Ιωάννης Χρυσόστομος
Τόμος 61
Περὶ Νηστείας.
Σάλπιγγος ὑψηλότερα βοῶ τὴν φωνὴν ἀνυψῶν, οὐχ ἵνα τέρψει ἡδονῆς τὴν ἀκοὴν ἀπατήσω, ἀλλ' ἵνα λέξει τῆς ἀληθείας τὴν ἡδονὴν σβέσω· καὶ παύσω μὲν ἀπὸ λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν. Πόθος γὰρ νηστείας ἐπουράνιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπεργάζεται τὸ βλάβος. Ὁ μὲν γὰρ βρώσει σχολάζων, καὶ τὴν τῆς γαστρὸς πληρῶν ἐπιθυμίαν, τῆς ψυχῆς ζημιοῖ τὴν ἐπικαρπίαν τὴν πνευματικήν· ὁ δὲ νηστείᾳ τὴν σάρκα μαραίνων, καὶ τῶν βρωμάτων τὴν ἀδηφαγίαν ἀποφεύγων, τῶν κρειττόνων θησαυρίζει τὴν προσδοκίαν.Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει· νηστεία πρὸςεὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει· νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα· νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμάχητον.
Οὔτε γὰρ τὴν ἐπίβουλον ἡδονὴν παραδέχεται, καὶ τὴν ἀντιστρατευομένην ἐπιθυμίαν καταγωνίζεται. Νηστεία εἰς οὐρανὸν ἀνάγει τὴν διάνοιαν καὶ πτεροῖ αὐτὴν πρὸς τὴν ἀθάνατον φύσιν. Νηστεύωμεν τοίνυν, ἀγαπητοὶ, μὴ σκυθρωποὶ τοῖς προσώποις τὰς ἡμέρας τῶν νηστειῶν διεξερχόμενοι, ἀλλὰ φαιδραῖς ταῖς ψυχαῖς ὡς δοῦλοι Χριστοῦ πρὸς αὐτὰς διατιθέμενοι. Εἰ γὰρ ἐπιθυμῶν τῇ νηστείᾳ προσελήλυθας, μὴ στύγναζε, ἀλλὰ χαίρου· καθαίρει γάρ σου τὴν ψυχὴν τὸ δηλητήριον. Μὴ περὶ καλῶν τὴν νηστείαν ἐκδέχου, ὧν ἡδέα τὰ βρώματα· ἀλλ' ὑπομένων μακροθύμει ἡδύτερα τῶν βρωμάτων δεχόμενος τὰ διδάγματα. ∆ιὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλησθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χείρονα πάθη δριμυτάτοις τισὶ καὶ στυπτικωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει· τὸν αὐτὸν τρόπον καὶ τὴν ἐνυπομυχεύουσαν ἁμαρτίαν καὶ κατὰ τῆς ψυχῆς νεμομένην στυπτικωτάτη ὑπεισελθοῦσα νηστεία ἀναξηραίνει μὲν αὐτὴν κατ' ὀλίγον λεπτύνουσα, ἐξαφανίζει δὲ εἰς ἅπαν ἀποκαθαίρουσα.∆ιὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς· μηδὲ γογγύσῃς ὅτι ὀλίγον βραδύνεις, ἵνα μὴ δι' ὀλίγον τοῦ ὅλου ζημίαν ὑπομείνῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωϋσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονε. Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε· καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε οἶνον ἔπιεν· ἠρκεῖτο γὰρ τροφῇ τὴν νομοθεσίαν παρὰ τοῦ νομοθέτου ἐκδιδασκόμενος. Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη· κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νηστείας. Ἄνω Μωϋσῆς τὸν νόμον ἐλάμβανε, καὶ κάτω ὁ λαὸς τὸν νόμον ἀνέτρεπε. Λυπηθεὶς γὰρ Μωϋσῆς τὸν νόμον συνέτριβεν, οὐκ εὔλογον ἠγησάμενος μεθύουσι τὸν νόμον πιστεύεσθαι, καὶ διανοίαις οἴνῳ βεβαρημέναις λόγια παραδίδοσθαι. Βλέπε πόσον ἀδικεῖ ἡ μέθη ἀντιπίπτουσα τῇ νηστείᾳ. Ἀλλὰ πάλιν νηστεία τοσοῦτον κακὸν ἐπανορθώσασα ταῖς αὐταῖς χρησάμενος ἡμέραις, πάλιν ἐπανεκαλέσατο τὸν νόμον. Μνημόσυνον ἡμῖν καταλέλοιπε πρὸς ἀσφάλειαν βίου καὶ πολιτείας, τάχα διὰ τούτου γινομένου καὶ μυστήριόν τι ἐντεινόμενος. ὅτι ἡ μὲν πρώτη νομοθεσία ἀργήσει, συντριβομένη διὰ τὴν τοῦ προτέρου λαοῦ ἀπιστίαν· ἡ δὲ δευτέρα ἐνήργησε πανταχοῦ διδομένη, τοῦ δευτέρου πιστῶς δεχομένου τὸν δεύτερον νόμον, καὶ συμφυλάττοντος. Καὶ Ἠλίας δὲ τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μιᾷ τροφῇ τὴν ἔρημον διοδεύσας, οὐκ ᾐσθάνετο καμάτου· νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα· καὶ μετὰ νηστείαν Θεὸν ἐθεάσατο, καθὼς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι. Οὐ σωματικοῖς ὀφθαλμοῖς τὸν ἀσώματον ἐθεάσατο, ἀλλὰ καρδίᾳ τὸν ἀόρατον κατανοήσας, κατὰ τὴν τῆς ψυχῆς καθαρότητα. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται. Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανώντων, ἵν' ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη. ∆ανιὴλ δὲ καὶ αὐτὸς τρεῖς ἑβδομάδας νηστεύσας, καὶ ἄρτον ἐπιθυμιῶν μὴ γευσάμενος, εἰς λάκκον λεόντων διὰ ζῆλον τῶν ἀκολάστων παραγενόμενος, καὶ λέοντας ἐκεῖ νηστεύειν ἐδίδαξεν. Ἐδυσωπήθησαν γὰρ τὸν νηστευτὴν οἱ ἄγριοι θῆρες, ἡμερώτεροι τῶν λογικῶν θηρίων γενόμενοι, καὶ ἀπέκλεισαν τὸ ἴδιον στόμα, τοῦ ἁγίου σώματος ἅψασθαι μὴ κατατολμήσαντες. Ὥσπερ γὰρ ὅπλον τῷ ἰδίῳ σώματι παραθέμενος τὴν νηστείαν, καὶ ὅλον ἑαυτὸν δι' αὐτῆς ὀχυρώσας, ἀπεπλάνησε τοὺς ὀφθαλμοὺς τῶν λεόντων, μὴ σῶμα ἀνθρώπινον, ἀλλὰ σῶμα ἀγγελικὸν ἐπιδειξάμενος. Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοινωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι· καὶ τῶν μὲν ἀπείρων τῆς νηστείας τὸ πῦρ κατετόλμησε πάντας γὰρ τοὺς περιεστῶτας Χαλδαίους κατεδαπάνησε· τοὺς δὲ ἐν συνηθείᾳ τῆς νηστείας ὑπανεχώρησε, τοῦ σώματος αὐτῶν ἅψασθαι μὴ δυνάμενον. Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης. Ὁμοίως δὲ καὶ Νινευῗται νηστεύσαντες τὸν θάνατον ἀπεκρούσαντο· τρεῖς γὰρ ἡμέρας νηστείᾳ ἐκτενῶς προσκαρτερήσαντες, τὴν αἰώνιον κόλασιν δι' ἡμερῶν ὀλίγων μεταποιήσαντες, αἰώνιον ἔπαινον τῷ κόσμῳ καταλελοίπασιν. Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ' εὐχῆς καὶ ἔργων ἐκτελουμένη. Νηστεία γὰρ καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Νηστεία καὶ θανάτου ἀναίρεσις, καὶ ὀργῆς ἀπολύτρωσις· νηστεία κάθαρσις διανοίας, ὁμοδίαιτος ἐγκρατείας, γυμνάσιον εὐσεβείας, ζυγὸς δικαιοσύνης. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάζεσθαι· οὐ γὰρ ἀκαίρως δαπανᾷν συγχωρεῖ, τοῦ μέτρου τὴν αὐτάρκειαν παρεχομένη· οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν, μὴ ἀδεῶς συγχωροῦσα καταπιάζειν· ἐπίσταται καὶ νεότητος νηστεία ἀκμήν. ∆ιδάσκει χαλινὸν τῶν βρωμάτων, περιτίθησι τὴν ἐγκράτειαν, καὶ σοφῶς ἡνιοχοῦσα πρὸς εὐσέβειαν καὶ σωφροσύνην. Οἶδε καὶ πρεσβυτέρους σοφίζειν, καὶ καθαρὸν τὸ τῆς διανοίας φυλάττειν ὄμμα. Νηστεία ὑγιεινότερον διατηρεῖ καὶ τὸ σῶμα· οὐ γὰρ βαρυνόμενον ὑπὸ τῶν βρωμάτων ὕλην δέχεται νοσημάτων, ἀλλὰ κουφιζόμενον ἀπὸ τῶν ἐδεσμάτων, εὔρωστον γίνεται πρὸς ὑποδοχὴν τῶν χαρισμάτων.∆ιὰ τοῦτο νηστεύσωμεν, ἀγαπητοὶ, ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων. Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων. Ἐὰν γὰρ, φησὶ, Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας. Ὥσπερ νῦν ἀπέχεις βρωμάτων μὴ γευσάμενος, οὕτως ἀπέχου ἁμαρτημάτων ἀλλασσόμενος. Νηστεύεις οἴνου μὴ ἀντιλαμβανόμενος; νήστευε καὶ πονηρίας ἀπεχόμενος· οἶδε γὰρ ἡ κακία μείζονα μέθην τῇ ψυχῇ κατεργάζεσθαι. Νηστεύεις κρεῶν μὴ ἁπτόμενος; νήστευε καὶ καταλαλιᾶς ἀπεχόμενος, ἵνα μὴ δι' αὐτῆς κρέα φάγῃς τῶν ἀδελφῶν, τῶν σαρκῶν αὑτοῦ ἀπογευόμενος. Νηστεία γὰρ ἀληθινὴ, ἀποχὴ τῶν ἁμαρτημάτων. Ἄκουε τοῦ Προφήτου λέγοντος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑτοῦ. Ἀλλὰ τί; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε. Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή. Ταύτῃ ἐπακολουθεῖ ἡ τῶν οὐρανῶν κτῆσις, καὶ τοῦ ∆εσπότου ἀψευδὴς ἐπαγγελία. Ὅρα γὰρ τί ἐπιφέρει· Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τότε βοῶντός σου, εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Βλέπεις ἡλίκα δῶρα τῆς νηστείας, καὶ πόσης ἔχεται τῆς εὐσεβείας, ὡς καὶ Θεὸν αὐτὸν δυσωπεῖν πρὸς ἀνθρωπίνην φύσιν παραγενέσθαι;Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί· μηδὲ πραγματείαις ἢ δικαστηρίοις δι' ὅλης ἡμέρας· ἵνα μὴ χρήματα συνάξης, ἃ σκορπίζειν ὤφειλες· ἢ κατὰ τοῦ ἀδελφοῦ σου ἐντυγχάνῃς, ὃν θεραπεύειν ἐχρῆν. Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννάτην, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ' ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν. Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος. Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὸν Υἱὸν τῆς Χήρας.
"Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν χήρα." Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας μεστά. Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος. Ἕνα βότρυν εἶχεν ἡ ἄμπελος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε· μίαν βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θάνατος. Ἀχαράκωτον ὑπῆρχε τὸ γύναιον, καὶ τῆς βακτηρίας ἐστέρητο· ἀβίωτον ἐθεώρει τὸν βίον. Λοιπὸν οὐδὲ τὴν τυχοῦσαν εἶχε παραμυθίαν, υἱὸν τὸν μονογενῆ ἀπολέσασα.∆ιπλῷ τῷ πόνῳ συνείχετο· ἀπαραμύθητον εἶχε τὸ ἄλγημα· οὐδεὶς ἐπικουφίσαι τὴν ὀδύνην ἠδύνατο· ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο. Κατενόει τὴν τοῦ παιδὸς ὡραιότητα· τῇ στοργῇ τὰ σπλάγχνα τῆς διανοίας ἐτέμνετο. Καὶ αὕτη χήρα τὸ πᾶν γέγονε, τὸ πάντων βαρύτατον, τὸ πάντων ἐλεεινότερον· καὶ τοῦ ἀνδρὸς, καὶ τοῦ μονογενοῦς ἐστέρητο. Ὄντως ἐλεεινὸν τὸ τῆς χήρας ὄνομα, οἴκτου πεπληρωμένον, δακρύων μεμεστωμένον, συμπαθείας ἐχόμενον. Οὐδεὶς τῶν βλεπόντων ἀπένθητος ἔμεινεν· ἔστενον πάντων τὰ σπλάγχνα· οὐχ εὕρισκον πρῶτον τίνα πενθῆσαι, τὸν τεθνηκότα παῖδα, ἢ τὴν ζῶσαν χήραν. Ἀλλ' ἐσφάλην τὴν χήραν ζῶσαν προσειπών· ποία γὰρ χήρα ζωὴν ζῇ; κἂν γὰρ δοκῇ ζῇν (πρὸς τὰ παρόντα λέγω, οὐχὶ δὲ πρὸς τὰ μέλλοντα), τέθνηκε. Χήρα γὰρ ἐν τοῖς παροῦσιν εἰ μὲν εὔπορος ἦν, μικρόν πως κλέπτεται τὴν ὀδύνην, ἀλείφει τὴν προσδοκίαν, θεραπεύεται τὸ τραῦμα, καὶ κουφίζεται τὸ ἄλγος, νευροῦται τῇ καρποφορίᾳ καὶ βραχύ τι πολλάκις καθεύδει. Εἰ γὰρ καὶ πολλὰ τὰ λυποῦντα, καὶ οἱ διαρπάζοντες αὐτῆν ἕτοιμοι, ἀλλ' ὅμως τῆς πενίας ἀπούσης, ἐλαφρότερον τὸ βαρύ. Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν· καὶ ὡς ἀνδρὶ, τῷ Θεῷ καταβοῶσα, καὶ ἔκδικον ἑτοιμοτάτην ἔχουσα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκδίκησιν, σχίζουσα τοὺς οὐρανοὺς ταῖς πρὸς Θεὸν ἐπιτυχίαις, πεπικραμμένη καρδίᾳ· τύπτουσα τὸ στῆθος, ὥσπερ δήμιος, εἰ μὴ ταχὺ εὕροι τοῦ Θεοῦ τὴν βοήθειαν, εἰς ἐκδίκησιν τῶν ἐπιβαινόντων αὐτῇ εἰς ἀδικίαν. Καὶ ἡ ἄτεκνος, ἐπὶ γῆς πενιχρὰ, ἀπροστάτευτος, κινεῖ τὸν Θεὸν σὺν πάσαις αὐτοῦ ταῖς ἐπουρανίαις ∆υνάμεσιν, εἰς ὀργὴν καὶ ἀγανάκτησιν τῶν οὐ θελόντων πείθεσθαι, κριτὴν εἶναι τὸν Θεὸν χηρῶν καὶ ὀρφανῶν. Εἰ δὲ συμβῇ αὐτῇ παῖδα προσεῖναι, μικρόν πως τέρπεται τῇ ἡλικίᾳ, καὶ κλέπτεται τῇ προσδοκίᾳ, νευροῦται τῇ καρποφορίᾳ. Βλέπει τὸν κλάδον, καὶ τὴν ῥίζαν ἀσπάζεται· τὸν βότρυν κρατεῖ, καὶ τὸν φυτεύσαντα φιλεῖ· ἔχει τὸ μέρος, καὶ τὸ ὅλον λογίζεται· τῷ ζῶντι συμπλέκεται, καὶ τὸν νεκρὸν οὐ βδελύσσεται· τὸν χαρακτῆρα τοῦ παιδὸς κατανοεῖ, καὶ τὴν εἰκόνα τοῦ πατρὸς ἐσοπτρίζεται. Καὶ ἕως μὲν περίεστι τὸ παιδάριον γαληνότερον ἡ χήρα κυματίζεται ἐν τῇ τοῦ βίου τρικυμίᾳ· εἰ δὲ συμβῇ καὶ τὸν παῖδα ζώσης τῆς μητρὸς ἀποθανεῖν, καὶ τῇ μὲν μητρὶ συντάξασθαι, τῷ δὲ πατρὶ προσρυῆναι, ὅπερ πέπονθεν ἡ παροῦσα χήρα, πᾶσαν ὑφ' ἓν ἀναδέχεται τὴν ὀδύνην.
Μόνον γὰρ τέθνηκεν ὁ μονογενὴς υἱὸς τῆς μνημονευθείσης χήρας, τὴν στολὴν τοῦ πένθους ἠμφιεσμένη, ἤρξατο προπετῆ φθέγγεσθαι ῥήματα, καὶ ὡς ἀκρίτῳ τῷ ὄντι ἐδικάζετο, βλασφήμους λόγους προσάγουσα· ὡς βίαν ὑπομένουσα διελέγετο, λέγουσα· Ἆρα ὁ υἱός μου μόνος τὸν κόσμον ἐβάρησεν; Ἄλλοι στενοχωροῦνται ἐπὶ παιδοποιίαις, κἀμοῦ τῆς μόνης ὁ μόνος ἀπεσπάσθη; Ἐγὼ ἡ ἄτονος ζῶ, καὶ ὁ ἀνὴρ τέθνηκεν ἅμα καὶ ὁ υἱός. Ποῦ λοιπὸν παραινέσει μέ τις; τίς δέ με περιβλέψεται; Ἐδόκουν κἂν μικρὰν παῤῥησίαν δι' αὐτὸν κεκτῆσθαι· ἤρκει γάρ μοι μόνον μητέρα ἀκούειν. Ὑπομάζιόν μοι αὐτὸν ὁ πατὴρ ἄνευ χρημάτων ἐγκατέλιπε· κἀγὼ ἡ ἀπροστάτευτος χήρα χεῖρας εἰς ἔργον ἐρείσασα, τοῦτον ἐπιμελῶς ἔθρεψα· διπλᾶς καὶ τριπλᾶς αὐτῷ στολὰς πεποίηκα, μισθοὺς τοῖς παιδεύσασιν αὐτὸν ἁπλῶς ἐχορήγησα· καὶ νῦν, ὅτε τὸν τρυγητὸν τῶν ἀγαθῶν προσεδόκησα, τότε τὴν χάλαζαν τῶν πειρασμῶν δέδεγμαι. Ὢ τῆς ὀδύνης! Ἀλλ' εὗρον τί πράξω· συνθάπτομαι τῷ υἱῷ μου· πληροφορῶ τοὺς φθονήσαντάς μοι· συγγενεῖς με κατήσθιον ὡς ἀνδρεῖον παῖδα κεκτημένην. Συγχωρήσατέ μοι, πάντες οἱ βασκαίνοντές μοι τὴν εὐπαιδίαν· ἤδη γὰρ ἐγὼ τοῦ γνησίου μου παιδὸς προκαταλαμβάνω τὸν τάφον· ἐμοὶ γὰρ λοιπὸν τὸ ζῇν καταγέλαστον.Ταῦτα τῆς χήρας βοησάσης καὶ ὀδυνωμένης, εὐθέως παραγενόμενος ὁ ποιητὴς ἡμῶν Χριστὸς ὁ Θεὸς, καὶ δὼν αὐτὴν, ὁ τὰ πάντα προορῶν Θεὸς, ὁ καὶ πρὸ τοῦ ποιῆσαι τὰ πάντα σαφῶς ἐπιστάμενος· Πρὸ τοῦ γὰρ πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε· ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, ὁ τὰ δάκρυα εἰς εὐφροσύνην μεταποιῶν, ὁ τὴν τῆς πόλεως Ναῒν πύλην ἐκκλησίαν ποιήσας, καὶ τὴν κλίνην τοῦ νεκροῦ θυσιαστήριον ἀποδείξας. Ὅπου γὰρ ἀναστάσεως δῶρον, ἐκεῖ θυσιαστηρίου κόσμος· καὶ ὅπου τοῦ Θεοῦ Λόγου αἱ χεῖρες ἐκτείνονται, ἐκεῖ τῆς ἀναστάσεως τὸ μέτρον ἐκτετέλεσται. Τὸ γὰρ ἐξόδιον γέγονεν ἱερουργεῖον, καὶ ἡ ἐκκομιδὴ γέγονεν εἰσκομιδή. Τί γάρ φησιν ὁ Εὐαγγελιστής; Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς· τουτέστιν, ὁ Σωτὴρ, καὶ ὁ Θεὸς Λόγος, ὁ Χριστὸς, ἐσπλαγχνίσθη, ἰδὼν αὐτήν. Τί ἰδών; Χήραν ἄτεκνον, ἄνανδρον γηραλέαν, κυρτίζουσαν, γοερὰν, κόμην ἑλκύσασαν, κόνει τὴν κεφαλὴν καταπάσσουσαν, τοὺς βαρυωπεῖς ὀφθαλμοὺς ἐκτυφλώττουσαν, ἀπρεπῆ στολὴν διαῤῥήξασαν, τὸ πολυστένακτον στῆθος τύπτουσαν, καὶ βοᾷν μηκέτι ἰσχύουσαν, φρενήρη λοιπὸν γενομένην. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ Ἰησοῦς, ἐσπλαγχνίσθη ἐπ' αὐτῇ, καὶ προσελθὼν εἶπεν αὐτῇ· Μὴ κλαῖε. Ἡ δὲ περὶ τὸ πένθος ἀσχολουμένη, εἰλικρινῶς μὴ κατανοήσασα τὸν παραγενόμενον, τὸ πένθος ἀποσεισαμένη, πρὸς τὸν Κύριον ἀνταποκριθεῖσα εἶπε· Μὴ κλαίειν λέγεις μοι; καὶ τίνα μοι παραμυθίαν προσοίσεις λοιπόν; κἂν γὰρ τὸν κόσμον ὅλον κινήσῃς εἰς ἐμὴν παράκλησιν, οὐδεμίαν μοι δείξεις παράκλησιν. Τῆς γὰρ μητρικῆς παρακλήσεως τί υἱοῦ ὑπάρχει γλυκύτερον; καὶ μάλιστα, ὅτε χῆραι ὑπάρχουσι, καὶ μονογενέσιν υἱοῖς ἐπαγγέλλονται. Πῶς οὖν μὴ κλαίειν λέγεις μοι; Τὸν υἱόν μου οἱ ξένοι πενθοῦσι, κἀγὼ μὴ κλαύσω; Οἱ λίθοι στενάζουσι, κἀγὼ σιωπήσω; Ἡ ἐλπίς μου ἐστέρηται, ἡ ζωή μου ἐξέλιπεν, ἡ παῤῥησία μου σεσύληται, ἀνέλπιστον ἐμαυτῆς θεωρῶ τὸν βίον, καὶ γυμνὴ πάσης ἐλπίδος εἰμί. Ἐθέρισέ μου τὴν προσδοκίαν ὁ θάνατος· ἄπορόν με πανταχόθεν κατέστησεν· ἐμὲ κατέλιπε, κἀκεῖνον μεθώδευσεν· ἀφῆκε τὴν ῥίζαν, καὶ τὸν κλάδον ἀπέτεμεν· ἐφείσατο τοῦ πρέμνου, καὶ τὸν ὡραῖον ἐμάρανεν ὄρπηκα· τὴν παλαιὰν κατέλιπε, καὶ τὸν νέον ἐξέτεμεν. Οὐκ ἔχω τίνα θεάσωμαι. Εἰ μὲν γὰρ ἕτερον εἶχον υἱὸν, ἐδυνάμην τὸ πένθος ζυγοστατεῖν, καὶ τῇ ὄψει τοῦ ζῶντος τοῦ θανόντος τὸν πόνον ἀποκουφίζειν· νῦν δὲ οὐδέν μοι καλὸν ὑπολέλειπται, πάσης εὐφροσύνης ἐστέρημαι. Ἔβλεπον τὴν εἰκόνα τοῦ παιδὸς, καὶ ἐθεώρουν τὸν ἀρχαιότυπον αὐτοῦ πατέρα· τοῦτον ἔχουσα, εἰς ἐκεῖνον ἐφανταζόμην· οὐδέποτε χήραν ἐμαυτὴν ἐνόμισα. Ὁ γὰρ ἐξ ἐκείνου τὰς συμφοράς μοι ἐπεκούφιζε, καὶ πλέον με τοῦ ἀνδρὸς ὁ ἐξ ἐμοῦ τεχθεὶς ἐθεράπευσε, καὶ λυπουμένη τοῦτον εἶχον παράκλησιν. Εἴ ποτε ἀθυμία τὸν λογισμόν μου περιέσχε, περιελάμβανέ με· καὶ περιπτυσσόμενος, καταφιλῶν, λόγοις παιδικοῖς τέρπων με, τὴν νεφέλην τῆς ἀθυμίας ἠφάνιζε· καὶ λέγεις μοι, Μὴ κλαῖε τὸν υἱόν σου; τίς εἶ σὺ ὁ τὰ τοιαῦτά μοι παραινῶν; Τινὲς δὲ τοῦ ὄχλου προσελθόντες εἶπον πρὸς αὐτήν· Τί τολμᾷς, ὦ γύναι, τῷ Θεῷ ἀντιλέγειν; Ὁ Κύριος πάρεστιν; αὐτός σοι διαλέγεται· πρόσελθε, δεήθητι, ἱκέτευσον· οὐ γάρ ἐστιν ἄπρακτος αὐτοῦ ἡ παρουσία. Ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐκμάξασα, καὶ τὴν ἐσθῆτα ἑαυτῆς περιστείλασα, καὶ τὸ στῆθος καλύψασα, προσέπεσε τοῖς ἴχνεσι τοῦ ∆εσπότου, καὶ ἀποκριθεῖσα τῷ Κυρίῳ ἔφη· ∆ός μοι τὸν παῖδα, καὶ λαμβάνω τὴν συμβουλίαν σου· καὶ γὰρ ἐν παλαιότητι φύσεως ἐξετάζομαι· βλέπω γὰρ τὴν Σάῤῥαν, καὶ τρυγῶ τὰς ἐλπίδας. Καὶ προσελθοῦσα τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἔλεγε· Σύγγνωθι τῇ προπετείᾳ τῆς δούλης σου, ∆έσποτα, καὶ τοῖς λόγοις τοῖς βαπτισθεῖσιν ἐν τῷ πένθει μου. Οὐ γὰρ ἀγνοεῖς μητρὸς ὀδύνην ἐν λύπῃ τέκνων· τοῦτο γὰρ σὸν πρόσταγμα. Ἐπ' ἐλπίσιν ἔτρεφον τοῦτον. Τὸν ἄνδρα ἐζημιώθην, κἂν τὸν παῖδά μοι χάρισαι· ψυχαγώγησόν μου τὸ γῆρας· ἤδη γὰρ ἐκλείπω. Οὐ λέγω ὡς ἡ Μάρθα Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· ἄρτι γὰρ καὶ παρὼν τὴν ψυχὴν αὐτοῦ βαστάζεις, καὶ ἀπιέναι δοκῶν οὐκ ἀπολείπῃ τινός. Μικρὸν, ∆έσποτα, συγχώρησον τῇ δούλῃ σου. Σὺ τὸν Λάζαρον ἔκλαυσας, ὃν τῇ σῇ δυνάμει ἤγειρας ἐκ νεκρῶν· κἀγὼ τὸν υἱόν μου μὴ κλαύσω; Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο τῆς σοροῦ, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Οἱ δὲ βαστάζοντες, ἔστησαν. Καὶ εἶπε· Νεανίσκε, ἀνάστηθι· ἀνάλαβε φρόνημα νεανίσκου, καὶ τὸν θάνατον καταπάτησον. Σοὶ λέγω, ἐγέρθητι· μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Ἐκάλεσα τὸν Λάζαρον ἐκ τάφου, καὶ οὗτος εὐθέως ἐξήλατο τοῦ μνήματος, ὡς τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, καὶ πολλὰ τῶν σπλάγχνων ὑπὸ τῶν σκωλήκων πεπορθημένος. Ἀλλ' ἡ φωνὴ τῆς ζωῆς τὸν νεκρὸν ὀσφράνασα εἰς εὐοσμίαν τὴν τῶν σαρκῶν ἀνεχάλκευσε λύσιν, καὶ γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα. Σοὶ δὲ προσφάτως ὁ θάνατος ἐμεθόδευσε· σοὶ λέγω, μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις. Νεκρὸς ὑπῆρχεν ὁ θεωρούμενος, καὶ ὡς ἀκούοντι τῷ τεθνεῶτι διελέγετο ὁ Κύριος. Πότε νεκρὸς ἀκούει; Καὶ τί φησιν ὁ ∆εσπότης; Σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνεκάθισεν ὁ νεκρός· ὥστε οἱ θεωροῦντες ὄχλοι ἐγένοντο ὡσεὶ νεκροὶ, πρῶτον μὲν διὰ τὴν ἀπιστίαν, δεύτερον διὰ τὴν ἀλήθειαν.∆ιὰ τί γὰρ μὴ κατεπήδησεν, ἀλλ' ἀνεκάθισεν; Ὅπως ἂν ἀνεπισκίαστον τὴν ἀνάστασιν θεωρήσωσιν οἱ πάντες, καὶ μὴ φαντασία γνωρισθῇ τὸ γινόμενον. Μονονουχὶ λέγων πρὸς αὐτούς· Ἐγὼ ὑμᾶς πληροφορῶ τοὺς ἀκηκοότας, ὅτι ἐκεῖνος αὐτός ἐστιν ὁ πρὸς βραχὺ ἀποθανών. Καὶ ἐκτείνας τὴν χεῖρα ὁ Ἰησοῦς, ἐπελάβετο τοῦ τεθνεῶτος, καὶ ἔδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ. Ἡ δὲ λαβοῦσα τὸν υἱὸν, ὑπὸ χαρᾶς καὶ ἀπιστίας συνείχετο· χαίρουσα μὲν ἐπὶ τῇ τοῦ παιδὸς ἀναστάσει· ἀπιστοῦσα δὲ τῇ διανοίᾳ τῶν πραγμάτων. Μετὰ σπουδῆς τὸ γύναιον ἀκριβῶς τὸν υἱὸν κατενόει, ταῖς χερσὶν ἐψηλάφα, ὀφθαλμῶν θέσεις διερευνῶσα, ὀσφρήσεως, χειλέων, μετώπου, καὶ τοῦ παντὸς προσώπου τὴν διατύπωσιν· εἶτα τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἁπλῶς εἰπεῖν, ὅλον τὸ σῶμα· καὶ πρὸς ἑαυτὴν διελογίζετο λέγουσα· Ἆρα, φησὶ, μήποτε πλα νῶμαι; μὴ ἄλλον ὑπὲρ ἄλλου κρατῶ; μὴ πρὸς παραμυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο; καὶ ξένον τινὰ ὡς οἰκεῖον παρέδωκεν Ἰησοῦς, τὴν ἐμὴν ὀδύνην ἐπικουφίσαι βουλόμενος; Οὐδένα τοῦ γενομένου κέκτημαι μάρτυρα· οὐκ εἶδον τοῦτό ποτε, οὐκ ἄλλος τῶν σὺν ἐμοὶ τεθέαται· οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος. Αὐτὸν δὲ τὸν υἱὸν λαβοῦσα, διελέγετο λέγουσα· Λέγε μοι, φησὶ, καὶ μὴ δειλιάσῃς, εἰ σὺ αὐτὸς ὑπάρχεις ὁ υἱός μου· εἰπὲ, γινώσκεις με; γνωρίζεις με τίς εἰμι; οἶδας εἰ ἐγώ εἰμι ἡ τεκοῦσά σε; Ἐπιγινώσκω τοὺς χαρακτῆρας, ἀλλ' οὐ πιστεύω τῷ πράγματι· βοᾷ ὁ ὀφθαλμὸς, ὑπογράφει ἡ κόρη, κηρύττει τὰ βλέφαρα, ἡ ἀκοὴ συμφωνεῖ, μαρτυρεῖ τὸ τῆς ὀσφρήσεως διατετυπωμένον μεσότοιχον, τὰ χείλη πληροφορεῖ, αὐτὴ ἡ ἡλικία προτρέπεται. Κίνησον γλῶσσαν, ὦ φίλτατε, εἰπέ μοι τὰ τοῦ βίου τεκμήρια. Ἡ χαρά μοι χειμῶνά μοι ἐκίνησε· βλέπω σε, καὶ συνέχομαι· ἐγώ σε ἐπ' ἀγκάλαις ἐβάστασα, ἐγὼ μαζοῖς ἐμοῖς ἐθήλασα βραχὺν ὄντα. Λέγε μοι, τέκνον μου, σὺ ὑπάρχεις ὁ υἱός μου; καὶ μὴ δειλιάσῃς με.Ἀλλ' ὡς ἐπὶ πᾶσι τούτοις τὴν πληροφορίαν ἐδέξατο, καὶ ἡ πενθήσασα ὑπέστρεψε χαίρουσα, καὶ ἡ θρηνοῦσα δοξάζουσα τὸν Θεὸν, τῇ δεξιᾷ χειρὶ τὸν παῖδα κατέχουσα, καὶ διὰ τῆς πόλεως πρὸς πάντας πορευομένη βοῶσα μεγάλῃ τῇ φωνῇ· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ὅτι τὸν ἐμὸν νεκρωθέντα ἀνέστησεν, ὅτι τὴν παλαιὰν ἄμπελον ἐχαράκωσε, καὶ τὴν μὴ μητέρα πάλιν μητέρα ἐποίησε, καὶ πηγὰς δακρύων ἐξέκοψε· καὶ δοξάσατε τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου