Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63
Βʹ.Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλησσίαν προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά σης τῆς ἀγορᾶς ἕως ∆ρυπίας, τοῦ μαρτυρίου ἀπ έχοντος θʹ σημεῖα τῆς πόλεως· ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων.
αʹ. Τί εἴπω καὶ τί λαλήσω; σκιρτῶ καὶ μαίνομαι μανίαν σωφροσύνης βελτίονα· πέτομαι καὶ χορεύω καὶ μετάρσιος φέρομαι καὶ μεθύω λοιπὸν ὑπὸ τῆς ἡδονῆς ταύτης τῆς πνευματικῆς. Τί εἴπω καὶ τί λαλήσω; τῶν μαρτύρων τὴν ἰσχύν; τῆς πόλεως τὴν προθυμίαν; τῆς βασιλίδος τὸν ζῆλον; τῶν ἀρχόντων τὴν συνδρομήν; τοῦ διαβόλου τὴν αἰσχύνην; τῶν δαιμόνων τὴν ἧτταν; τῆς Ἐκκλησίας τὴν εὐγένειαν; τοῦ σταυροῦ τὴν ἰσχύν; τοῦ σταυρωθέντος τὰ θαύματα; τοῦ Πατρὸς τὴν δόξαν; τοῦ Πνεύματος τὴν χάριν; τοῦ δήμου παντὸς τὴν ἡδονήν; τῆς πόλεως τὰ σκιρτήματα; τῶν μοναχῶν τοὺς συλλόγους; τῶν παρθένων τοὺς χορούς; τῶν ἱερέων τὰ τάγματα; τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν;
Εὔκαιρον ἐφ' ἅπασιν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου; Γυναῖκες θαλαμευόμεναι καὶ κηροῦ μαλακώτεραι, τὰ κατάστεγα οἰκήματα καταλιποῦσαι, πρὸς τοὺς ἰσχυροτάτους τῶν ἀνδρῶν ἡμιλλῶντο τῇ προθυμίᾳ, μῆκος ὁδοῦ τοσοῦτον βάδην ἀνύουσαι· οὐ νέαι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι· καὶ οὔτε ἡ τῆς φύ σεως ἀσθένεια, οὔτε τὸ τῆς διαγωγῆς ἁβροδίαιτον, οὔτε ὁ τῆς περιφανείας τῦφος γέγονε κώλυμα τῇ προθυμίᾳ. Ἄρχοντες πάλιν καὶ αὐτοὶ τὰ ὀχήματα καταλιπόντες καὶ τοὺς ῥαβδούχους καὶ τοὺς δορυφόρους, τοῖς ἰδιώταις ἑαυτοὺς ἀνέμιξαν. Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρχοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ' ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν; Ἀλλ' ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας. Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου ∆αυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις. Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας· ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ ∆αυΐδ. Οὐ γὰρ πλάκας λιθίνας, ἀλλὰ πλάκας ἔχει πνευματικὰς, καὶ χάριν ἐπανθοῦσαν, καὶ δωρεὰν ἀποστίλβουσαν, καὶ ὀστᾶ αὐταῖς ἀντιλάμποντα ταῖς ἀκτῖσι· μᾶλλον δὲ λαμπροτέραν ἀφίενται ἀστραπήν. Ἀκτῖνα μὲν γὰρ βλέποντες ἡλιακὴν, οὐδὲν πάσχουσι δαίμονες· τὴν δὲ ἐντεῦθεν ἐκπηδῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δραπετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος· τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔνδον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ περαιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυνάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας.∆ιά τοι τοῦτο καὶ ἡ φιλόχριστος αὕτη παρείπετο τοῖς λειψάνοις, συνεχῶς ἐφαπτομένη, καὶ τὴν εὐλογίαν ἐπισπωμένη, καὶ τοῖς ἄλλοις πᾶσι διδάσκαλος γινομένη τῆς καλῆς ταύτης καὶ πνευματικῆς ἐμπορίας, καὶ διδάσκουσα πάντας ἀρύεσθαι ἀπὸ τῆς πηγῆς ταύτης τῆς ἀεὶ μὲν ἀντλουμένης, οὐδέποτε δὲ κενουμένης. Καθάπερ γὰρ τὰ νάματα τῶν πηγῶν βρύοντα, οὐκ εἴσω τῶν οἰκείων κόλπωνκατέχεται, ἀλλ' ὑπερβλύζει καὶ ὑπερχεῖται· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ τοῖς ὀστέοις παρακαθημένη καὶ τοῖς ἁγίοις συνοικοῦσα, καὶ εἰς ἑτέρους πρόεισι τοὺς μετὰ πίστεως ἐφεπομένους αὐτῇ, καὶ ἀπὸ ψυχῆς εἰς σώματα, καὶ ἀπὸ σωμάτων εἰς ἱμάτια, καὶ ἀπὸ ἱματίων εἰς ὑποδήματα, καὶ ἀπὸ ὑποδημάτων εἰς σκιὰς ἐκτρέχει. ∆ιά τοι τοῦτο οὐ τὰ σώματα ἐνήργει μόνον τῶν ἁγίων ἀποστόλων, ἀλλὰ καὶ τὰ σουδάριακαὶ τὰ σιμικίνθια· καὶ οὐ τὰ σουδάρια μόνον καὶ τὰ σιμικίνθια, ἀλλὰ καὶ αἱ σκιαὶ τοῦ Πέτρου τῶν ζώντων δυνατώτερα εἰργάζοντο.Ἤδη που καὶ μηλωτὴ κατενεχθεῖσα ἐπὶ τὸ σῶμα τοῦ Ἑλισσαίου διπλοῦν αὐτῷ χάρισμα κατήγαγεν· οὐ γὰρ τὸ σῶμα Ἑλισσαίου μόνον, ἀλλὰ καὶ τὸ ἱμάτιον ἐκεῖνο τῆς χάριτος ἦν ἐμπεπλησμένον. ∆ιά τοι τοῦτο καὶ ἐπὶ τῶν τριῶν παίδων· οὐ γὰρ τὰ σώματα αὐτῶν ᾐδέσθη μόνον τῆς φλογὸς ἡ φύσις, ἀλλὰ καὶ αὐτὰ τὰ ὑποδήματα· καὶ ἐπὶ τοῦ Ἑλισσαίου οὐδὲ τελευτήσαντος, οὕτως ἐλύετο θάνατος, εἰς τάφον τοῦ προφήτου ῥιφέντος ἑτέρου νεκροῦ. Οὕτω δὴ καὶ σήμερον γέγονε· τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικειμένων κατακαιούσης δυνάμεων.
βʹ. ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, ὅτι τὴν ἔρημον πόλιν ἐποιήσατε, τὴν πόλιν κενώσαντες· ὅτι τὸν πλοῦτον ἡμῖν τῆς Ἐκκλησίας ὑπεδείξατε σήμερον. Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος· πόσαι ἄμπελοι, καὶ οὐδαμοῦ ἄκανθα· πόσοι στάχυες, καὶ οὐδαμοῦ ζιζάνια. Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλαγμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη· θάλαττα μέλιτος παντὸς γλυκυτέρα, τῶν ποτίμων ὑδάτων ποτιμωτέρα. Οὐκ ἄν τις ἁμάρτοι τὴν θάλατταν ταύτην καὶ ποταμὸν πυρὸς προσειπών· οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι. Καὶ ταῦτα μὲν ἐν τῇ νυκτί· τῆς δὲ ἡμέρας φανείσης ἕτεραι λαμπάδες πάλιν ἐφαίνοντο· ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ· τοῦ γὰρ πυρὸς ἐκείνου τοῦ φαινομένου θερμότερον τὸ τῆς προθυμίας τῆς ὑμετέρας ἦν· καὶ ἕκαστος διπλῆν ἔφερε λαμπάδα, τὴν τοῦ πυρὸς ἐν τῇ νυκτὶ, τὴν τῆς προθυμίας καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ ἡμέρᾳ· μᾶλλον δὲ οὐδὲ νύκτα λοιπὸν ἐκείνην καλῶ· πρὸς γὰρ τὴν ἡμέραν ἡμιλλᾶτο, τοὺς υἱοὺς τοῦ φωτὸς ὑμᾶς περιφέρουσα, καὶ μυρίων ἀστέρων καὶ ἑωσφόρου λαμπροτέρους ἀποφαίνουσα.Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες. ∆ιὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον· Νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· καὶ ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκχυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυσάντων; Οὐδὲ γὰρ ἦν ἔδαφος γυμνὸν ἰδεῖν, ἀλλὰ πᾶσαν τὴν ὁδὸν σώμασιν ἀνθρωπίνοις καλύψαντες, μίαν σειράν τινα χρυσῆν καὶ συνεχῆ, καὶ ποταμὸν ἕνα πολλῷ τῷ ῥοθίῳ φερόμενον διὰ πάσης ἐδείξατε τῆς ὁδοιπορίας· καὶ ἄνω μὲν εἰς τὸν οὐρανὸν ἀναβλέποντες ἑωρῶμεν σελήνην καὶ ἀστέρας ἐν μέσῳ, κάτω δὲ τῶν πιστῶν τὸ πλῆθος, καὶ τῆς σελήνης λαμπρότερον ἐν τῷ μέσῳ τὴν βασιλίδα φερομένην. Ὥσπερ γὰρ οἱ ἀστέρες οἱ κάτω ἀμείνους τῶν ἄνω· οὕτω καὶ αὕτη πολὺ φαιδροτέρα ἐκείνης. Τί γάρ; τοσοῦτον σελήνη, ὅσον ψυχὴ ἐν ἀξιώματι τοσούτῳ τοσαύτῃ κατακοσμουμένη πίστει; Τί ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι' ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως; Βασιλίδες μὲν γὰρ πολλαὶ πολλάκις ἐγένοντο, αἳ τῆς στολῆς αὐτῆς καὶ τῶν διαδημάτων ἐκοινώνησαν μόνον, καὶ τῆς δόξης τῆς βασιλικῆς· ταύτης δὲ μόνης οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιονΜάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς.∆ιά τοι τοῦτο τῶν μαρτύρων οὐκ ἔλαττον τὸν δῆμον ὠφέλησεν. Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχήνεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ' ἐξηρτημένην λάρνακος.∆ιὰ ταῦτά σε μακαρίζοντες οὐ παυόμεθα, οὐχ ἡμεῖς δὲ μόνοι, ἀλλὰ καὶ αἱ γενεαὶ μετὰ ταῦτα πᾶσαι.
γʹ. Τὰ γὰρ ἐνταῦθα γενόμενα ἀκούσεται μὲν τὰ πέρατα τῆς οἰκουμένης, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν· ἀκούσονται δὲ οἱ μεθ' ἡμᾶς, καὶ οἱ μετ' ἐκείνους, καὶ χρόνος οὐδεὶς λήθῃ παραδώσει τὸ γεγενημένον, τοῦ Θεοῦ πανταχοῦ τῆς οἰκουμένης καὶ πανταχοῦ τῶν μετὰ ταῦτα γενεῶν αὐτὸ μετὰ πολλῆς ἐκπομπεύοντος τῆς περιφανείας. Εἰ γὰρ πόρνης γυναικὸς ἔργον πρὸς τὰ τέρματα τῆς οἰκουμένης ἀφικέσθαι ἐποίησε, καὶ τῇ μνήμῃ κατέστησεν ἀθάνατον· πολλῷ μᾶλλον τῆς κοσμίας καὶ σεμνῆς καὶ σώφρονος γυναικὸς καὶ ἐν βασιλείᾳ τοσαύτην ἐπιδειξαμένης εὐλάβειαν, οὐκ ἀφήσει τὸ ἔργον λαθεῖν, ἀλλὰ μακαριοῦσί σε πάντες, τὴν ξενοδόχον τῶν ἁγίων, τὴν προστάτιν τῶν Ἐκκλησιῶν, τὴν ὁμόζηλον τῶν ἀποστόλων. Εἰ γὰρ γυναικείαν ἔλαχες φύσιν, ἀλλ' ἔξεστί σοι καὶ πρὸς ἀποστολικὰ κατορθώματα ἁμιλλᾶσθαι. Ἐπεὶ καὶ ἡ Φοίβη τότε ἐκείνη ἡ τὸν διδάσκαλον τῆς οἰκουμένης ὑποδεξαμένη καὶ προστάτις αὐτοῦ γενομένη, γυνὴ ἦν καὶ τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦσα· ἀλλ' ὅμως τοσοῦτον ἔλαμψεν, ὡς τὸν ἅγιον ἐκεῖνον τὸν τῶν οὐρανῶν ἄξιον καὶ τῶν ἀποστόλων πάντων μείζονα ἀνακηρῦξαι αὐτὴν καὶ εἰπεῖν, ὅτι Προστάτις πολλῶν ἐγένετο, καὶ ἐμοῦ αὐτοῦ. Καὶ Πρίσκιλλα δὲ γυναικείαν ἦν λαχοῦσα φύσιν· ἀλλ' οὐδὲν αὐτῇ κώλυμα γέγονε τοῦτο εἰς τὸ ἀνακηρυχθῆναι καὶ ἀθάνατον αὐτῆς γενέσθαι τὴν μνήμην. Καὶ ἕτερος δὲ πολὺς γυναικῶν ἦν τότε χορὸς ἀποστολικὸν μεταχειρισαμένων βίον. ∆ιὸ καὶ ἡμεῖς μετ' ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρτησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρθοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλάνην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ προαιρέσει. Προηγήσατό ποτε καὶ Μαρία τοῦ λαοῦ, τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπιφερομένη, καὶ ᾖσεν ᾠδήν· ἀλλ' ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων· ἐκείνη τοῦ Φαραὼ καταποντισθέντος, σὺ δὲ τοῦ διαβόλου κατενεχθέντος· ἐκείνη κύμβαλα ἔχουσα, σὺ δὲ διάνοιαν καὶ ψυχὴν ὑπὲρ σάλπιγγα ἠχοῦσαν· ἐκείνη Ἰουδαίων ἐλευθερωθέντων, σὺ δὲ τῆς Ἐκκλησίας στεφανουμένης· ἐκείνη δῆμον ἕνα ἐξάγουσα ὁμόγλωττον, σὺ δὲ μυρίους δήμους ἑτερογλώσσους. Καὶ γὰρ μυρίους ἡμῖν ἐξήγαγες χοροὺς, τοὺς μὲν τῇ Ῥωμαίων, τοὺς δὲ τῇ Σύρων, τοὺς δὲ τῇ βαρβάρων, τοὺς δὲ τῇ Ἑλλάδι φωνῇ τὰ τοῦ ∆αυῒδ ἀνακρουομένους ᾄσματα· καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ ∆αυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας. Ἐπεζήτει τῆς ἑορτῆς ταύτης ἡ εὐφροσύνη καὶ τὸν θεοφιλέστατον βασιλέα τὸν μετὰ σοῦ τὸ ἄροτρον τῆς εὐσεβείας ἕλκοντα· ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν παρουσίαν. Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν. Εἰ μὲν γὰρ ἀμφοτέροι σήμερον παρεγένοντο, σήμερον ἂν τέλος ἔλαβε τὰ τῆς ἑορτῆς· ἵνα δὲ καὶ ἡσυχίαν ἐργάσηται τῇ παρούσῃ ἡμέρᾳ, καὶ τῇ προσθήκῃ τῆς αὔριον ἐπιδαψιλεύσηται τὴν εὐφροσύνην, διενείματο πρὸς αὐτὸν τὴν λειτουργίαν, καὶ αὐτὴ σήμερον παραγενομένη, αὔριον ἡμῖν ἐπηγγείλατο τὴν ἐκείνου παρουσίαν. Ὥσπερ γὰρ κοινωνεῖ τῆς βασιλείας αὐτῷ, οὕτω καὶ τῆς εὐσεβείας, καὶ οὐκ ἀφίησιν ἐν τοῖς κατορθώμασιν ἄμοιρον εἶναι, ἀλλὰ πανταχοῦ συμμεριστὴν λαμβάνει.Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκταθῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐτὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεασώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, τὴν ἀπὸ τῆς πίστεως· καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ· Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου