ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ∆ʹ.∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ∆ʹ.∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ ∆ʹ.∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι  τὴν πίστιν ὑμῶν, μή πως ἐπεί ρασεν ὑμᾶς ὁ πειράζων,  καὶ εἰς κενὸν  γένηται  ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου  ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο  παρεκλήθημεν,  ἀδελφοὶ,  ἐφ' ὑμῖν  ἐπὶ πάσῃ τῇ θλίψει  καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.


αʹ. Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν  ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον.  Τί δὲ τὸ ζήτημά ἐστι; ∆ιὰ τοῦτο, φησὶ, κἀγὼ  μηκέτι  στέγων,  ἔπεμψα Τιμόθεον  εἰς  τὸ  γνῶναι  τὴν  πίστιν  ὑμῶν.  Τί λέγεις;  ὁ τοσαῦτα  εἰδὼς,  ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν  οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες  γὰρ, φησὶν, ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται  πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι  τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν;


Τί οὖν ἄν τις εἴποι;  ὅτι οὐ πάντα  ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολλαχόθεν  ἄν τις μάθοι,  ἀπό  τε  τῶν  πρώτων,  ἀπό  τε  τῶν  μετὰ  ταῦτα·  καθάπερ  Ἑλισσαῖος περὶ  τῆς γυναικὸς  ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι  τὴν  ψυχήν  μου.  ∆ιὰ  τοῦτο  ἤκουε  παρὰ  τοῦ  Θεοῦ, ὅτι  Κατέλιπον  ἐμαυτῷ ἑπτακισχιλίους  ἄνδρας. Καθάπερ ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν ∆αυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν τοῦ μεγέθους  αὐτοῦ,  ὅτι  ἐξουδένωκα  αὐτόν·  ὅτι  οὐχ  ὡς  ἄνθρωπος  ὄψεται  ὁ  Θεός·  ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο δὲ γίνεται  κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν. Πῶς καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν πιστευόντων   αὐτοῖς.  Καθάπερ γὰρ  καὶ  διωγμοὺς  συγχωρεῖ  γίνεσθαι,  οὕτως  αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται.  ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ πάλιν, ἵνα καὶ οἱ ἄλλοι μὴ μεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σημείων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ διαπαντὸς ἐπέμενον τὰ πάντα εἰδότες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει  ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν  αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων,  ὅμως καὶ ἀπὸ τῶν ὀλίγων καὶ μικρῶν οὕτως ἐτίκτοντο ὑπόνοιαι   πονηραὶ,   πολλῷ   μᾶλλον   ἀπὸ  τῶν   μεγάλων.   Καὶ  δι'  ἕτερον   δὲ  ταῦτα συνεχωρεῖτο.  Ἵνα γὰρ μή τις ἔχῃ λέγειν,  ὅτι οὐχὶ ἄνθρωποι  ὄντες κατώρθωσαν  ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται,  διὰ τοῦτο δείκνυσι καὶ αὐτοὺς ὄντας ἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωμονεῖν βουλομένων  πᾶσαν ἐγκόψῃ ἀναισχυντίας  πρόφασιν. ∆ιὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται, ἵνα μάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ μὴ  ταῦτα  ἐγένοντο,  τί  οὐκ  ἂν  ἐνόμισαν; Ἐνταῦθα  δὲ  δοκεῖ  μέντοι  εἶναι  αὐτῶν κατηγορία·  τῷ  δὲ ἀκριβῶς  σκοποῦντι  καὶ  πολὺ  τὸ θαῦμα  αὐτῶν  ἐμφαίνει,  καὶ τῶν πειρασμῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείμεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέμπεις τὸν Τιμόθεον, ὥσπερ δεδοικὼς μή τι γένηται ὧν οὐ βούλει; Τοῦτο μὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φιλοῦντες  καὶ τὰ ἀσφαλῆ  ὑποπτεύουσιν   ἀπὸ  τῆς  πολλῆς   θερμότητος·  τοῦτο  δὲ  ἀπὸ  τῶν   πολλῶν πειρασμῶν. Εἶπον μὲν γὰρ, ὅτι Εἰς τοῦτο κείμεθα· ἡ δὲ ὑπερβολὴ τῶν  κακῶν ἐφόβησέ με. ∆ιὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑμῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ μᾶλλον  φιλίας  ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι  σαλεύεσθαι  διαβολικόν  ἐστι, καὶ  τῆς  ἐκείνου  παρατροπῆς;  Ὅταν  γὰρ  ἡμᾶς αὐτοὺς μὴ δυνηθῇ, ἑτέρως δι' ἡμῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεμίαν ἐχούσης ἀπολογίαν· καθάπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας· Εἰπέ τι ῥῆμα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε. ∆ιὰ τί δὲ μὴ εἶπεν, ἐσάλευσεν, ἀλλ', Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα μόνον, ὅσον πειρασθῆναι ὑμᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόμενος αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ! πόση φιλοστοργία τοῦ Παύλου· οὐκ  ἔμελεν  αὐτῷ  τῶν  θλίψεων   οὐδὲ  τῶν  ἐπιβουλῶν.  Οἶμαι γὰρ  αὐτὸν  ἐκεῖ  τότε μεμενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλλάδι ἔμεινε τρίμηνον,  γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων.
βʹ. Οὐκ ἔμελεν  οὖν αὐτῷ τῶν  κινδύνων,  ἀλλὰ τῶν  μαθητευομένων.  Ὁρᾷς ὅτι πάντα φυσικὸν πατέρα παρεληλύθει; Ἡμεῖς μὲν γὰρ ἐν ταῖς θλίψεσι καὶ τοῖς κινδύνοις πάντων  τὴν  μνήμην  ἐκβάλλομεν· αὐτὸς  δὲ  οὕτως  ἐδεδοίκει  καὶ  ἔτρεμεν  ὑπὲρ  τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τιμόθεον καὶ κοινωνὸν  καὶ συνεργὸν, τοῦτον  ἐν αὐτοῖς τοῖς κινδύνοις  πέμψαι  πρὸς αὐτούς. Καὶ εἰς κενὸν, φησὶ, γένηται  ὁ κόπος ἡμῶν. ∆ιὰ τί; εἰ γὰρ καὶ παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυμίαν.  Ἀλλ' ὅμως καὶ τούτων  ὄντων,  κεκενῶσθαί  μοι τὸν κόπον νομίζω  ἀπὸ τῆς πολλῆς  φιλαδελφίας. Μή πως  ἐπείρασεν ὑμᾶς ὁ πειράζων.  Πειράζει δὲ οὐκ εἰδὼς  εἰ καταβαλεῖ. Εἶτ' ἐκεῖνος μὲν καὶ ὡς οὐκ εἰδὼς ἐπέρχεται, ἡμεῖς δὲ εἰδότες ὅτι σφόδρα αὐτοῦ  περιεσόμεθα,  οὐ  νήφομεν; Ὅτι  δὲ  οὐκ  εἰδὼς  ἡμῖν  προσβάλλει,  ἐπὶ  τοῦ  Ἰὼβ ἐδήλωσεν. Ἔλεγε γὰρ πρὸς τὸν Θεὸν ὁ πονηρὸς ἐκεῖνος  δαίμων· Οὐ σὺ περιέφραξας αὐτοῦ  τὰ  ἔσω  καὶ  τὰ  ἔξω;  Περίελε  αὐτοῦ  τὰ  ὑπάρχοντα·  ἦ  μὴν  εἰς  πρόσωπόν  σε εὐλογήσει. Πειράζει. Ἂν ἴδῃ τι ἀσθενὲς, ἐπεχείρησεν· ἂν ἰσχυρὸν, ἀπέστη. Καὶ εἰς κενὸν, φησὶ, γένηται  ὁ κόπος ἡμῶν. Ἀκούσωμεν ἅπαντες, πῶς ἔκαμνεν ὁ Παῦλος. Οὐκ εἶπεν, ἔργον, ἀλλ' Ὁ κόπος· οὐκ εἶπε, καὶ ὑμεῖς ἀπολεῖσθε, ἀλλ', Ὁ κόπος ἡμῶν. Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο· ἐπειδὴ δὲ οὐ συνέβη, πολὺ τὸ θαῦμα. Ταῦτα μὲν προσεδοκήσαμεν,  φησὶν,  ἐξέβη  δὲ  τὰ  ἐναντία·  οὐ  γὰρ  μόνον  προσθήκην  θλίψεως οὐδεμίαν παρ' ὑμῶν ἐλάβομεν, ἀλλὰ καὶ παράκλησιν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου  ἡμῖν τὴν πίστιν, καὶ τὴν ἀγάπην ὑμῶν. Καὶ εὐαγγελισαμένου,  φησίν.  Ὁρᾷς τὴν  περιχάρειαν  Παύλου; Οὐκ εἶπεν,  ἀπαγγείλαντος, ἀλλ',  Εὐαγγελισαμένου·  τοσοῦτον  ἀγαθὸν  ἡγεῖτο  τὴν  ἐκείνων   βεβαίωσιν  καὶ  τὴν ἀγάπην. Ἀνάγκη γὰρ ἐκείνης βεβαίας μενούσης καὶ ταύτην ἐστηρίχθαι. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν  ἔχαιρεν, ὅτι σημεῖον τῆς πίστεως ἦν, Καὶ ὅτι ἔχετε, φησὶ, μνείαν  ἡμῶν ἀγαθὴν πάντοτε  ἐπιποθοῦντες   ἡμᾶς  ἰδεῖν,  καθάπερ  καὶ  ἡμεῖς  ὑμᾶς.  Τουτέστι  μετὰ ἐπαίνων.  Οὐχ ὅτε  παρῆμεν,  οὐδ' ὅτε  ἐθαυματουργοῦμεν,  ἀλλὰ  καὶ  νῦν,  ὅτε  πόῤῥω ἐσμὲν,  καὶ  μαστιζόμεθα,  καὶ  μυρία  πάσχομεν  δεινὰ,  μνείαν   ἡμῶν  ἀγαθὴν   ἔχετε. Ἀκούσατε πῶς  θαυμάζονται  μαθηταὶ  μνείαν  ἀγαθὴν  περὶ  διδασκάλων  ἔχοντες,  πῶς μακαρίζονται. Μιμώμεθα τούτους· ἡμᾶς γὰρ αὐτοὺς ὠφελοῦμεν,  οὐ τοὺς ἀγαπωμένους. Ἐπιποθοῦντες   ἡμᾶς,  φησὶν,  ἰδεῖν,  καθάπερ  καὶ  ἡμεῖς  ὑμᾶς.  Καὶ τοῦτο  δὲ  αὐτοὺς εὔφρανε.  Τὸ γὰρ μαθεῖν  τὸν  φιλοῦντα,  ὅτι τοῦτο  οἶδεν  ὁ φιλούμενος,  ὅτι φιλεῖται, πολλὴ παραμυθία καὶ παράκλησις. ∆ιὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τί Παύλου ἴσον γένοιτ' ἂν, ὃς τὴν τῶν  πλησίον  σωτηρίαν  ἐνόμιζεν  εἶναι  τὴν ἑαυτοῦ, καθάπερ σῶμα πρὸς μέλη, οὕτω πρὸς πάντας διακείμενος; τίς δυνήσεται ταύτην ῥῆξαι τὴν φωνὴν  νῦν; μᾶλλον δὲ τίς δυνήσεται οὕτω φρονῆσαί ποτε; Οὐκ ἠξίου χάριν αὐτοὺς εἰδέναι αὐτῷ τῶν πειρασμῶν τῶν ὑπὲρ αὐτῶν, ἀλλὰ χάριν αὐτοῖς ᾔδει, ὅτι οὐκ ἐσαλεύθησαν διὰ τοὺς πειρασμοὺς τοὺς αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Ὑμῖν μᾶλλον, ἢ ἡμῖν ἀπὸ τῶν πειρασμῶν ἐγένετο βλάβη· ὑμεῖς ἐπειράσθητε μᾶλλον ἢ ἡμεῖς, ὑμεῖς οἱ μηδὲν παθόντες, ἡμῶν τῶν παθόντων.  Ἐπειδὴ ταῦτα, φησὶν, εὐηγγελίσατο  ἡμᾶς ὁ Τιμόθεος, οὐδὲν αἰσθανόμεθα τῶν λυπηρῶν,  ἀλλὰ, Παρεκλήθημεν ἐπὶ πάσῃ τῇ θλίψει· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ Τῇ ἀνάγκῃ ἡμῶν, φησίν· εἰκότως. ∆ιδασκάλου γὰρ ἀγαθοῦ οὐδὲν ἂν ἅψαιτο λοιπὸν, ἕως ἂν τὰ τῶν μαθητῶν κατὰ γνώμην  αὐτῷ προχωρῇ. ∆ι' ὑμῶν, φησὶ, παρεκλήθημεν· τουτέστιν,  ὑμεῖς  ἡμᾶς  ἐστερεώσατε. Καὶ μὴν  τοὐναντίον ἦν· τὸ γὰρ παθόντας  μὴ ἐνδοῦναι,  ἀλλὰ  στῆναι  γενναίως,  ἱκανὸν  τοὺς  μαθητὰς  στηρίξαι. Ἀλλ' αὐτὸς  ἅπαν  τοὐναντίον ποιεῖ,  καὶ  εἰς  ἐκείνους  περιτρέπει  τὸ ἐγκώμιον· ὑμεῖς  ἡμᾶς ἠλείψατε, φησίν· ὑμεῖς ἡμῖν ἀναπνεῦσαι δεδώκατε· ὑμεῖς οὐκ ἀφήκατε τῶν πειρασμῶν αἰσθέσθαι. Καὶ οὐκ εἶπεν,  ἀνεπνεύσαμεν,  οὐδὲ, παρεμυθήθημεν·  ἀλλὰ  τί; Νῦν ζῶμεν·δεικνὺς ὅτι καὶ πειρασμὸν καὶ θάνατον οὐδὲν ἄλλο ἡγεῖται, ἢ τὸ σκάνδαλον τὸ ἐκείνων, ὅπου γε καὶ ζωὴν τὴν ἐκείνων προκοπήν. Πῶς ἂν ἄλλος τις ἢ τὴν λύπην τὴν ἐπὶ τῇ τῶν μαθητῶν  ἀσθενείᾳ, ἢ τὴν  χαρὰν  ἐδήλωσεν;  Οὐκ εἶπε, χαίρομεν,  ἀλλὰ,  Ζῶμεν, ζωὴν λέγων τὴν μέλλουσαν
.γʹ. Ὥστε ἄνευ  τούτου  οὐδὲ  ζῇν  τὸ  ζῇν  ἡγούμεθα.  Οὕτω  τοὺς  διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλιπαίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι  περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ  χαρᾷ, ᾗ χαίρομεν  δι' ὑμᾶς  ἔμπροσθεν  τοῦ  Θεοῦ ἡμῶν,  νυκτὸς  καὶ  ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς   πίστεως   ὑμῶν;   Οὐχὶ  ζωῆς,  φησὶν,   αἴτιοι   ἡμῖν   γεγένησθε   μόνον,   ἀλλὰ   καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης, ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν. Τὸ ὑμῶν  κατόρθωμα  δῶρον  εἶναι,  φησὶ,  τοῦ  Θεοῦ ἡγούμεθα·  τοιαῦτα  ἡμᾶς  εὐηργετήσατε,  ὡς  τοῦ  Θεοῦ  νομίζειν   εἶναι·  μᾶλλον   δὲ  καὶ  ἔργον  Θεοῦ·  οὐ  γὰρ ἀνθρωπίνης  ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα. Νυκτὸς, φησὶ, καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι.  Καὶ τοῦτο  τῆς  χαρᾶς  σημεῖον.  Καθάπερ γάρ  τις  γεωργὸς, ἀκούων  περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ'   ὄψιν   τὴν   τοσαύτην   ἰδεῖν   ἡδονήν·   οὕτω   καὶ   Παῦλος   τὴν   Μακεδονίαν. Ὑπερεκπερισσοῦ δεόμενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν  ὑμῶν  τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἐνταῦθα πολὺ τὸ ζήτημα. Εἰ γὰρ νῦν ζῇς ὅτι  ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατό  σε τὴν  πίστιν  αὐτῶν  καὶ τὴν  ἀγάπην,  καὶ τοσαύτης εἶ χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι  τῷ  Θεῷ κατ' ἀξίαν  εὐχαριστῆσαι, πῶς ἐνταῦθα  τὰ ὑστερήματα τῆς πίστεως  αὐτῶν  εἶναι  φῄς; ἆρα μὴ κολακείας  τὰ ῥήματα ἐκεῖνα; Μηδαμῶς· μὴ γένοιτο. Προλαβὼν γὰρ ἐμαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπέμειναν,  καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰουδαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν μαθεῖν ἔμαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ' αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες  αὐτοὺς,  οὐκέτι  τοῖς  πειρασμοῖς, οὐδὲ τοῖς  κινδύνοις,  ἀλλ' ὑποκρινόμενοι  τοὺς  διδασκάλους.  Τοῦτό φησι, Τὰ ὑστερήματα  τῆς  πίστεως· καὶ  διὰ τοῦτο οὕτως ἐνέφηνε,  καὶ οὐκ εἶπεν, εἰς τὸ στηριχθῆναι,  ἀλλὰ, Καταρτίσαι. Ἔνθα μὲν γὰρ περὶ αὐτῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεμψα, φησὶ, Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα   δὲ,  τὰ   ὑστερήματα   λέγει   καταρτίσαι,   ὃ  διδασκαλίας   μᾶλλόν   ἐστιν,   ἢ βεβαιώσεως·  καθάπερ  καὶ  ἀλλαχοῦ   φησιν·  Ἵνα  ἦτε  κατηρτισμένοι  εἰς  πᾶν  ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισμένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει· τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι  τὴν ὁδὸν  ἡμῶν  πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι,  καὶ περισσεύσαι τῇ ἀγάπῃ  εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ μὴ μόνον καθ' ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης  ψυχῆς,  καὶ  ὄντως  ἀκαρτερήτου·  τοῦτο  δεῖγμα  καὶ  τῶν  ἐκεῖ  γεγενημένων εὐχῶν· ἅμα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντες  οὐ παραγίνονται.  Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασμοὺς τοὺς πανταχοῦ  περιέλκοντας ἡμᾶς, ὥστε ὀρθὴν  ἐλθεῖν  πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι,  καὶ περισσεύσαι. Ὁρᾷς τὴν  μανίαν  τῆς  ἀγάπης  τὴν  ἀκάθεκτον,  τὴν  διὰ  τῶν  ῥημάτων  δεικνυμένην; Πλεονάσαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυμεῖ  φιλεῖσθαι  παρ' αὐτῶν.  Καθάπερ, φησὶ, καὶ ἡμεῖς εἰς ὑμᾶς. Τουτέστι, Τὸ μὲν ἡμέτερον ἤδη ἐστί· τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους  μόνον,  ἀλλὰ  πανταχοῦ.  Τοῦτο γὰρ ὄντως  ἀγάπης  τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον  ἡ φιλία.  Ἀλλ'  οὐχ  ἡ ἡμετέρα τοιαύτη.  Καθάπερ καὶ ἡμεῖς  εἰς ὑμᾶς· εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  τῶν ἁγίων  αὐτοῦ. Τὴν ἀγάπην  δείκνυσιν  αὐτοῖς  κέρδος φέρουσαν,  οὐ τοῖς  φιλουμένοις. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται. Οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑμῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται  διαλογισμοὶ πονηροί. Ἔνεστι γὰρ μηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλικὸν, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων  καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ' ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς  δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν.δʹ. Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυποῦν. Ὅτι γὰρ πονηρία μολύνει τὴν  ψυχὴν,  ἄκουε τοῦ προφήτου  λέγοντος· Ἀπόπλυνε  ἀπὸ κακίας  τὴν  καρδίαν  σου, Ἱερουσαλήμ· καὶ πάλιν,  Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε  τὰς πονηρίας  ἀπὸ τῶν ψυχῶν  ὑμῶν.  Οὐκ εἶπε,  τὰς  πορνείας·  ὥστε  οὐ  πορνεία  μόνον,  ἀλλὰ  καὶ  τὰ  ἄλλα μολύνει   τὴν  ψυχήν.   Στηρίξαι  ὑμῶν,  φησὶ,  τὰς  καρδίας  ἀμέμπτους   ἐν  ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  τῶν  ἁγίων  αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι·  ὅπερ ἀεὶ λέγω,  τὸ ἐνώπιον  τοῦ Θεοῦ (αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής),  οὐκ ἐνώπιον  ἀνθρώπων.  Ἄρα ἡ ἀγάπη  ἀμέμπτους  ποιεῖ· καὶ γὰρ ὄντως ἀμέμπτους ποιεῖ. Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν  ἡ πρὸς τὸν πλησίον φιλία  παρείσδυσίν τινα γενέσθαι τῆς πλημμελίας,  καὶ τὰ ἄλλα πάντα διεξιόντος  καὶ ἐπεξερχομένου  τῷ λόγῳ, τῶν ἐμοί τις γνωρίμων  ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν  καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας μὲν τοῦτο γίνεται. Πλεονεξία μὲν οὖν καὶ μοιχεία καὶ φθόνος  καὶ ἐπιβουλαὶ  καὶ ὅσα τοιαῦτα  ἀπὸ ἀγάπης  τῆς  τῶν  πλησίον  ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορνευομένην  γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπαγαγεῖν   πειράσεται,  οὐχὶ  δὲ  καὶ  αὐτὸς  προστιθέναι   τῇ  ἁμαρτίᾳ.  Ὥστε  σφόδρα μισοῦντός  ἐστι τὴν  πορνευομένην  τὸ  πορνεύειν  εἰς  αὐτήν·  φιλοῦντος   δὲ ὄντως  τὸ ἀπαγαγεῖν   αὐτὴν  τῆς  μυσαρᾶς  ἐκείνης  πράξεως.  Καὶ οὐκ  ἔστιν,  οὐκ  ἔστιν  οὐδὲν ἁμάρτημα,  ὃ μὴ, καθάπερ  πῦρ, ἀναλίσκει  τῆς  ἀγάπης  ἡ δύναμις.  Εὐκολώτερον  γὰρ φρύγανον  εὐτελὲς  ἀντιστῆναι  πυρᾷ πολλῇ,  ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐηρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃρέθη,  καὶ  οὐκ  ἀνεῖλεν  ὁ  Ἄβελ;  Πάντως  τῷ  σφόδρα  φιλεῖν   τὸν  ἀδελφόν·  οὐδὲ δέξασθαι τοιοῦτον  ἠνείχετο  λογισμόν.  Πόθεν ἐδέξατο τὸν  τῆς  βασκανίας  ὄλεθρον  ὁ Κάϊν; οὐ  γὰρ  ἂν  λοιπὸν  εἴποιμι  αὐτὸν  τοῦ  Ἄβελ  ἐγὼ  ἀδελφὸν,  ὅτι  οὐκ  ἀσφαλῶς ἠρήρειστο παρ' αὐτῷ τὰ τῆς ἀγάπης θεμέλια. Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν  τὸν πατέρα, οὐδὲ τὴν γύμνωσιν  ἠνέσχοντο  ἰδεῖν. Ὁ ἕτερος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ μὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰμ πόθεν ηὐδοκίμησεν; οὐκ ἀπὸ τῆς ἀγάπης, τὰ περὶ τὸν ἀδελφιδοῦν  διαπραξάμενος; τὰ περὶ τὴν ἱκετηρίαν  τὴν ὑπὲρ τῶν Σοδομιτῶν;   Σφόδρα  γὰρ,  σφόδρα  φιλόστοργοι   ἦσαν  οἱ  ἅγιοι,  καὶ  συμπαθητικοί. Ἐννόησον  γάρ  μοι  πῶς  διατίθεται  ἐξ  ἀγάπης  ὁ  καὶ  πυρὸς  κατατολμῶν   Παῦλος, ὁ ἀδαμάντινος,  ὁ στεῤῥὸς, ὁ ἀκλινὴς,  ὁ πάντοτε  συγκεκροτημένος,  ὁ καθηλωμένος  τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής. Τίς γὰρ ἡμᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα· Ὁ τούτων τοίνυν  ἁπάντων  κατατολμῶν,  καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν  ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν   καταγελῶν,   ὃν  οὐδὲν  ὑφίστατο  ὅλως·  οὗτος  ἐπειδή  τινων   ἀγαπητῶν   εἶδε δάκρυα, οὕτω  κατεκλάσθη  καὶ συνετρίβη  ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι  τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Τί λέγεις· εἰπέ μοι· ἐκείνην τὴν ἀδαμαντίνην  ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πρὸς πάντα γὰρ ἀντέχω,  πλὴν τῆς ἀγάπης· αὕτη μου περιγίνεται  καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος  αὐτὸν  οὐ  συνέτριψεν   ὑδάτων,   καὶ  μικρὰ  δάκρυα  συνέτριψε.  Τί  ποιεῖτε κλαίοντες  καὶ συντρίβοντές  μου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν  πάλιν  κλαίοντα;  ἄκουε αὐτοῦ  ἀλλαχοῦ  λέγοντος· Τριετίαν,  νύκτα  καὶ ἡμέραν, φησὶν,  οὐκ  ἐπαυσάμην  μετὰ  δακρύων  νουθετῶν   ἕνα  ἕκαστον.  Ἀπὸ πολλῆς  ἀγάπης ἐδεδοίκει,  μή τις  ἐπεισέλθῃ  λύμη.  Καὶ πάλιν·  Ἐκ γὰρ πολλῆς  θλίψεως  καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν  δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα  τοσαύτην  στὰς, ὁ πρὸς τοσαύτην  ἔρωτος  πυρὰν  οὕτω  γενναῖος  ὀφθεὶς,  ὁ οὕτω καταγωνισάμενος  καὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην μανίαν; τί γὰρ οὐκ ἔθελγε  τότε; ὄψις  εὐπρεπὴς,  ἀξιώματος  τῦφος,  ἱματίων  πολυτέλεια,  ἀρωμάτων εὐοσμία (καὶ γὰρ καὶ ταῦτα καταμαλάττειν  οἶδε ψυχήν), ῥήματα πάντων  μαλακώτερα; εʹ. Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος  ἀναλαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων  ἁπτομένην,  καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην. Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε  βουλομένην  πολλοῖς  τοῖς  δικτύοις  ἑλεῖν  τὸ  ἀρνίον  τοῦ  Χριστοῦ. Πρόσθες μοι ἐνταῦθα καὶ μαγείας πολλάς. Ἀλλ' ὅμως ὁ ἀκαμπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωμένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεμπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺς ἀποδομένους,  τοὺς  καὶ ἀποκτεῖναι  βουλομένους,  τοὺς  καὶ τοῦ δεσμωτηρίου  καὶ τῆς τιμῆς αἰτίους γενομένους· ἐπειδὴ ἤκουσε παρ' αὐτῶν, ἃ τὸν πατέρα διέθηκαν· Εἴπωμεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος  γέγονε· κατεκλάσθη, συνεμαλάχθη,  συνετρίβη, καὶ ἔκλαυσε·  καὶ  μὴ  φέρων   τὸ  πάθος,  εἰσελθὼν   Ἐνεκρατεύσατο,  τουτέστιν, ἀπεμάξατο. Τί τοῦτο; δακρύεις, ὦ Ἰωσήφ; Καὶ μὴν οὐκ ἄξια τὰ παρόντα δακρύων, ἀλλ' ὀργῆς καὶ θυμοῦ  καὶ ἀγανακτήσεως,  μεγάλης  τιμωρίας  καὶ ἀνταποδόσεως·  ἔχεις  εἰς χεῖρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους,  δύνασαι τὸν θυμὸν  ἐμπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ' ἀμύνῃ τοὺς ἠδικηκότας. Μὴ γάρ μοι  πρὸς  τὸ  ἀξίωμα  ἴδῃς·  οὐ  τῆς  ἐκείνων   ἐγένετο  γνώμης,   ἀλλὰ  τοῦ  Θεοῦ  τοῦ καταχέαντός   σοι  τὴν  χάριν.  Τί  κλαίεις;  Ἀλλ'  εἶπεν  ἄν·  Μή μοι  γένοιτο  ἐν  πᾶσιν εὐδοκιμήσαντι  πάντα  καταλῦσαι ἐκεῖνα διὰ ταύτης τῆς μνησικακίας· δακρύων  ὄντως καιρός· οὐκ εἰμὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν. Κλαίω, φησὶν, ὅτι με ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ πενθῶμεν  τοὺς ἠδικηκότας· μὴ ὀργιζώμεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι, ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε,   καὶ   τὸν   Παῦλον   θαυμάζοντες,    καὶ   τὸν   Ἰωσὴφ    ἐκπληττόμενοι,    καὶ μακαρίζοντες.  Ἀλλ' εἴ τις  ἐχθρὸν  ἔχει,  εἰς  μνήμην  αὐτὸν  νῦν  λαμβανέτω,  εἰς  νοῦν βαλλέσθω·  ἵνα,  ἕως  ἔτι  ζεῖ τῇ μνήμῃ  τῶν  ἁγίων  ἡ καρδία, δυνηθῇ  τὸ πεπηγὸς  τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν  ἐστιν, ὅσον νῦν  ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται,  λυέτω  τὴν πάχνην· πάχνη  γὰρ ὄντως  καὶ κρυμὸς ἡ μνησικακία. Ἀλλὰ καλέσωμεν  τὸν ἥλιον  τῆς δικαιοσύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι  τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ' ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς  γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν  ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν  ῥημάτων  τούτων  ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν,  εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης  ἡμερωθήσεται. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν  ἐχθραίνοντα;  Μὴ, παρακαλῶ. Πάντα λύσωμεν. Ἡμέτερος ὁ καιρός· χρησώμεθα αὐτῷ εἰς δέον. Τὰ σχοινία τῶν ἁμαρτημάτων διακόψωμεν· πρὶν ἢ ἀπελθεῖν εἰς  τὸ  κριτήριον,  αὐτοὶ  κρίνωμεν   ἀλλήλους.  Ὁ  ἥλιος,  φησὶ,  μὴ  ἐπιδυέτω  ἐπὶ  τῷ παροργισμῷ  ὑμῶν.   Μηδεὶς  ἀναβαλλέσθω·   αἱ  ἀναβολαὶ   μελλήσεις   τίκτουσιν.   Ἂν σήμερον ὑπέρθῃ, μᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ δὴ καταισχύνωμεν  ἑαυτοὺς, ἀλλ' ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόμεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΟΜΙΛΙΑ Εʹ.Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακα λοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ περιπατεῖν ὑμᾶς, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.  Οἴδατε γὰρ τίνας  παραγγελίας  ἐδώκαμεν  ὑμῖν  διὰ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.

αʹ. Ὅταν πρὸς τὰ κατεπείγοντα  στῇ καὶ τὰ ἐν χερσὶ, καὶ μέλλῃ πρὸς τὰ διηνεκῆ ἐμβαίνειν  λοιπὸν,  καὶ ἃ συνεχῶς  ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆμα, Τὸ λοιπὸν, τουτέστιν,  Ἀεὶ μὲν καὶ εἰς τὸ διηνεκὲς  ἐρωτῶμεν  ὑμᾶς καὶ παρακαλοῦμεν  ἐν Κυρίῳ. Βαβαί! οὐδὲ πρὸς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον, εἶναί φησι· καίτοι τίς οὕτως ἀξιόπιστος  ἦν; ἀλλὰ  τὸν  Χριστὸν παραλαμβάνει.  ∆ιὰ τοῦ Θεοῦ παρακαλοῦμεν  ὑμᾶς, φησί.  Τοῦτο  γάρ  ἐστιν,  Ἐν  Κυρίῳ. Ὃ  καὶ  πρὸς  Κορινθίους  ἔλεγεν·  Ὁ  Θεὸς ὑμᾶς παρακαλεῖ δι' ἡμῶν. Ἵνα καθὼς παρελάβετε παρ' ἡμῶν. Τὸ, Παρελάβετε, οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων.  Τὸ, Πῶς δεῖ ὑμᾶς περιπατεῖν,  πᾶσαν ἐν τούτῳ  τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ. Καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· τουτέστιν, Ἵνα ἐκ πλείονος περιουσίας μὴ μέχρι τῶν ἐντολῶν  ἱστᾶσθε, ἀλλ' ἵνα καὶ ὑπερβαίνητε· τοῦτο γάρ  ἐστι  τὸ, Ἵνα  περισσεύητε. Ἐν μὲν  γὰρ  τοῖς  προάγουσι  τῆς  πίστεως  αὐτῶν  τῆς στεῤῥᾶς τὸ θαῦμα ἀποδέχεται· ἐνταῦθα δὲ ῥυθμίζει τὸν βίον. Τοῦτο γὰρ προκοπὴ, τὸ καὶ ὑπερβαίνειν τὰς ἐντολὰς καὶ τὰ διατάγματα· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ'  ἀπὸ  τῆς  οἰκείας  προαιρέσεως  γίνεται   τὸ  πᾶν.  Καθάπερ γὰρ  τὴν  γῆν  οὐ  τὰ καταβληθέντα  δεῖ φέρειν μόνον· οὕτω καὶ τὴν ψυχὴν οὐ μέχρις ἐκείνων  ἵστασθαι τῶν καταβληθέντων, ἀλλὰ καὶ ὑπερβαίνειν.  Ὁρᾷς ὅτι εἰκότως  εἶπεν, ὑπερβαίνειν; Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλίνειν  ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν. Οὐ γὰρ ἀρκεῖ τῶν κακῶν ἡ ἀναχώρησις  εἰς τὴν τῆς ἀρετῆς προσαγωγὴν, ἀλλ' ὁδὸς μέν τίς ἐστι καὶ ἀρχὴ ἐκεῖ φέρουσα, δεῖ δὲ πολλῆς  ἡμῖν τῆς προθυμίας. Τὰ μὲν οὖν φευκτέα  ἐν τάξει παραγγελίας αὐτοῖς λέγει, εἰκότως· ταῦτα γὰρ πραττόμενα μὲν φέρει κόλασιν, μὴ πραττόμενα δὲ, οὐδὲ ἐγκώμιον. Τὰ μέντοι τῆς ἀρετῆς, οἷον τὸ κενῶσαι τὰ χρήματα, καὶ ὅσα  τοιαῦτα,  οὐκέτι  ἐν  παραγγελίας   τάξει  φησίν·  ἀλλὰ  τί;  Ὁ  δυνάμενος   χωρεῖν χωρείτω.  Εἰκὸς οὖν αὐτὸν ἃ μετὰ πολλοῦ φόβου καὶ τρόμου ἦν παρηγγελκὼς  αὐτοῖς, καὶ ἀναμιμνήσκειν  διὰ τῶν γραμμάτων  τούτων  ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. ∆ιόπερ οὐ  τίθησιν  αὐτὰ,  ἀλλ'  αὐτοὺς  ἀναμιμνήσκει.  Οἴδατε γὰρ,  φησὶ,  τίνας  παραγγελίας ἐδώκαμεν  ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Καὶ θέα πῶς οὐδαμοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται,  ὡς περὶ τούτου· καθάπερ καὶ ἀλλαχοῦ  γράφων, φησίν· Εἰρήνην διώκετε μετὰ πάντων  καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τί θαυμάζεις, εἰ τοῖς μαθηταῖς πανταχοῦ περὶ τούτου γράφει, ὅπου γε καὶ Τιμοθέῳ γράφων ἔλεγε· Σαυτὸν ἁγνὸν τήρει; Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τῇ πρὸς Κορινθίους γράφων ἔλεγεν· Ἐν ὑπομονῇ πολλῇ, ἐν   νηστείαις,  ἐν  ἁγνότητι.  Καὶ πολλαχοῦ  ἄν  τις  εὕροι τοῦτο, καὶ ἐν  τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς. Ὄντως γὰρ πᾶσι τοῦτο λυμαίνεται τὸ κακόν· καὶ καθάπερ χοῖρος βορβόρου πεπληρωμένος, οὗ ἂν εἰσέλθῃ, δυσωδίας ἐνέπλησεν   ἅπαντα,   καὶ   τὰς   αἰσθήσεις  ἐπλήρωσε   κόπρου,  οὕτω   καὶ   ἡ  πορνεία· δυσέκνιπτον  γάρ ἐστι τὸ κακόν. Ὅταν δέ τινες καὶ γυναῖκας  ἔχοντες  τοῦτο πράττωσι, πόση τῆς ἀτοπίας ἡ ὑπερβολή; Τοῦτο γάρ ἐστι, φησὶ, θέλημα Θεοῦ ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ εἴδη ἀταξίας, πολύτροποι καὶ ποικίλαι τῆς  ἀσελγείας  αἱ  ἡδοναὶ,  ἃς  οὐδὲ  εἰπεῖν  ἀνεκτόν.  Εἰπὼν  δὲ,  Ἀπὸ πάσης  πορνείας, καταλιμπάνει  τοῖς  εἰδόσιν. Εἰδέναι ἕνα  ἕκαστον ὑμῶν  τὸ ἑαυτοῦ  σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ. Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Εἰδέναι, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι. Ἄρα μαθήσεώς ἐστι τὸ πρᾶγμα καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν. Ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν μένῃ καθαρὸν καὶ  ἔστιν  ἐν  ἁγιασμῷ·  ὅταν  δὲ ἀκάθαρτον,  ἁμαρτία·  εἰκότως.  Οὐ γὰρ  ἃ βουλόμεθα πράττει  λοιπὸν,  ἀλλ'  ἃ  ἐκείνη  ἐπιτάττει·  Μὴ ἐν  πάθει  ἐπιθυμίας,  φησίν.  Ἐνταῦθα δείκνυσι  καὶ  τὸν  τρόπον,  καθ'  ὃν  χρὴ  σωφρονεῖν,   ὥστε  τὰ  πάθη  τῆς  ἐπιθυμίας ἐκκόπτειν.  Καὶ γὰρ καὶ τρυφὴ,  καὶ πλοῦτος,  καὶ ῥᾳθυμία, καὶ ἀργία, καὶ σχολὴ, καὶ ἅπαντα ταῦτα εἰς ἐπιθυμίαν  ἡμᾶς ἐξάγει τὴν ἄτοπον. Καθάπερ, φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν  ἐν τῷ πράγματι τὸν ἀδελφόν.
βʹ. Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην  τὴν πρὸς τὴν μίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεονεξία· μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα.  Οὐ γὰρ οὕτως  ἀλγοῦμεν,  τῶν  χρημάτων  ἡμῖν  ἐκφορουμένων,  ὡς  τοῦ  γάμου διορυττομένου.  Ἀδελφὸν  καλεῖς,  καὶ  πλεονεκτεῖς,  καὶ  ἐν  οἷς οὐ χρή; Ἐνταῦθα  περὶ μοιχείας  φησίν· ἀνωτέρω  δὲ καὶ περὶ πορνείας  πάσης. Ἐπειδὴ γὰρ ἔμελλε  λέγειν  μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν  τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν   μόνον   ταῦτά  φημι,   ἀλλ'  οὐδὲ  τὰς  ἑτέρων   γυναῖκας,   οὐδὲ  τὰς  ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή. Πάσης πορνείας ἀπέχεσθαι δεῖ· διό φησι, ∆ιότι ἔκδικος ὁ Κύριος περὶ πάντων  τούτων.  Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν  εἰπὼν, Καθάπερ καὶ τὰ ἔθνη· εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε. Τοῦτο δὲ ἦν τὸ, Πλεονεκτεῖν τὸν ἀδελφόν. Ἐπάγει λοιπὸν τὸ κεφάλαιον· διό φησιν, Ἔκδικος ὁ Κύριος περὶ πάντων  τούτων, καθὼς καὶ προείπομεν  ὑμῖν καὶ διεμαρτυράμεθα.  Οὐδὲ γὰρ ἀτιμωρητὶ  ταῦτα πράξομεν, οὐδὲ τοσαύτης ἀπολαύσομεν ἡδονῆς, ὅσην ὑποστησόμεθα κόλασιν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ. Ἐπειδὴ εἶπε, Τὸν ἀδελφὸν,  καὶ ἐπήγαγεν,  ὅτι ὁ Θεὸς ἐκδικεῖ, δεικνὺς ὅτι κἂν ἄπιστος τοῦτο πάθῃ, τιμωρίαν ὁ πεποιηκὼς δώσει, οὕτως εἶπεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἐκεῖνον ἐκδικῶν τιμωρεῖταί  σε, ἀλλ' ἐπειδὴ εἰς  αὐτὸν  ὕβρισας· αὐτός  σε ἐκάλεσε,  τὸν  καλέσαντα  ὕβρισας. ∆ιὰ τοῦτο  ἐπήγαγε· Τοιγαροῦν ὁ ἀθετῶν,  οὐκ ἄνθρωπον  ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ἡμᾶς. Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς,  φησὶ, κἂν τὴν δούλην  τὴν σὴν  ὕπανδρον  οὖσαν,  ὅμοιον  τὸ  ἔγκλημα.  ∆ιὰ  τί;  Ὅτι  οὐ  τὰ  ἀδικούμενα  ἐκδικεῖ πρόσωπα, ἀλλ' ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο μοιχεία, ἐπειδὴ καὶ τοῦτο κἀκεῖνο γάμος· κἂν μὴ μοιχεύσῃς, πορνεύσῃς δὲ, καίτοι οὐκ ἔχει ἄνδρα ἡ πόρνη, ἀλλ' ὅμως ὁ Θεὸς ἐκδικεῖ, ἐπειδὴ ἑαυτὸν ἐκδικεῖ. Οὐ γὰρ οὕτως ἐκείνου καταφρονῶν  τοῦτο ποιεῖς, ὡς τοῦ Θεοῦ· καὶ δῆλον ἐκεῖθεν. Ἐκεῖνον μὲν γὰρ καὶ λανθάνων ποιεῖς, τὸν δὲ Θεὸν ὁρῶντα  οὐ προσποιῇ. Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν; ἐκείνην, ἢ τὸν βασιλέα τὸν δεδωκότα; Ὕβρισται μὲν κἀκείνη, ἀλλ' οὐχ ὁμοίως. ∆ιὸ, παρακαλῶ, φυλαττώμεθα τὴν   ἁμαρτίαν   ταύτην.   Καθάπερ  γὰρ  ἡμεῖς   τὰς  γυναῖκας   κολάζομεν,   ὅταν   ἡμῖν συνοικοῦσαι ἑτέροις ἑαυτὰς δῶσιν· οὕτω καὶ ἡμεῖς κολαζόμεθα, κἂν μὴ ὑπὸ τῶν νόμων Ῥωμαίων, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ τοῦτο μοιχεία ἐστί. Μοιχεία γὰρ οὐ μόνον τὸ ἑτέρῳ  συνεζευγμένην   μοιχᾶσθαι,  ἀλλὰ  καὶ  τὸ  δεδεμένον   αὐτὸν  γυναικί.  Πρόσεχε ἀκριβῶς ᾧ λέγω· εἰ γὰρ καὶ φορτικὸν  πολλοῖς  τὸ λεγόμενον,  ἀλλ'  ἀναγκαῖον  εἰπεῖν ὥστε διορθώσασθαι τοῦ λοιποῦ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ μοιχεία, ὅταν ἀνδρὶ συνεζευγμένην   διαφθείρωμεν   γυναῖκα,   ἀλλὰ   κἂν   ἀφετὴν   καὶ  λελυμένην,   αὐτοὶ δεδεμένοι γυναικὶ, μοιχεία τὸ πρᾶγμά ἐστι. Τί γὰρ, εἰ ἡ μοιχευομένη οὐ δέδεται; Ἀλλὰ σὺ δέδεσαι· τὸν νόμον  παρέβης, ἠδίκησας τὴν  σάρκα τὴν  σήν. ∆ιὰ τί γὰρ, εἰπέ μοι, τὴν γυναῖκα  κολάζεις, κἂν πορνευθῇ λελυμένῳ  ἀνδρὶ καὶ μὴ ἔχοντι  γυναῖκα; Ὅτι μοιχεία ἐστί. Καίτοι ὁ πορνεύσας αὐτὴν, οὐκ ἔχει γυναῖκα, ἀλλ' αὐτὴ δέδεται ἀνδρί. Οὐκοῦν καὶ σὺ δέδεσαι γυναικί.  Ὥστε ὁμοίως  καὶ τὸ σὸν μοιχεία  ἐστίν. Ὁ ἀπολύσας  γὰρ, φησὶ, παρεκτὸς λόγου πορνείας τὴν γυναῖκα αὑτοῦ, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν, μοιχᾶται. Εἰ ὁ γαμῶν ἀπολελυμένην μοιχᾶται, ὁ μετὰ τῆς ἑαυτοῦ γυναικὸς, καὶ ταύτῃ προσφθειρόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιεῖ; Παντί που δῆλον. Ἀλλὰ πρὸς μὲν ὑμᾶς ἱκανῶς  τοὺς ἄνδρας εἴρηται ταῦτα· περὶ γὰρ τῶν τοιούτων  φησὶ καὶ ὁ Χριστὸς, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Τῶν δὲ νέων ἕνεκεν εἰπεῖν ἀναγκαῖον πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐ τοσοῦτον δι' ἐκείνους, ὅσον δι' ὑμᾶς· οὐκ  ἐκείνοις  γὰρ, ἀλλὰ  καὶ  ὑμῖν  ταῦτα  ἁρμόδια, καὶ  πῶς,  ἤδη  λέξω·  Ὁ μὴ μαθὼν πορνεύει οὐδὲ μοιχεύειν  εἴσεται· ὁ δὲ πόρναις ἐγκαλινδούμενος,  καὶ ἐπὶ τοῦτο ταχέως ἥξει· κἂν μὴ ὑπάνδροις, ἀλλὰ λελυμέναις συμφθαρήσεται γυναιξί.
γʹ. Τί οὖν παραινῶ; Ὥστε τὰς ῥίζας ἐκτέμνειν, ὅσοι παῖδας ἔχετε νέους, καὶ πρὸς τὸν κοσμικὸν αὐτοὺς βίον ἀγαγεῖν  μέλλετε, ταχέως  ὑπὸ τὸν τοῦ γάμου ζυγὸν ἕλκετε. Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ  τὰ τῶν ἐπιθυμιῶν,  τὸν μὲν πρὸ τοῦ γάμου χρόνον παραινέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις,  μυρίοις ἑτέροις αὐτοὺς κατέχετε· κατὰ δὲ τὸν τοῦ γάμου καιρὸν, μηδεὶς ἀναβαλλέσθω (ἰδοὺ νυμφευτρίας φθέγγομαι ῥήματα) ἁρμόζειν ὑμῖν  τοὺς παῖδας. Ἀλλ' οὐκ αἰσχύνομαι  ταῦτα  λέγων·  ἐπειδὴ  μηδὲ Παῦλος ᾐσχύνθη λέγων, Μὴ ἀποστερεῖτε ἀλλήλους, ὃ τούτου δοκεῖ αἰσχυντηρότερον εἶναι· ἀλλ' οὐκ ᾐσχύνθη. Οὐ γὰρ τοῖς ῥήμασι προσεῖχεν, ἀλλὰ τοῖς ἔργοις τοῖς ἀπὸ τῶν ῥημάτων κατορθουμένοις. Ὅταν οὖν ὁ παῖς αὐξηθῇ, πρὸ στρατείας, πρὸ τοῦ βίου τοῦ ἄλλου, τὰ περὶ τοῦ γάμου φρόντιζε. Κἂν ἐκεῖνος ἴδῃ ὅτι ταχέως αὐτῷ τὴν νύμφην  ἄγεις, καὶ ὅτι βραχὺς ὁ καιρὸς ὁ ἐν μέσῳ, δυνήσεται  διακαρτερῆσαι τὴν  φλόγα·  ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυμεῖς σὺ καὶ βραδύνεις καὶ περιμένεις,  τότε προσόδους κτήσεται πολλὰς,  καὶ τότε αὐτῷ τοὺς γάμους ποιήσεις, ἀπογνοὺς  πρὸς τὸ μακρὸν τοῦ χρόνου ταχέως  ὀλισθήσει πρὸς πορνείαν. Ἀλλ' οἴμοι! ἡ ῥίζα τῶν κακῶν καὶ ἐνταῦθα ἡ φιλαργυρία.  Ἐπειδὴ γὰρ οὐδενὶ  μέλει  πῶς  σώφρων,  πῶς  ἐπιεικὴς  ὁ παῖς  γένηται,  ἀλλὰ  μεμήνασι  πρὸς  τὸν χρυσὸν ἅπαντες,  τούτου  ἕνεκεν  οὐδεὶς ταύτην  ποιεῖται  τὴν  σπουδήν. ∆ιὸ παρακαλῶ πρῶτον  αὐτῶν  τὰς ψυχὰς  ῥυθμίζειν.  Ἂν  γὰρ ἁγνῇ  τῇ νύμφῃ  προσέλθῃ, ἂν  ἐκείνης μόνον ἴδῃ τὸ σῶμα, καὶ ὁ πόθος ἔσται σφοδρὸς, καὶ ὁ τοῦ Θεοῦ φόβος μείζων, καὶ τίμιος ὁ  γάμος  ὄντως,  καθαρὰ  καὶ  ἀμίαντα  σώματα  δεχόμενος,  καὶ  τὰ  τικτόμενα  πολλῆς εὐλογίας  ἔσται μεστὰ, καὶ ἀλλήλοις  εἴξουσιν, ὅ τε νυμφίος  καὶ ἡ νύμφη· ἑτέρων  γὰρ ἠθῶν ὄντες ἑκάτεροι ἄπειροι, ἀλλήλοις ὑποταγήσονται. Νεώτερος δὲ ἀρχόμενος ἀσελγαίνειν,  καὶ πορνικῶν  ἠθῶν πεῖραν λαβὼν, μέχρι μὲν τῆς πρώτης ἑσπέρας καὶ τῆς δευτέρας   ἐπαινέσεται   τὴν   αὐτοῦ  γυναῖκα·   μετὰ  δὲ  ταῦτα   ταχέως   πρὸς  ἐκείνην ἐξολισθήσει τὴν  ἀσέλγειαν,  τὸν ἐκκεχυμένον  καὶ ἄτακτον  γέλωτα,  ζητῶν  τὰ πολλῆς ἀνελευθερίας γέμοντα ῥήματα, τὰ σχήματα τὰ διακεκλασμένα, τὴν ἄλλην ἀσχημοσύνην πᾶσαν, ἣν ἡμᾶς οὐκ ἀνεκτὸν εἰπεῖν. Ταῦτα δὲ ἡ ἐλευθέρα παρέχειν οὐκ ἀνέχεται, οὐδὲ καταῤῥυπαίνειν  ἑαυτήν. Ἐπὶ κοινωνίᾳ  γὰρ βίου καὶ παιδοποιίᾳ κατηγγυήθη  τῷ ἀνδρὶ, οὐκ ἐπὶ ἀσχημοσύνῃ καὶ γέλωτι· ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον  εἶναι σεμνὸν, οὐχ ἵνα  αὐτῷ  ὑπεκκαύματα  παρέχῃ  πορνείας.  Ἀλλ'  ἡδέα  σοι  φαίνεται   τὰ  τῆς  πόρνης σχήματα;  Οἶδα κἀγώ·  καὶ  γὰρ  ἡ  Γραφὴ  τοῦτό  φησι·  Μέλι  ἀποστάζει  ἀπὸ  χειλέων γυναικὸς πόρνης. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ποιῶ, ὥστε μὴ τοῦ μέλιτος ἐκείνου πεῖραν λαβεῖν· εἰς γὰρ χολὴν  εὐθέως τρέπεται. Καὶ τοῦτο αὐτό φησι καὶ ἡ Γραφή· Ἥτις πρὸς καιρὸν   λιπαίνει   σὸν  φάρυγγα,   ὕστερον  μέντοι   πικρότερον   χολῆς   εὑρήσεις,  καὶ ἠκονημένον   μᾶλλον   μαχαίρας  διστόμου.  Τί  λέγεις;  Ἀνάσχεσθέ  μού  τι  καὶ ἀκάθαρτον,  ὡς εἰπεῖν,  φθεγγομένου,  καὶ ἀπαναισχυντοῦντος, καὶ ἀπερυθριῶντος·  οὐ γὰρ ἑκὼν  τοῦτο  πάσχω, ἀλλὰ  διὰ τοὺς οὐκ αἰσχυνομένους  τὰ πράγματα,  τὰ ῥήματα αὐτὸς ἀναγκάζομαι λέγειν. Πολλὰ δὲ καὶ ἐν ταῖς Γραφαῖς ὁρῶμεν τοιαῦτα. Καὶ γὰρ καὶ ὁ Ἰεζεκιὴλ ὀνειδίζων τὴν Ἱερουσαλὴμ, πολλὰ τοιαῦτα φθέγγεται, καὶ οὐκ αἰσχύνεται· καὶ εἰκότως· οὐ γὰρ ἐξ οἰκείου  πάθους  αὐτὰ  ἔλεγεν,  ἀλλ' ἀπὸ κηδεμονίας.  Κἂν γὰρ τὰ ῥήματα δοκῇ εἶναι ἀπρεπῆ, ἀλλ' ὁ σκοπὸς οὐκ ἀπρεπὴς, ἀλλὰ καὶ σφόδρα ἁρμόζων τῷ βουλομένῳ   ἀκαθαρσίαν  ἐκβαλεῖν   ψυχῆς·  ἂν  γὰρ  μὴ  αὐτὰ  τὰ  ῥήματα  ἀκούσῃ  ἡ ἀναίσχυντος  ψυχὴ,  οὐκ ἐντρέπεται.  Καὶ γὰρ ἰατρὸς  βουλόμενος  σηπεδόνα  ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦμα καθίησι, κἂν μὴ πρότερον μολύνῃ τὰς ἰωμένας χεῖρας,  ἰάσασθαι οὐ  δυνήσεται.  Οὕτω κἀγὼ,  ἂν  μὴ  πρότερον  τὸ  στόμα  μολύνω  τὸ ἰώμενον ὑμῶν τὰ πάθη, οὐ δυνήσομαι ὑμᾶς ἰάσασθαι. Μᾶλλον δὲ οὐδὲ τοῦτο μολύνεται, οὔτε ἐκεῖναι  αἱ χεῖρες. Τί δήποτε; Ὅτι οὐκ ἔστιν  ἡ ἀκαθαρσία φυσικὴ,  οὐδὲ ἐκ τοῦ ἡμετέρου σώματος, ὥσπερ οὐδὲ ἐκεῖ ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλ' ἐξ ἀλλοτρίων.  Εἰ δὲ ἔνθα  ἀλλότριον  σῶμα, οὐ παραιτεῖται  ἐκεῖνος  βαπτίσαι  τὰς  ἑαυτοῦ  χεῖρας· ἔνθα  τὸ ἡμέτερον σῶμα, παραιτησόμεθα, εἰπέ μοι; σῶμα γὰρ ἡμέτερον ὑμεῖς, ἀσθενὲς μὲν καὶ ἀκάθαρτον,  ἡμέτερον  δέ.  δʹ. Τί οὖν  ἐστιν  ὅ  φημι,  καὶ  δι' ὃ  τοσαύτην  ἐποιησάμην παραίνεσιν; Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος  διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι· σώματι δὲ  ἀκαθάρτῳ  καὶ  ῥυπαρῷ,  καὶ  οὐ  τῷ  παιδὶ  τῷ  σῷ  μόνον,  ἀλλὰ  μυρίοις  ἑτέροις χρησιμεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ; Ἠσχύνθητε ἀκούσαντες; Ἀλλ' ἐν τοῖς ἔργοις αἰσχύνθητε, μὴ ἐν τοῖς ῥήμασι. Καὶ τὰ ἄλλα πάντα παρίημι, τὸ τῶν ἠθῶν δύστροπον καὶ μιαρὸν, τὸ τῆς ἄλλης ζωῆς δουλικὸν καὶ ἀνελεύθερον. Εἰπέ μοι, πρὸς τὴν αὐτὴν καὶ καὶ σὺ καὶ ὁ οἰκέτης ὁ σός; καὶ εἴθε ὁ οἰκέτης μόνον, ἀλλὰ καὶ ὁ δήμιος. Καὶ χεῖρας μὲν τοῦ δημίου οὐκ ἂν ἀνάσχοιο κατασχεῖν· τὴν δὲ ἓν ἐκείνῳ  σῶμα γενομένην  περιπλέκῃ καὶ καταφιλεῖς,  καὶ οὐ φρίττεις  οὐδὲ δέδοικας; οὐκ αἰσχύνῃ, οὐκ ἐντρέπῃ,  οὐκ ἀγωνιᾷς; Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι δεῖ ταχέως  πρὸς γάμον ἄγειν ὑμᾶς· ἀλλ' ὅμως οὐδὲ ὑμεῖς ἀνεύθυνοι  τῆς κολάσεως. Εἰ γὰρ μὴ καὶ ἄλλοι νέοι μᾶλλον ἦσαν πολλοὶ ἐν σωφροσύνῃ ζῶντες, καὶ πάλαι καὶ νῦν, ἴσως ἄν τις ὑμῖν ἦν ἀπολογία· εἰ δὲ εἰσὶ, πόθεν  ἕξετε  εἰπεῖν,  ὅτι  οὐκ  ἠδυνήθημεν  κατασχεῖν  τὴν  φλόγα  τῆς  ἐπιθυμίας; Ἐκεῖνοι  γὰρ  κατηγοροῦσιν  ὑμῶν  οἱ  δυνηθέντες,   τῷ  τῆς  αὐτῆς  φύσεως  μετέχειν. Ἀκούετε τοῦ Παύλου λέγοντος·  Εἰρήνην διώκετε  καὶ τὸν  ἁγιασμὸν, οὗ χωρὶς  οὐδεὶς ὄψεται τὸν Κύριον. Ἡ ἀπειλὴ αὕτη οὐχ ἱκανὴ φοβῆσαι; Ὁρᾷς ἑτέρους δι' ὅλου σωφρονοῦντας καὶ ἐν σεμνότητι διάγοντας, καὶ σὺ οὐδὲ μέχρι τῶν τῆς νεότητος χρόνων καρτερεῖς; ὁρᾷς ἑτέρους καταπα λαίσαντας  μυριάκις  τὴν  ἡδονὴν,  καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ; Εἰ βούλεσθε, τὴν αἰτίαν  ἐγὼ λέγω. Οὐ γὰρ ἡ νεότης  αἰτία· ἐπεὶ ἔμελλον πάντες οἱ νέοι ἀκόλαστοι εἶναι· ἀλλ' ἡμεῖς ἑαυτοὺς ὠθοῦμεν εἰς τὴν πυράν. Ὅταν γὰρ ἀνέλθῃς  εἰς θέατρον, καὶ καθίσῃς γυμνοῖς  μέλεσι γυναικῶν  τοὺς ὀφθαλμοὺς  ἑστιῶν, πρὸς μὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν  ἐκεῖθεν  ἔθρεψας τὸν πυρετόν.  Ὅταν ἴδῃς ὥσπερ σώματος τύπῳ γυναῖκας φαινομένας, ὅταν καὶ θεάματα καὶ ᾄσματα μηδὲν ἕτερον ἀλλ' ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸν δεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο,  καὶ εἰς μητέρας  τοὺς  ἀτόπους  ἔρωτας  ἐκκυλισθέντας·  ὅταν  καὶ δι' ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν,  καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόντων ἀνδρῶν (καὶ γὰρ πολλοὶ  προσωπεῖα  περιθέντες  ἑαυτοῖς,  ἐκεῖ  γυναικίζονται),  πόθεν,  εἰπέ  μοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν,  ἐκείνων  τῶν διηγημάτων,  ἐκείνων  τῶν θεαμάτων,  ἐκείνων  τῶν ἀκουσμάτων κατεχόντων σου τὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχομένων  λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡμέρᾳ βούλεται καὶ ἐπιθυμεῖ.  Ὅταν  οὖν  ἐκεῖ  μὲν  καὶ  πράγματα  βλέπῃς  αἰσχρὰ,  καὶ  ῥήματα  ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται,  καὶ πολλῷ  μᾶλλον,  ἢ ἐπὶ τοῖς ἡμετέροις  σώμασι; Κουφότερον  γὰρ, εἴγε ἐβουλόμεθα, τῶν  σωμάτων  ἡ προαίρεσις τὰ τῆς  διορθώσεως  ἐδέχετο.  Ἐκεῖ μὲν  γὰρ  καὶ  φαρμάκων  καὶ  ἰατρῶν  καὶ  χρόνου  δεῖ· ἐνταῦθα δὲ ἀρκεῖ θελήσαντα, καὶ ἀγαθὸν γενέσθαι καὶ κακόν. Ὥστε μᾶλλον ἐδέξω τὴν νόσον. Ὅταν μὲν οὖν τὰ μὲν βλάπτοντα  συμφορῶμεν, μηδένα δὲ λόγον ποιώμεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία; ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Αἰσχυνθῶμεν. φοβηθῶμεν, εἰ τὰ μὴ εἰδότα τὸν Θεὸν ἔθνη πολλάκις σωφρονεῖ·  ἐντραπῶμεν,  ὅταν  ἐκείνων  χείρους  ὦμεν.  Εὔκολον  κατορθῶσαι σωφροσύνην, ἂν ἐθέλωμεν, ἂν ἀπάγωμεν τῶν βλαπτόντων ἑαυτούς· ἐπεὶ οὐδὲ πορνείαν διαφυγεῖν  εὔκολον, ἂν μὴ θέλωμεν. Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον; ἀλλ' ὑπὸ τῆς πολλῆς βλακείας δύσκολον γέγονεν, οὐκ ἐπὶ γυναικῶν  μόνον, ἀλλ' ἤδη καὶ ἐπὶ ἀνδρῶν.  Τί  τοῦ  καθεύδειν   εὐκολώτερον;  ἀλλὰ  καὶ  τοῦτο  δύσκολον  πεποιήκαμεν. Πολλοὶ γοῦν τῶν πλουσίων δι' ὅλης περιστρέφονται  τῆς νυκτὸς, τῷ μὴ περιμένειν τὴν χρείαν τοῦ ὕπνου, καὶ τότε καθεύδειν. Καὶ ὅλως οὐδὲν δύσκολον βουλομένων,  ὥσπερ οὐδὲν εὔκολον μὴ βουλομένων  ἡμῶν· πάντων γὰρ ἡμεῖς κύριοι. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ, Ἂν θέλητε, καὶ εἰσακούσητέ μου· καὶ πάλιν, Ἂν μὴ θέλητε, φησὶ, μηδὲ εἰσακούσητέ μου. Ὥστε ἐν τῷ θέλειν,  καὶ τῷ μὴ θέλειν  κεῖται  τὸ πᾶν. ∆ιὰ τοῦτο  καὶ κολαζόμεθα  καὶ ἐπαινούμεθα.  Γένοιτο  δὲ  τῶν  ἐπαινουμένων  γενομένους  ἡμᾶς  τυχεῖν  τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ,  καὶ τὰ ἑξῆς.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |