ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Θ΄ Περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν.

Τετάρτη 26 Οκτωβρίου 2016

Θ΄ Περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν.




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Θʹ.Τοῦ αὐτοῦ, περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν. Καὶ λυπήσας αὐτοὺς, εἶτα τῇ συνάξει τῇ μετ' ἐκείνην τὴν κυριακὴν παραχωρήσας εἰπεῖν ἐπισκόπῳ ἀπὸ Γαλατίας ἀφιγμένῳ, καὶσιγήσας, καὶ ἐν τούτῳ λυπήσας, ταύτην εἴρηκε τὴν ὁμιλίαν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰς τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

αʹ.  Σφόδρα  καθηψάμην   ὑμῶν   πρῴην   περὶ   θεάτρων   καὶ   ἱπποδρομίας διαλεχθείς·  διὰ τοῦτο χαίρω καὶ εὐφραίνομαι  κατὰ τὴν ἀποστολικὴν  φωνὴν  τὴν λέγουσαν· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πολὺν γὰρ ὁρῶ καρπὸν ἀπὸ τῆς λύπης βλαστάνοντα ταύτης. Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος· οὕτω καὶ ὁ λόγος καθικνούμενος ἀκροατοῦ, ἀρχὴν ποιεῖται διορθώσεως. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος  αἰσθάνεται·  διόπερ  οὐδ'  ἂν  μυρία  γένηται,  πρὸς  ὑγίειαν  ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα·


ἡ δὲ αἰσθανομένη καὶ σιδηρίου καὶ πυρὸς καὶ φαρμάκων, ταχέως ἂν πρὸς τὸ ὑγιαίνειν ἐπανέλθοι· οὕτω δὴ καὶ ἐπὶ τῶν ψυχῶν, αἱ μὲν ἀναλγήτως διακείμεναι οὐκ ἂν ῥᾳδίως μεταβληθεῖεν, αἱ δὲ εἰδυῖαι καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν καὶ ἀλγεῖν καὶ ὀδυνᾶσθαι ἐν ταῖς ἐπιτιμήσεσι, μεγίστην  ἡμῖν  παρέχουσιν  ἀπόδειξιν  τοῦ  ταχέως  ἀποστήσεσθαι τῆς κακίας.∆ιὸ δὴ καὶ ὁ μακάριος Παῦλος, ταῦτα εἰδὼς, τοὺς μὲν λυπηθέντας  σφόδρα ἀπεδέχετο, καὶ ἔχαιρεν ἐπὶ αὐτοῖς, τῶν δὲ οὐχ οὕτω διακειμένων ἀπεγίνωσκε λέγων·Οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης ἐν πλεονεξίᾳ. Ὁ γὰρ οὐκ εἰδὼς ἀλγεῖν πῶς ἂν διορθωθείη ποτὲ, πλὴν εἰ μὴ πρότερον τοῦτο αὐτὸ μάθοι; Ἐπεὶ οὖν τοῦτο ὑμῖν κατώρθωται, σφόδρα θαῤῥοῦμεν ὑπὲρ τῆς  ὑμετέρας  ἀγάπης·  εἰ  γὰρ μία  διάλεξις  οὕτως  ἔδακε, καὶ  εἰς  τοσαύτην ἀγωνίαν κατέστησεν, ὡς καὶ ἀθυμεῖν καὶ θορυβεῖσθαι καὶ ταράττεσθαι, εὔδηλον ὅτι δευτέρα καὶ τρίτη προσγενομένη, πάσης ἀπαλλάξει τῆς ἀῤῥωστίας. Καὶ ἵνα μάθητε ὅτι οὐ κολακεύων ὑμᾶς λέγω ταῦτα, δι' ὧν τῇ προτεραίᾳ ἐπεδείξασθε, διὰ τούτων ἐμαρτυρήσατε τοῖς παρ' ἡμῶν εἰρημένοις ἀλήθειαν. Καὶ γὰρ οἱ οὕτω δηχθέντες, οἱ οὕτως ὀδυνηθέντες, οἱ οὕτως ἀλγήσαντες καὶ ἀθυμήσαντες, ἐπιούσης τῆς κυριακῆς τῆς  μετ'   ἐκείνην   λαμπρότερον  ἡμῖν  τὸ  θέατρον  ἐποιήσατε,  καὶ  πλείονα   τὸν σύλλογον καὶ μείζονα τὴν προθυμίαν, καὶ πάντες ἦτε μετέωροι, καθάπερ νεοττοὶ χελιδόνων τῆς καλιᾶς ἐκκρεμάμενοι, καὶ πρὸς ἡμετέραν κεχηνότες γλῶτταν. Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι' αὐτὸν τῆςἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν   πολιὰν   τιμῶντες,   παρεχωρήσαμεν   αὐτῷ   τοῦ   λόγου,   καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν ἡμε τέραν ποθοῦντες  γλῶτταν  τὴν  τεμοῦσαν, τὴν  ἐπιτιμήσασαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν· ταὐτὸν ποιοῦντες, οἷον ἂν εἰ παιδίον τυπτόμενον, ἐπιτιμώμενον,  μηδὲ οὕτως ἀποσταίη τῆς μητρὸς, ἀλλὰ κλαυθμυριζόμενον  ἕποιτο, τῶν  ἱματίων  τῆς μητρὸς ἐκ πλαγίων  ἐχόμενον,  καὶ ἐπισυρόμενον αὐτῇ μετὰ τῶν ὀδυρμῶν. ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μακάριον ἐμαυτὸνεἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης.  Τοῦτο ἐμοὶ τῆς ἀκτῖνος  ταύτης γλυκύτερον,  τοῦτο φωτὸς ἥδιον, τοῦτο ζωὴ, τὸ οὕτως εὐγνωμόνων  ἐπιτυγχάνειν  ἀκροατῶν, οὐχ ἁπλῶς κροτῆσαι, ἀλλὰ διορθωθῆναι  βουλομένων, ἐπιτιμωμένων,  καὶ μὴ ἀποσκιρτώντων, ἀλλὰ πρὸς τὸν ἐπιτιμῶντα  καταφευγόντων.  ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διαλέξεως, καὶ τὰ λείψανα τῶν πρῴην ὑμῖν εἰρημένων  ἀποδοῦναι βούλομαι σήμερον, τὴν ἐπιτίμησιν νῦν ἀφεὶς, ἵνα μὴ πάλιν τοῖς ῥᾳθύμοις ἐγκαλοῦντες, τοὺς σπουδαίους ζημιώσωμεν, ὁλόκληρον τὴν διάλεξιν εἰς τὸν ἐκείνων ἀναλίσκοντες ἔλεγχον.

Εἰ γὰρ καὶ μηδὲν  παρ' ἡμῶν  εἴρητο, ἱκανὸν  τὸ χθὲς  γενόμενον  καὶ τοὺς σφόδρα μεμηνότας  καὶ λυσσῶντας περὶ τὴν  ἱπποδρομίαν  ἀποστῆσαι τῆς ἀκαίρουταύτης ἐπιθυμίας. Καὶ γὰρ τραγῳδίας τὴν πόλιν ἡμῖν ἐνέπλησεν ὁ φόνος ὁ χθὲς ἐν τῇ ἱπποδρομίᾳ συμβὰς, χοροὺς γυναικῶν περιέστησε, κωκυτῶν πολλῶν τὴν ἀγορὰνἐπλήρωσε,  τοῦ  διὰ  τῶν   ἁρμάτων   ἀποτμηθέντος   οὕτως   ἐλεεινῶς   διὰ  μέσου φερομένου  τοῦ  δήμου.  Οὗτος  γὰρ,  ὡς  ἔγνων,  τῇ  ἐπιούσῃ  μέλλων   γαμηλίους λαμπάδας   ἀνάπτειν,   τῶν   παστάδων   ὑφανθεισῶν   καὶ   τῶν   πρὸς   τὸν   γάμονηὐτρεπισμένων ἁπάντων, ὑπὸ τὴν τάξιν τὴν τοῦ ἐπάρχου τελῶν ἐν τῷ σταδίῳ κάτω διατρέχων,  ἐπελθόντων  τῶν  ἡνιόχων  καὶ πρὸς ἀλλήλους  φιλονεικούντων, μέσος ἀποληφθεὶς, τὸν βίαιον τοῦτον καὶ ἐλεεινὸν ὑπέμεινε θάνατον, τὴν κεφαλὴν μετὰ τῶν ἄκρων ἀποτμηθείς.

βʹ.  Εἶδες  τῆς   ἱπποδρομίας   τὸν   καρπόν;  Καὶ  τί   πρὸς  ἡμᾶς  τοὺς  ἄνω καθημένους, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα· εἰ γὰρ μὴ ὑμεῖς σπουδὴν ἐποιεῖσθε συντρέχειν, οὐκ ἂν τὰ κάτω τελούμενα ἐγίνετο. Ἀλλ' ἵνα μὴ πάλιν φορτικώτερον ποιήσω τὸν λόγον καὶ ἀναξάνω τὸ ἕλκος, καταλιπὼν  ὑμῶν τῷ συνειδότι ταῦτα, τὰ λειπόμενα  τῶν  πρῴην  ὑμῖν  εἰρημένων  ἀποδοῦναι  πειράσομαι. Τίνα  οὖν  ἦν  τὰ πρῴην εἰρημένα; Ἔλεγον ὅτι θεμέλιος ὁ Χριστὸς κέκληται ὡς φέρων  ἅπαντα καὶ συγκρατῶν καὶ διαβαστάζων· τοῦτο νῦν ἐξ ἀποστολικῆς ἑτέρας ῥήσεως ἀποδεῖξαι βούλομαι. Οὗτος γὰρ ὁ ἐκεῖνα εἰρηκὼς, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, φησίν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς  μεγαλωσύνης  ἐν  ὑψηλοῖς.  Τί ἐστι, Φέρων; Ἡνιοχῶν,  κυβερνῶν,  οἰκονομῶν, διακρατῶν, συγκρα τῶν, διαβαστάζων. Οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι  ἅπαντα  παρήγαγεν,  ἀλλὰ  καὶ  γενομένων  προνοεῖ  καθάπερ  ὁ  γεγεννηκὼς αὐτὸν Πατήρ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὸ καὶ μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα αὑτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ποῦ νῦν οἱ τῶν αἱρετικῶν παῖδες, οἱ κατὰ τῆς ἑαυτῶν μαινόμενοι σωτηρίας, καὶ τῆς ἰσότητος ἀποσχίζοντες αὐτὸν τῆς πρὸς τὸν Πατέρα; ἀκουέτωσαν τοῦ εὐαγγελιστοῦ τὴν φωνήν (ὅταν δὲ τὸν εὐαγγελιστὴν εἴπω, τὸν Χριστὸν λέγω τὸν κινοῦντα αὐτοῦ τὴν ψυχήν)· ἀκουέτωσαν, καὶ ἐντραπήτωσαν, καὶ παυσάσθωσαν τοιαῦτα μαινόμενοι. Καὶ γὰρ οἱ Ἰουδαῖοι διὰ τοῦτο αὐτὸν ἐδίωκον, ὅτι ἴσον ἑαυτὸν ἔλεγε· καὶ οὗτοι διὰ τοῦτο  ἀπαγχονίζονται,  ὅτι  ταύτην  ἀναφέρομεν  αὐτῷ  τὴν  εὐφημίαν  παρ' αὐτοῦ παιδευθέντες.  Ἀλλ' οὐκ αὐτοῦ, φησὶν, οὐδὲ τοῦ εὐαγγελιστοῦ  αὕτη ἡ ψῆφος  ἦν, ἀλλὰ τῶν Ἰουδαίων.

Μάλιστα μὲν, εἰ καὶ τῶν Ἰουδαίων ἦν, καὶ τοῦτό σου μέγιστον ἔγκλημα καὶ ἐσχάτη κατηγορία,  ὅτι ἅπερ οἱ ἀγνώμονες  Ἰουδαῖοι  συνεῖδον  ἀπὸ τῶν  ῥημάτων κατασκευαζόμενα, ταῦτα  αὐτὸς ἐθελοκωφῶν  οὐχ ὁρᾷς. Οὐ γὰρ δὴ οἴκοθεν  αὐτὰ εἰσῆγον, ἀλλ'  ἀφ'  ὧν ὁ Χριστὸς ἔλεγε συλλογιζόμενος  αὐτούς. Καὶ ἵνα μάθῃς ὅτι οὐδὲ Ἰουδαίων  ἐστὶν ἡ λέξις αὕτη, ἀλλὰ τοῦ εὐαγγελιστοῦ  καὶ ψῆφος  καὶ ῥῆσις (ὅταν  δὲ  εἴπω  τοῦ  εὐαγγελιστοῦ,  τοῦ  Χριστοῦ λέγω  τοῦ  κινοῦντος  αὐτοῦ  τὴν διάνοιαν),  αὐτὰ  τὰ ῥήματα ἐξέταζε. Ὁ Πατήρ μου. Οὐ παντί  που δῆλον  καὶ τῷ σφόδρα ἀνοήτῳ, ὅτι διὰ τοῦτο εἶπεν, Ὁ Πατήρ μου, ἵνα ἴδιον αὐτοῦ ἀποφήνῃ; Τὸ δὲ ἐπαγαγεῖν  πάλιν,  Ἐργάζεται,  κἀγὼ  ἐργάζομαι,  ἆρα  οὐκ  ἰσότητά  ἐστι κατασκευάζοντος; Οὐδὲ γὰρ εἶπεν, Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπουργῶ· Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπηρετοῦμαι· ἀλλ', Ἐκεῖνος ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὁρᾷς πῶς οὐκ Ἰουδαίων ἦν ἀπόφασις, ἀλλὰ τῶν ἐκείνου ῥημάτων κατασκευὴ τὸ λεγόμενον; Εἰ γὰρ Ἰουδαίων ἦν πεπλανημένη τις ὑπόνοια καὶ ψῆφος τὸ ἴσον αὐτὸν ποιεῖν τῷ Θεῷ, καὶ αὐτὸς μὲν οὐκ ἐβούλετο τοῦτο ὑποπτεύεσθαι, οἱ δὲ Ἰουδαῖοι μὴ βουλομένου τοῦτο αὐτοῦ ὑπώπτευον, ἕτερα ὑπονοοῦντες  παρ' ὃ αὐτὸς κατασκευάσαι ἐβούλετο· οὐκ ἂν αὐτὸ εἴασεν οὕτως ἀδιόρθωτον  ὁ εὐαγγελιστὴς, ἀλλ' ἐπεσημήνατο ἂν καὶ εἶπεν αὐτὸ σαφῶς. Καὶ γὰρ ἔθος αὐτοῖς τοῦτο ποιεῖν, καὶ αὐτοῖς καὶ τῷ Ἰησοῦ· καὶ τοῦτο ἐξ ἑνὸς καὶ δευτέρου παραδείγματος πειράσομαι ὑμῖν ποιῆσαι δῆλον, ὅτι ὅταν εἴπῃ τι ὁ Χριστὸς, καὶ ἑτέρως  μὲν  αὐτὸ εἴπῃ  αὐτὸς, ἑτέρως  δὲ ὑποπτεύσωσιν  οἱ Ἰουδαῖοι, διορθοῦται ὁ εὐαγγελιστής. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουσον αὐτοῦ τοῦ Ἰωάννου αὐτὸ τοῦτο δῆλον ποιοῦντος.  Ἐπειδὴ γὰρ  εἰσῆλθεν  εἰς  τὸν  ναὸν  τοῦ  Θεοῦ, καὶ  τοὺς  κολλυβιστὰς ἐξέβαλε φραγέλλιον  ποιήσας, καὶ ἔλεγεν·  Μὴ ποιεῖτε  τὸν  οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου· προσελθόντες οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἔλεγον· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Τί οὖν αὐτός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων. Ἀλλ' ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον, ἀλλὰ τί φασι; Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ τοῦ διὰ λίθων κατεσκευασμένου λέγοντες·  ἐκεῖνος  γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη μετὰ τὴν ἐπάνοδον ἀπὸ Βαβυλῶνος, διακωλυομένων  τῶν    οἰκοδομούντων ὑπὸ τῆς βαρβαρικῆς ἐπιβουλῆς, καὶ χρόνου τριβομένου πολλοῦ οὗτος ὁ ναὸς ἀπηρτίζετο. Ἐπεὶ οὖν ὁ Ἰησοῦς περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἔλεγεν, τὸν σταυρὸν δηλῶν καὶ τὴν ἀνάστασιν· τοῦτο γάρ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ ὑπώπτευον· ὅθεν καὶ ἔλεγον·  Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν  ᾠκοδομήθη  ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ὅρα πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστὴς, ἀλλ' ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Οὐδὲ γὰρ εἶπε, Λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ, Τὸν ναὸν,  ἵνα  δείξῃ τὸν  Θεὸν τὸν  οἰκοῦντα ἐνοικ.? λύσατε τὸν ναὸν τὸν πολλῷ βελτίονα  τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην·  ὁ μὲν τὸ γράμμα τὸ ἀποκτεῖνον,  ὁ δὲ τὸ πνεῦμα  τὸ ζωοποιοῦν· ὁ μὲν τὴν ῥάβδον τὴν Ἀαρὼν, ὁ δὲ τὴν ῥάβδον Ἰεσσαί.γʹ. Πάλιν ἀλλαχοῦ  τὸ ἐπὶ τῶν ἄρτων θαῦμα ποιήσαντι ἀπάρας σὺν αὐτοῖς, διέβαινεν  εἰς τὸ πέραν, καὶ ἔλεγε  τοῖς  μαθηταῖς· Προσέχετε ἀπὸ τῆς  ζύμης τῶν Φαρισαίων καὶ  Σαδδουκαίων.  Οἱ δὲ  ζύμην  ἀκούσαντες,  περὶ  ἄρτων  ὑπώπτευον· αὐτὸς δὲ οὐ περὶ ἄρτων ἔλεγεν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων. Ἐπεὶ γὰρ ἄλλως μὲν αὐτὸς εἶπεν, ἄλλως δὲ ὑπώπτευσαν ἐκεῖνοι, ὅρα πῶς διορθοῦται αὐτὸ, λέγων· Οὕτως ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ μέμνησθε τοὺς πέντε ἄρτους καὶ πόσους κοφίνους ἐλάβετε, καὶ τοὺς ἑπτὰ ἄρτους καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν  Φαρισαίων, ὥστε προσέχειν; Ὁρᾷς πῶς καὶ ἐπὶ τοῦ ναοῦ ὁ εὐαγγελιστὴς καὶ ἐνταῦθα αὐτὸς τῶν πεπλανημένων   διορθοῦται  τὴν  ὑπόνοιαν; Οὕτω τοίνυν  καὶ ἐπὶ  τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευον    ἀπὸ   τῶν   εἰρημένων,    διώρθωσεν   ἂν   τὴν   ὑπόνοιαν    ταύτην   ὁ εὐαγγελιστὴς, καὶ εἶπεν ὅτι Ἰουδαῖοι μὲν ἴσον ἑαυτὸν ἐνόμιζον αὐτὸν ποιεῖν τῷ Θεῷ, αὐτὸς δὲ οὐκ ἐποίει  τοῦτο οὐδὲ κατεσκεύαζεν. Ἵνα δὲ ἀπ' αὐτῶν  τῶν  ῥημάτων μάθῃς, ὅτι τοῦτο  μάλιστα ἐβούλετο πηγνύναι  ἐν  ταῖς  τῶν  ἀνθρώπων  διανοίαις, ἀνωτέρω   τὸν   λόγον   ἀγάγωμεν   καὶ   μάθωμεν   τί   ποτε   ἐγκαλούμενος   ταῦτα ἀπελογεῖτο. Τί ποτ' οὖν ἦν ὅπερ ἐνεκαλεῖτο; Ὅτι ἐν σαββάτῳ ἔργα ἐποίει· ∆ιὰ τοῦτο, φησὶν, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ποῖα δὴ ταῦτα; Ὅτι τὸν παραλυτικὸν  ἔσφιγξε, καὶ ἐκέλευσε αὐτῷ τὴν κλίνην  λαβεῖν καὶ ἀπελθεῖν  εἰς τὸν οἶκον. ∆ιὸ καὶ ἐρωτῶντες αὐτὸν ἔλεγον, τίς εἴη ὁ ἐπιτάξας αὐτῷ ταῦτα ποιεῖν ἐν σαββάτῳ· ὁ δὲ ἔφη, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὴν κλίνην σου καὶ ὕπαγε εἰς τὸν  οἶκόν σου. Πρὸς ταῦτα  δυσχεραίνοντες,  ἐδίωκον  αὐτὸν, ὅτι ταῦτα ἐπέταξεν   ἐν   σαββάτῳ,   ὅπερ   ἐδόκει   νόμου   παράβασις   καὶ   λύσις.   Τί   οὖν ἀπολογούμενος ὁ Χριστὸς λέγει; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καίτοι γε πολλὰ ἕτερα ἐνῆν εἰπεῖν, εἴ γε ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ μὴ δεῖξαι  τὴν  ἰσότητα. Πολλάκις  γὰρ ἐλύθη  τὸ σάββατον, καὶ  πρῶτον  μὲν  ἐπὶ  τῆς πόλεως τῆς Ἱεριχουντίων.Ὅτε γὰρ  προσέβαλον  τοῖς  τείχεσιν,  ἑπτὰ  ἡμέρας  ἐκελεύοντο  σάλπιγγας μεταχειριζόμενοι περιιέναι τὰ τείχη, καὶ οὕτως κατηνέχθη ἡ  πόλις. Ὅτι δὲ ἐν ταῖς ἑπτὰ ἡμέραις, ὅθεν ἂν ποιησώμεθα τὴν ἀρχὴν, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν, παντί  που  δῆλον.  Ὅθεν  δῆλον,  ὅτι  ἐλύθη  τὸ  σάββατον.  Πάλιν  περιτέμνεσθαι ἐκέλευεν  ἄνθρωπον  τῇ  ὀγδόῃ  ἡμέρᾳ· ἀνάγκη  καὶ  ἐνταῦθα  πάλιν  τὸ  σάββατον λύεσθαι· τὸν γὰρ ἐν σαββάτῳ τεχθέντα ἀνάγκη τῷ ἑτέρῳ σαββάτῳ περιτμηθῆναι. Οἱ δὲ ἱερεῖς καὶ μετὰ πλείονος τῆς περιουσίας αὐτὸ ἔλυον, καὶ πάλιν θυσίαν ἐν σαββάτῳ κελευόμενοι  ἀναφέρειν·  ὅπου  δὲ  θυσία, καὶ  ἐκδέρειν  καὶ  καίειν,  καὶ  ἐπιτιθέναι θυσιαστηρίῳ, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν,  καὶ τέφραν  ἐκφέρειν, καὶ ἕτερα πλείονα ποιεῖν ἀνάγκη ἦν, καὶ διὰ τοῦτο τὸ σάββατον λύεσθαι. Μετὰ τούτων καὶ ἡ κτίσις αὐτὴ τὸ σάββατον ἔλυε· καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη τρέχει, καὶ ὁ ποικίλος  τῶν  ἄστρων φαίνει  χορὸς, καὶ ἄνεμοι  πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα  κινεῖται,  καὶ σπέρματα ἀναδίδοται  καὶ φυτὰ, καὶ ἡ γῆ τίκτει  καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν  ἀνθρώπων  γένος. Οὐδέποτε γὰρ, γυναικὸς  κυούσης ἐν  σαββάτῳ, ἡ φύσις ἀνέμεινε  τὸν  νόμον,  καὶ ἐξεδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς  ἔργον  καὶ  σαββάτου  ὄντος.  Καὶ αἱ  ἄνω  δὲ  δυνάμεις  ὑπηρετοῦνται  ἐν σαββάτῳ, καὶ οὐ διαλιμπάνουσι  τὴν διακονίαν  τὴν ἑαυτῶν  πληροῦσαι. Τίνος οὖν ἕνεκεν,  εἰπέ  μοι, τοσαύτας ἔχων  ἀπολογίας  ἀφορμὰς, οὐδεμίᾳ τούτων  κέχρηται, οὐδὲ λέγει, Τί μοι ἐγκαλεῖτε, ὅτι λύω τὸ σάββατον; καὶ γὰρ οἱ ἱερεῖς ἐν Ἱεριχοῦντι ἔλυσαν, καὶ οἱ ἐν τῷ ἱερῷ λύουσι· τί μοι ἐγκαλεῖτε, ὅτι λύω σάββατον; καὶ γὰρ ἥλιος λύει καὶ σελήνη καὶ ἀστέρες καὶ πᾶσα ἡ κτίσις, καὶ ἡ ἄνω καὶ ἡ κάτω· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἐπὶ τὸν Πατέρα ἦλθεν, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι. Οὐ γὰρ δὴ ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἰσοτιμίαν δεῖξαι. ∆ιὰ τοῦτο οὐκ εἶπεν,  Ἐργάζομαι, καὶ γὰρ ἡ κτίσις ἐργάζεται· οὐ γὰρ ἦν τῆς κτίσεως· ἀλλ', Ἐργάζομαι, καὶ γὰρ ὁ Πατὴρ ἐργάζεται.Τῆς γὰρ οὐσίας ἐκείνης ἦν καὶ τῆς ἐξουσίας. δʹ. ∆ιὰ τοῦτο οὐχ ὡς τῆς κτίσεως ὢν ἀπολογεῖται, ἀλλ' ὡς ἐκείνου γέννημα γνήσιον. Καὶ ἵνα μάθῃς ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἔλυσάν ποτε καὶ οἱ μαθηταὶ τὸ σάββατον τίλλοντες στάχυας καὶ ἐσθίοντες, καὶ ἐγκαλούντων  τῶν Ἰουδαίων καὶ λεγόντων·  Οὐχ ὁρᾷς ἐν σαββάτῳ τί οὗτοι ποιοῦσιν; οὐδαμοῦ τοῦ Πατρὸς ἐμνήσθη ἐκεῖ, ἀλλὰ τί φησιν; Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασε; πῶς εἰσῆλθε, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν αὐτῷ ἦν φαγεῖν καὶ τοῖς μετ' αὐτοῦ; οὐκ ἀνέγνωτε ὅτι οἱ ἱερεῖς ἐν τῷἱερῷ  τὸ  σάββατον βεβηλοῦσι, καὶ  ἀναίτιοί  εἰσιν; Ὁρᾷς πῶς,  ὅτε  μὲν  ὑπὲρ  τῶν δούλων ποιεῖται τὸν λό γον, τοὺς δούλους εἰς μέσον φέρει, τὸν ∆αυῒδ καὶ τοὺς ἱερέας· ὅτε δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα; Εἰ δέ που καὶ ἑτέραις κέχρηται ἀπολογίαις, ὡς ὅταν λέγῃ· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος, ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποιησάμην ἐν σαββάτῳ; καὶ πάλιν· Τίς ἐξ ὑμῶν ἐστιν, ὃς οὐ λύει τὸ πρόβατον αὐτοῦ καὶ τὸν βοῦν; οὐδὲν θαυμαστόν· οὐ γὰρ πάντα ὡς Θεὸς, ἀλλ' ἔστιν ὅπου καὶ ὡς ἄνθρωπος διαλέγεται, ἐπειδὴ καὶ Θεὸς καὶ ἄνθρωπος ἦν. Ἐνταῦθα μέντοι πρὸς τὴν  ἀξίαν τὴν  ἑαυτοῦ φθέγγεται  λέγων·  Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. ∆ιὰ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, Ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως ἂν ἐροίμην τὸν αἱρετικόν· Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; τῆς Ἰουδαϊκῆς ὑπονοίας τοῦτο ἦν, ἢ τῆς ἀποφάσεως τοῦ Χριστοῦ; κἂν γὰρ μυριάκις ἀναισχυντῇ, παρὰ τῆς ἀληθείας ἐλέγχεται. Ἔλεγεν, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἔλυε τὸ σάββατον ἢ οὐκ ἔλυεν; Εὔδηλον ὅτι ἔλυεν· Ἐργάζομαι. φησὶ, κἀκεῖνος ἐργάζεται.Οὐκοῦν οὐδέτερον τούτων  τῆς ὑπονοίας  ἦν τῆς Ἰουδαϊκῆς, ἀλλὰ  τῆς τοῦ Χριστοῦ κατασκευῆς τε καὶ ἀποφάσεως, καὶ τὸ λύειν  τὸ σάββατον, καὶ τὸ Πατέρα ἴδιον λέγειν  τὸν Θεόν. Πῶς οὖν, ταῦτα λέγων  τῆς ἀποφάσεως εἶναι τοῦ Χριστοῦ, ἐκεῖνο τῆς τῶν Ἰουδαίων ὑπονοίας λέγεις, ἐφεξῆς κείμενον καὶ συνημμένον τούτῳ, καὶ ὁμοίως ἀπηγγελμένον  παρὰ τοῦ εὐαγγελιστοῦ; Πάντα γὰρ ταῦτα ἀπαγγελία τοῦ εὐαγγελιστοῦ ἐστιν, ἑρμηνεύοντος τὰ παρὰ τοῦ Χριστοῦ εἰρημένα. ∆ιὸ καὶ Ἰουδαίων ἐγκαλούντων  ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀλλ' ὁ μὲν κατὰ τῶν αἱρετικῶν ἔλεγχος ἀρκοῦν ἔχει τὸ τέλος· εἰ δὲ βούλεσθε καὶ τὴν ἐργασίαν μαθεῖν τίς ποτέ ἐστιν ἣν ὁ Πατὴρ ἐργάζεται, καὶ ἣν ὁ Υἱὸς, τὴν πρόνοιαν εἴποιμι ἂν τῶν ὄντων, τὴν  διακράτησιν,  τὴν  κηδεμονίαν.  Τὰ μὲν  γὰρ  φαινόμενα  πάντα  ἐν  ἓξ ἡμέραις γέγονε· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἡ δὲ πρόνοια αὐτῶν  οὐκ ἐπαύσατο. Ταύτην τοίνυν τὴν πρόνοιαν ἐργασίαν καλεῖ ὁ Χριστὸς, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, προνοῶν,  κηδόμενος, διακρατῶν, φησὶ, συνέχων, οὐδὲν ἀφιεὶς διαῤῥυῆναι. ∆εξάμενοι τοιγαροῦν τῶν ὀρθῶν δογμάτων τὴν ἀπόδειξιν καὶ   ἐκ   τῶν   εἰρημένων,   ἀκριβῆ   πολιτείαν   καὶ   συμβαίνουσαν   τοῖς   δόγμασι προσθῶμεν· ἐπειδήπερ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μόνη ἡ τῶν ὀρθῶν δογμάτων γνῶσις, ἀλλὰ δεῖ καὶ πολιτείας  ἀρίστης, ἵνα διὰ πάντων  δόξαν ἀναπέμψαντες  τῷ Θεῷ ἐπιτύχωμεν  τῶν  ἐπηγγελμένων   ἀγαθῶν·  ᾧ  ἡ δόξα καὶ τὸ κράτος εἰς  τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |