι. Πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς δυνήσεται τὴν χεῖρα ἐκείνην διαφυγεῖν. Πρός γε μὴν εἰρηκέναι τὸν Ἰώβ· Τίς γὰρ ἂν γνοίη ὅτι πορεύσομαι πρὸς αὐτόν; φησὶν, ὅτι πρὸ πάντων καὶ τὸ μνησθῆναι Θεοῦ φοβερόν. «Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;» Ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν· Ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· καὶ, ὅτι Εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι· πρὸς τοῦτο πάλιν οὗτός φησιν, ὅτι Οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις, οὐδὲ καθαρὸς καθόλου, ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.

 ΚΕΦΑΛΑΙΟΝ . ΚΣΤʹ
«Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει· Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστι;» Οὐδὲ ἐγὼ, φησὶν, ἐγκαλῶ, ὅτι τοῦ Θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει· οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν· καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ λόγον εἰπεῖν, καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. Ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς, ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ Θεοῦ συνήγορον, περὶ οὗ πάντες διάληψιν ὡς σοφοῦ καὶ δυνατοῦ ἔχουσι, τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ Θεοῦ δύναμιν, δεικνὺς ὡς ἄμεινον αὐτὸν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ Θεοῦ, καί φησιν·

ΚΕΦΑΛΑΙΟΝ . ΚΗʹ

«Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται.» Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; Εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. Πάντων γὰρ, φησὶ, τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς ὁ Θεὸς ἐξακριβάζεται, τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβάνων· οὐκοῦν οὐδὲ τὰς τιμωρίας, τὰς κατὰ τῶν ἀσεβῶν, ἢ διακενῆς ὑπερτίθεται, ἢ μάτην ἐπάγει, ὁ πάντα μέτρῳ, καὶ τάξει, καὶ ἁρμονίᾳ διαταξάμενος. «Εἶπε δὲ ἀνθρώπῳ, Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.» Τοῦτο μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων· οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον, οὐδὲν θεοσεβείας ἄμεινον.

ΚΕΦΑΛ. ΚΘʹ

«∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.» Ἀλλὰ πρῶτον ἀναθεὶς τῷ Θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν Κυρίῳ. Ὅρα δὲ αὐτὸν, οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις, καθάπερ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ ᾧ βούλεται ὁ Θεός. Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ ἐπὶ τῇ πράξει τῶν ἀγαθῶν, ∆ιέσωσα γὰρ, φησὶ, πτωχὸν, καὶ ἐβοήθησα ὀρφανῷ. «Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. [Ὁ δὲ Σύμμαχος, κατήντα.] Στόμα δὲ χήρας με εὐλόγησεν.» Ἴστε δὲ ὅτι ἀχάριστόν πως τὸ γένος ἐστὶ τῶν χηρῶν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας· κάμινος γὰρ πτωχείας ἐστίν· καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα· ἀλλὰ τὸν Ἰὼβ καὶ αὗται εὐλόγουν. Ἀναγράφεται δὲ τὰ τούτου ἀνδραγαθήματα, ἵνα ζηλώσωμεν. «∆ικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» Εἰκότως δὲ, μετὰ τὸ εἰπεῖν· ∆ιέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου, ἐπήγαγε, τό· Ἐνεδεδύκειν δικαιοσύνην· εἰσὶ γὰρ οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· οὗτος δὲ οὐχ οὕτως· ἀλλ' Ἠμφιασάμην, φησὶ, κρῖμα, οὕτως ἐνεκαλλοπιζόμην. Καίτοι ἕτεροι τὸ πρᾶγμα δυσχεραίνουσιν, ἀγανακτοῦσι, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν, ἀλλ' οὐκ ἐγὼ, φησίν· ἀλλ' ὥσπερ ἐπὶ διπλοΐδι τις καλλωπίζοιτο, οὕτως ἐγὼ ἐπὶ τῇ δικαιοκρισίᾳ οὐχὶ σήμερον μὲν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διαπαντὸς ἔχειν, οὕτω καὶ τὴν τῶν ἀδυνάτων ἐκδίκησιν. Καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; Αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς, καθάπερ Μωϋσῆς· τοιούτους ἐχρῆν εἶναι τοὺς ἄρχοντας. Εἶδες τοῦτον ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν (τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν· ὀδύνην γὰρ, καὶ βασάνους, καὶ ἀθυμίας τυραννίδα, καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν, οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα). Φέρε, σοὶ δείξω πάλιν αὐτόν· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς, ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον φιλοσοφίαν. Τίς οὖν ἦν, πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μείζων. Ἄκουσον οὖν αὐτοῦ λέγοντος. «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.» Ὁρᾷς πῶς ἰατροῦ μείζων· ἀντὶ τῆς φύσεως τοῖς πεπηρωμένοις ἐγίνετο, καὶ ἅπερ οὐκ ἴσχυσαν τῇ τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος· ὡς γὰρ ὑγιεῖς, καὶ ἀρτίποδες, καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας, οὐδὲ τῆς πηρώσεως, διὰ τὴν πολλὴν τούτου πρόνοιαν. ∆ιὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, οὐκ εἶπεν, Ἐπεκούφισα τὴν συμφορὰν, οὐδὲ Τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν· ἀλλ', Ὀφθαλμὸς αὐτῶν ἤμην, Ἔβλεπον δι' ἐμοῦ, Οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας αὐτῶν συμφορᾶς δι' ἐμὲ, Οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας. Πανταχοῦ τὸ σκότος αὐτοῖς ἐποίουν φῶς. Ὅρα σημεῖα ἀποστολικά· Ὀφθαλμὸς ἤμην τυφλῶν, οὐκ ὀφθαλμοὺς ἀποδιδοὺς (οὔπω γὰρ ἦν αὕτη ἡ χάρις), ἀλλὰ μηδὲ αἰσθέσθαι τῆς συμφορᾶς ποιῶν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας, τυφλοὺς ποιοῦσιν. Οὐκ εἶπε, ∆ιὰ τῶν οἰκετῶν ἐποίουν· ἀλλ', Ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς φύσεως· τὰ γὰρ λείποντα τοῦ σώματος μέλη προσανεπλήρουν τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ, καὶ τῇ πολλῇ προμηθείᾳ. Πρὸς δὲ νοῦν, Τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφέλει τοὺς πεπηρωμένους τὴν ψυχὴν, καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλωμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους. Εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας, ὁ δὲ ποὺς, ἐπὶ τῆς ἠθικῆς. «Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.» Οὐδὲ ἐνταῦθα εἶπε, Παρεμυθούμην ὀρφανούς· ἀλλ', Οὐδὲ αἴσθησιν ἀφῆκα γενέσθαι τῆς ὀρφανίας, οὐδὲ φανῆναι τὸ δεινόν· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας, τῶν τὰ τοιαῦτα πεπονθότων καὶ αὐτὴν τῶν δεινῶν ἀναιρῶν τὴν αἴσθησιν. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει. «∆ίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.» Τοῦτο δικαστοῦ πολὺ πλέον· οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν παρ' ἐκείνων ἔντευξιν, τότε τὴν παρ' ἑαυτῶν παρέχουσι συμμαχίαν οἱ δοκιμώτατοι τῶν δικαζόντων· ὡς οἵγε πολλοὶ οὐδὲ τοῦτο. Οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν· οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐποίει τὴν συμμαχίαν, ἀλλ' αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους· καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς τῆς ἀγρυπνίας, μετὰ πολλῆς τῆς φροντίδος. Καὶ τοῦτο εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν· Ἐζήτησα, ἀλλὰ, ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, ἠρεύνησα, περιειργασάμην, πολυπραγμονῶν διετέλεσα, πάντα κινῶν, ὥστε εὑρεῖν μή πού τις ἠδικημένος λανθάνῃ. Ὁρᾷς τὴν προστασίαν, οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην κρίσεως. «Ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.» Ὅρα τὴν δυσκολίαν τοῦ πράγματος. Καταποθὲν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα· οὐ γὰρ ἀπεγίνωσκον, οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος τινὸς ἀρίστου καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος, καὶ ἐκσπῶν, κατὰ τὸ εἰρημένον, ἐκ στόματος λέοντος, σκέλη προβάτου καὶ λοβοὺς ὠτίων. «Περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν· ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν» Ὅρα τί φησιν· Οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντες αὐτοῦ ἡδέως ἤκουον.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |