ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

Πέμπτη 20 Οκτωβρίου 2016

Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

 Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

Οσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ' οτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ωσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν αμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν εχουσι τῆς γνώμης τὸν επαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, α τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. Ο μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οιδεν α νηστεύων συνήγαγεν, οὐκ οιδεν ους συνέλεξε πόρους, ἀλλ' ὡς οὐδὲν εχων ἀποκείμενον ενδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος απας, οὐκ εχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ εγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ εχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος απορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εισοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ῃ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ης τέως τοὺς θεμελίους ἐθέμεθα. ∆εῖται δὲ τὸ εργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις.


Οὐδεὶς ον καλῶς εσφιγξε σαλεύει θεμέλιον· οὐδεὶς πλούτου ταμιεῖον ἀφυλάκτως ἀνοίγνυσι· νηστευτοῦ δὲ ψυχὴ πλουσίου τινός ἐστιν ἀποθήκη δοκίμου, καὶ φυλακῆς ἀκριβοῦς δεομένη, μήπου τινὶ περιπέσῃ λῃστείᾳ· λῃστεύεται γὰρ ὡς οἰκία ψυχή. Γέμουσαν ειχεν ὁ ∆αυῒδ τὴν τῆς ψυχῆς οἰκίαν, ἀλλ' ἐκ λῃστρίδος ἡδονῆς ἐσυλήθη· ἀνεῳγμένην γὰρ ἀφῆκε τὴν εισοδον, καὶ νήψεως οὐκ ἠσφαλίσατο κλείθρῳ. Τίς δὲ ἡ περὶ τὴν νῆψιν ἀμέλεια; Η πλατεῖα τοῦ σώματος ανεσις· Εγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη ∆αυῒδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος ἐν τῷ οικῳ τῶν βασιλείων· δείλης, καὶ ἀνέστη ἀπὸ τοῦ υπνου καὶ περιεπάτει· υπνος, καὶ μετὰ τὸν υπνον περίπατος ὀρεγομένου ἀνέσεως. Πλατὺς τῇ γαστριμαργίᾳ περίπατος. Τί ουν τὸ βλάβος; Καὶ ειδεν, ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην· καὶ ἡ γυνὴ καλὴ τῷ ειδει σφόδρα. Καὶ ἀποστείλας κατῄσχυνεν αὐτήν.
Τὸ βλέπειν ἀνέγκλητον· οὐδεὶς γὰρ αν ὀφθαλμοὺς ἐγκαλέσειεν, οτι τὰ βλεπόμενα βλέπουσιν· ἀλλ' εχει τὸ ἀνέγκλητον εγκλημα πρὸς ἁμαρτίαν ὁδεῦσαν· οὐ γὰρ ειδε τὴν μορφὴν καὶ παρεῖδεν, ἀλλ' ωσπερ προσηλώθη τῷ κάλλει· ἐνέπηξε τὸ βλέμμα τῷ σώματι, ἐβάπτισε τῇ θεωρίᾳ τὰς κόρας· οὐκ ετι κόρας ειχεν ἐν ὀφθαλμοῖς, ἀλλὰ πόρνας. Τοσοῦτον κακὸν καὶ βλέμματος ὁρμὴ, ἐὰν ἀχαλίνωτον ἀφιῇς. Ουτω καὶ νῦν εστιν ἡμῖν πρὸς τροφὴν ἐξουσία, ωσπερ καὶ τότε τῷ ∆αυῒδ τοῦ χρῆσθαι τοῖς ομμασιν· ἀλλ' ἡ τῆς ἁμαρτίας παρέξοδος ὑπ' εγκλημα ποιεῖ τὸν ἀναίτιον. Τί ουν; Τροφῇ μὲν κολακευέσθω τὸ σῶμα· Αξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· συμπαρέστω δὲ ἡμῖν ἀριστῶσιν ὁ Παῦλος, καν ιδῃ που πρὸς τὴν τροφὴν ἀτακτοῦντας, ωσπερ ἰατρὸς ἀτακτοῦσι βοήσει· Εχοντες διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. ∆ιατροφὴν, οὐ τρυφήν· διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατροπήν.Τρυφή ποτε τὸν Ισραὴλ εἰς εἰδωλικὴν διήγειρεν ορχησιν· ἡ γὰρ μέθη τὸν νοῦν ῃχμαλώτευσεν· Εκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν· τροφῇ θεραπευέσθω τὸ σῶμα· ἀνέσεως παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ· μεμετρημένης ἐξουσιάζωμεν βρώσεως· ἐκκλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ εξομεν· πειθώμεθα παραινοῦντι τῷ Παύλῳ· Μὴ μεθύσκεσθαι οινῳ, ἐν ῳ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθαι ἐν Πνεύματι ἁγίῳ· ῳ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν

∆ʹ. Τοῦ αὐτοῦ, ὅτι βαρὺ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν. Ἐῤῥέθη δὲ τῆς τῶν μυρίων ταλάντων ἀναγνωσθείσης παραβολῆς. Καὶ κατὰ Ἰουδαίων, τοῦ σεισμοῦ γενομένου.

Ἡ μὲν τῆς ∆εσποτικῆς φιλανθρωπίας ἀρτίως ἀκουομένη φιλοτιμία πολλὴν καὶ μυρίων ἁμαρτίας ταλάντων χρεοκοπίαν εἰργάσατο ἁμαρτωλοῖς δωρουμένη· πολλοὶ δὲ πολλάκις τῆς ∆εσποτικῆς κατασκιρτῶντες χρηστότητος, καὶ κακῶς ταῖς παρ' αὐτῆς δωρεαῖς κεχρημένοι, τὸν τῆς φιλανθρωπίας κατασκευάζουσι πλοῦτον θησαυρισμὸν ἑαυτοῖς τιμωρίας. Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, τὸν τῆς φιλανθρωπίας ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ· ὅταν δὲ ἴδῃ μάτην αὐτῷ τὰ τῆς φιλανθρωπίας ῥιπτούμενα, συστέλλει τῶν ἀγαθῶν τὰς πηγὰς, κατέχει τῆς φιλανθρωπίας τοὺς ὄμβρους, ὀκνεῖ χαριζόμενος. Πόσοις ποτὲ τοὺς Ἰουδαίων δήμους ἀγαθῶν ὑετοῖς ἐπικλύζων, ὡς εἶδεν ἀκάρπους πρὸς εὐχαριστίας καρποὺς, ὥσπερ ἐμπλησθεὶς τῆς ἐκείνων ἀγνωμοσύνης, ἐβόα· Ἐγένεσθέ μοι εἰς πλησμονήν. Τῆς ἐμῆς εἰς ὑμᾶς ὤφθητε, φησὶ, πρός με φιλανθρωπίας φιλονεικότεροι· ἔκαμνον ὑμῖν χαριζόμενος· Ἐγένεσθέ μοι εἰς πλησμονήν. Εὐλόγως τῆς ἐπ' αὐτοῖς μακροθυμίας ὁ κόρος· οὐ γὰρ εὑρίσκεται τρόπος τῆς αὐτῶν διορθώσεως

 Εʹ. Τοῦ αὐτοῦ εἰς τὴν αἱμοῤῥοοῦσαν, ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου.

Ἄλλοις μὲν ἄλλας ὁ τοῦ βίου σκοπὸς ἐμπορίας ἐμέρισε, διαιρῶν ἑκάστῳ τὴν δοκοῦσαν εἶναι χρειώδη καὶ συμφέρουσαν· ἡμῖν δὲ μίαν ἀπένειμεν ὁ Θεὸς τὴν ἐμπορίαν τοῦ Πνεύματος, πολλαπλῆν οὖσαν διὰ πίστεως, καὶ κατορθοῦσαν τὰ μέγιστα κατὰ τὸ γεγραμμένον· Τὸ δὲ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μόνη γὰρ πίστις παραμένει τοῖς ἔχουσιν· οὐ ψεύδεται τὸν λαμβάνοντα, οὐκ ἀθετεῖ τὸν κτησάμενον, οὐκ εὐλαβεῖται τοὺς κλέπτας, οὐχ ὑφορᾶται τοὺς ἅρπαγας, οὐ χρῄζει σφραγίδων, οὐ ζητεῖ τοὺς φυλάττοντας· Θεὸν γὰρ ἔχει φύλακα τὸν πάντα τοῖς πᾶσι διὰ ταύτης ἑτοίμως παρέχοντα. Ταύτην ἐπιθυμοῦσιν ἔχειν βασιλεῖς, ἀλλ' ἰδιῶται κέκτηνται· ζητοῦσι δυνάσται, αὐτὴ δὲ ταπεινοῖς προστρέχει, καὶ τοὺς εὐτελεῖς περιπτύσσεται· ἔρχεται πρὸς τοὺς ἀῤῥώστους, καὶ τούτους παρακρατοῦσα χειραγωγεῖ, ἀμισθὶ τὰς ἰάσεις δωρουμένη.
Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω·μὴ ἐπιλάθῃ τῆς τῶν Χερουβὶμ καθέδρας, μὴ παρέλθῃς τὰ θεῖα διὰ τὰ ἀνθρώπινα, μὴ λήθῃ παραδῷς τὸν οὐρανὸν, μὴ ἀμνημονήσῃς ὅτι σὰρξ ὁ Λόγος γέγονεν, ὡς ἠθέλησεν. Ἡ γὰρ σὰρξ ὁ Λόγος ἐγένετο· ὡς σὰρξ περιπατεῖ, ὡς λόγος παραχωρεῖ· ὡς σὰρξ εἰς ὄρος ἀναβαίνει, ὡς Λόγος ἐπάνω τῶν Χερουβὶμ καθέζεται· ὡς σὰρξ ὑπομένει δι' ἐμὲ τὰ ἐμὰ, ὡς Λόγος τὰ τοῦ Πατρὸς ἀκαμάτως ἐργάζεται, ἐξ ὕδατος ἐν Κανᾷ παραστήσας· φωτὸς ἀνοίγει θυρίδας, πηλῷ καὶ δακτύλῳ καινουργῶν τὰς ὁράσεις. Εἶπε τῷ λεπρῷ, Θέλω καθαρίσθητι, καὶ μετὰ τὴν φωνὴν τὸ πάθος οὐκ ἦν· Ἔγειρε, λέγει τῷ παραλυτικῷ· ὁ λόγος δὲ ἀντὶ ποδῶν ἐγίνετο, καὶ τὸ πρόσταγμα βάδισμα θᾶττον ὁ πάσχων ἐλάμβανεν· ἔφθασε τὸ Ἰαείρου δωμάτιον, καὶ τὸ πένθος ἀθρόον εἰς χαρὰν μετεβάλλετο. Ἰδοὺ καὶ τήμερον ὄχλῳ περισφιγγόμενος ἐκλάμπει τὸ κράσπεδον, καὶ τῷ ὄμβρῳ τῆς πίστεως τὴν ῥύσιν κατέκλυσε. Τί γὰρ ἡμῖν ἀρτίως ὁ εὐαγγελιστὴς εἰσηγήσατο, τὰ κέρδη τῆς πίστεως εἰσφέρων πολύτροπα; Ἦν γάρ τις ἀρχισυνάγωγος, τῶν Μωϋσέως νόμων θεραπευτὴς, καὶ τοῦ λαοῦ παιδευτὴς, τὴν δὲ κλῆσιν Ἰάειρος. Τούτῳ μίαν χάριν ἡ φύσις δέδωκε, μονογενῆ θυγατέρα, εἰς ἣν ὄχλος ἠσχόλητο ἀναγκαῖος, ὡς ἔθος ὑπάρχει γενέτῃ φιλόπαιδι. Ἀλλ', ὡς ἔοικεν, ἐλάνθανεν, οὐκ εἰς διαδοχὴν, ἀλλ' εἰς πρόωρον ταφὴν ταύτης ἐπιμελούμενος. Νόσημα γὰρ αὐτῇ τι χαλεπὸν ἐπελθὸν, γείτονα μὲν ταύτην τοῦ θανάτου ποιεῖ, τὸν δὲ πατέρα τῆς ἐπ' αὐτῇ χρηστῆς ἐξέκοψεν ἐλπίδος.Ἀλλ' οὐκ ἐνίκησε τὴν πίστιν τὸ πάθος· εὐθὺς γὰρ ἐπὶ τὸν Σωτῆρα χωρεῖ ὁ Ἰάειρος, καὶ παρακαλεῖ φθάσαι τὸ δωμάτιον. Προφθάνει δὲ τὸν καλοῦντα τῇ προθυμίᾳ ὁ Κύριος· Ἐγερθεὶς γὰρ, ἠκολούθησεν αὐτῷ. Ἀλλ'ὅρα, πιστὲ, οἵα παρὰ γυναικὸς δικαία καινοτομεῖται βία, οἵα σοφὴ οἰκονομεῖται κλοπὴ, οἵα παρὰ θήλεος ἐπινοεῖται ἀκίνδυνος ἁρπαγή· δεῖ γὰρ αὐτῷ πρὸς τὴν κίνησιν ἐπειγομένῳ καὶ τὴν ὁδὸν ἐκείνην ἀνύειν συντόμως. Γυνὴ, φησὶν, αἱμοῤῥοοῦσα δέκα δύο ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Ἐὰν μόνον ἅψωμαι, σωθήσομαι. Οὗτος γὰρ, φησὶν, ὁ ἰατρὸς ἐξ οὐρανοῦ παραγέγονεν· οὐκ ἐπιτάττει φαρμάκων πολυδαπάνων ὕλην, οὐ κατατέμνει σιδήρῳ, οὐκ ἐπάγει τὰς ὀδύνας· οἶδε τὰ τοῦ θήλεος· ἐκ παρθένου γὰρ μητρὸς ὡς ἠθέλησεν ἐπεδήμησεν· οὐ μολύνεται τὰ λανθάνοντα διερευνώμενος πάθη· αὐτός ἐστι τῶν κρυφίων ἐπόπτης. Γυνή εἰμι, καὶ περιφέρω πάθος αἰσχρὸν καὶ κρυπτόν· ἔχω γὰρ αἱμάτων ἀκένωτα ῥεῖθρα, καὶ κρήνας ἀνελλιπεῖς ὀχετῶν ἀκαθάρτων. Χρῄζω τοίνυν πηγῆς, ἥτις ἐστὶν αὐτὸς, ἵνα μου λάθρα καθαρίσῃ τὴν ἀσχήμονα ῥύσιν· νόμος γὰρ τὴν τοιαύτην οὐ προσίεται νόσον. Ὄχλος με τὴν ἀθλίαν ὡς μυσαρὰν ἀπωθεῖται· ἀλλ' ὁ παρὼν ἰατρὸς, τῆς φύσεως ὢν δημιουργὸς, ὃς ἀνέπλασεν ἐκ πλευρᾶς, ἀπαλλάξαι φθορᾶς οὐκ ἂν παραιτήσηται· λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει· ταράττεται τῷ Πνεύματι, καὶ τὸν ᾅδην τοὺς νεκροὺς ἀναπράττει· ἐξ ὀλίγων ἄρτων ἐμπιπλᾷ χιλιάδας, νίπτεται δάκρυσι καὶ πηγάζει τὴν ἄφεσιν.Ἀλλ' οὐδεὶς τοῦτο θαῤῥεῖ, εἰ μὴ μόνη πίστις ἀδίστακτος· ταύτην οὖν παραλαβοῦσα χειραγωγὸν κατὰ ψυχὴν πρόσειμι λαθοῦσα, καὶ σιγῇ λῃστεύω τὴν θεραπείαν ἀφῇ· κἂν μὲν λάθω, κέρδος τὸ πᾶν, οἶδα γὰρ ὅτι σωθήσομαι· εἰ δὲ μὴ λαθοῦσα εἰς μέσον κληθείην, οὐκ ἂν ἐγκληθείην διὰ θεραπείαν τολμήσασα, οὐδὲ ἀναπραχθήσομαι ἅπερ ἡ πίστις ἐσύλησεν· ἀμεταμέλητα γὰρ ὡς Θεοῦ ὑπάρχει πάντα τὰ ταύτης χαρίσματα· ὁ γὰρ εἰπὼν τῇ θαλάσσῃ. Σιώπα, πεφίμωσο, καὶ τὴν ἐμὴν ἀφανῆ ἀναστομώσει πηγήν. ∆εῦρο τοίνυν, ἡ πίστις, τὸ μέλλον κυβέρνησον, καὶ τῷ κύματι τῶν ὄχλων συντόμως διάκοψον, ἵνα μου τὸ σαθρὸν σκάφος τοῦ σώματος εἰς τὸν γαληνὸν ἐκεῖνον προσορμίσω λιμένα· δύναται γὰρ ἡ ῥανὶς τῆς αὐτοῦ βοηθείας τὸν ἐν ἐμοὶ τῶν αἱμάτων ἀκαμάτως ἀποπνίξαι βυθόν· οὕτω δὲ ταῦτα βουλευσαμένη καλῶς τοῖς ἀτολμήτοις ἐπιτολμᾷ, καὶ οὔτε χρόνον δέδιεν, οὐ πενίαν λογίζεται, οὐ πλῆθος ἀριθμεῖ· πάντα δὲ ταῦτα διὰ τῆς πίστεως, μᾶλλον δὲ μετὰ τῆς πίστεως ὑπερπηδήσασα, λάθρα τοῦ ∆εσποτικοῦ χιτῶνος ἁψαμένη, τῆς ἰάσεως τὸ κέρδος εὐκαίρως ἐσύλησε, τὴν πρὸς αὐτὸν ἕνωσιν ἀπαλλαγὴν εἶναι τοῦ πάθους πιστεύσασα· ὄντως ἀπαλλαγήν· ἰάθη γὰρ Εὐθέως ἀπὸ τῆς μάστιγος. ∆ώδεκα γὰρ ἔτη τῇ νόσῳ πυκτεύουσα καθ' ἡμέραν καὶ κατ' ἔτος, τὴν ζωὴν ὑπέκλεπτε, σφαττομένη πάντοτε, καὶ τέως μὴ θνήσκουσα· πρῶτος γὰρ ἐνιαυτὸς, καί τινων ὀδυνῶν καὶ πόνων εἰς αἴσθησιν ἤρχετο· δεύτερον ἔτος ἦν, καὶ πόλεως τῆς ἀφανοῦς ταύτης ἐθορύβει τὰ κρύφια· τρίτος παρῆν ἐνιαυτὸς, καὶ τῇ τῶν νεύρων καὶ φλεβῶν ὀγκώσει συνείχετο· τέταρτον ὑπῆρχεν ἔτος, καὶ πηγή τις ἐξ αὐτῆς αἱμάτων προήρχετο· πέμπτος ἐνιαυτὸς, καὶ πανταχόθεν ἰατροὶ συνέτρεχον, μέλη παραγυμνοῦντες ἃ μὴ θέμις ὁρᾶσθαι τοῖς ἄῤῥεσιν· ἕκτον ἔτος ἠνύετο, καὶ εἰς πλέον τὸ δεινὸν ἐπετείνετο· ἕβδομος ἐνιαυτὸς, καὶ πλούτου τοσούτου κενουμένου ἡ τῶν αἱμάτων φθορὰ ἀνεξάντλητος ἔμενεν· ὄγδοον ἔτος ἐπέστη, καὶ τὴν ἧτταν ὡμολόγουν οἱ ἰατρεύοντες· ἔννατος ἦν ἐνιαυτὸς, καὶ ταύτην παντελῶς ἀπεγνωσμένην καταλείποντες ἀπῄεσαν· δέκατον ἔτος ἤγγισεν, καὶ ἦν ἡ γυνὴ οὐσίας καὶ ὑγείας καθάπαξ ἀπερίστατος· ἑνδέκατος ἐνιαυτὸς, καὶ βοηθὸς οὐδεὶς τῇ κατωδύνῳ παρίστατο· δωδέκατον ἔτος ἠριθμεῖτο, καὶ παρῆν ὁ τῶν ψυχῶν ἰατρὸς ἐν τῇ ἐσχάτῃ ὥρᾳ, ἁφῇ καὶ λόγῳ καὶ πίστει τὰς νόσους ἰώμενος. Τούτῳ συντυχοῦσα, καὶ τὸ μέλλον πιστεύσασα, ἔλαβεν ὅπερ ἤθελεν· ἀλλ' ἔτρεμεν εἰδυῖα ὅτιπερ οὐκ ἔλαθεν. Τί γάρ φησιν ὁ Σωτήρ; Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Οὐκ εἶπε, Τίς ἡ ἁψαμένη μου; ἵνα μή πως οἱ παρόντες εἰς ἀμφίβολον ζήτησιν γυναίου ἑαυτοὺς ἀπασχολήσωσιν· ἀλλ' εἶπε, Τίς ὁ ἁψάμενός μου, ἐν μετεώρῳ καταλείπων τὴν φωνὴν, ἵνα ἕκαστος ἀκούων, ἀνδρὸς εἶναι νομίσῃ τὴν τοιαύτην ἐπιχείρησιν· Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ δύναμιν ἔγνων ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Τί λέγεις, ὦ ∆έσποτα; εἰς τὸ συλᾶσθαι τὰ σὰ παραγέγονας; εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας; καὶ πῶς ἐρωτᾷς ὃ οἶδας, καὶ ζητεῖς ὃ οὐκ ἀγνοεῖς; Εἰ μὴ θέλων ἐκλάπης τὴν ἐξελθοῦσαν δύναμιν, ὤφειλες ἐπισχεῖν· εἰ δὲ βουληθεὶς ἐσυλήθης, τί δυσχεραίνεις διδοὺς ἅπερ ἡ πίστις παρὰ σοῦ λαμβάνειν βιάζεται; Ἐχαρίσω μὴ αἰτηθεὶς, καὶ μετὰ τὸ δοῦναι ἐγκαλεῖς; ἀοράτως ἐθεράπευσας, καὶ μετὰ τὴν ἴασιν δικαστήριον συγκροτεῖς; Ναὶ, φησίν· οἶδα τήν με συλήσασαν, οὐκ ἀγνοῶ τὴν εὐδοκίμως λῃστεύσασαν, βούλομαι δὲ ταύτην εἰς μέσον ἐλθεῖν, ἵνα γένηται κήρυξ ἧς ἐπέτυχε χάριτος. Παρ' αὐτῆς γὰρ οὕτως ἡδέως συληθεὶς, τὴν αὐτῆς δωρεὰν ἐπὶ πάντων κυρῶσαι προῄρημαι· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Ἔχε, φησὶν, ὅπερ ἔκλεψας εὐφυῶς· κράτει, γύναι, ὅπερ ἥρπασας ἀφανῶς· κτῆσαι κτῆσιν γνησίαν, ἥν σοι παρέσχεν ἡ πίστις· ἀντὶ γὰρ δούλης θυγάτηρ, ἀντὶ μεμιαμμένης ἠλειμμένη σήμερον ὠνομάσθης· Ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. Ὁρᾷς, ἀγαπητὲ, πόσα δύναται πίστις, πῶς ἐν μιᾷ ῥοπῇ θαύματα ἤνυσεν; σιωπῇ τὴν τρέμουσαν παραθαρσύνουσα, τὸν ἰατρὸν ἐκδυσωπήσασα. Οὕτως ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τὴν αἱμόῤῥουν ζηλώσασα, καὶ πίστει τῷ ∆εσπότῃ σιωπῇ προσπελάσασα, τὴν μυσαρὰν τῶν νομικῶν αἱμάτων ἀνεστόμωσε πηγὴν, καὶ θυγάτηρ κληθεῖσα πολλῶν ὑπάρχει μήτηρ, μάρτυρα κεκτημένη τὸν πάλαι βοήσαντα· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· λέγω δὴ τῆς συναγωγῆς, ἧς ἀνὴρ ὁ νόμος, ἀρχισυνάγωγος, ∆εσπότην σήμερον εἰς τὴν ἔγερσιν καλῶν τῆς τελευτησάσης παιδός. Ἀλλὰ τῆς ὥρας ὠθούσης τοῦ κατ' αὐτὴν θαύματος χρεώστην ἐπαγγέλλομαι, τὸν πλουτοδότην Κύριον προσκαθιστῶν ὑμῖν ἔγγυον· ᾧ ἡ δόξα πρέπει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |