ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους.

Πέμπτη 20 Οκτωβρίου 2016

Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους.




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


 Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους.

Σφόδρα μοι καὶ νῦν, ὡς ἀεὶ, κρατεῖ τῆς διανοίας τῆς δεσποτικῆς ἀναστάσεως τὰ θαύματα, καὶ τὰ φοβερὰ τῶν μυστηρίων θεάματα καταπλήττει μου τῆς ψυχῆς τὴν ἐνθύμησιν· ὅτι δόξαν ἐγέννησεν ἀτιμία, καὶ πάθος ἐπή γασεν ἀνθρώποις ἀπάθειαν· ὅτι ξύλον τιμωρίας ξύλου δουλείας ἐῤῥύσατο, καὶ ἧλοι τὴν πολύῤῥιζον ἁμαρτίαν ἀνέσκαψαν· ὅτι στέφανος ἀκανθῶν καθολικὴν κατάραν ἀνέτρεψε, καὶ σταυρὸς ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξεν· ὅτι λόγχῃ νυγεῖσα πλευρὰ κόσμου μυστη ρίων  γέγονε  πύλη,  καὶ  τάφος  τριήμερος  οἶκος  ζωῆς  ἀπε  δείχθη·  ὅτι  τελώνης θεολογίας  ἐφθέγξατο  δόγματα,  καὶ  ἄγγελος  ταῖς  τῶν  γυναικῶν   ψυχαῖς  χαρᾶς ἐνέσπειρε ῥήματα.


Οὐ φέρω σιγᾷν τὰ τοῦ ∆εσπότου παράδοξα, εἰ καὶ τῷ πλήθει τῶν θεοσημειῶν φθάνειν  λόγος  οὐκ ἀρκεῖ πρὸς διήγησιν· χορεύω  σὺν τῷ  λῃστῇ, σκιρτῶ σὺν τῇ Μαρίᾳ, πειθαρχῶ  τῷ εὐαγγελιστῇ  κεκραγότι· Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ,  σεισμὸς  ἐγένετο  μέγας·  ἄγγε  λος  γὰρ  Κυρίου καταβὰς  ἐξ  οὐρανοῦ ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν, ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ  ἐσείσθησαν οἱ  τηροῦντες,  καὶ  ἐγένοντο  ὡσεὶ  νεκροί.  Ὀψὲ  σαββάτων  τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Ταύτης πρώην ἐπήκουες τῆς φωνῆς· ἐν τῇ φοβερᾷ νυκτὶ, μᾶλλον δὲ ἐν τῷ μεγάλῳ φωτὶ, Ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεω ρῆσαι τὸν τάφον. Ἀγαθὴ  τῶν  γυναικῶν   ἡ  σπουδὴ,  εὐαγγελικὸς  τῶν  ἀπαντηθεισῶν γυναικῶν  ὁ δρόμος, αὐτῶν δηλῶν ἀνδρεῖον τὸ φρόνημα. Τάχα δὲ τῶν ἀπο στόλων εὐφημότερα τῶν  εὐολίσθων  τὰ βήματα. Οἱ μὲν γὰρ πεφευγότες  οἴκοι μετὰ δέους ἐκρύπτοντο·  αἱ  δὲ  καταδραμοῦσαι  θαρσαλέως  ἐπὶ  τὸν  τάφον,  τὸν  ἐν  νεκροῖς ἐθρήνουν  ἐλεύθερον, εὐγνώμονι  πίστει τὸν  φιλόχριστον  πληροῦσαι σκοπόν. Οὐκ ἐφοβήθησαν Ἰουδαίους, οὐκ ἐνενόησαν τοὺς τηροῦντας, οὐκ ἐλογίσαντο τῶν σταυ ρωσάντων  τὴν  ἀκμάζουσαν ἔτι μανίαν,  οὐ τῶν  προσ εδρευόντων  τὴν  πρόχειρον πρὸς ὕβρεις ἀναίδειαν, οὐδὲν κατ' ἐνθύμησιν μελετήσασαι τῶν δεινῶν· ἀλλ' ὡς ἐπὶ θυσιαστηρίου τοῦ μνήματος μετὰ δακρύων προσήρ χοντο, ἐκεῖ κλαίουσαι, ὅθεν ὁ τὰς τῆς Εὔας λύπας παύ σας ἐγήγερτο, ὅπου πᾶς ὁ κόσμος ἤμελλεν ἑορτάζειν· Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας.
Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθισεν ἐπάνω αὐτοῦ. Εἰ καταβάντος ἀγγέλου σεισμὸς ἐγένετο  μέγας, πῶς, σταυρουμένου τοῦ τῶν  ἀγγέλων  ∆εσπότου, ἐπὶ τοῖς τολμωμένοις  ἡ γῆ δικαίως οὐκ ἐσαλεύετο; Τίνος δὲ χάριν ἐπὶ τοῦ πάθους σεισμὸς, καὶ ἐπὶ τῆς ἀναστάσεως πάλιν σεισμός; Φόβος φόβῳ συνάπτεται, ἵνα τοῦ θανάτου παντελῶς   ἀνατραπῇ  τὰ  θεμέλια.  Σει  σμὸς  ἐγένετο  μέγας,  ἔτρεμον  λίθοι,  καὶ ἐχόρευον  Ἰου δαῖοι. Ἀλλ'  ἣν ἐνόμισαν  ἑορτὴν ἄγειν,  ταύτην  διηνεκῆ  κατηφείας ὑπόθεσιν ἔλαβον. ∆ιεχειρίσαντο τὸν ἀμνὸν, ἀλλ' ἀπώλεσαν τοὺς βωμούς· ἀνήλωσαν τὸν κληρονό μον, ἀλλὰ τῆς διαθήκης ἐξέπεσαν· διεμερίσαντο τὰ ἱμάτια, ἀλλ' ἐστερήθησαν τῶν θαυμάτων· ἐσφράγισαν  τὸν τάφον, ἀλλ' ἐζημιώθησαν τὸν  ναόν. Σεισμὸς ἐγέ νετο μέγας· Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρα νοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου. Τί τοῦτο,  ὦ  ἄγγελε;  ὡς  δορυφόρος  τοῦ  ἀναστάντος  βασιλέως  ἐξ  ὕψους κατέδραμες; ἦλθες ψυχ αγωγῆσαι  θρηνοῦντα  τὰ γύναια; ἦλθες συνευφρανθῆ  ναι τῶν ἀνθρώπων τῷ γένει; Ἔασον παρακεῖσθαι τὸν λίθον τοῦ μνήματος. Τί σαλεύεις, ὃν οὐκ ἐκίνησε προσ ελθοῦσα ἡ πέτρα; Ὡς ἐτέχθη ἐκ μήτρας, οὕτω προ ῆλθεν ἐκ μνήματος· οὐ γὰρ ἐνώχλησε τῆς παρθενίας τοῖς κλείθροις τικτόμενος, οὐκ ἐκίνησε τὸν λίθον, ὃν ἐφύλαξε. Τὸν τάφον μετὰ τοῦ λίθου ἐσφραγισμένον κατ έλιπεν. Οἶδα, φησὶν, οἶδα· ἀλλ' οὐχ ἁπλῶς γέγονε τὸ γενόμενον· τῷ τοῦ ∆εσπότου μου ὑπούργησα νεύματι·  οἰκονομικῶς  τὸν  λίθον  ἐκύλισα, ἵνα  Πέτρος παρακύ  ψας  θεάσηται  τὰ ὀθόνια· ἵνα ἴδωσιν αἱ γυναῖκες τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Ἀπεκύλισε, φησὶ, τὸν λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
Ἐτήρει  τὸν  τῶν   Ἰουδαίων   κατήγορον,  ἐφύλαττε   τὸν  τῆς  ἀναστάσεως μάρτυρα· ἐτήρει τὸν λίθον τῶν λελιθωμένων  τὴν καρ δίαν πρὸς ἔλεγχον. Τοῦτο γὰρκαὶ ὁ Κύριος τὴν τῶν Χριστοκτόνων δυσμένειαν ἐκπομπεύων πρὸς αὐτοὺς ἐν  Εὐαγγελίοις ἐβόα· Κἂν αὐτοὶ σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· εἰκότως. Ἔνθα γὰρ ἁμαρτίας σπῖλος  οὐκ  ἔγκειται,   πάντα   φωτός   ἐστιν  ἀνάμεστα,  τῇ  τῆς   χιόνος   ἐοικότα λαμπρότητι. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγέ νοντο ὡσεὶ νεκροί. Ἐπὶ τοῦ δούλου ὡς νεκροὶ, καὶ ἐπὶ τοῦ κτιστοῦ τολμηροί. Τί δὲ καὶ τὰ ἑξῆς; Ἀποκρι θεὶς, φησὶν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξὶ, Μὴ φοβεῖσθε ὑμεῖς. Ὢ παραδόξων πραγμάτων! ὢ ξένων διηγημά των! τῶν στρατιωτῶν γεγονότων  ὡσεὶ νεκρῶν, ταῖς γυναιξὶ διελέγετο, Μὴ φοβεῖσθε; Ἐχρῆν γὰρ τοὺς ἀπί στους φύλακας ἐναπομεῖναι τῷ φόβῳ, ταῖς δὲ πισταῖς γυναιξὶ τὴν τῆς σωτηρίας εὐαγγελισθῆναι χάριν. Μὴ φοβεῖσθε ὑμεῖς· Ἀδὰμ γὰρ ὑπὸ τοῦ τῆς φύσεως ὑμῶν κεραμέως ἀνεπλάσθη, καθάπερ ἐν τροχῷ τῷ σταυρῷ. Μὴ φοβεῖσθε· τῆς ὑμετέρας γὰρ μητρὸς Εὔας ἐλύθη τὸ πρὸς κατάκρισιν ἔγκλημα. Μὴ φοβεῖσθε· πρὶν γὰρ ἐγὼ ἀποκυλίσω τὸν λίθον, ὃν ζητεῖτε, μετ' ἐξουσίας ἀνέστη· αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ  Πνεύματι, εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.   

 Εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.


Ἠκούσαμεν, ἀδελφοὶ,  ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ λέγοντος,  ὅτι Ἄνθρωπός  τις κατέβαινεν  ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ  καὶ  ἐκδύσαντες  αὐτὸν,  καὶ  πληγὰς  ἐπιθέντες  κατέλιπον  ἡμιθανῆ τυγχάνοντα.  Ἱερεὺς δὲ καὶ Λευΐτης διερχόμενοι διὰ τῆς ὁδοῦ ἐκείνης, καὶ ἰδόντες αὐτὸν,  ἀντιπαρῆλθον.  Σαμαρείτης δέ τις  ἐλθὼν  ἐπὶ  τὸν  τόπον,  καὶ ἰδὼν  αὐτὸν, ἐσπλαγχνίσθη ἐπ' αὐτὸν, καὶ σὺν ἐλαίῳ οἶνον βαλὼν καὶ ἀναμίξας ἐπέχεεν αὐτῷ, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, καὶ ἀναλαβὼν αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἔδωκε τῷ πανδοχεῖ δύο δηνάρια, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Ἴδωμεν οὖν τὴν τούτων παραβολὴν, ἵνα συνιέντες καρδίᾳ συνετῇ, γνωρίσωμεν τοῦ  Θεοῦ τὰ  μυστήρια. Ἄνθρωπός  ἐστιν  ὁ  Ἀδὰμ, Ἱερουσαλὴμ  δὲ  ἡ  ἐπουράνιος πολιτεία  καὶ ἡ φρόνησις, Ἱεριχὼ  δὲ ὁ κόσμος. Ἐφ' ὅσον τοίνυν  ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴσοδον ἐν τῇ ἐπουρανίῳ πόλει Ἱερουσαλὴμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποιούμενος, ὑπ' οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο· ὅτε δὲ παρήκουσε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ' ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὴν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο· Ἱερουσαλὴμ γὰρ ἀνάβασις ἑρμηνεύεται, Ἱεριχὼ δὲ κατακλυσμός. Κατέβη οὖν ὡς ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, οὕτως ἀπὸ τοῦ ἐπουρανίου πολιτεύματος, ἐπὶ τὸ τῆς ἀπάτης τοῦ διαβόλου πολίτευμα.
Ὅτε γάρ τις φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ, τότε ἐν οὐρανοῖς πολιτεύεται, καθά φησιν ὁ Ἀπόστολος, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Κατέβη ἀπὸ δόξης εἰς ἀδοξίαν,  ἀπὸ παραδείσου τρυφῆς  εἰς ἀκανθηφόρον  γῆν,  ἀπὸ ζωῆς εἰς θάνατον· Ἐν ᾧ γὰρ, φησὶ, φάγεσθε ἐκ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε· τουτέστι, τῇ ἁμαρτίᾳ· θάνατος γὰρ ψυχῆς ἁμαρτία τὸ παρακοῦσαι Θεῷ. Κατέβη ἀπὸ δικαιοσύνης τῆς  ἐν  τῷ  παραδείσῳ, ἀπὸ  ἁγιωσύνης  τῆς  ἐν  οὐρανοῖς,  καὶ  ἦλθεν  εἰς  Ἱεριχὼ, τουτέστιν, εἰς τὸ πτῶμα τῆς παρακοῆς, εἰς τὸν θάνατον τῆς ἁμαρτίας. Καὶ ἐμπίπτει εἰς τοὺς λῃστὰς, τουτέστιν, εἰς τὸν διάβολον καὶ τὰς ἀντικειμένας  αὐτῷ δυνάμεις. Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς λῃστὰς, καὶ ἐκδιδύσκουσιν αὐτόν. Καὶ τί αὐτὸν  ἐξέδυσαν; Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν  μετ' ἀγγέλων   φιλίαν,   τὴν  ἀκήρατον  δόξαν,  τὴν  μετὰ  Χριστοῦ  διατριβὴν,  τὴν  ἐν παραδείσῳ τρυφὴν, τὴν ἐπουράνιον ζωήν. Ταύτην αὐτὸν ἐξέδυσαν τὴν στολήν. Καὶ πληγὰς αὐτῷ ἐπέθηκαν, τουτέστι, τὰς ἁμαρτίας, πορνείας, μοιχείας, εἰδωλολατρείας, φαρμακείας, φόνους,  φθόνους,  ἔρεις, θυμὸν,  καὶ  πᾶσαν τὴν  λοιπὴν  τῶν  κακῶν ἐργασίαν. Ταῦτα γὰρ τὰ ἔργα μαστιγοῦσι τὸν ἄνθρωπον, ταῦτα δυσωδίαν καὶ φθορὰν ἐμποιοῦσι.Καὶ ὅτι ἔστι τοῦτο ἀκριβῶς, μάθε παρὰ τοῦ ∆αυῒδ, πῶς τὰς τοῦ Ἀδὰμ πληγὰς εἰς ἑαυτὸν εἰκονογραφῶν,  μώλωπας αὐτὰς καλῶς λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές  μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα δὲ ἁμαρτία μώλωπα καὶ τραῦμα ἐργάζεται. Ἐτραυματίσθη τοίνυν διὰ τῆς παρακοῆς, ἐπλήγη διὰ τῶν ἀνομιῶν, ὥς φησιν ὁ προφήτης· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· τουτέστι, τοῦ φυλάξαι τὴν ἐντολὴν τοῦ  Θεοῦ. Ἡμιθανῆ  δὲ, φησὶ, τοῦτον  κατέλιπον,  οὐχ  ὡς  μὴ βουλόμενοι  τοῦτον ἀναιρεῖν, ἀλλ' ὡς τοῦ Θεοῦ μὴ συγχωροῦντος. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν.  Καὶ ποῦ αὐτὸν  καταλείπουσιν; Εἰς τὴν ὁδὸν, τουτέστιν,  εἰς  τὸν  βίον  τοῦτον·  ὁδὸς γὰρ  λέγεται  ὁ αἰὼν  οὗτος, ἐπειδὴ  πάντες ἄνθρωποι δι' αὐτοῦ διέρχονται. Καταλαβὼν δὲ, φησὶν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν.  Ἱερέα δὲ λέγει τὸν μακάριον Μωϋσῆν καὶ Ἀαρών. Μαρτυρεῖ γὰρ ὁ ∆αυῒδ λέγων, Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις   τὸ  ὄνομα   αὐτοῦ.  Οὗτος  οὖν   ὁ  θαυμαστὸς  Μωϋσῆς  ἔνδοξος γενόμενος, ὁ δεκαπλήγῳ μάστιγι τοὺς Αἰγυπτίους ἐτάσας, ὁ τὴν Ἐρυθρὰν θάλασσαν σχίσας καὶ ἀποξηράνας καὶ διαγαγὼν  τὸν  λαὸν  δι' αὐτῆς, ὁ τὸ ἐν  Μαῤῥᾷ ὕδωρ γλυκάνας,  ὁ τῷ  Θεῷ διὰ νέφους  προσομιλήσας, ὁ πολλὰ  θαύματα  ἐργασάμενος, ὁδεύων τὴν ὁδὸν τοῦ βίου τούτου, καὶ ἰδὼν τὸν ἄνθρωπον κείμενον τετραυματισμένον,  παρῆλθεν  αὐτὸν,  καὶ οὐκ ἀνέστησεν. Ὁμοίως δὲ καὶ Λευΐτης, τουτέστι, τὸ προφητικὸν τάγμα.Καὶ γὰρ ἐκεῖνοι ὕστερον μετὰ τὸν Μωϋσῆν γενόμενοι, καὶ τὴν αὐτὴν ὁδὸν τοῦ βίου βαδίσαντες, εὑρόντες τετραυματισμένον ἄνθρωπον τὸν Ἀδὰμ, οὐκ ἀνέστησαν. Οὔτε Μωϋσῆς διὰ  νόμου,  οὔτε  προφῆται  διὰ  σημείων  τὸ  τοῦ  Ἀδὰμ τραῦμα ἐθεράπευσαν. Οὐδεὶς αὐτὸν  ἤγειρεν, οὐδεὶς αὐτῷ ζωὴν ἐχαρίσατο, οὐδεὶς αὐτὸν  ἐκ θανάτου  ἐλυτρώσατο, οὐδεὶς ἔστειλε τῆς ἁμαρτίας τὸ τραῦμα· καὶ γὰρ αὐτοὶ ἐν ἁμαρτίαις κατείχοντο.  Εἰ καὶ διὰ σεμνὴν πολιτείαν  Θεοῦ φίλοι  ἐγένοντο, ἀλλὰ διὰ τὸ ὁμοσάρκους εἶναι τῷ Ἀδὰμ, καὶ ἀπὸ τῆς ῥίζης τῆς νεκρᾶς φέρεσθαι, οὐκ ἠδύναντο κλάδοι ὄντες τὴν ῥίζαν ἀνασπάσαι ἀπὸ τῆς ἁμαρτίας. Σαμαρείτης δέ τις, φησὶ, σπουδαῖος τοῖς ἔργοις, εὔσπλαγχνος τὴν προαίρεσιν, συμπαθὴς περὶ τοὺς ὁμοδούλους,  ἐλθὼν  ἐπὶ  τὸν  τόπον,  καὶ  ἰδὼν  αὐτὸν  τετραυματισμένον, ἐσπλαγχνίσθη, καὶ ἐπέθηκεν  ἔλαιον  καὶ οἶνον,  καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, τουτέστι, τούτου τὰς ἁμαρτίας. Πρόσωπον καὶ εἰκόνα ἀναλαμβάνει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Σαμαρείτου. Ἀλλ' ἐρεῖ τις τῶν ἀκροατῶν, τί; τὸν Κύριον Σαμαρείτην λέγεις; Ναὶ, Σαμαρείτην λέγω αὐτὸν, οὐ τῇ φύσει τῆς θεότητος, ἀλλὰ τῇ μιμήσει τῆς εὐσπλαγχνίας.  Ὥσπερ γὰρ ὁ Σαμαρείτης τῇ  μὲν  φύσει τοῦ σώματος ὅμοιος τοῖς ἄλλοις  ὑπῆρχε,  τῇ  δὲ  προαιρέσει τῆς  εὐσπλαγχνίας  οὐχ  ὅμοιος,  ἀλλὰ  κρείττων ἐφάνη· οὕτω καὶ ὁ Κύριος ἄνθρωπος  μὲν τῇ θεωρίᾳ τοῦ σώματος ἐφάνη  ὅμοιος προφήταις, πατριάρχαις κατὰ τὸν ἐκ  Μαρίας ἄνθρωπον,  τῇ δυνάμει δὲ τῆς θεότητος  μείζων  πάντων  ἀνεδείχθη·  ἴσος τῷ  ἀνθρωπίνῳ  σχήματι.  οὐκ  ἴσος τῇ ὑπερκοσμίῳ δόξῃ. Ἐκεῖνοι ἀμελείᾳ καὶ ἀσπλαγχνίᾳ χρησάμενοι, ἀνηλεῶς παρῆλθον τὸν  τετραυματισμένον·  ὁ δὲ  Σαμαρείτης  εὐσπλαγχνότερος  καὶ  εὐσεβέστερος καὶ ἐλεήμων ἐφάνη. Οὕτω καὶ ὁ Χριστὸς, πατριαρχῶν καὶ προφητῶν  ὑπεριδόντων  τὸν διὰ παρακοῆς ἐκπεσόντα ἄνθρωπον, μόνος οἰκτίρμων καὶ ἐλεήμων ἐφάνη, κατὰ τὸν προφήτην   τὸν   λέγοντα·   Οἰκτίρμων  καὶ  ἐλεήμων   ὁ  Κύριος,  μακρόθυμος  καὶ πολυέλεος· καὶ πάλιν, Ὅτι σὺ, Κύριε, εὔσπλαγχνος. Καὶ ὥσπερ ὁ Σαμαρείτης οὐκ ἦν τοῦ ἔθνους τῶν Ἰουδαίων, ἄλλ' ἐξ ἄλλης χώρας ὡρμᾶτο, οὕτω καὶ ὁ Χριστὸς οὐκ ἦν ἀπὸ κόσμου, ἀλλ' ἐξ οὐρανοῦ. Ἦλθεν ἐπὶ τῆς γῆς· Θεὸς ὢν, ἄνθρωπος γέγονε δι' ἡμᾶς· ∆εσπότης ὢν, τὴν τοῦ δούλου μορφὴν ἐνεδύσατο. Ἐσπλαγχνίσθη περὶ ἡμῶν, κατῆλθεν ἐξ οὐρανοῦ ἐπὶ τῆς   γῆς,   εἶδε  τὸν   ἄνθρωπον   ἐῤῥιμμένον,   ἐσκυλμένον,   τετραυματισμένον   ἐν πορνείαις, εἰδωλολατρείαις,  μοιχείαις, φόνοις· εἶδε, καὶ ἐσπλαγχνίσθη ἐπὶ τὸ ἴδιον πλάσμα, καὶ  ἐπέβαλεν  οἶνον  σὺν  ἐλαίῳ·  τουτέστι,  καὶ  μίξας  ἀμφότερα  ἐποίησεβροχὴν, καὶ ἐπέθηκε τῷ ἀνθρώπῳ. Τί ἐστι, μίξας οἶνον σὺν ἐλαίῳ; Τουτέστι, μίξας τὴν θεότητα μετὰ τῆς ἀνθρωπότητος, μίξας τὴν εὐσπλαγχνίαν  μετὰ τῆς σωτηρίας, ἔσωσε τὸν  ἄνθρωπον.  Μίξας οἶνον  σὺν ἐλαίῳ,  τουτέστι, μίξας Πνεῦμα ἅγιον  τῷ αἵματι αὐτοῦ, ἐζωοποίησε τὸν ἄνθρωπον.  Τοῦ γὰρ αἵματος τοῦ Κυρίου στάξαντος ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, ἀπέπλυνεν  ἡμῶν τὸ χειρόγραφον ἀπὸ τῶν ἁμαρτιῶν. Τί δέ ἐστι, Κατέδησε τὰ τραύματα αὐτοῦ; Τουτέστιν, ἔδησε τὸν διάβολον, καὶ ἔλυσε τὸν ἄνθρωπον· ἔδησε τὸ σκάφος, καὶ ἐζωοποίησε τὸ ναυαγῆσαν πλοῖον· κατέδησε καὶ ἐδούλωσε  τὰς  δυνάμεις  τοῦ πονηροῦ, καὶ ἠλευθέρωσε  τὸν  ἄνθρωπον.  Εἰ δὲ θέλεις καὶ ἑτέρως νοεῖν, ἄκουε. Μίξας οἶνον σὺν ἐλαίῳ· ἔλαιον ἐπάγει τὸν παρακλητικὸν λόγον, οἶνον δὲ τὸν στυπτικὸν καταδευόμενος, τὴν διδασκαλίαν τὴν συνάγουσαν τὴν διεσκορπισμένην διάνοιαν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἔθηκε δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος· τουτέστι, λαβὼν ὁ Χριστὸς τὴν σάρκα ἐπὶ τοὺς ἰδίους ὤμους τῆς θεότητος, ἀνήνεγκε τῷ Πατρὶ εἰς οὐρανούς. Οὐ γὰρ χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους ἀνήνεγκεν, ἀλλὰ τὸν κατ' εἰκόνα ἄνθρωπον ἀνήνεγκεν  ἀπὸ γῆς εἰς οὐρανοὺς, εἰς τὸ μέγα καὶ θαυμαστὸν καὶ εὐρύχωρον πανδοχεῖον, εἰς ταύτην τὴν καθολικὴν Ἐκκλησίαν. Καὶ παρέδωκε τῷ πανδοχεῖ, τῷ μακαρίῳ Παύλῳ, τῷ στύλῳ τῶν Χριστιανῶν,τῷ γνησίῳ  πανδοχεῖ,  δοὺς αὐτῷ  δύο δηνάρια· διὰ δὲ Παύλου τοῖς καθ' ἑκάστην Ἐκκλησίαν ἀρχιερεῦσι καὶ διδασκάλοις καὶ λειτουργοῖς· δύο δηνάρια, Παλαιάν τε καὶ Καινὴν ∆ιαθήκην, εἰπών· Ἐπιμελήθητι  τοῦ ἀνθρώπου  τούτου, καὶ εἴ τι δ' ἂν προσδαπανήσῃς, ἐγὼ  ἐλθὼν  ἀποδώσω σοι. Ὁ δὲ λέγει,  τοῦτό ἐστιν· Ἐπιμέλησαι, φησὶ, τοῦ λαοῦ  τοῦ ἐξ ἐθνῶν,  ὅν σοι παρέδωκα ἐν τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων  αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης νουθεσιῶν καὶ παρακλήσεων,  πείθων  αὐτοὺς  ἀποστῆναι  τῆς  ἁμαρτίας, καὶ καταλεῖψαι  τὴν  τοῦ διαβόλου πλάνην.  Ἐὰν δὲ καὶ οὕτως ἀδιόρθωτοι μείνωσι, πεῖσον αὐτοὺς ἀπὸ τῶν σῶν κατορθωμάτων,  κάμψον αὐτοὺς διὰ τῶν αὐστηρῶν σου λόγων· τύπος αὐτῶν γενοῦ,  καὶ ὑπογραμμὸς  ἀγαθὸς,  ἐν  λόγῳ,  ἐν  ἔργῳ, ἐν  ἀναστροφῇ, ἐν  πίστει, ἐν ἀγάπῃ, ἐν σεμνότητι, ἵνα τῷ σῷ τύπῳ ἐξακολουθήσωσι, καὶ μιμηταί σου γίνωνται τῆς ἀγαθῆς πολιτείας.  Καὶ τοῦτο ἂν ποιήσῃς, καὶ ἰδίαν  τινὰ προσθήκην λόγων  ἢ ἔργων παράσχῃς, εἴ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐπανελθὼν  ἀποδώσω σοι· τουτέστιν, ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ τῆς ἀνταποδόσεως ἄξιον τῶν καμάτων σου ἀποδώσω σοι τὸν μισθόν. ∆ιὰ τοῦτο Παῦλος θαῤῥῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει· Ἐγὼ δὲ ἥδιστα ὑπὲρ Χριστοῦ δαπανήσω, καὶ ἐκδαπανήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν· τὴν εἰς τὰ ἔθνη λέγων  διδασκαλίαν καὶ τὴν διακονίαν  τοῦ λόγου. Αὐτὸς γάρ ἐστιν ὁ τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐποικοδομῶν καὶ στηρίζων, καὶ πάντας ἀνθρώπους θεραπεύων διὰ τῶν  πνευματικῶν  νουθεσιῶν, ἑκάστῳ τὰ πρόσφορα νέμων,  ὁδηγεῖ τὰς ψυχὰς ἡμῶν  εἰς ζωὴν αἰώνιον.  Τοῖς πᾶσι γὰρ, φησὶ, γέγονα  τὰ πάντα, ἵνα τοὺς πάντας σώσω. Οὗτός ἐστιν ὁ καλὸς τῆς Ἐκκλησίας πανδοχεὺς, πάντας δέχεται καὶ πάντας ἐπιμελεῖται· οὐ πόρνον ἀπωθεῖται, οὐ μέθυσον, οὐ λοίδορον, οὐχ ἅρπαγα ἀποστρέφεται,   οὐκ   εἰδωλολάτρην   βδελύσσεται,  οὐχ   ἕτερόν   τινα   ἀσεβῆ  καὶ ἀκάθαρτον  ἀποδιώκει,  ἀλλὰ  τοὺς πάντας  δέχεται.  Καθάπερ ἰατρὸς ἀποπλύνει  τὰ τραύματα,  καὶ  διὰ  λουτροῦ   τῆς  ἀναγεννήσεως   ἀποσμήχει  καὶ  καθαίρει,  καὶ προσφέρει τὰ στυπτικὰ ῥήματα, ὥσπερ οἶνον. πρὸς τὸ μὴ ἄγεσθαι ταῖς κατὰ ἄγνοιαν πραχθείσαις ἁμαρτίαις ἤτοι κακίαις.
Καὶ πάλιν  θεραπεύει διὰ παρακλήσεως, δίκην  ἐλαίου  ἀλείφων  τὰς ψυχὰς ἡμῶν· λέγει  γὰρ οὗτος· Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ,  διὰ τῶν  οἰκτιρμῶν  τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν  ὑμῶν.  Ὅσοι τοίνυν  τῶν  τοῦ Παύλου ῥημάτων  μαθηταὶ  τυγχάνετε,  τὰς ἐντολὰς  τοῦ Χριστοῦ φυλάξωμεν·  ἵνα μὴ τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἐκπέσωμεν καὶ πόλεως Θεοῦ ζῶντος. Γένοιτο δὲ θεραπευθέντας ἡμᾶς καὶ ψυχῆς καὶ σώματος τραύματα, ἐν ὑγείᾳ καὶ   τελειότητι   πίστεως   παραστῆναι   τῷ   Χριστῷ  σώους   καὶ   ἀνεκλύτους,   μὴ λειπομένους   ἐν  παντὶ   ἔργῳ  ἀγαθῷ,  καὶ  ἀπολαῦσαι  τῆς  ἐν  οὐρανοῖς  ἀγαθῆς ἐπαγγελίας,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Περὶ νηστείας.


Ὁ ἔχων προσευχὴν καὶ νηστείαν  καὶ ἐλεημοσύνην,  τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ  εὐσεβείας ἐργάτης.  Τί γὰρ  ὄφελος,  ἀδελφοὶ,  νηστεύειν  τῷ  σώματι, καὶ φονεύειν  τοῖς ἔργοις; τί τὸ ὄφελος βρώματος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι; κρέας οὐκ ἐσθίεις, ἀλλὰ  κατατρώγεις  τὰς σάρκας τοῦ ἀδελφοῦ  σου. Ποῖον κέρδος οἴνῳ  μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ; ποῖον   κέρδος   νηστείᾳ   τήκεσθαι,   καὶ   λοιδορεῖν   τὸν   πλησίον;   τίς   ἡ   ὠφέλεια ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντα  μὴ τρέφειν; τίς ἡ ὠφέλεια  τὸ σῶμα συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς;  Ἐὰν  βούλῃ  νηστεύειν,   μίσησον  φιλαργυρίαν·   τὸ  μέγα  κακόν  ἐστιν  ἡ φιλαργυρία.
Νηστεύεις; φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν,  ψεῦδος, λοιδορίαν, ἔχθραν,  βλασφημίαν,  καὶ  πᾶσαν  περιεργίαν.  Νηστεύεις;  φύγε  πλεονεξίαν,  ἁρπαγὴν, ἔριν, καὶ τὸν  ψυχώλεθρον  φθόνον.  Νηστεύεις; φύγε  γαστριμαργίαν,  τὴν  γεννήτριαν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ, καὶ κατάγουσαν ἡμᾶς ἕως τῶν  ἀβύσσων τῆς ἀπωλείας.  Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ  Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων  καὶ φιλάνθρωπος· δράμωμεν, ἀδελφοὶ,  πρὸς  τὴν  μετάνοιαν,   δράμωμεν·  ἐδόθη  ἡμῖν  καιρὸς  ἐξομολογήσεως  καὶ πένθους  καὶ στεναγμῶν,  οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρανοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς  στενάζοντας. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια.  Νηστεύεις; παῦσον  τὴν  γλῶσσάν  σου ἀπὸ  κακοῦ,  καὶ  χείλη  σου τοῦ  μὴ λαλῆσαι δόλον· ἀρκεῖ σοι πρὸς σωτηρίαν Ἐὰν νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφὸν, μήτε πάλιν μισήσῃς τινά ποτε. Νηστεύεις; μὴ κενοδοξήσῃς. Νηστεύεις; φύγε πορνείαν, τὴν χωρίζουσαν  ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν  ἁγίων,  τὴν  πρόξενον  τοῦ αἰωνίου  καὶ ἀσβέστου πυρός. Νηστεύεις; θρέψον πεινῶντας,  πότισον διψῶντας,  ἀσθενοῦντας ἐπίσκεψαι, τῶν  ἐν φυλακῇ  μὴ ἐπιλάθου,  καταπονουμένους  ἐλέησον, θλιβομένων  καὶ ὀδυρομένων ἐπιμελήθητι· γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, ἀληθι νὸς, θεοσεβής· ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν  σου ἀποδέξηται,  καὶ τῆς μετανοίας  τὸ κέρδος μετὰ πολλῆς  τῆς προσθήκης παράσχῃ σοι. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, οὕτω νήστευσον ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν  κόπον  ὑπομένῃς,  καὶ τὸν  μισθὸν  ἀπολέσῃς. Ταῦτα παρακαλῶ,  ἀδελφοὶ,  ἵνα ἀσφαλῶς  τηρήσωμεν,  καὶ  μισθὸν  κομισώμεθα  παρὰ  τῷ  Θεῷ,  καὶ  ἀκούσωμεν  τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης, ∆εῦτε οἱ εὐλογημένοι  τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην  ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐδὲν γὰρ, ἀδελφοὶ,  δύναται  βοηθῆσαι  ἡμῖν  ἐν  ἐκείνῃ  τῇ  φοβερᾷ  ἡμέρᾳ τῆς  κρίσεως, καὶ  τῆς φωνῆς  ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημοσύνη. Ὡς πασῶν τροφῶν  ὁ ἄρτος ἀναγκαιότερος,  οὕτω  πασῶν ἐργασιῶν  ἡ τοῦ θανάτου  ἔννοια.  Πυρὸς αἰωνίου  μνήμη καθ' ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας  κυριεύῃ  ποτέ.  Ὡς φωτὸς  φανέντος,  ὑποχωρεῖ  τὸ  σκότος, οὕτω  καὶ  ἀπὸ ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. ∆εθήτω λοιπὸν θυμὸς, ὡς τύραννος, ἐν  δεσμοῖς πραότητος· μηδέποτε  καταδέξῃ  τὸν  πρὸς σὲ τὸν  πλησίον  καταλαλοῦντα, μᾶλλον  δὲ  λέγε  πρὸς  αὐτὸν,  Παῦσαι, ἀδελφὲ,  ἐγὼ  καθ'  ἡμέραν  ἐν  χαλεπωτέροις πταίσμασι  πταίω,   καὶ  πῶς   ἐκεῖνον   κατακρῖναι   δυνάμεθα;   Ψεῦδός  ἐστιν   ἀγάπης ἀφανισμὸς, ἐπιορκία δὲ  Θεοῦ ἄρνησις· φόβον Θεοῦ κτησάμενος ἐδίωξε ψεῦδος, δικαστὴν ἔχων τὴν ἰδίαν συνείδησιν. Λέοντα ὁ κολακεύσας πολλάκις ἡμέρωσεν.
Ὁ τὴν ἑαυτοῦ θεραπεύων  γαστέρα, καὶ πνεῦμα  πορνείας  νικῆσαι βουλόμενος, ὅμοιός ἐστιν ὁ μετὰ ἐλαίου σβεννύων τινὰ ἐμπρησμόν. Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, γινώσκων  εἰς ἅπαν τὴν ἰδίαν ἀδυναμίαν. Μὴ εὔχου ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ' ἐξ ὅλης ψυχῆς, καὶ ταπεινώσεως καρδίας· πρὸ πάντων δὲ λέγε, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περικόπτει  φροντίδας·  θανάτου  δὲ μνήμη  ἀπαρνεῖται  καὶ σῶμα. ∆ιὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον. Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος,  ὑπ' οὐδενὸς τῶν  βιωτικῶν  φροντίδων  ἐμποδιζόμενος.  Εἴ τις ἁγνὸν  σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν. Τούτων γὰρ χωρὶς ἢ σῶμα ἢ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσι τοῦ βίου δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς δήσαντι, καὶ ὀξέως περιπατεῖν δοκιμάζοντι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ. Ἀμήν.

Περὶ νηστείας, καὶ εἰς τὸν ∆αυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ,καὶ κατὰ Ναυάτου.


Καθολικὸν ἡμῖν, καὶ οὐ μερικὸν μέλος ὑπαγορεύων  ὁ μακάριος ∆αυῒδ, ἐπῆλθε ψάλλειν·  Ἐξομολογήσομαί  σοι,  Κύριε, ἐν  ὅλῃ  καρδίᾳ  μου·  διηγήσομαι  πάντα  τὰ θαυμάσιά σου. Ὢ τῆς εὐλαβείας τοῦ μακαρίου ∆αυῒδ, τοῦ πταίσαντος, καὶ μὴ καταφρονήσαντος! Εἰ γὰρ καὶ ὡς ἄνθρωπος ὀλισθήσας ἔπεσεν, ἀλλ' ὅμως ὡς ἄνθρωπος ἐξωμολογήσατο.  Ἐξομολογήσομαί  σοι,  Κύριε, ἐν  ὅλῃ  καρδίᾳ  μου.  Εἰ  μὴ  γάρ  σοι ἐξομολογήσωμαι, τῶν ἁμαρτιῶν οὐκ ἀπαλλάττομαι. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι,  ὡς χιὼν  οὐ λευκανθήσομαι. Ἐξομολογήσομαί   σοι,  Κύριε.  Εἰ  μὴ   γάρ   σοι  ἐξομολογήσωμαι,   ὁ   διάβολος   τὴν φονομοιχείαν  παίζων   οὐ  μεθίσταται.  Ἐξομολογήσομαί  σοι,  Κύριε. Εἰ  μὴ  γάρ  σοι ἐξομολογήσωμαι, εἰς τὴν προτέραν τιμὴν οὐκ ἐπανέρχομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ὑπαγορεύει μοι, καὶ οὐδεὶς τὸν πεντηκοστὸν ψαλμὸν ἐκμαθεῖν ἀνέχεται. Ἁρμόζει δὲ ἑνὶ ἑκάστῳ τῶν προσερχομένων τῷ ἁγίῳ βαπτίσματι λέγειν τὰ τοῦ μακαρίου ∆αυῒδ, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι,  τὸν παλαιὸν  ἄνθρωπον  οὐκ ἀποδύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν νέον ἄνθρωπον οὐκ ἐνδύομαι. Ἐξομολογήσομαί σοι, Κύριε. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, οὐκ ἂν τῇ τῶν πιστῶν ποίμνῃ συναριθμηθήσομαι. Ἐξομολογήσομαί  σοι, Κύριε, ἐν  ὅλῃ  καρδίᾳ  μου.  Ἐπείσθην  γάρ  σου  λέγοντος,  μὴ αἰσχυνθῇς ἐξομολογῆσαι τὰς ἁμαρτίας σου. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ἤκουσα γάρ σου λέγοντος, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.  Εὔκαιρον δὲ καὶ τὰ τοῦ μακαρίου Παύλου λέξαι ῥήματα. Ποῖα ταῦτα; Νῦν καιρὸς εὐπρόσδεκτος. Ποῖος καιρός; ὁ τῆς νηστείας καλλωπισμός.  Ποῖος καιρός; ὁ τῆς φιλοπτωχίας φωτισμός. Ποῖος καιρός; ὁ τῆς μετανοίας πορισμός. Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν  ἡμέρα σωτηρίας. Τὰ αὐτὰ δὴ ταῦτα  καὶ ὁ Ἐκκλησιαστὴς γράφων λέγει· Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ γελάσαι τῇ σωτηρίᾳ. Γελάσαι, οὐ καταγελάσαι· ἄλλο  γὰρ γέλως  προπετὴς,  καὶ  ἄλλο  γέλως  ἐπωφελής.  Καὶ ὅτι  οὐ ψεύδομαι ταῦτα λέγων, ἐξ αὐτῶν τῶν θείων Γραφῶν λάμβανε τὴν ἀπόδειξιν. Περὶ μὲν γὰρ τοῦ προπετῶς γελῶντος,  ἄκουσον τῆς Σοφίας λεγούσης· Ἄφρων ἐν γέλωτι πράσσει κακά· περὶ δὲ τοῦ συνετῶς  γελῶντος  καὶ ἐπωφελῶς,  ἄκουε τοῦ Ἰὼβ λέγοντος·  Πᾶν δῶρον ἀσεβοῦς οὐ λήψεται, ἀληθινὸν  δὲ στόμα ἐκπλήσει γέλωτος. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστής· Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι. Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ εὐφρανθῆναι  τῇ δικαιοσύνῃ·  ∆ίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας  ἠγάπησε.  Καιρὸς τοῦ  ῥῆξαι  τὴν  ἔχθραν,  καὶ  καιρὸς  τοῦ  συνάψαι  τὴν ἀγάπην· πειθόμενοι  τῷ  μακαρίῳ  Παύλῳ  τῷ  λέγοντι,  Ὁ ἥλιος  μὴ  ἐπιδυέτω  ἐπὶ  τῷ παροργισμῷ ὑμῶν. Καιρὸς τοῦ ἐκριζῶσαι τὴν ἀσέβειαν, καὶ καιρὸς τοῦ φυτεῦσαι τὴν εὐσέβειαν. Ταῦτα δὲ πάντα καὶ ὁ Κύριος ἡμῶν ἐμφαίνων  Ἱερεμίᾳ τῷ προφήτῃ περὶ τῆς ἀκανθοβλάστου  τῶν  Ἰουδαίων  χώρας  ἔλεγε  πρὸς αὐτόν· Ἰδοὺ καθίστημί  σε σήμερον ἐκριζοῦν  καὶ φυτεύειν,  ἀνασκάπτειν  καὶ ἀνοικοδομεῖν·  ἐκριζοῦν  τὴν  πολυθεΐαν,  καὶ φυτεύειν  τὴν  μοναρχίαν·  ἀνασκάπτειν  καὶ ἀνοικοδομεῖν· ἀνασκάπτειν  τὰ Ἑλληνικὰ σεβάσματα, καὶ ἀνοικοδομεῖν  τὰ μαρτυρικὰ εὐκτήρια. Τὸ δὲ, Σήμερον καθίστημί σε, μὴ ἐν ὡρισμένῃ  ἡμέρᾳ λάμβανε,  ἀλλὰ  τὸ εἰς ἀεὶ καὶ πάντοτε,  καθώς  φησιν  ὁ μακάριος Παῦλος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἀντὶ τοῦ, Ἧ δ' ἂν ἡμέρᾳ ἀκούσητε τοῦ Κυρίου λέγοντος, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ λεγόμενοι Καθαροί.Ταῦτα δὲ οὐ μόνον  πρὸ τοῦ βαπτίσματος  καὶ ἐν τῷ  νόμῳ,  ἀλλὰ  καὶ μετὰ τὸ βάπτισμα καὶ ἐν τῇ χάριτι. Αὐτὰ γὰρ ταῦτα ὁ ∆εσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐν ἑτέραις λέξεσι παραδιδοὺς ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ οὐχ ἁπλῶς λέξεών τινων, ἀλλὰ πραγμάτων ἐνόχους ἐποίησε τοὺς  ἑαυτοῦ  μαθητὰς,  τοῦ λύειν  καὶ δεσμεῖν. Βλέψατε πρὸ πάντων  εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ Σάπφειραν· πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς  κυλλοῦ  ἀθρόον, πόδας αὐτῷ χαρισάμενος.   Τί  ἐροῦσι  πρὸς  ταῦτα   οἱ  Καθαροὶ,  τῶν   καθαρωτέρων,   καὶ  πάσης ἀκαθαρσίας ἀκαθαρτότεροι; Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ γῆς. Τί οὖν ἐροῦσι πρὸς ταῦτα οἱ πολλοὶ, οἱ τὸν κενόδοξον λογισμὸν ἔχοντες, οἱ   τολμῶντες    λέγειν   μεματαιωμένῳ    στόματι·   Ἐγὼ   ἔχω   τῷδε   τῷ   πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολλάκις  πλείονά  μου πταίσαντι; πῶς δύναται οὗτος, ἄνθρωπος ὑπάρχων  καὶ ἁμαρτωλὸς, τὰς ἐμὰς ἁμαρτίας ἐξαλεῖψαι; Τοιαῦτα προφασίζονται οἱ ἐν ἁμαρτίαις καὶ ἐν ὑπεροψίᾳ ὑψοῦντες ἑαυτούς. Ἀλλ', ὦ ἄνθρωπε,  ὁ σαυτῷ ἐπιβουλεύων  τοῖς ἀλαζόσι καὶ ἀπατηλοῖς  σου ῥήμασιν, ὁ Θεὸν  παραπικραίνων   διὰ  τῆς  ἀνοίας  σου  καὶ  ὑψηλοφροσύνης·  μὴ  γὰρ  ἀνθρώπῳ προσέρχῃ, ἢ ἄνθρωπος ἀφίησί σου τὰς ἁμαρτίας; τῷ ∆εσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχωροῦντί σοι τὰ πλημμελήματα. Μεσίτης γὰρ, οὐκ αὐθέντης ὑπάρχει ὁ ἱερεύς. Τί τοίνυν κρίνεις καὶ βδελύττῃ, ὃν ὁ Θεὸς οὐ κατακρίνει; Τὸ τίμιον  αὐτοῦ σῶμα μελίζει, καὶ τὸ ἄχραντον  αὐτοῦ αἷμα ἱερουργεῖ. Ἕως ἐστὶν  ἱερεὺς, καὶ ὁ Θεὸς συγχωρεῖ  αὐτῷ  ἱερουργεῖν,  μὴ παραιτήσῃ παρ' αὐτοῦ λαβεῖν  τὴν δωρεάν· οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν,  ἀλλ' ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην. Ὅτι δὲ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος ὁ Θεὸς τοῖς ἀνθρώποις τὴν σωτηρίαν δι' ἀνθρώπου ἐποιεῖτο (τούτου χάριν ὁ
∆εσπότης ἡμῶν  ἐνηνθρώπησεν,  ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων)· οἴδατε  ἀκριβῶς  τὴν ἱστορίαν κατὰ τὸν μακάριον ∆αυῒδ τὸν ἀρτίως εἰρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος.  Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν  ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἐν ἀλλοτρίῳ προσώπῳ τὰ κατ' αὐτοῦ ἐξαγγέλλοντα.  Ἐλθὼν γὰρ, φησὶν, ὁ μνημονευθεὶς προφήτης  πρὸς τὸν  ∆αυῒδ ἔφη· Βασιλεῦ, ἔχω  σοί τι εἰπεῖν.  Ὁ δὲ ∆αυῒδ, Λέγε. Καὶ ὁ προφήτης  Νάθαν·  Ἄνθρωπός  τις  ἦν  πλούσιος,  ἔχων  ποίμνια  καὶ  βουκόλια  πολλά· ἄνθρωπος δέ τις ἦν πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ  ποτηρίου  αὐτοῦ  ἔπινε,  καὶ  ἐν  τῷ  κόλπῳ  αὐτοῦ  ἐκάθευδε· πλούσιον  τὸν  ∆αυῒδ καλῶν, πένητα τὸν Οὐρίαν. Τί οὖν; Ἦλθε, φησὶ, ξένος πρὸς τὸν πλούσιον. Τίς ὁ ξένος; Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων  ἡμᾶς εἰς κόλασιν. Ἦλθε ξένος πρὸς τὸν πλούσιον· καὶ  ὁ πλούσιος  φειδόμενος  τῶν  οἰκείων  προβάτων,  πέμψας  ἔλαβε  τὴν  ἀμνάδα  τοῦ πένητος, καὶ κατέσφαξεν  αὐτὴν  τῷ ξένῳ. Τοῦτο ἀκούσας ὁ βασιλεὺς ∆αυῒδ, εἰ καὶ τῇ ἁμαρτίᾳ ἦν περιπεσὼν, ἀλλ' ὅμως τὸ δίκαιον ἠμφίεστο· τοῦ γὰρ σώματος ἡ ἁμαρτία, τῆς δὲ ψυχῆς  τὸ κατόρθωμα. Ὅθεν ἀποκριθεὶς ἐν θυμῷ ἔφη, Ζῇ Κύριος, ἄξιος θανάτου  ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλάσιον.Ὑπερβαίνει τὸν νόμον ὁ ∆αυΐδ· ὁ νόμος γὰρ τετραπλασίονα  κελεύει· οὗτος δὲ ἑπταπλασίονα κελεύει. Ὁ δὲ Νάθαν πρὸς αὐτόν· Σὺ εἶ, βασιλεῦ, ὁ ταῦτα πεποιηκώς. Εἶτα ὁ  ∆αυῒδ  συνετὸς  ὑπάρχων,   καὶ  εὐλαβείᾳ  συζήσας, οὐκ  ἀπεχρήσατο  τῷ  βασιλικῷ ἀξιώματι,  οὐκ ἐτυράννησε  τὸν  ἐλέγχοντα,  καίπερ  δυνάμενος·  οὐκ εἶπε, Τίς εἶ σὺ, ὁ τολμήσας ἐπὶ πάντων  ὀνειδίσαι με; ᾔδει γὰρ σαφῶς, ὅτι εἰ καὶ βασιλεύς ἐστιν ἐπίγειος, ἀλλ' ὅμως βασιλεύεται ὑπὸ τοῦ βασιλέως τῶν  ἄνω δυνάμεων.  Ὡς μόνον  γὰρ ἤκουσε τὴν φωνὴν  τοῦ προφήτου,  ὅτι Σὺ εἶ, βασιλεῦ, εὐθέως ἐξομολογήσατο· Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁ δὲ Νάθαν, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς. Ὦ Νάθαν, τί ἐτόλμησας ἀποφήνασθαι; μέλλεις γὰρ ὑπὸ Ναυάτου ἐγκαλεῖσθαι τοῦ ὑψηλόφρονος.  Τῷ Θεῷ ἥμαρτεν  ὁ  ∆αυῒδ,  αὐτῷ  καὶ  ἐξωμολογήσατο·  καὶ  πόθεν  οἶδας,  εἰ  συγχώρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα; πρῶτον μάθε, καὶ τότε μετάδος τῆς ἁμαρτίας τὴν λύσιν. Ὁ δὲ Νάθαν φησίν· Ἐμοὶ ἐνεχείρισεν  ὁ Θεὸς τελείαν  τὴν τοῦ ∆αυῒδ περιοδείαν ποιήσασθαι. Εἰ γὰρ οὐκ ἐβούλετο δι' ἐμοῦ αὐτῷ συγχωρῆσαι, οὐκ ἂν ἀπέσταλκέ με πρὸς αὐτόν.  Τίς ἐγκαλεῖ  ἰατρῷ  περιοδεύοντι  ἀνθρώπῳ  νοσοῦντι,  καὶ  οὐκ  εὐχαριστεῖ  καὶ ἀμοιβὰς ἀποδίδωσι; Σαφῶς τοίνυν ἀποδέδεικται, ὅτιπερ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ  τῆς  χάριτος  δι' ἀνθρώπων   ὁ  Θεὸς τοῖς  ἀνθρώποις  συνεχώρει  τὰ  ἁμαρτήματα. Χρησώμεθα δὲ καὶ μετρίῳ ὑποδείγματι πρὸς σαφήνειαν τῶν λεγομένων· Ὑπόθου μοι, ὦ ἄνθρωπε ὁ τῆς μετανοίας ἀντίπαλος, τινὰ ἄνθρωπον  σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ καταδίκῃ  ὑπὸ ἄρχοντος  βληθέντα  καὶ μέλλοντα  αὐτὸν  ἢ ἐν  ἐξορίᾳ, ἢ ἐν  ἄλλῃ  τινὶ τιμωρίᾳ, παραπέμπεσθαι· μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι' ἑαυτοῦ πρόεισι, καὶ τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι; οὐχὶ τὸν μεσίτην ἰχνεύσας καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομεστικὸν, δι' αὐτοῦ τὴν σωτηρίαν πρυτανεύεται,  καὶ τῆς κρίσεως τὴν ψῆφον  σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρχοντος τὸν θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι; Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις,  ἐπὶ  τῶν  πνευματικῶν   οὐχὶ  μᾶλλον  ὑψηλοτέρα  γενήσεται  μεσιτεία  καὶ βοηθείας χρεία; Ὥστε, ἄνθρωπε,  εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν  τῇ μετανοίᾳ,  ὅτι ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς· ἄνθρωπος γάρ ἐστιν ὁ βαπτίζων· μηδὲ κοινωνήσῃς· ἄνθρωπος  γάρ ἐστιν ὁ τὸν  ἀμνὸν  τοῦ Θεοῦ μελίζων.  Εἰ δὲ ταῦτα πίστιν   ἔχει,   κἀκεῖνο   πίστει   κατάδεξαι.   Ὅρα   μὴ   ἄλλα   φυλάττων,    καὶ   ἄλλα ἀποβαλλόμενος, εἰς κρῖμα  ἐμπέσῃς. Οὕτω γὰρ σκελίζει ἡμᾶς τὸ πονηρὸν θηρίον ὁ διάβολος,   καὶ   θέλει   ἡμᾶς   ἐμβαλεῖν   εἰς   τὴν   γέενναν    διὰ   πολυτρόπων    αὐτοῦ μηχανημάτων. Γέγραπται ἐν τῷ νόμῳ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰ οὖν ἄρχοντά σοι δέδωκε τὸν ἱερέα ὁ βασιλεὺς τῶν βασιλευόντων,  τί ἀποβάλλεις αὐτὸν καὶ ταλανίζεις;  μὴ  δύνασαι  τῷ  ἐπιγείῳ   βασιλεῖ  παριστάμενος  διδόντι   ἀξίαν  ἄρχοντι, κωλῦσαι καὶ εἰπεῖν αὐτῷ· Οὐκ ἔστιν ἄξιος τῆς ἀρχῆς ταύτης γενέσθαι; Εἰ οὖν ἐκεῖνον οὐ δύνασαι  κωλῦσαι,  ὃν  θέλει  καὶ  ὃν  βούλεται  δοξάσαι,  πῶς  τολμᾷς  τὸ  δεσποτικὸν κέλευσμα κωλυθῆναι  ἐπὶ  τοῦ  ἱερέως,  ὅτι  ἁμαρτωλός  ἐστιν; οὐχὶ  ∆αυῒδ ὁ προφήτης μοιχείᾳ καὶ φόνῳ  περιέπεσεν, ὡς προεῖπον; οὐχὶ Πέτρος ἀρνησάμενος τὸν διδάσκαλον τρὶς, ἁμαρτίᾳ καὶ ἀρνήσει ὑπέπεσεν; οὐχὶ Παῦλος ἐδίωξε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς οὐδεὶς ἄλλος; Ἀλλ' ὁ φιλάνθρωπος ∆εσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ τινα  τῶν  τῆς  Ἐκκλησίας  ἀρχόντων   μὴ  ἐξουδενώσῃς  μηδὲ  κρίνῃς.  Ὁ  γὰρ  ἱερεὺς
βαπτίζων   καὶ   προσφέρων   τὴν   ἀναίμακτον   θυσίαν,   τὰς   χεῖρας   κιχρᾷ   πρὸς   τὸ προκείμενον· τὸ δὲ ἅγιον Πνεῦμα ταῦτα ἁγιάζει καὶ μεγαλύνει. ∆ιὸ καὶ ἐνταῦθα μετανοοῦντός  σου καὶ ἐξομολογουμένου,  οὐδὲν  ἕτερον, ἢ τὴν  γλῶτταν  κιχρᾷ, καὶ ὁ Θεὸς τὴν σωτηρίαν σοι καὶ τὴν ἄφεσιν παρέχει. Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ εἶ οἷόν τέ ἐστι μετὰ τὸ βάπτισμα διὰ μετανοίας σωθῆναι, διὰ τί ὁ ἀπόστολος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν παραυτὰ ἐθανάτωσε, καὶ οὐχὶ διὰ μετανοίας αὐτοὺς ἀνεκαλέσατο; Πρόσεχε ἀκριβῶς. Οὐχὶ ὁ μακάριος Πέτρος ἀπέκρυψε τὴν ἔμπλαστρον τῆς μετανοίας· ἀλλ' αὐτοὶ οἱ τῷ τοιούτῳ πτώματι περιπεσόντες, οὐκ ἐπεζήτησαν τὴν μετανοητικὴν  πρόσφορον ἔμπλαστρον· ἀλλὰ τῇ τοῦ διαβόλου παραινέσει συναπώλοντο καὶ τοῖς  χρήμασι. Τότε γὰρ μετάνοια,  οὐχ ὅτε τῇ φωνῇ  τιμᾶται,  ἀλλ' ὅτε τῇ πράξει γνωρίζεται.   Ἔστι  γὰρ   μετάνοια   ἀπὸ   ψυχῆς   προβαλλομένη,   καὶ   ἔστι   μετάνοια ἐπιπολαίως   γινομένη·  ὅθεν  οἱ  μὲν  σώζονται,  οἱ  δὲ  κατακρίνονται.   Μετενόησεν  ὁ μακάριος  Πέτρος, καὶ ὁ ἄθλιος  Ἰούδας· ἀλλ' ὁ μὲν  Πέτρος γνησίως  μετανοήσας  καὶ δακρύσας καὶ τὴν ἄρνησιν διὰ τῶν δακρύων ἀποπλύνας, εἰς τὴν προτέραν τιμὴν πάλιν ἐπανῆλθεν· ὁ δὲ Ἰούδας  πάρεργον  εἰργάσατο τὴν  μετάνοιαν.  Εἰ γὰρ καὶ τὰ ἀργύρια προσέῤῥιψε τοῖς Ἰουδαίοις, καὶ εἶπεν, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον, ἀλλ' ὅμως οὐκ ἐστέναξεν,  οὐκ  ἐδάκρυσεν,  οὐκ  ἄξια  τῆς  μετανοίας  ἔπραξεν,  ἀλλὰ  μόνον  ἀγχόνην πλέξας, τὸν διάβολον ἐπληροφόρησε. Τί οὖν Σίμων ὁ μάγος; βαπτισθεὶς καὶ σκελισθεὶς, καὶ ὑπὸ Πέτρου κατακριθεὶς  ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον  δωρεὰν πραγματεύσηται, οὐ τὴν μετάνοιαν ᾔτησεν; οὐχὶ ὁ μακάριος Πέτρος ἀπεκρίνατο λέγων· Μετανόησον  ἀπὸ τῆς  κακίας  σου ταύτης,  καὶ  δεήθητι  τοῦ  Κυρίου; ∆ιὰ τί, φησὶ, τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ οὐκ εἶπε τὰ ῥήματα ταῦτα, Μετανοήσατε ἀπὸ τῆς κακίας ὑμῶν;
Πρόσεχε ἀκριβῶς.  Οὐ παίζεται  ἡ τοῦ Πνεύματος χάρις. Ὁ Ἀνανίας  γὰρ καὶ ἡ Σάπφειρα ἐλεγχόμενοι  ὑπὸ τοῦ Πέτρου, καὶ ἀκούοντες παρ' αὐτοῦ, Τί ὅτι συνεφωνήθη ὑμῖν   πειράσαι  τὸ   Πνεῦμα  Κυρίου;   οὐχ   ὡμολόγησαν   τὴν   ἑαυτῶν   ἁμαρτίαν,   οὐ προσέπεσαν, οὐκ ἐδεήθησαν, οὐκ εἶπον, ὅτι Ὡς ἄνθρωποι ἐσφάλημεν, ἀλλὰ τί; Ἐλεγχόμενοι ὑπ' αὐτοῦ ἀντετίθουν  τοῖς αὐτοῦ ῥήμασι, πειρώμενοι  αὐτὸν κρύπτειν, μὴ συνιέντες ὡς οὐ παίζεται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν παραυτὰ ὁ μακάριος Πέτρος παροξυνθεὶς, ἁρμόζουσαν αὐτοῖς ἐξήνεγκε τὴν ἀπόφασιν. Ὁ δέ γε Σίμων ἀκούσας παρὰ τοῦ ἀποστόλου  Πέτρου, Τὸ ἀργύριόν  σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,  ὅτι τὴν  δωρεὰν ἐνόμισας  διὰ χρημάτων  κτᾶσθαι, οὐκ ἠγανάκτησεν,  οὐκ ἀφηνίασεν,  οὐκ ἀπεπήδησε, καίτοι  πονηρὸς  ὤν·  ἀλλὰ  τὰς  ὕβρεις  καὶ  τὰς  ἐπισκήψεις,  ὡς  ἀντιδότους   αἰτίας, δεξάμενος,  οὐ  μόνον  τῷ  Πέτρῳ, ἀλλὰ  καὶ  πᾶσι  τοῖς  ἀποστόλοις  προπεσὼν  ἔλεγε·
∆εήθητε  ὑμεῖς  ὑπὲρ ἐμοῦ πρὸς τὸν  Θεὸν, ὅπως  μηδὲν  ἐπέλθῃ  ἐπ'  ἐμὲ, ὧν  εἰρήκατε κακῶν. Μεγάλως, φησὶν, ἥμαρτον· οὐ τολμῶ δι' ἑαυτοῦ τὸν Θεὸν ἐξιλεώσασθαι· ὑμεῖς οἱ  μεσῖται  ὑπὲρ  ἐμοῦ πρεσβεύσατε. Καλῶς οὖν  ἔλεγεν  ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι· καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα  νοσοῦντας, καὶ καιρὸς  τοῦ  γελάσαι  τοὺς  τὴν  μετάνοιαν  ἀγαπῶντας.   Οὕτω  γὰρ  ἔκλαυσεν  ὁ  μέγας Ἰωσὴφ, οἱονεὶ τῷ προφητικῷ  βλέμματι προσπεισθεὶς τῷ μακαρίῳ ∆αυῒδ τῷ λέγοντι· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει  θεριοῦσιν. Ἔσπειρεν  οὖν καὶ Ἰωσὴφ τὰ δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν  στέφανον  τῆς βασιλείας. Ἴστε γὰρ πάντες σαφῶς,  ὡς,  μετὰ  τὸν  παράδοξον  ἐκεῖνον  ἀναγνωρισμὸν,   θεασάμενος  Ἰωσὴφ  τοὺς ἑαυτοῦ ἀδελφοὺς, προσονειδίσαι οὐκ ἠθέλησε. Ποῖοι γὰρ ἀδελφοὶ οἱ τὴν δωδεκάσειρον ἅλυσιν τῆς ἀδελφότητος,  ὅσον τὸ ἐπ' αὐτοῖς, διαῤῥήξαντες; Ὅμως ὁ Ἰωσὴφ τὰς θλίψεις εἰς ἀντιλήψεις μεταχλευάσας, ἐπὶ τὸν τράχηλον τῶν ἀδελφῶν  ἔκλαυσεν ἐπ' αὐτοῖς. ∆ιὰ τί δὲ ἐπὶ τὸν τράχηλον, οὐχὶ δὲ ἐπὶ ἄλλο μέρος; Ἀναγκαίως ἐπὶ τοὺς τραχήλους αὐτῶν ἔκλαυσε, τοὺς ἀποβαλόντας τὸν ζυγὸν τῆς φιλαδελφίας. Εἶδες πραότητα καὶ εὐλάβειαν ἀνδρός; Ἀλλά φασί τινες  περὶ τοῦ Ἰωσὴφ,  ὡς ἀπὸ ἀνάγκης  συσχεθεὶς καὶ ἐν ξένοις τόποις αὐλιζόμενος, καὶ μὴ ἔχων ἀνθρωπίνην βοήθειαν, ἢ τὸν προστατεύοντα, τούτου χάριν τὴν πραότητα καὶ τὴν ταπεινοφροσύνην ἐπεδείξατο. Πρόσεχε οὖν  ὁ ταῦτα  λέγων· αὐτὸς γὰρ ὁ Ἰωσὴφ  ἀπὸ διαθέσεως  οἰκείας  τὴν πατρικὴν  εὐλάβειαν  περιέθετο  τοῦ  Ἰωσὴφ  μνήμη,  καὶ  φωτὸς  παρουσία. Ὁ γὰρ τοῦ φωτὸς  ∆εσπότης Χριστὸς ἐκ τοῦ σκότους τῆς φυλακῆς  τοῦτον  ἠλευθέρωσε. ∆ιὸ περιττολογεῖς,  ἄνθρωπε, οὐ δικαιολογεῖς,  ὁ λέγων  ὅτι ὁ Ἰωσὴφ ἀπὸ ἀνάγκης ὑπῆρχεν εὐλαβὴς καὶ ἀνεξίκακος.  Οὕτω γὰρ πρὸ νόμου ὑπῆρχε φιλόθεος  ὁ Ἰωσὴφ καὶ νόμου τηρητὴς, ὅτι καὶ κολακευόμενος  παρὰ τῆς ἑαυτοῦ δεσποίνης, ἐμυσάττετο τῆς μοιχείας τὸ δρᾶμα. Μὴ γὰρ τότε  νόμος  ἦν  δοθεὶς, ὁ κελεύων,  Μὴ μοιχεύσῃς, μὴ κλέψῃς,  μὴ ψευδομαρτυρήσῃς;   οὐχὶ   αὐτὸς   ἑαυτοῦ   νόμος   γινόμενος,   καὶ   φυσικῷ   κριτηρίῳ προσπλακεὶς  ἔφυγε  γυμνὸς  ἐξ αὐτῆς, ἵνα  τὴν  δεσποτικὴν  μὴ μολύνῃ  κοίτην;  οὐχὶ  ἡ τούτου δέσποινα παρεκάλει αὐτὸν ἀναιδῶς, καὶ δέλτους ἐλευθερίας αὐτῷ δώσειν ὑπισχνεῖτο, καὶ πάντων τῶν αὐτῆς δεσπότην καταστήσειν, εἰ συγκατάθηται τῷ σπουδαζομένῳ; οὐχὶ  ὅσον ἐκείνη  προέτρεχε, τοσοῦτον  οὗτος ἔκαμπτε,  κατὰ τὴν  τοῦ Κυρίου φωνὴν  ἑαυτὸν εὐνουχίσας, οὐ ξίφει, ἀλλὰ πίστει; οὐχὶ ταῦτα τὰ ῥήματα ἔλεγε πρὸς αὐτὴν ὁ δίκαιος· Εἰ ὁ Κύριός μου, δέσποινα, οὐ γινώσκει τι τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ἐνεπίστευσεν ἐν τῇ χειρί μου, καὶ οὐδὲν ὑφαιρεῖται ἀπ' ἐμοῦ, πλὴν σοῦ, διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ πονηρὸν τοῦτο ἁμάρτημα ἐνώπιον  τοῦ Θεοῦ; μὴ γὰρ οὐ πάρεστιν ὧδε ὁ τῶν πατέρων  μου Θεός; μὴ γὰρ ἄλλος ἐν τῇ Χαναὰν Θεὸς, καὶ  ἄλλος  ἐν  Αἰγύπτῳ, εἰ καὶ  ὑμεῖς  ἀγνοεῖτε; μὴ γὰρ οὐκ ἔστιν  ἐποπτική  τις δύναμις   ἡ  θεωροῦσα  τὸν   ἀδικοῦντα   τὸν   πέλας;  μὴ  γὰρ,  τοῦ   ἀνδρός   σου  ἔξω τυγχάνοντος, καὶ ὁ Θεός μου συναπεδήμησεν; Ὁ σὸς ἀνὴρ, γύναι,  ἐμὸς δεσπότης ὢν, πᾶσαν τὴν ὕπαρξιν αὐτοῦ ἐπίστευσεν ἐν τῇ χειρί μου, κἀγὼ τὴν πλευρὰν αὐτοῦ συλήσω; ἕνα ἑνὶ συνέζευξε· μὴ γὰρ μίαν πολλοῖς, ἢ ἑνὶ πολλάς; Ἡσύχασον, δέσποινα· οἶδα γὰρ τὸν ὑφάπτοντά  σε κατ' ἐμοῦ. Οὐ σύ  με πολεμεῖς, ἀλλ' ὁ τοὺς ἀδελφούς μου κατ' ἐμοῦ ὁπλίσας διάβολος. Ἅπαξ γὰρ τοῦ πατρός με ἀλλοτριώσας, σπεύδει καὶ τοῦ Θεοῦ ἀποστῆσαι· ἄνω  καὶ  κάτω  κυκλοῖ,  ὅπως  ξένον  με τῶν  ὀνείρων  ποιήσῃ. Ἡσύχασον τοίνυν· ἄμεινον  γὰρ ὄνομα, καὶ μὴ πρᾶγμα βαστάζειν μοιχοῦ. Ἐάν σοι μὴ πεισθῶ, τὸ σῶμα μαστίζομαι· ἐὰν δὲ τοῦ Θεοῦ μου παρακούσω, τὸ συναμφότερον  κολασθήσομαι. Ἔγνω γὰρ τὸν λέγοντα· Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι. Ταῦτα εἴρηται πρὸς ἀπόδειξιν τῆς πραότητος καὶ ἀνεξικακίας τοῦ σώφρονος Ἰωσήφ. Ἄκουε δὲ αὐτοῦ  καὶ  τὴν  ἄλλην  πραγματείαν.  Ἴστε  γὰρ  πάντες  σαφῶς,  ὅτι  συκοφαντίᾳ  τῆς Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ ἤδη   λοιπὸν   τῶν   ὀνείρων   αὐτοῦ,   μᾶλλον   δὲ   τῶν   ἀποκαλύψεων,   τὴν   ἔκβασιν ἐπιδεικνύντων, καὶ τῶν  ἀδελφῶν  αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν ἀναγκαίων  σπάνιν, θεασάμενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε  ξίφος, οὐκ ἐν φυλακῇ  κατέκλεισεν,  οὐ λιμῷ κατέτηξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεήσαντας ἑαυτὸν κατενόησεν, οὐχ ὑπεμνήσθη  τοῦ χιτῶνος  τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον,  οὐ τῆς δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ  Βενιαμὶν τὴν ἀλλοτρίωσιν· ἀλλὰ   πάντα   τὰ  λυποῦντα   ἐκποδὼν   ποιήσας,  ἀπειλὴν   μετὰ  πραότητος   συζεύξας, ἀφορμὴν ἐζήτει πῶς ἀναγνωρισθῇ τοῖς ἀδελφοῖς. Μόνον γὰρ ἐθεάσατο τούτους, καὶ τὸν ὁμομήτριον  ἀδελφὸν  Βενιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς ἀμπέλου  βότρυν,  τὸν  ἄγευστον  τῆς  μισαδελφίας,  τὸν  ἀδελφὸν  καὶ  τῇ φύσει  καὶ τῇ γνώμῃ,  εὐθέως  περιχαρέσι  δάκρυσι τὰς παρειὰς  νοτίσας,  ἀνεβόησε λέγων· Ἐγώ εἰμι Ἰωσὴφ   ὁ  ὑμέτερος  ἀδελφός·   νῦν   δὲ  μὴ  σκληρὸν  ὑμῖν   φανήτω.   Ὢ  τῶν   ξένων πραγμάτων! ὁ ἀνεύθυνος ὡς ὑπεύθυνος ἀπολογεῖται. Ἐγώ εἰμι Ἰωσὴφ, ὦ ἀδελφοί. Εἰ μὴ ἄκοντες  προσεκυνήσατε, ψευδῆ  μου τὰ ὀνείρατα·  εἰ μὴ ἀνωρθώθη  τὸ ἐμὸν  δράγμα, καλῶς τὸ δρέπανον τῆς μισαδελφίας ὠξύνατε.
Μάθετε κἂν οὕτως, ὦ ἀδελφοὶ, ὅτι πᾶς ὁ ἐλπίζων ἐπὶ Κύριον οὐ καταισχύνεται. Λιτοῦ με χιτῶνος  ἐστερήσατε· ἴδε, πορφύραν περιβέβλημαι· ἐν λάκκῳ με ἐχώσατε· ἴδε, ἐν  ἅρματι  χρυσοκολλήτῳ  ἐποχοῦμαι·  ὡς  δοῦλον  ἐπωλήσατε·  ἴδε, βασιλεὺς ἀναδέδειγμαι· φυλακὴν  ᾤκησα· ἴδε, ἐν βασιλείοις ἀναστρέφομαι· κλοιὸν ἐφόρεσα· ἴδε, διάδημα  ἐκ λίθων  τιμίων  περίκειμαι.  Εὔκαιρον οὖν  εἰπεῖν  ἀληθῶς  τὰ τοῦ μακαρίου Παύλου· Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |