ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Γʹ.Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου,

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Γʹ.Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου,




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.

αʹ. Εἰσὶ πολλοὶ  τῶν  ἀνθρώπων,  οἳ  τὰς  ἐλπίδας  τὰς  χρηστὰς  οὐκ ἐν  τῷ  τῶν ἁμαρτημάτων  ἀπέχεσθαι ἔχουσιν, ἀλλ' ἐν τῷ νομίζειν  τὴν γέενναν  μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται,  ἀλλ' ἡμερωτέραν  τῆς ἠπειλημένης,  καὶ πρόσκαιρον, οὐκ αἰώνιον,  καὶ πολλὰ  περὶ τούτου  φιλοσοφοῦσιν.  Ἐγὼ μὲν οὖν  οὐ μόνον  ὅτι τῆς ἠπειλημένης  οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ' ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν  ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων. Πλὴν ἀλλ' οὐδένα περὶ τούτων κινῶ λόγον  νῦν· ἀρκεῖ  γὰρ  ὁ καὶ  ἀπὸ  ψιλῶν  ῥημάτων  φόβος,  κἂν  μὴ  τὸν  νοῦν  αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων  ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον.  Τὸ αἰώνιον  οὖν πῶς πρόσκαιρον;


Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου. Τί ἐστι τοῦτο;   Τί   εὔκολον   ἐνταῦθα   βούλεται   εἰπεῖν;   Ἐπειδὴ   γὰρ   μέγα   ἐφύσων   τότε πλουτοῦντες,  οὐ  δεῖ, φησὶν,  πολλῆς  ἐργωδίας,  ἀλλ' ἀρκεῖ  παραγενέσθαι  μόνον  καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται.  Ἡ παρουσία αὐτοῦ τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες  τοὺς  μαστιζομένους  ὑπ'  αὐτῶν,  τοὺς  καταφρονουμένους,   τοὺς καταγελωμένους,  τούτους  ἐγγὺς  ὄντας  αὐτοῦ, δόξα αὐτοῦ γίνεται·  μᾶλλον  δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν  καὶ αὐτοῦ· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν,  ἀλλὰ  λαμπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν  τιμῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ  ἐστι  τὸ  εἶναι  πιστοὺς,  οὕτω  καὶ  δόξα  αὐτοῦ  ἐστι  τὸ  εἶναι  τοὺς  μέλλοντας ἀπολαύειν  αὐτοῦ  τῶν  ἀγαθῶν.  ∆όξα ἐστὶ  τοῦ  ἀγαθοῦ  τὸ  ἔχειν  οἷς  τῆς  εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων.  Ἰδοὺ πάλιν  τὸ, ἐν, διὰ ἐστί. ∆ι' ἐκείνων  γὰρ θαυμαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς  τοσαύτην  ἄγῃ  λαμπρότητα,  δείκνυται  αὐτοῦ  ἡ  ἰσχὺς  τότε,  ὅτι  εἰ  καὶ  ἐνταῦθα δοκοῦσιν  ἐγκαταλελεῖφθαι, ἀλλ' ὅμως  ἐκεῖ πολλῆς  ἀπολαύουσι  δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς, ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν. Τουτέστιν, ὅταν παράγωνται  εἰς μέσον οἱ μυρία παθόντες  δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστοὶ μείναντες,  δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν  πολλοὶ τὴν πίστιν ὑποκρίνονται,  μὴ μακάριζε μηδένα πρὸ  τελευτῆς·  καὶ  γὰρ  ἐν  τῇ  ἡμέρᾳ  ἐκείνῃ  δείκνυνται   οἱ  πιστεύσαντες.  Εἰς ὃ  καὶ προσευχόμεθα, φησὶ, πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ἵνα ἀξιώσῃ, φησὶν, ὑμᾶς τῆς κλήσεως, δεικνὺς ὅτι πολλοὶ καὶ ἀπεβλήθησαν. ∆ιὰ τοῦτο ἐπήγαγε, Καὶ πληρώσῃ  πᾶσαν  εὐδοκίαν  ἀγαθωσύνης.  Ἐπεὶ καὶ  ὁ  τὰ  ῥυπαρὰ  ἱμάτια  ἐνδεδυμένος ἐκλήθη, ἀλλ' οὐκ ἔμεινεν  ἐν τῇ κλήσει· διὰ τοῦτο καὶ μᾶλλον  γέγονεν  ἀπόβλητος τῆς κλήσεως τῆς εἰς τὸν νυμφῶνα. Ἐπεὶ καὶ αἱ  πέντε παρθένοι ἐκλήθησαν· ἐγείρεσθε, φησὶν, ὁ νυμφίος  ἔρχεται· καὶ παρεσκευάσαντο, ἀλλ' οὐκ εἰσῆλθον. ∆ηλῶν οὖν ποίαν κλῆσιν,  ἐπήγαγε·  Καὶ πληρώσῃ  πᾶσαν  εὐδοκίαν  ἀγαθωσύνης,  καὶ  ἔργον  πίστεως  ἐν δυνάμει. Ταύτην ζητοῦμεν τὴν κλῆσιν, φησίν. Ὅρα πῶς ἠρέμα αὐτοὺς καταστέλλει. Ἵνα γὰρ  μὴ  τῇ  τῶν  ἐγκωμίων   ὑπερβολῇ  χαυνωθῶσιν,   ὡς  μεγάλα  κατωρθωκότες,   καὶ ῥᾴθυμοι γένωνται,  δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν ὦσιν ἐν τῷ βίῳ τούτῳ· ὅπερ καὶ Ἑβραίοις γράφων  ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε,  πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἰς πᾶσαν, φησὶν, εὐδοκίαν· τουτέστιν, ἀρέσκειαν, πεῖσμα, πληροφορίαν· ὡσεὶ ἔλεγεν, ἵνα τὸ πεῖσμα τοῦ Θεοῦ γένηται, ἵνα μηδὲν ὑμῖν λείπῃ, ἵνα ὡς βούλεται οὕτως ἦτε. Καὶ ἔργον, φησὶ, πίστεως ἐν δυνάμει. Τί ἐστι τοῦτο; Ἡ ὑπομονὴ τῶν διωγμῶν,  ἵνα μὴ ἐκλυώμεθα, φησίν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.βʹ. Ὅρα· εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται, ὥστε καὶ καυχᾶσθαι·  εἶπεν   ὃ  πολλῷ   πλέον   ἦν,  ὅτι  καὶ  τὸν   Θεὸν  δοξάζουσιν·  εἶπεν   ὅτι ἀπολήψονται    τὴν   δόξαν   ἐκείνην·   ἀλλὰ   καὶ   ἐνταῦθά   φησι·   τοῦ   γὰρ   δεσπότου δοξαζομένου,  καὶ  οἱ  δοῦλοι  δοξάζονται.  Οἱ γὰρ  τὸν  δεσπότην  δοξάζοντες,  πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. ∆όξα γάρ ἐστιν ἡ θλῖψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ  δόξαν τὸ πρᾶγμα καλεῖ· καὶ ὅσῳ ἂν ἄτιμόν  τι πάθωμεν, τοσούτῳ μᾶλλον  γινόμεθα  λαμπροί. Εἶτα πάλιν  δεικνὺς  ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, Κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· τουτέστι, ταύτην τὴν χάριν ἡμῖν αὐτὸς ἔδωκεν ὁ Θεὸς, ἵνα δοξάζηται ἐν ἡμῖν, καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. Πῶς δοξάζεται ἐν ἡμῖν; Ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν.  Πῶς δοξαζόμεθα ἐν αὐτῷ; Ὅτι δύναμιν  εἰλήφαμεν  παρ'  αὐτοῦ ὥστε μηδὲ ἐνδιδόναι  τοῖς ἐπαγομένοις  δεινοῖς.  Ὁμοῦ γὰρ ὅταν πειρασμὸς συμβῇ, καὶ ὁ Θεὸς δοξάζεται, καὶ ἡμεῖς· αὐτὸν μὲν γὰρ δοξάζουσιν, ὅτι οὕτως ἡμᾶς ἐνεύρωσεν· ἡμᾶς δὲ θαυμάζουσιν, ὅτι ἀξίους ἑαυτοὺς παρεσκευάσαμεν. Πάντα δὲ ταῦτα ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ γίνεται. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς  ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν· ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε. Καὶ ἡμῶν, φησὶν, ἐπισυναγωγῆς  ἐπ' αὐτόν. Οὐ μικρὸν καὶ τοῦτο. Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ' ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ' ἡμῶν  αὐτῶν  φαίνεσθαι  τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας; Περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἐνταῦθα  διαλέγεται,  καὶ περὶ τῆς ἐπισυναγωγῆς  τῆς ἡμῶν·  ὁμοῦ γὰρ ταῦτα ἔσται. Ἐπαίρει τὴν  διάνοιαν  αὐτῶν·  εἰς τὸ μὴ σαλεύεσθαι, φησὶ, ταχέως  ὑμᾶς. Μήτε θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν   ἡ  ἡμέρα  τοῦ  Κυρίου.  Ἐνταῦθα  δοκεῖ  μοι  αἰνίττεσθαι   περιιέναι   τινὰς ἐπιστολὴν  πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην  ἐπιδεικνυμένους λέγειν,  ὡς ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς  ἐντεῦθεν  πλανήσωσιν.  Ὥστε οὖν μὴ ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος,  δι' ὧν γράφει καί φησι· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦμα προφητείας ἔχων τοῦτο εἴπῃ, μὴ πιστεύσητε. Ὅτε γὰρ ἤμην πρὸς ὑμᾶς, ταῦτα εἶπον ὑμῖν· ὥστε οὐ δεῖ μεταπείθεσθαι, ἀφ' ὧν ἐδιδάχθητε.  Ἢ διὰ πνεύματος.  Τοὺς ψευδοπροφήτας  οὕτω καλεῖ  πνεύματι  ἀκαθάρτῳ  λαλοῦντας,  ἅπερ ἐλάλουν.  Βουλόμενοι γὰρ οὗτοι  μᾶλλον πιστεύεσθαι, οὐ μόνον διὰ πιθανολογίας  ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐμφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν. ∆ιὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων  ἐπήγαγε τὸ, Μήτε δι' ἐπιστολῆς, ὡς δι'  ἡμῶν.  Πανταχόθεν   τοίνυν   αὐτοὺς  ἀσφαλισάμενος,  οὕτω  τὴν  οἰκείαν  γνώμην ἐκτίθεται,  καὶ λέγει· Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ  ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος  καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον  Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν  ναὸν  τοῦ Θεοῦ ὡς  Θεὸν καθίσαι, ἀποδεικνύντα  ἑαυτὸν  ὅτι  ἔστι Θεός. Περὶ τοῦ ἀντιχρίστου   ἐνταῦθα   διαλέγεται,   καὶ  μεγάλα   ἀποκαλύπτει   μυστήρια.  Τί  ἐστιν  ἡ ἀποστασία; Αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολλύναι καὶ  ἀφιστᾷν·  Ὥστε,  φησὶ,  σκανδαλισθῆναι,   εἰ  δυνατὸν,   καὶ  τοὺς  ἐκλεκτούς.   Καὶ ἄνθρωπον ἁμαρτίας αὐτὸν καλεῖ· μυρία γὰρ ἐργάσεται καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. Υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. Τίς δὲ οὗτός ἐστιν; ἆρα ὁ σατανᾶς; Οὐδαμῶς· ἀλλ' ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν· Καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος, φησὶν, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ' ἀντίθεός  τις ἔσται, καὶ πάντας  καταλύσει  τοὺς  θεοὺς,  καὶ  κελεύσει  προσκυνεῖν  αὐτὸν  ἀντὶ  τοῦ  Θεοῦ, καὶ καθεσθήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις μόνον, ἀλλὰ καὶ εἰς τὰς πανταχοῦ  Ἐκκλησίας. Ἀποδεικνύντα,  φησὶν,  ἑαυτὸν  Θεόν. Οὐκ εἶπε, λέγοντα,  ἀλλὰ, πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστά. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
γʹ. Ὁρᾷς  ὅτι  ἀναγκαῖον   συνεχῶς  ταὐτὰ  λέγειν,   καὶ  ἐπαντλεῖν   τοῖς  αὐτοῖς ῥήμασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων  ἀκούσαντες, Καὶ γὰρ ὅτε ἦμεν, φησὶ, πρὸς ὑμᾶς, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι· ὅμως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν  γραμμάτων·  οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν  ἐδέοντο  γραμμάτων  τῶν  ῥυθμιζόντων  αὐτούς. Ἀναμιμνήσκει  γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ' ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται  μὲν  ἅπαξ, οὐ μένει  δὲ διαπαντὸς,  ἀλλὰ  πολλῆς  δεῖται  τῆς συγκατασκευῆς, κἂν  μὴ τὴν  γῆν  ἀναμοχλεύσαντες  περιστείλωσι  τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπειραν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα  περιστείλωμεν,  εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει,  καὶ  ἡ  ἡμετέρα  ῥᾳθυμία  ἀπόλλυσι,  καὶ  ἥλιος  ξηραίνει,  καὶ   ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν.  Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι,  ἀλλὰ  πολλῆς  δεῖ τῆς ἐπιμελείας  καὶ τῆς προσεδρείας τῷ μέλλοντι  τοὺς καρποὺς συγκομίζειν,  ἀποσοβοῦντι  τὰ πετεινὰ,  τὰς ἀκάνθας  ἐκκόπτοντι,  τὰ πετρώδη γῆς πληροῦντι  πολλῆς, πᾶσαν λύμην κωλύοντι  καὶ ἀποτειχίζοντι  καὶ ἀναιροῦντι. Ἀλλ' ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ  γίνεται· ἄψυχος  γὰρ ἐκείνη  ὑπόκειται,  πρὸς τὸ παθεῖν  ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς  οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ', εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ καὶ τῶν μαθητῶν. Ἡμῶν μὲν οὖν καταβαλεῖν  ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων  ἐπιδείκνυσθαι  τοὺς  καρποὺς,  τὰς  ἀκάνθας  προῤῥίζους  ἀνασπᾷν.  Ἄκανθα  γὰρ ὄντως  ὁ πλοῦτος,  οὐδένα καρπὸν ἔχων,  δυσειδὴς καὶ ὀφθῆναι,  καὶ χρήσασθαι ἀηδὴς, λυπῶν  τοὺς ἁπτομένους, οὐ μόνον αὐτὸς οὐκ ἔχων καρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐμποδίζων. Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ μόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον,  ἀλλὰ καὶ τοὺς βουλομένους  κατέχων  ἐμποδίζει. Ἀλόγων  εἰσὶ τροφαὶ αἱ ἄκανθαι  καμήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιμοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην  τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν. Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάμηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν  τὰ τοιαῦτα εἰδότων μηδὲν  εἶναι  ἐν  τοῖς  κτήνεσιν  οὕτω  βαρύμηνι  καὶ  δύσθυμον  καὶ  μνησίκακον,  ὡς  ἡ κάμηλος.  Τοιοῦτον  ὁ πλοῦτός  ἐστι· τὰ ἄλογα  πάθη  τρέφει  τῆς ψυχῆς,  τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν.  Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν,  αὐτόματον  φύεται.  Ἴδωμεν  δὲ καὶ ποῦ φύεται,  ἵνα  ἐκκόψωμεν  αὐτό· ἐν τοῖς ἀποκρήμνοις τῶν χωρίων, ἐν τοῖς λιθώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς  τις ᾖ καὶ ἀπόκρημνος, τουτέστιν  ἀνελεήμων,  ἡ ἄκανθα  φύεται  ἐν αὐτῷ. Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται  γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες,  οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεμεῖν ἄνωθεν, τῆς ῥίζης κάτω μενούσης, ἀλλ' οὐδὲ τὴν ῥίζαν ἐξελεῖν (ἀπὸ γὰρ τῆς κακίας ἐναπομένει τῇ γῇ, καὶ καθάπερ τινὸς λοιμοῦ εἰς σῶμα ἐνσκήψαντος ἔτι μένει τὰ λείψανα),  πᾶσαν ἐκείνην  τὴν  νοτίδα  τὴν  τῶν  ἀκανθῶν  τὸ πῦρ ἄνωθεν  ἀνιμώμενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰ τῆς θερμότητος ἀπὸ τῶν λαγόνων  τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεμένη  πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον; Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον  συμπάθειαν πάντοθεν  ἐκκαθαίρειν. Ἔστι καὶ παρ' ἡμῖν πῦρ, ἀπὸ ψυχῆς ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύματος λέγω· ἂν τοῦτο ἐπαφῶμεν,  οὐ τὰς ἀκάνθας μόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν  νοτίδα ἀναξηραίνειν  δυνησόμεθα· ὡς ἐὰν ὦσιν ἐμπεπηγυῖαι,  πάντα  γίνεται  μάτην.  Ὅρα γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα,  ἢ καὶ πλουτοῦσα  γυνή; οὐ φροντίζει  πῶς ἀκούσει τῶν  λογίων  τοῦ Θεοῦ, ἀλλὰ  πῶς ἐπιδείξεται,  πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν  ἑαυτὴν  ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς  καὶ ἡ μέριμνα  αὐτῇ, ἆρα εἶδεν  ἡ δεῖνα;  ἆρα  ἐθαύμασεν;  ἆρα  καλῶς  κεκαλλώπισμαι;  Οὐ περὶ  τούτου  δὲ  μόνον  τὴν φροντίδα ποιεῖται, ἀλλ' ὥστε καὶ μὴ σαπῆναι τὰ ἱμάτια, ὥστε μὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁμοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυτὸν τῷ πένητι, καὶ  εἰς  φόβον  καταστήσων  διὰ  τῆς  περιβολῆς  τῶν  ἱματίων,  διὰ  τοῦ  παῖδας  ἔχειν πολλούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν,   ἀλλ'  οὕτως   οἶδεν   ἀνάξιον   ὂν   ἐλευθέρου   τὸ  ἔργον,   ὅτι   καίτοι   σφόδρα τετυφωμένος  οὐκ ἀνέχεται  τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταμῶν ἠθῶν. Εἶτα καθήμενον  εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων  τὴν ψυχὴν  περιῤῥεῖ· νομίζει  χαρίζεσθαι καὶ ἡμῖν,  καὶ τῷ  λαῷ,  τάχα  δὲ καὶ τῷ  Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγμαίνων, πῶς δυνήσεται θεραπευθῆναί ποτε;δʹ. Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον  παραγένοιτο,  καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν,ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τούτων   ἁπάντων,   εἰ  βούλεσθε,  ἐρῶ·  νομίζουσι  πρὸς  ἡμᾶς  εἰσιέναι,  ὅταν  εἰσίωσιν ἐνταῦθα· νομίζουσι παρ' ἡμῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦσιν ὅτι  πρὸς  τὸν  Θεὸν εἰσέρχονται,  ὅτι  αὐτὸς  αὐτοῖς  διαλέγεται.  Ὅταν  γὰρ  ἀναστὰς  ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστομίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιμὴν  ποιῶν  τοῦτό φησιν, ἀλλὰ  τῷ δι' ἐκείνου  πᾶσι διαλεγομένῳ.  Εἰ ᾔδεσαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου, πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων  αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται  ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγαπητοί· ἡμεῖς οὐ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ' ἑκάστην ἡμέραν ἀπὸ τοῦ οὐρανοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡμῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταμένος καὶ σοβῶν ἔφησε πεμφθῆναι παρὰ τοῦ βασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κομίζειν περί τινων  ἀναγκαίων,  ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε; ἆρα οὐκ ἂν καὶ τοῦ διακόνου  μὴ παρακελευομένου  πολλὴν  παρείχετε τὴν  σιγήν;  Ἔγωγε  οἶμαι·  καὶ  γὰρ  ἤκουσα  ἐπιστολῶν  βασιλέων  ἀναγινωσκομένων ἐνταῦθα. Εἶτ' ἂν μέν τις παρὰ βασιλέως ἥκῃ, πάντες προσέχετε· παρὰ δὲ τοῦ Θεοῦ ἥκει, καὶ ἐκ τῶν οὐρανῶν φθέγγεται  ὁ προφήτης, καὶ οὐδεὶς ὁ προσέχων; Ἢ οὐ πιστεύετε, ὅτι παρὰ τοῦ Θεοῦ ταῦτα τὰ λεγόμενα; Ἐπιστολαὶ αὗταί εἰσι πεμφθεῖσαι  παρὰ τοῦ Θεοῦ. Εἰσερχώμεθα τοίνυν  μετὰ τῆς προσηκούσης τιμῆς εἰς τὰς ἐκκλησίας, καὶ μετὰ  φόβου  ἐπακούωμεν   τῶν   λεγομένων.   Τί  εἰσέρχομαι,  φησὶν,   εἰ  οὐκ  ἀκούω  τινὸς ὁμιλοῦντος; Τοῦτο πάντα  ἀπολώλεκε  καὶ διέφθειρε.  Τί γὰρ χρεία ὁμιλητοῦ;  ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας αὕτη ἡ χρεία γέγονε. ∆ιὰ τί γὰρ ὁμιλίας χρεία; πάντα σαφῆ καὶ εὐθέα τὰ  παρὰ  ταῖς  θείαις  Γραφαῖς, πάντα  τὰ  ἀναγκαῖα  δῆλα.  Ἀλλ' ἐπειδὴ  τέρψεώς  ἐστε ἀκροαταὶ, διὰ τοῦτο καὶ ταῦτα ζητεῖτε. Εἰπὲ γάρ μοι, ποίῳ κόμπῳ λόγου Παῦλος ἔλεγεν; ἀλλ' ὅμως τὴν οἰκουμένην  ἐπέστρεψε. Ποίῳ δὲ Πέτρος ὁ ἀγράμματος; Ἀλλ' οὐκ οἶδα, φησὶ, τὰ ἐν ταῖς θείαις  Γραφαῖς κείμενα.  ∆ιὰ τί οὐκ οἶδας; μὴ γὰρ Ἑβραϊστί; μὴ γὰρ Ῥωμαϊστί; μὴ γὰρ ἑτερογλώσσως εἴρηται; οὐχὶ Ἑλληνιστὶ λέγεται; Ἀλλ' ἀσαφῶς, φησί. Ποῖον ἀσαφὲς, εἰπέ μοι; οὐχὶ ἱστορίαι εἰσί; Τὰ γὰρ σαφῆ οἶδας, ἵνα περὶ τῶν  ἀσαφῶν ἐρωτήσῃς. Μυρίαι ἱστορίαι εἰσὶν ἐν ταῖς Γραφαῖς· εἰπέ μοι μίαν ἐξ ἐκείνων·  ἀλλ' οὐκ ἐρεῖς. Πρόφασις ταῦτα καὶ λόγοι. Καθ' ἡμέραν, φησὶ, τὰ αὐτὰ ἔστιν ἀκούειν. Τί δὲ, εἰπέ μοι; ἐν τοῖς θεάτροις οὐ τὰ αὐτὰ ἀκούεις; ἐν ταῖς ἱπποδρομίαις οὐ τὰ αὐτὰ ὁρᾷς; τὰ δὲ πράγματα πάντα οὐ τὰ αὐτά ἐστιν; ὁ δὲ ἥλιος οὐχ ὁ αὐτὸς ἀεὶ ἀνατέλλει; τροφαῖς δὲ οὐ ταῖς αὐταῖς χρώμεθα;  Ἐβουλόμην σου πυθέσθαι, ἐπειδὴ τὰ αὐτὰ λέγεις ἀκούειν καθ'  ἑκάστην ἡμέραν, εἰπέ μοι, ποίου προφήτου  ἐστὶ τὸ χωρίον  τὸ ἀναγνωσθὲν,  καὶ ποίου  ἀποστόλου,  ἢ ποίας  ἐπιστολῆς;  Ἀλλ' οὐκ ἂν  ἔχοις  εἰπεῖν,  ἀλλὰ  δοκεῖς  ξένων ἀκούειν. Ὅταν μὲν οὖν ῥᾳθυμῆσαι θέλῃς, τὰ αὐτὰ λέγεις εἶναι· ὅταν δὲ ἐρωτηθῇς, ὡς οὐδέποτε  ἀκούσας  διάκεισαι.  Εἰ τὰ  αὐτά  ἐστιν,  ἐχρῆν  αὐτὰ  εἰδέναι,  σὺ δὲ  ἀγνοεῖς. Θρήνων   ἄξια   τὰ   παρόντα,   θρήνων   καὶ   ὀδυρμῶν,   ὅτι   εἰς   κενὸν   ἀργυροκόπος ἀργυροκοπεῖ. Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν.  Τί οὖν; ἐπειδὴ ἐκεῖνα τὰ αὐτὰ λέγεις εἶναι, τὰ δὲ ἡμέτερα οὐ τὰ αὐτά ἐστιν, ἀλλ' ἀεὶ ξένα λέγομεν, τούτοις προσέχετε; Οὐδαμῶς· ἀλλ' ἂν μὲν εἴπωμεν, ∆ιὰ τί οὐδὲ ταῦτα κατέχετε; Ἅπαξ, φησὶ, ἀκούομεν, καὶ πῶς ἔνι κατασχεῖν; ἂν εἴπωμεν· Ἐκείνοις διὰ τί οὐ προσέχετε; φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν  ῥᾳθυμίας καὶ σκήψεως τὰ ῥήματα. Ἀλλ' οὐ προχωρήσει ταῦτα διαπαντὸς, ἀλλ' ἔσται καιρὸς, ὅτε θρηνήσομεν  εἰκῆ  καὶ μάτην·  ὅπερ μὴ γένοιτο·  ἀλλὰ  γένοιτο ἐνταῦθα μετανοήσαντας, καὶ μετὰ συνέσεως καὶ μετὰ εὐλαβείας προσέχοντας τοῖς λεγομένοις,  πρὸς  τὴν  τῶν  ἀγαθῶν  ἔργων  κατόρθωσιν  ἐπείγεσθαι,  καὶ  μετὰ  πάσης ἀκριβείας  τὸν  ἑαυτῶν  βίον  εὐθύνειν,  ἵνα  δυνηθῶμεν  ἐπιτυχεῖν  τῶν  ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ,  καὶ τὰ ἑξῆς.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |