ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΑΜΦΙΒΑΛΛΟΜΕΝΑ ΝΟΘΑ

Εμφάνιση αναρτήσεων με ετικέτα ΑΜΦΙΒΑΛΛΟΜΕΝΑ ΝΟΘΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΜΦΙΒΑΛΛΟΜΕΝΑ ΝΟΘΑ. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 26 Οκτωβρίου 2016

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ' ἀξίαν ὑμνῆσαι δύναται. Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ' αὐτοῦ, ἀλλὰ τοῖς ὑπ' αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται.

Read More ->>

Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61


Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."

Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ὁ μελῳδὸς ἐμαρτυρήσατο ∆αυΐδ. Οὐκ ἐξ οἰκείας φύσεως ἐμαρτύρατο, ἀλλ' ἐξ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐκελάδησεν· οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ καὶ σοφῶς ὁ ∆αυῒδ ἐλιτάνευσεν· οὐκ ἀπὸ χειλέων μόνον ἐμέμνητο, ἀλλὰ καὶ ἡ καρδία ἐδίδαξεν· οὐκ ἐν νυκτὶ ἢ ἡμέρᾳ ἐπελανθάνετο ὁ ∆αυῒδ, ἀλλὰ καὶ ταῦτα αἰτῶν κατὰ πᾶσαν ὥραν ἐμέμνητο. Καὶ ἵνα μάθῃς ὅτι ἀλήθειαν καὶ οὐ ψεῦδος διαγράφομεν, ἀπ' αὐτῆς τῆς ἐγγράφου ἱστορίας τὰς μελωδίας τοῦ ἁγίου Πνεύματος τρυγήσωμεν. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, εἶπεν ὁ ∆αυΐδ. Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ ∆αυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραίνετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε· καὶ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι, Κύριε·

Read More ->>

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.


Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώ μεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθά περ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυ κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται.

Read More ->>

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε. Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται· ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται. Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται. Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γένος, ὅτι ἀνὴρ κατ' εἰκόνα Θεοῦ ἐγένετο, ἡ δὲ γυνὴ ἐκ τῆς εἰκόνος τοῦ ἀνδρὸς, τὸν μὲν ἄνδρα δοξάζουσα, τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα. Καὶ τίς τούτων μάρτυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα; Ἄκουε τοῦ Παύλου βοῶντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός· οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν

Read More ->>

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς. Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα.

Read More ->>

Εἰς τὰ Βάϊα.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὰ Βάϊα.

αʹ. Ἐκ θαυμάτων ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ ἓν τοῦ ἑνὸς κατέχεται, καὶ τῶν συμβε βλημένων ἕκαστον συνάπτεται θάτερον θατέρῳ καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλ έορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώ νιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγ γελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμέ νην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου

Read More ->>

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον.


Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ' ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ' ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβηκεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θεραπεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ' ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ' εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπέδειξεν.

Read More ->>

Περὶ αὐχμοῦ.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 61

Περὶ αὐχμοῦ.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Ἐπιδαψιλευέτω μοι τὸ τοῦ λόγου προοίμιον ὁ τῶν προφητῶν συμπαθέστατος. Ἀλλ' ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν ὠδύρετο· ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι καὶ δάκρυα. Ἐκλείσθη γὰρ ὁ οὐρανὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ ἡλιακῷ αἱ νεφέλαι, Ὡσεὶ φρύγιον συνεφρύγησαν· αἱ τῶν ὑδάτων ἀπεξηράνθησαν πίδακες, καὶ ποταμῶν ἀεννάων ἐξέλιπε ῥεύματα· ἡ δὲ γῆ πυρακτωθεῖσα τῷ καύσωνι τοὺς συνήθεις αὐτῆς δοῦναι καρποὺς ἀπαναίνεται. Φεῦ τῶν ἡμετέρων κακῶν.Καὶ αὐτὰ γὰρ τὰ ἄλογα ζῶα κινδυνεύει διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀπεξηράνθη ἡ γῆ καὶ ὁ χόρτος αὐτῆς, μᾶλλον δὲ οὐκ ἐβλάστησε, καὶ τῷ λοιμῷ διαφθείρεται! Καὶ βοῦς μὲν ἐλεεινὸν μυκᾶται, καὶ οἷον ἐπιθανάτιον· τὰ δὲ ποίμνια βληχᾶται γοερῷ τῷ βληχήματι, ὡς φλογώδη κρατῆρα τὴν τῶν ὑδάτων πόσιν προκειμένην θεώμενα, καὶ πρὸ καιροῦ τὰ λήϊα ξηραινόμενα· ὡς καὶ τὴν Ἰωὴλ προφητείαν πεπληρῶσθαι νῦν ἐν ἡμῖν·

Read More ->>

Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61


Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τῇ ἁγίᾳ καὶ μεγάλῃ τετράδι.

Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος. Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν, καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα, καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν, καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν, καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν, καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι, καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν, καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν· ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος, ἀλλ' οὐ πᾶσι. Μόνον γὰρ οὐχὶ λέγει ἡ φωνὴ,Εἴ τις προσίεται πρός με, κἀγὼ λαβὼν αὐτὸν τῷ κοινῷ προσαγάγω ∆ημιουργῷ. Πτερώσωμεν οὖν ἑαυτοὺς τοῖς τῆς πίστεως καὶ τοῖς τῆς μετανοίας πτεροῖς, καὶ θελήσωμεν ἀναπτῆναι πρὸς τὸν ἡμέτερον Ποιητὴν, καὶ ἡμεῖς, ὡς πρωτότοκοι τῆς Ἐκκλησίας υἱοὶ, καὶ ὑμεῖς, οἱ καθάπερ ἔμβρυα ὡς ἐν ταῖς λαγόσι τῆς Ἐκκλησίας προλοχευόμενοι,

Read More ->>

Εἰς τὸ, Ὅτε ἀνέβη ὁ Κύριος εἰς τὸ ἱερὸν, μεσούσης τῆς ἑορτῆς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸ, Ὅτε ἀνέβη ὁ Κύριος εἰς τὸ ἱερὸν, μεσούσης τῆς ἑορτῆς καὶ εἰς τὸνΜελχισεδέκ. Τῇ μεσοπεντηκοστῇ.


Ῥοαὶ καὶ μῆλον καὶ φοίνιξ καὶ οἱ λοιποὶ τῶν ἀκροδρύων καρποὶ τὸν τοῦ σώματος ἡδύνουσι φάρυγγα· θεῖοι δὲ λόγοι ἁγίων διδασκάλων ἀγάπῃ κεκερασμένοι, τῇ ἀκοῇ τῆς διδασκαλίας παραπεμπόμενοι, τὸν τῆς ψυχῆς γλυκαίνουσι λάρυγγα. Καὶ ὥσπερ ὁ τοὺς καρποὺς τῶν δένδρων τρυγήσας, ἐν τῇ τῶν καρπῶν μεταλήψει ἐπαίνους τοῖς δένδροις ἀποδίδωσιν· ὡσαύτως καὶ ὁ τὰ θεῖα λόγια τῶν διδασκάλων ἐν τῷ καρτάλλῳ τῆς ἀκοῆς ἐντρυγήσας, εἶτα τῷ νῷ παραπέμψας, καὶ τὴν τοῦ λόγου γλυκύτητα γευσάμενος, τῷ διδασκάλῳ ἐπαίνους ἐκπέμπων ἐκ χειλέων λέγει· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου! Καὶ ὁ σοφώτατος δὲ Σαλομὼν τοὺς καλοὺς λόγους κηρίοις μέλιτος παρεικάσας φησί· Κηρία μέλιτος λόγοι καλοί. Ὥσπερ γὰρ ὁ λάρυγξ τὰ βρώματα γευόμενος, οἶδε τὰ καλὰ ἀπὸ τῶν φαύλων διακρίνειν· ὡσαύτως καὶ ὁ νοῦς τῆς ψυχῆς τὰ χρηστὰ ῥήματα οἶδεν ἀπὸ τῶν φαύλων διακρίνειν, ὥσπερ φησὶν ἐν τῷ Ἰώβ· Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, νοῦς δὲ ῥήματα διακρίνει.

Read More ->>

Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61


Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς.

Φέρε τοίνυν σήμερον, ἀγαπητοὶ, καθὼς ἂν ἡ θεία χάρις δίδωσι, τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσω μεν. Κοσμεῖ γὰρ τὸ περὶ ταῦτα φιλομαθὲς τὰς ψυχὰς, καὶ τὴν γηΐνην ἐκτείνει πρὸς οὐρανὸν ἕξιν. Καὶ γὰρ φιλομάθεια τὴν θαυμασίαν ἐκείνην Σαμαρεῖτιν ἐξ ὑδρο φόρου κατεσκεύασεν ἔνθεον· εὑροῦσα γὰρ μαθημάτων θησαυρὸν, παρέδραμε· μᾶλλον δὲ οὐχ ηὗρεν, ἀλλ' ηὕρη ται. Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀνα ζητεῖσθαι σπουδαῖς, ἀλλ' αὐτὸς ἐφ' ἑκάστης ὠδίνει βοηθείας· συνείχετο μεριμνῶν παραλύτους, συναλγῶν τοῖς πυρέττουσι, τὰ τῶν τυφλῶν οἰκειούμενος, τὴν ἐπὶ τοῖς λεπροῖς περιφέρων φροντίδα, τρέχων εἰς δαιμο νιώντων βοήθειαν, ἐκπλύνων ἐῤῥυπωμένας ψυχὰς ἁπάν των, ὑδροφορούσαις διδάσκαλος. Τότε γὰρ ἐκ τῆς ὁδοι πορίας κεκοπιακὼς παρεκαθέζετο τῷ φρέατι· Ὁ γὰρ Ἰησοῦς, φησὶν, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκα θέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη.

Read More ->>

Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει. Τότε καὶ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες βουνόμοι τε καὶ ποιμένες, τῶν καλυβῶν ὑπεξελθόντες, τῷ τοῦ ἀέρος κάλλει τὰς ὄψεις μεταῤῥυθμίζουσι, καὶ ταῖς τῶν καλλιφώνων ὀρνέων κλάγγεσι πολυφθόγγοις δόναξιν ἀντίμιμα λυρῳδοῦντες, τὰς τῶν ἀλόγων προβάτων αἰσθήσεις ἡδύνοντες, ἐπὶ τὴν πόαν τοὺς ἄρνας πράῳ τῷ βήματι φέρουσι. Τότε καὶ γεωργὸς, τὴν δρεπάνην ἐν τῇ σκηνῇ θήξας παρὰ τὴν πέτραν, ἐπὶ τὸν ἀμπελῶνα πορεύεται κεῖραι τῆς ἀμπέλου τὸ ἄγονον κλῆμα. Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντεςνώτοις, ἀφόβως ἐφίπτανται.

Read More ->>

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

Ἡ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται. Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς διασώσῃ. Πολλάκις γὰρ ἐγγιζούσης τῆς τοῦ θέρους ἀκμῆς, καὶ εὐλήπτου τῆς ἐλπίδος τυγχανούσης, καὶ περιχαροῦς ὄντος τοῦ γεωργοῦ, ἢ θερμὸς ἐπιπνεύσας τὸν ἄσταχυν ἐλίκμησεν, ἢ ἐρυσίβη κατέσηψεν, ἢ βροῦχος κατέφαγεν, ἢ χάλαζα κατέξανε, καὶ ἄωρον τῆς ἐλπίδος τὸ τέλος ἐμάρανεν· ὡς τὸν γεωργὸν ὑπὸ πολλῆς ἀθυμίας πιασθέντα, τὴν δρεπάνην τῇ σκηνῇ ἐγκοιμίσαντα, τῷ ἀώρῳ τέλει τοῦ θέρους ἑαυτὸν συμμαραίνειν τῇ λύπῃ.

Read More ->>

Περὶ Νηστείας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Περὶ Νηστείας.

Σάλπιγγος ὑψηλότερα βοῶ τὴν φωνὴν ἀνυψῶν, οὐχ ἵνα τέρψει ἡδονῆς τὴν ἀκοὴν ἀπατήσω, ἀλλ' ἵνα λέξει τῆς ἀληθείας τὴν ἡδονὴν σβέσω· καὶ παύσω μὲν ἀπὸ λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν. Πόθος γὰρ νηστείας ἐπουράνιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπεργάζεται τὸ βλάβος. Ὁ μὲν γὰρ βρώσει σχολάζων, καὶ τὴν τῆς γαστρὸς πληρῶν ἐπιθυμίαν, τῆς ψυχῆς ζημιοῖ τὴν ἐπικαρπίαν τὴν πνευματικήν· ὁ δὲ νηστείᾳ τὴν σάρκα μαραίνων, καὶ τῶν βρωμάτων τὴν ἀδηφαγίαν ἀποφεύγων, τῶν κρειττόνων θησαυρίζει τὴν προσδοκίαν.Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει· νηστεία πρὸςεὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει· νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα· νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμάχητον.

Read More ->>

Πέμπτη 20 Οκτωβρίου 2016

Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


Α΄ Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος ∆αυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. ∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.

Read More ->>

Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

 Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

Οσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ' οτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ωσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν αμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν εχουσι τῆς γνώμης τὸν επαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, α τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. Ο μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οιδεν α νηστεύων συνήγαγεν, οὐκ οιδεν ους συνέλεξε πόρους, ἀλλ' ὡς οὐδὲν εχων ἀποκείμενον ενδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος απας, οὐκ εχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ εγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ εχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος απορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εισοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ῃ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ης τέως τοὺς θεμελίους ἐθέμεθα. ∆εῖται δὲ τὸ εργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις.

Read More ->>

Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


ΣΤʹ. Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, "Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν ὄψιν ῥυθμίζουσιν· ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν· τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ τὸν φυσικὸν προσδοκώντων.

Read More ->>

Καινὴ κτίσις τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.

0 σχόλια


Ιωάννης Χρυσόστομος
ΑμφιβαλλόμεναΝόθα τινά
Τόμος 64


Ηʹ.  Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.


Πολλὴ μὲν γηπόνῳ προθυμία καταβάλλειν τὰ σπέρματα, ἐπειδὰν τὴν ἄρουραν ἐκκεκαθαρμένην ἴδῃ, καὶ μήτε ἀκανθῶν πλῆθος λυμαινόμενον τῇ βλάστῃ τῶν φυομένων, μήτε λίθον ἀντικρούοντα τῷ ἀρότρῳ· πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν ἀκροατὴν παρεσκευασμένον θεάσηται. Ταῦτα λέγω, οὐκ ἐπειδὴ οὐ πάρεισιν οἱ πλούσιοι, τὴν τῶν πενήτων φιλοσοφίαν ἐν τῷ λόγῳ τῆς ἀκροάσεως ἐπιδεικνύων. Οὐ γὰρ τοῦ λέγοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος· ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων.

Read More ->>

Περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


Ιʹ Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.


Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμετέρας σωτηρίας παρέδωκεν αἴνιγμα. Ὅθεν ποῦ μου τὸν, νοῦν ἐκπετάσω, τὸ πυκνὸν τῆς ἐννοίας ἐρευνῆσαι προετρέψατο, καὶ ἰδεῖν τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ ∆εσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε· πῆ μὲν ἀπὸ τῶν καθ' ἡμέραν πραγμάτων διεξιέναι δυναμένους τὴν ἔμφασιν, πῆ δὲ καὶ ἀπ' αὐτῆς τῆς ἐννοίας τοῦ λεγομένου τὴν αἴσθησιν ὑποδέξασθαι.

Read More ->>

Εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους

Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |