Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61
∆ʹ.Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
αʹ. Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
∆ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ. Τίνα δὲ ταῦτα ἦν; Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, Ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γενομένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναμεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθημεν καλέσαι Πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης ἀφιέναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακὴ, καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν νῦν. ∆ιὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος, καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Τότε μὲν ἐσκοτισμένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ, ὅτε ἔγνωτε τὸν Θεὸν, μᾶλλον δὲ ἐγνώσθητε παρ' αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς κάμνοντες εὕρετε τὸν Θεὸν, ἀλλ' ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο. Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοῖς ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας. Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἶδες σπλάγχνα ἀποστολικά; ἐκεῖνοι ἐσαλεύοντο, καὶ οὗτος τρέμει καὶ δέδοικε. ∆ιὸ καὶ σφόδρα ἐντρεπτικῶς αὐτὸ τέθεικεν εἰπών· Κεκοπίακα εἰς ὑμᾶς· ὡς ἂν εἰ ἔλεγε· Μὴ κενώσητέ μου τοὺς τοιούτους ἱδρῶτας. Εἰπὼν δὲ, Φοβοῦμαι, καὶ τὸ, Μή πως, προσθεὶς, καὶ εἰς ἀγῶνα αὐτοὺς ἐνέβαλε, καὶ εἰς ἐλπίδας ἤγαγε χρηστάς. Οὐ γὰρ εἶπεν, Εἰκῆ ἐκοπίασα, ἀλλὰ, Μή πως. Οὐδέπω, φησὶ, τοῦτο ἐξέβη τὸ ναυάγιον, ἀλλ' ἔτι τὸν χειμῶνα τοῦτο ὠδίνοντα βλέπω. ∆ιὰ τοῦτο δέδοικα, οὐ μὴν ἀπέγνωκα· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην. Εἶτα, ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων. ∆ιὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν. Εἰ γὰρ καὶ μηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως. ∆ιαβλέψατε τοίνυν· καὶ γὰρ ταῦτα κἀγὼ ἔπασχον πάλαι, καὶ σφόδρα καὶ περιεκαιόμην τοῦ νόμου, ἀλλ' ὅμως ὕστερον οὐκ ἐφοβήθην ἀφεῖναι τὸν νόμον, οὐδὲ μεταστῆναι τῆς πολιτείας ἐκείνης. Καὶ ταῦτα ὑμεῖς ἴστε σαφῶς, πῶς μεθ' ὑπερβολῆς πολλῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος αὐτὸν σφοδρότητος εἴασα μετὰ ταῦτα. Καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς, καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται, καὶ ὅταν ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Ὅρα πῶς πάλιν τῷ τῆς τιμῆς ὀνόματι προσαγορεύει· τὸ δ' αὐτὸ καὶ τῆς χάριτος ὑπόμνησις ἦν. Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγματα, καὶ ἔδειξε παρανομοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησι καὶ θεραπεύει, προσηνεστέροις κεχρημένος λόγοις. Ὥσπερ γὰρ τὸ διαπαντὸς θεραπεύειν, ἐκλύει, οὕτω τὸ συνεστραμμένως ἀεὶ διελέγχεσθαι, τραχύτερον ποιεῖ. ∆ιὰ τοῦτο πανταχοῦ τῇ συμμετρίᾳ κεχρῆσθαι καλόν. Ὅρα τοίνυν πῶς αὐτοῖς ὑπὲρ τῶν εἰρημένων ἀπολογεῖται, δεικνὺς ὡς οὐχ ἁπλῶς ἀπεχθανόμενος αὐτοῖς, ἀλλὰ κηδόμενος εἴρηκεν ἅπερ εἴρηκεν. Ἐπειδὴ γὰρ βαθυτέραν ἔδωκε τὴν τομὴν, ὥσπερ ἔλαιον λοιπὸν τὴν παράκλησιν ταύτην ἐνίησι. Καὶ δηλῶν ὅτι οὐ μίσους, οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτοὺς, καὶ μετ' ἐγκωμίων τὴν ἀπολογίαν τίθησι.
βʹ. ∆ιό φησι· ∆έομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν· καὶ τὸν πειρασμόν μου τὸν ἐν σαρκί μου οὐκ ἐξουθενήσατε. Ἀλλ' οὔπω τοῦτο μέγα τὸ μὴ ἀδικῆσαι· καίτοι γε οὐδὲ ὁ τυχὼν ἄνθρωπος τὸν οὐκ ἀδικήσαντα βλάψαι ἠθέλησεν ἂν, καὶ εἰκῆ λυπῆσαι καὶ μάτην. Ὑμεῖς δὲ οὐ μόνον οὐκ ἠδικήσατε, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοιαύτης ἀπολαύσαντα θεραπείας, ἐκ κακονοίας ταῦτα λέγειν. Οὐ τοίνυν δι' ἀπέχθειαν ταῦτα λέγω· λείπεται διὰ φιλοστοργίαν καὶ κηδεμονίαν. ∆έομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν. Οὐδὲν προσηνέστερον τῆς ἁγίας ἐκείνης ψυχῆς, οὐδὲν γλυκύτερον καὶ φιλοστοργότερον. Οὐ τοίνυν οὐδὲ τὰ πρότερα ἀλόγου θυμοῦ, οὐδὲ πάθους ψυχῆς ἦν, ἀλλὰ κηδεμονίας πολλῆς. Καὶ τί λέγω, οὐκ ἠδικήσατε; πολλὴν μὲν οὖν καὶ γνησίαν σπουδὴν περὶ ἡμᾶς ἐπεδείξατε. Οἴδατε γὰρ, φησὶν, ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν, καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Τί ποτέ ἐστιν, ὃ λέγει; Ἠλαυνόμην, φησὶν, ἐμαστιγούμην, μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου. Τοῦτο γάρ ἐστι τὸ, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Εἶδες σύνεσιν πνευματικήν; Καὶ γὰρ ἐν τάξει ἀπολογίας πάλιν αὐτοὺς ἐντρέπει, δεικνὺς ὅσα ἔπαθε δι' αὐτούς. Ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑμᾶς ἐσκανδάλισε, φησὶν, οὐδὲ διεπτύσατέ με διὰ τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πειρασμὸν ταῦτα καλεῖ. Ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με. Πῶς οὖν οὐκ ἄτοπον διωκόμενον μὲν καὶ ἐλαυνόμενον, ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατε ἐμοί. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ' αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Τίς γὰρ ὑμᾶς ἐξηπάτησε, φησὶ, καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ἡμᾶς· οὐχ ὑμεῖς ἐστε οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα, πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; ∆ιὰ τοῦτο μὲν οὖν μειζόνως ἐχρῆν τιμᾷν καὶ θεραπεύειν· νυνὶ δὲ ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν. Ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὰ ἀληθῆ λέγειν ὑμῖν.Καὶ ὅρα μεθ' ὅσης ἀπολογεῖται ταπεινοφροσύνης. Οὐ γὰρ ἀφ' ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ' ἀφ' ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι. Οὐδὲ γὰρ εἶπεν οὕτω· Καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία παθόντα δι' ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ' ἀφ' ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων· πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ' ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα τοῖς ἐναντίοις ἀμείψασθαι; Ζηλοῦσιν ὑμᾶς οὐκ ἀληθῶς, ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Ἔστι γὰρ καὶ ζῆλος ἀγαθὸς, ὅταν τις οὕτω ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὥστε ἐκβάλλειν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ αὐτοὶ νῦν ἐπιχειροῦσι, τῆς μὲν τελείας γνώσεως ἐκβάλλειν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν, δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθωνται διδασκάλων, ὑμᾶς δὲ τοὺς νῦν ὑψηλοτέρους αὐτῶν ὄντας ἐν τάξει καταστήσωσι μαθητῶν. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα αὐτοὺς ζηλοῦτε. Ἐγὼ δὲ τοὐναντίον βούλομαι, φησὶν, ὑμᾶς αὐτῶν καλλίονας, καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων. Ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τὸ μὲν μακάριον τοῦτό ἐστι, μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν ἔχειν γνώμην, ἀλλὰ καὶ ἀπόντος· ἐπειδὴ δὲ ἐκεῖνοι οὐδέπω ἦσαν πρὸς τοῦτο τελειότητος ἀφιγμένοι, πάντα ποιεῖται, ὥστε εἰς τοῦτο αὐτοὺς ἐμβιβάσαι. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὅρα ταραττόμενον, ὅρα θορυβούμενον. Ἀδελφοί μου, δέομαι ὑμῶν· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις. Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἶδες σπλάγχνα πατρικά; εἶδες ἀθυμίαν ἀποστόλῳ πρέπουσαν; εἶδες οἵαν ἀφῆκεν ὀλολυγὴν πολὺ τῶν τικτουσῶν πικροτέραν; ∆ιεφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν συγγένειαν, τὴν μορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως· ἀλλ' ὅμως ἔτι τεκνία καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ, καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ' ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον, οὐχ ὑφ' ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνοντες, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτω καὶ ὁ μακάριος οὗτος. Καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι ὅσῳ καὶ ἡ φιλοστοργία μείζων, καὶ τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν.
γʹ. Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ τὸ μικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν μορφὴν ἐλυμήνατο. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Σκόπει μοι τὸν ἀκαρτέρητον, τὸν θερμὸν, τὸν οὐ δυνάμενον στέγειν τὰ τοιαῦτα. Τοιοῦτον γὰρ ἡ ἀγάπη· οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ' ἐπιζητεῖ καὶ τὴν παρουσίαν. Ὥστε ἀλλάξαι τὴν φωνήν μου, φησί. Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρμὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι. ∆ιὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ἐπιζητῶν. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω, οὐκ ἔχω τί λογίσωμαι. Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαϊζόντων ἐκκρέμασθαι; ∆ιὰ ταῦτα καὶ ἀρχόμενος ἔλεγε· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· καὶ ἐνταῦθα· Ἀποροῦμαι ἐν ὑμῖν· ὡς ἂν εἰ ἔλεγε· Τί εἴπω τί λαλήσω; τί ἐννοήσω; ἀπορῶ· διὸ καὶ ὀλολύζειν ἀνάγκη· ὅπερ ἐν τοῖς ἀπόροις ποιοῦσι καὶ οἱ προφῆται. Εἶδος δὲ καὶ τοῦτο θεραπείας οὐ μικρὸν, τὸ μὴ μόνον συμβουλεύειν, ἀλλὰ καὶ θρηνεῖν.Τοῦτο γὰρ καὶ Μιλησίοις διαλεγόμενος ἔλεγε· Τριετίαν μετὰ δακρύων νουθετῶν ὑμᾶς οὐ διέλειπον. Τοῦτο καὶ ἐνταῦθά φησι λέγων· Ἀλλάξαι τὴν φωνήν μου. Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀμηχανίαις ταῖς παρ' ἐλπίδα συμβαινούσαις νικώμενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόμεθα. Ἐπειδὴ τοίνυν ἐπέπληξε καὶ ἐνέτρεψε, καὶ ἐθεράπευσε πάλιν, εἶτα ὠλοφύρατο· ὁ δὲ ὀλοφυρμὸς οὐκ ἐπιπλήξεως μόνον, ἀλλὰ καὶ κολακείας ἐστίν. Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ' ἔστι μεμιγμένον φάρμακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν. Ἐπειδὴ οὖν ὠλοφύρατο καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον, δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι. Τότε μὲν οὖν ἐκ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε, νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν, ἀλλὰ ἀναχωρεῖν, ὅπερ ἦν ἰσχυρότερον. Ὥστε εἰ βούλεσθε πείθεσθαι τῷ νόμῳ, φησὶν, ἀπόστητε αὐτοῦ· τοῦτο γὰρ αὐτὸς βούλεται. Ἀλλ' οὕτω μὲν οὐ λέγει· ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναμιγνύς. Λέγετε γάρ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Καλῶς εἶπεν, Οἱ θέλοντες· οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν. Νόμον δὲ ἐνταῦθα τὸ βιβλίον τῆς κτίσεως καλεῖ, ὅπερ πολλάκις ποιεῖ, τὴν Παλαιὰν ἅπασαν οὕτως ὀνομάζων. Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, οὐ ταυτολογῶν, ἀλλ' ἐπειδὴ πολλὴ τοῦ πατριάρχου παρὰ τοῖς Ἰουδαίοις ἡ δόξα ἦν, δείκνυσιν ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο. Καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραὰμ, ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν οἱ υἱοὶ τοῦ πατριάρχου, ἀλλ' ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσι λοιπὸν, ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής. Τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας κατ' ἐπαγγελίαν. Τί ἐστι, Κατὰ σάρκα; Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου, τούτους φησὶν υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάμων νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενόμενος, καὶ υἱὸς καὶ γνήσιος ἦν, ἀπὸ νεκρῶν σωμάτων φὺς, καὶ ἀπὸ τῆς μήτρας ἐκείνης. Οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσαντο· νεκρὰ γὰρ ἡ μήτρα, καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πήρωσιν, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν. Ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ' ἐκεῖνος τοῖς τῆς φύσεως δεσμοῖς, καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται. Ἀλλ' ὅμως ὁ μὴ κατὰ σάρκα τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. Μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμοτέρους ἐργάζεται· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα καὶ πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων. Ἐτέχθη γὰρ κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν καὶ ἐλεύθερος, κύριος ἦν πάντων. Ἅτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ μὲν ἱστορία αὕτη οὐ τοῦτο μόνον παραδηλοῖ, ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει· διὸ καὶ ἀλληγορία κέκληται. Τί δὲ ἀνηγόρευσεν; Οὐδὲν ἕτερον, ἢ τὰ παρόντα πάντα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι, φησὶ, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Αὗται· τίνες; Τῶν παιδίων ἐκείνων αἱ μητέρες, ἡ Σάῤῥα καὶ ἡ Ἄγαρ. Τί εἰσι δύο ∆ιαθῆκαι; ∆ύο νόμοι. Ἀλλ' ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινεν ἐν τῇ προσηγορίᾳ τοῦ γένους, καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν. Πῶς δὲ ἀπὸ τῶν ὀνομάτων; Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶ, φησὶν, ἐν τῇ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινᾶ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ.
δʹ. Ὥστε τοὺς ἐκ τῆς Παλαιᾶς τικτομένους πάντας ἀνάγκη δούλους εἶναι. Τὸ γὰρ ὄρος ἐκεῖνο, ἔνθα ἡ Παλαιὰ ∆ιαθήκη ἐδόθη, ὁμώνυμον ὂν τῇ δούλῃ παραλαμβάνει καὶ τὴν Ἱερουσαλήμ· τοῦτο γάρ ἐστι· Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. Τουτέστι, γειτνιάζει, ἅπτεται. ∆ουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Τί οὖν ἀπὸ τούτου; Ὅτι οὐ μόνον ἐκείνη δούλη ἦν, καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, τουτέστιν, ἡ ∆ιαθήκη, ἧς τύπος ἡ δούλη. Καὶ γὰρ ἡ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ ∆ιαθήκη δέδοται. Ποῦ οὖν καὶ τῆς Σάῤῥας ὁ τύπος; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν. Οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμενοι οὐ δοῦλοι. Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἦν Ἄγαρ, καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου, τῆς δὲ ἄνω ἡ Ἐκκλησία. Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τοῖς τύποις, ἀλλὰ καὶ τὸν Ἡσαΐαν προστίθησι μαρτυροῦντα τοῖς εἰρημένοις· εἰπὼν γὰρ, Ἡ ἄνω Ἱερουσαλὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν Ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον· Εὐφράνθητι γὰρ, φησὶ, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου; οὐκ εὔδηλον ὅτι ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῆς τοῦ Θεοῦ γνώσεως ἀπεστερημένη; Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή; Ἀλλ' ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα. Ἐκείνη μὲν γὰρ ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς Ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἅπασαν ἐνέπλησεν.
Εἶδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάῤῥα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλλοντα ἡμῖν ὑπέγραψαν; Σκόπει δέ· Στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην. Τοῦτο τυπικῶς καὶ ἐπὶ τῆς Σάῤῥας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μήτηρ. Τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη, ἀλλὰ καὶ πῶς ἐγένετο μήτηρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν τῇ ἀληθείᾳ προσαγάγῃ τὸν τύπον. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, οὐδὲ μόνον πολύπαις ἐγένετο, ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν, ὥσπερ ἡ Σάῤῥα. Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν. Καὶ ποία αὕτη ἐλευθερία, εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδαῖοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστεύσαντας, οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται; ταῦτα γὰρ τότε συνέβαινε, τῶν πιστῶν διωκομένων. Ἀλλὰ μηδὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο.
∆ιὸ καὶ ἐπάγει λέγων· Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰπνεῦμα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν; αὕτη ἡ παράκλησις πᾶσα τὸ δειχθῆναι τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι; Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἐνταῦθα ἵσταμαι, ἀλλ' ἄκουσον καὶ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανὴν, οὐ μικροψυχῶν τοῖς διωγμοῖς. Τίνα οὖν τὰ ἑξῆς; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· οὐ γὰρ μὴ κληρονομήσει μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Εἶδες τὰ ἐπίχειρα τῆς προσκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου, Ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός. Σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν, ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο, μόνον, ἀλλ', ἵνα μὴ κληρονομήσῃ. Οὐ γὰρ τοῦ προσκαίρου διωγμοῦ τιμωρίαν αὐτὸν ἀπῄτει ταύτην (τοῦτο γὰρ μικρὸν, καὶ οὐδὲν πρὸς ἐκεῖνο)· ἀλλ' οὐκ ἀφῆκε γενέσθαι κοινωνὸν τῶν ἡτοιμασμένων τῷ παιδὶ, δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς τοῦτο ἄνωθεν αὐτὸ διατετυπωμένον ἦν, οὐκ ἀπὸ τοῦ διωγμοῦ τὴν ἀρχὴν λαβὸν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ γνώμης. Καὶ οὐκ εἶπεν, Οὐ μὴ κληρονομήσει ὁ υἱὸς τοῦ Ἀβραὰμ, ἀλλ', Ὁ υἱὸς τῆς παιδίσκης, ἀπὸ τοῦ φαυλοτέρου γένους αὐτὸν καλῶν. Ἀλλ' ἡ Σάῤῥα στεῖρα ἦν· καὶ γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τοιαύτη. Ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔμπροσθεν ἔτεσιν ἐκείνη μὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται μήτηρ. οὕτω καὶ αὕτη, ὅτε ἦλθε τὸ πλήρωμα, τίκτει.Τοῦτο γὰρ καὶ προφῆται προανεφώνουν λέγοντες, Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τὴν Ἐκκλησίαν οὕτω καλοῦντες. Οὐ γὰρ ἦν ἐπεγνωκυῖα τὸν Θεόν· ἀλλ' ὅμως ἐπιγνοῦσα, τὴν πολύπαιδα ἐνίκησε συναγωγήν. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων. Πῶς οὖν οὐκ ἄτοπον πρὸ τοσούτων χρόνων ἀφορισθέντας καὶ ἐλευθερίας τυχόντας, ἑκόντας ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; Εἶτα καὶ ἄλλην αἰτίαν τίθησι τὴν πείθουσαν αὐτοὺς ἐπὶ τῶν δογμάτων μένειν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου