Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64
ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους
Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι.
Τὰ ὅμοια τούτων καὶ ἄλλος προφήτης, Ἱερεμίας, ἔκραξε λέγων· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη· οὐκ ἀνέβη ἴασις ἐν αὐτῇ. Βαβυλὼν δὲ ἑρμηνεύεται σύγχυσις· συγκέχυται γὰρ ἡ ἀνθρωπότης τῇ ἀβλεψίᾳ. Ἀλλ' ὁ μὲν τρόπος ἀρίστων ἰατρῶν· τοὺς μαθητὰς ὑπερβαίνει τῶν χρονίων τραυμάτων ἡ ἰατρεία. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγίνεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Παρὰ τοῦ Θεοῦ μακαριότης. Καὶ τοῦτο ἰδὼν ὁ προφήτης ∆αυῒδ λέγει· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τίς δὲ δυνατὸς ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἄνθρωποι γὰρ ἀνθρώπους μακαρίζοντες οὐδὲν ὠφελοῦσι, πολλάκις δὲ καὶ βλάπτουσι, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν· ὁ δὲ μακαρίζων σὺν τῷ λόγῳ καὶ τὴν χάριν παρέχει. Καὶ λάβε τοῦ λόγου τὴν ἀπόδειξιν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ, ἡνίκα τοὺς μαθητὰς ἠρώτα, λέγων· Τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος, οὐχ ὁ νομιζόμενος ἐπίγειος. Εἶπες τὸν μακαρισμὸν, δὸς τὴν χάριν τῆς βασιλείας τῶν οὐρανῶν. Εἶδες τὴν χάριν ἑπομένην τῷ λόγῳ; Καὶ ἀρτίως δὲ ἐν τοῖς καταγνωσθεῖσιν ἡμῖν μακαρισμοῖς ἀκηκόαμεν ἕκαστον αὐτῶν τὴν χάριν κατάλληλον ἔχοντα. Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν. Βασιλέως γὰρ ἐπιγείου παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε· βασιλέως δὲ ἐπουρανίου ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν παραγινομένου ἐνταῦθα, οὐ μόνον ἡμεῖς οἱ παρόντες ἀγαλλιώμεθα, ἀλλὰ καὶ πᾶσα ἡ γῆ εὐφραίνεται.
Εἰ γὰρ ἡλίου ἀνατέλλοντος πᾶν τὸ ὑποκείμενον φωτίζεται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, πῶς οὐχὶ πᾶσα ψυχὴ φωτισθήσεται ἐν τῇ φωτοφόρω ταύτῃ νυκτὶ, περὶ ἧς ὁ προφήτης ∆αυῒδ ἁγίῳ Πνεύματι βλέπων ἔλεγεν· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· καὶ πάλιν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται; ὥσπερ γὰρ τὸ σκότος αὐτῆς ὁρᾶται τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, οὕτω τὸ φῶς αὐτῆς φαίνεται τοῖς τῆς ψυχῆς ὄμμασιν. Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας. Πᾶσαν μὲν ἡμέραν διαδέχεται νὺξ, αὐτὴν δὲ τὴν φωτοφόρον νύκτα νὺξ οὐ διαδέχεται· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μὴ τῷ γράμματι πρόσεχε, ἀλλὰ τῷ πνεύματι κατανόει. Φῶς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός· νὺξ δὲ τὰ τοῦ σκότους ἔργα. Ὅταν οὖν φωτισθῇς τὴν ἐν σκότει ψυχὴν τῷ παρόντι φωτὶ, οὐκέτι σκότους ἔργα καταλαμβάνειν σε δύναται· διὰ γὰρ τοῦτο παρεγένετο τὸ φῶς, ἵνα τὸ σκότος φυγαδεύσῃ· παρεγένετο ἡ ζωὴ, ἵνα τὸν θάνατον καταργήσῃ· καὶ πρῶτον ποιμένας δι' ἀγγέλων εὐαγγελίζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ' ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσωνται.Ἐν τῷ ἁγίῳ τόπῳ τῆς Βηθλεὲμ τὴν ὀφειλομένην προσκύνησιν ἀποδοῦναι ἐσπεύσαμεν τῷ πάντων ἡμῶν ∆εσπότῃ Θεῷ τῷ δι' ἡμᾶς ἐνανθρωπῆσαι καταξιώσαντι. Καὶ γὰρ αὐτὸς ἐπὶ τῆς γῆς ὤφθη, διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξ οὐρανοῦ καταβὰς, οὐκ ἔρημα τῆς ἑαυτοῦ παρουσίας τὰ ἐκεῖσε καταλείψας· Τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, φησὶν ὁ Ἡσαΐας· καὶ πάλιν ὁ ∆αυΐδ· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Οὔπω ἐπὶ γῆς γέγονεν ἐνανθρωπήσας, καὶ ἤδη τὴν ἐν ᾅδῃ παρουσίαν μηνύει ὁ προφήτης. Οὐ μέγα οὖν, εἰ καὶ ἡμεῖς ἀπὸ τῆς πόλεως τὸ μικρὸν τοῦτο διάστημα διανύσαντες ἤλθομεν ἐπὶ τὸν τόπον τοῦτον προσκυνῆσαι Ἴωμεν πάλιν καὶ πρὸς τὸν Ἰορδάνην ὀψόμενοι τὰ ἐν αὐτῷ τελούμενα μυστήρια, πῶς ἐθεάσατο τὸν ἴδιον ∆εσπότην ἡ θάλασσα καὶ ἔφυγεν, Ὁ δὲ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πατέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον. Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πηλίνη χεὶρ ἁψαμένη τῆς τοῦπαντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη; τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχόμενον. Μακάριος γὰρ ὡς ἀληθῶς, καὶ τρισμακάριος ὁ ῥάδαμνος Ζαχαρίου καὶ Ἐλισάβετ. Μακάριοι ἐσμὲν λοιπὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκκλησίας.Ἀλλ', ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα, ἡ τρισυπόστατος οὐσία, καὶ δύναμις,καὶ θέλησις, καὶ ἐνέργεια, ἡμᾶς τοὺς ὁμολογοῦντάς σου τὰς ἀσυγχύτους καὶ ἀδιαιρέτους ὑποστάσεις, ἀξίωσον καὶ τῆς ἐκ δεξιῶν σου στάσεως, ἡνίκα ἔρχῃ ἐξ οὐρανῶν κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτι πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΙΒʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους
Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι.
Τὰ ὅμοια τούτων καὶ ἄλλος προφήτης, Ἱερεμίας, ἔκραξε λέγων· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη· οὐκ ἀνέβη ἴασις ἐν αὐτῇ. Βαβυλὼν δὲ ἑρμηνεύεται σύγχυσις· συγκέχυται γὰρ ἡ ἀνθρωπότης τῇ ἀβλεψίᾳ. Ἀλλ' ὁ μὲν τρόπος ἀρίστων ἰατρῶν· τοὺς μαθητὰς ὑπερβαίνει τῶν χρονίων τραυμάτων ἡ ἰατρεία. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγίνεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Παρὰ τοῦ Θεοῦ μακαριότης. Καὶ τοῦτο ἰδὼν ὁ προφήτης ∆αυῒδ λέγει· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τίς δὲ δυνατὸς ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἄνθρωποι γὰρ ἀνθρώπους μακαρίζοντες οὐδὲν ὠφελοῦσι, πολλάκις δὲ καὶ βλάπτουσι, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν· ὁ δὲ μακαρίζων σὺν τῷ λόγῳ καὶ τὴν χάριν παρέχει. Καὶ λάβε τοῦ λόγου τὴν ἀπόδειξιν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ, ἡνίκα τοὺς μαθητὰς ἠρώτα, λέγων· Τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος, οὐχ ὁ νομιζόμενος ἐπίγειος. Εἶπες τὸν μακαρισμὸν, δὸς τὴν χάριν τῆς βασιλείας τῶν οὐρανῶν. Εἶδες τὴν χάριν ἑπομένην τῷ λόγῳ; Καὶ ἀρτίως δὲ ἐν τοῖς καταγνωσθεῖσιν ἡμῖν μακαρισμοῖς ἀκηκόαμεν ἕκαστον αὐτῶν τὴν χάριν κατάλληλον ἔχοντα. Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν. Βασιλέως γὰρ ἐπιγείου παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε· βασιλέως δὲ ἐπουρανίου ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν παραγινομένου ἐνταῦθα, οὐ μόνον ἡμεῖς οἱ παρόντες ἀγαλλιώμεθα, ἀλλὰ καὶ πᾶσα ἡ γῆ εὐφραίνεται.
Εἰ γὰρ ἡλίου ἀνατέλλοντος πᾶν τὸ ὑποκείμενον φωτίζεται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, πῶς οὐχὶ πᾶσα ψυχὴ φωτισθήσεται ἐν τῇ φωτοφόρω ταύτῃ νυκτὶ, περὶ ἧς ὁ προφήτης ∆αυῒδ ἁγίῳ Πνεύματι βλέπων ἔλεγεν· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· καὶ πάλιν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται; ὥσπερ γὰρ τὸ σκότος αὐτῆς ὁρᾶται τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, οὕτω τὸ φῶς αὐτῆς φαίνεται τοῖς τῆς ψυχῆς ὄμμασιν. Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας. Πᾶσαν μὲν ἡμέραν διαδέχεται νὺξ, αὐτὴν δὲ τὴν φωτοφόρον νύκτα νὺξ οὐ διαδέχεται· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μὴ τῷ γράμματι πρόσεχε, ἀλλὰ τῷ πνεύματι κατανόει. Φῶς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός· νὺξ δὲ τὰ τοῦ σκότους ἔργα. Ὅταν οὖν φωτισθῇς τὴν ἐν σκότει ψυχὴν τῷ παρόντι φωτὶ, οὐκέτι σκότους ἔργα καταλαμβάνειν σε δύναται· διὰ γὰρ τοῦτο παρεγένετο τὸ φῶς, ἵνα τὸ σκότος φυγαδεύσῃ· παρεγένετο ἡ ζωὴ, ἵνα τὸν θάνατον καταργήσῃ· καὶ πρῶτον ποιμένας δι' ἀγγέλων εὐαγγελίζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ' ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσωνται.Ἐν τῷ ἁγίῳ τόπῳ τῆς Βηθλεὲμ τὴν ὀφειλομένην προσκύνησιν ἀποδοῦναι ἐσπεύσαμεν τῷ πάντων ἡμῶν ∆εσπότῃ Θεῷ τῷ δι' ἡμᾶς ἐνανθρωπῆσαι καταξιώσαντι. Καὶ γὰρ αὐτὸς ἐπὶ τῆς γῆς ὤφθη, διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξ οὐρανοῦ καταβὰς, οὐκ ἔρημα τῆς ἑαυτοῦ παρουσίας τὰ ἐκεῖσε καταλείψας· Τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, φησὶν ὁ Ἡσαΐας· καὶ πάλιν ὁ ∆αυΐδ· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Οὔπω ἐπὶ γῆς γέγονεν ἐνανθρωπήσας, καὶ ἤδη τὴν ἐν ᾅδῃ παρουσίαν μηνύει ὁ προφήτης. Οὐ μέγα οὖν, εἰ καὶ ἡμεῖς ἀπὸ τῆς πόλεως τὸ μικρὸν τοῦτο διάστημα διανύσαντες ἤλθομεν ἐπὶ τὸν τόπον τοῦτον προσκυνῆσαι Ἴωμεν πάλιν καὶ πρὸς τὸν Ἰορδάνην ὀψόμενοι τὰ ἐν αὐτῷ τελούμενα μυστήρια, πῶς ἐθεάσατο τὸν ἴδιον ∆εσπότην ἡ θάλασσα καὶ ἔφυγεν, Ὁ δὲ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πατέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον. Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πηλίνη χεὶρ ἁψαμένη τῆς τοῦ παντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη; τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχόμενον. Μακάριος γὰρ ὡς ἀληθῶς, καὶ τρισμακάριος ὁ ῥάδαμνος Ζαχαρίου καὶ Ἐλισάβετ. Μακάριοι ἐσμὲν λοιπὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκκλησίας.Ἀλλ', ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα, ἡ τρισυπόστατος οὐσία, καὶ δύναμις, καὶ θέλησις, καὶ ἐνέργεια, ἡμᾶς τοὺς ὁμολογοῦντάς σου τὰς ἀσυγχύτους καὶ ἀδιαιρέτους ὑποστάσεις, ἀξίωσον καὶ τῆς ἐκ δεξιῶν σου στάσεως, ἡνίκα ἔρχῃ ἐξ οὐρανῶν κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτι πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου