ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ

Τετάρτη 26 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ



Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ' οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;


 Καὶ τοσοῦτον αὐτοῖς φόβον ἐνέθηκεν, ὡς καὶ τὸν Ἰωάννην εἰπεῖν, ὅτι ὁρῶντες αὐτὸν μετὰ γυναικὸς Σαμαρείτιδος λαλοῦντα, περὶ μὲν τῆς τροφῆς ὑπέμνησαν, Οὐδεὶς δὲ ἐτόλμησεν εἰπεῖν, Τί λαλεῖς, ἢ Τί ζητεῖς μετ' αὐτῆς; Ταῦτα μαθὼν ὁ Παῦλος, ὁ κατ' ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν μαθητευομένων χρείαν, νῦν μὲν καίων καὶ τέμνων, νῦν δὲ προσηνῆ φάρμακα ἐπιτιθείς. Καὶ Κορινθίοις μὲν ἔλεγε· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Γαλάταις δὲ, Ὢ ἀνόητοι Γαλάται· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει. Καὶ πρὸς τῷ τέλει δὲ καθαπτόμενος αὐτῶν ἔλεγε, Κόπους μοι μηδεὶς παρεχέτω. Καὶ θεραπεύει δὲ πάλιν, ὡς ὅταν λέγῃ, Τεκνία μου, οὓς πάλιν ὠδίνω· καὶ ἕτερα πολλὰ τοιαῦτα. Ἀλλ' ὅτι μὲν θυμοῦ ἡ Ἐπιστολὴ γέμει, παντί που δῆλον καὶ ἐκ πρώτης ἀναγνώσεως. ∆εῖ δὲ εἰπεῖν τί τὸ παροξῦναν αὐτὸν κατὰ τῶν μαθητῶν· οὐ γὰρ μικρὸν τοῦτο οὐδὲ εὐτελὲς, ἐπεὶ οὐδὲ αὐτὸς τοσαύτῃ ἂν ἐχρήσατο τῇ καταφορᾷ. Τὸ γὰρ ἐπὶ τοῖς τυχοῦσι παροξύνεσθαι, μικροψύχων ἀνδρῶν καὶ σκληρῶν καὶ ταλαιπώρων· ὥσπερ οὖν τὸ ἐπὶ τοῖς μεγάλοις ἀναπίπτειν, νωθροτέρων καὶ ὑπνηλοτέρων. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος. Τί οὖν τὸ κινῆσαν ἦν αὐτὸν ἁμάρτημα; Μέγα καὶ ὑπέρογκον, καὶ ὃ τοῦ Χριστοῦ πάντας αὐτοὺς ἠλλοτρίου, ὡς καὶ αὐτὸς προϊὼν ἔλεγεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τί ποτ' οὖν τοῦτό ἐστι; δεῖ γὰρ αὐτὸ σαφέστερον ἀναπλῶσαι. Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι ἀξίωμα διδασκάλων ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος ἐδίδασκον, ὅτι δεῖ περιτέμνεσθαι καὶ σάββατα καὶ νουμηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος.
Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ταῦτα, φησὶν, οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων, οἱ μετὰ Χριστοῦ γενόμενοι. Καὶ ἀληθῶς οὐκ ἐκώλυον· ἀλλ' οὐ δογματίζοντες τοῦτο ἐποίουν, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων. Ὁ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων, οὐ χρείαν εἶχε τῆς συγκαταβάσεως ταύτης. Ὅτε οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ. Ἀλλ' οἱ ἀπατῶντες, οὐ λέγοντες τὰς αἰτίας, δι' ἃς καὶ οὗτος καὶ ἐκεῖνοι συγκατέβαινον, παρελογίζοντο τοὺς ἀφελεστέρους λέγοντες, ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μὲν μόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στῦλοι τῆς Ἐκκλησίας. Καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον λέγοντες, ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν, φαίνεται καὶ τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ὑμῖν, ἑτέρως δὲ ἄλλοις κηρύττων. Ἐπεὶ οὖν ἐμπρησθὲν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν χαλεπὴν κατὰ τῆς τῶν Γαλατῶν ἁφθεῖσαν Ἐκκλησίας, καὶ τὴν οἰκοδομὴν σαλευομένην καὶ κινδυνεύουσαν καταπεσεῖν, τοῦτο μὲν ὑπὸ θυμοῦ δικαίου, τοῦτο δὲ ὑπὸ ἀθυμίας κατεχόμενος· καὶ γὰρ καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ὅτι Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου), γράφει τὴν Ἐπιστολὴν, πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος. Καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, αὐτὸς δὲ τῶν ἀποστόλων γέγονε μαθητής. ∆ιὸ καὶ οὕτως ἤρξατο· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἔλεγον γὰρ, ὃ ἔφθην εἰπὼν, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν ἀποστόλων ἁπάντων ἔσχατος οὗτός ἐστι, καὶ παρ' ἐκείνων ἐδιδάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν μαθητῶν εἰσι, καὶ τὰ δόγματα ἐδέξαντο παρὰ τοῦ Χριστοῦ, καὶ χρὴ μᾶλλον ἐκείνοις πείθεσθαι, ἢ τούτῳ· ἐκεῖνοι δὲ οὐ κωλύουσι περιτέμνεσθαι, οὐδὲ νόμον μὴ τηρεῖν.
βʹ. Καὶ ταῦτα, καὶ τὰ τοιαῦτα λέγοντες, καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐχ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλὰ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. Εἰκότως οὖν οὕτως ἤρξατο. Ἐπεὶ γὰρ τὴν μὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ τοῦ Χριστοῦ, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται, λέγων ἀπόστολος εἶναι, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ' οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ' αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι' ἧς αὐτὸν ἐσαγήνευσε. Τὸν μὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωάννην καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκάλεσε, τὸν δὲ Παῦλον εἰς οὐρανοὺς ἀνελθών. Καὶ ὥσπερ οὐκ ἐδεήθησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ' εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν αὐτῷ· οὕτω καὶ οὗτος ἀπὸ τῆς πρώτης κλήσεως πρὸς ἄκραν ἀνέβη κορυφὴν, ὁμοῦ τε βαπτισάμενος καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος, καὶ ταύτῃ μάλιστα τῶν ἀποστόλων πλεονεκτήσας· Περισσότερον γὰρ αὐτῶν ἐκοπίασα, φησίν. Ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ' ἀγαπᾷ τὰ ἴσα φέρων. Τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν. Τὸ μὲν οὖν, Οὐκ ἀπ' ἀνθρώπων, κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγμα· τὸ δὲ, Οὐ δι' ἀνθρώπων, ἴδιον τῶν ἀποστόλων· οὐ γὰρ δι' ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ.
∆ιὰ τί δὲ μὴ τῆς κλήσεως ἐμνημόνευσε καὶ εἶπε, Παῦλος κλητὸς οὐκ ἀπ' ἀνθρώπων, ἀλλὰ τῆς ἀποστολῆς; Ὅτι περὶ τούτου πᾶς ἦν ὁ λόγος. Ἔλεγον γὰρ ὑπὸ ἀνθρώπων τῶν ἀποστόλων ἐγκεχειρίσθαι τὴν διδασκαλίαν ταύτην, καὶ δεῖν ἐκείνοις αὐτὸν ἕπεσθαι. Ὅτι δὲ οὐχ ὑπὸ ἀνθρώπων ἐνεχειρίσθη, ὁ Λουκᾶς ἐδήλωσεν, εἰπών· Λειτουργούντων δὲ αὐτῶν καὶ νηστευόντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Ὅθεν δῆλον, ὅτι μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος. Ἀποσταλεὶς γὰρ ὑπὸ τοῦ Πνεύματος, ὑπὸ τοῦ Χριστοῦ φησιν ἀπεστάλθαι. Τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ Πνεύματι λογιζόμενος. Τοῖς γὰρ Μιλησίων διαλεγόμενος πρεσβυτέροις, Προσέχετε ἑαυτοῖς, φησὶ, καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοι γε ἐν ἄλλῃ φησὶν Ἐπιστολῇ, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκάλους. Οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος. Ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων, ∆ιὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσεῤῥῖφθαι τῷ Υἱῷ φασιν, ὅρα τί ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησιν, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀῤῥήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν μέσον Υἱοῦ καὶ Πατρός· εἰπὼν γὰρ, ∆ιὰ Ἰησοῦ Χριστοῦ, ἐπήγαγε, Καὶ Θεοῦ Πατρός. Εἰ μὲν γὰρ καθ' ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπε τὸ, ∆ι' οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο, λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ, ∆ι' οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νῦν δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινῇ θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν. Οὐ γὰρ, ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ, τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει.
Τί δὲ καὶ οἱ ἀπὸ τοῦ βαπτίσματος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίζεσθαι, ἐνταῦθα ἂν εἴποιεν; Εἰ γὰρ καταδεέστερος ὁ Υἱὸς διὰ τὸ μετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Χριστοῦ ἀρξάμενος ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἂν εἴποιεν; Ἀλλ' οὐδὲν ἂν εἴποιμεν βλάσφημον. Οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι, ἀλλὰ, κἂν μυριάκις μαίνωνται, τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατηρεῖν ἀναγκαῖον. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐμνημόνευσεν· ἐσχάτης γὰρ τοῦτο μανίας, καὶ ἀσεβείας ὑπερβολὴ πάσης· οὕτως οὐδὲ ἐκεῖ διὰ τὸ μετὰ τὸν Πατέρα κεῖσθαι τὸν Υἱὸν, ἐλάττοντα χρὴ νομίζειν ἡμᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Τί ποιεῖς, ὦ Παῦλε; ἰουδαΐζοντας ἀνθρώπους ἐνάγειν εἰς πίστιν θέλων, οὐδὲν τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἄγεις εἰς μέσον, οἷον ὃ πρὸς Φιλιππησίους ἔγραφες, λέγων, ὅτι Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ὃ μετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας, ὅτι Ἀπαύγασμά ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὃ ἐκ προοιμίων ὁ τῆς βροντῆς υἱὸς ἀνεφώνησεν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόμενος ἔλεγεν, ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει. Τούτων οὐδὲν λέγεις, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονομίας μέμνησαι, σταυρὸν εἰς μέσον φέρων καὶ νέκρωσιν; Ναὶ, φησίν. Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν μηδὲν μέγα περὶ τοῦ Χριστοῦ φανταζομένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, στασιάζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν, λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινομένην ἅπασι. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὅτι ἐν μορφῇ Θεοῦ ὑπῆρχε, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα, οὐδὲν δὲ τοιοῦτον εἰς τὸ παρὸν συμβαλλομένου· τὸ δὲ εἰπεῖν, Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ἀναμιμνήσκοντος ἦν τῆς ὑπὲρ ἡμῶν εὐεργεσίας τὸ κεφάλαιον, ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει. Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις. ∆ιόπερ ἀφεὶς ἐκεῖνα εἰπεῖν περὶ τῆς εἰς ἡμᾶς εὐεργεσίας γεγενημένης ποιεῖται τὸν λόγον.

γʹ. Ἀλλ' ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, Ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν Υἱόν. Ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἢ διὰ τὴν εἰς τὸν Πατέρα τιμὴν, ἢ δι' ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσι, καὶ καθ' ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς (οὐ γὰρ ἂν εἴποιμι τῇ Γραφῇ)· οὓς ἡδέως ἂν ἐροίμην. τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν Υἱὸν ἐπιδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; Καὶ μὴν ἡ εἰς αὐτὸν πίστις καὶ τὰς σκιὰς τῶν εἰς αὐτὸν πιστευόντων ἀνιστᾷν ἐποίησε νεκρούς. Εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι, θνητοὶ μὲν ὄντες, ἔτι ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων, καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νεκροὺς ἤγειραν, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυσε, καὶ πῶς οὐ φανερὰ αὕτη μανία, καὶ παρανοίας ἐπίτασις; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; Τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται; Ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν, ἅπερ αὐτὸς ποιεῖ. Καὶ γὰρ καὶ εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, καὶ τῆς τῶν ἀκροατῶν ἀσθενείας. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. Τί δήποτε οὐδαμοῦ τοῦτο προσέθηκεν ἐπιστέλλων; Ἢ γὰρ τὸ αὐτοῦ ὄνομα τίθησι μόνον, ἢ δύο καὶ τριῶν ἑτέρων ὀνομαστί· ἐνταῦθα δὲ πλῆθος ὁλόκληρον ἔθηκε· διόπερ οὐδὲ ὀνομαστί τινος ἐμνημόνευσε. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; ∆ιέβαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα. Θέλων οὖν ἀνελεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφοὺς, δηλῶν ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης. Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.
Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος αὕτη τῆς πλάνης ἐπενέμετο ἡ πυρά. Θέα δέ μοι καὶ ἐνταῦθα τὴν πολλὴν ἀγανάκτησιν. Οὐ γὰρ εἶπε, Τοῖς ἀγαπητοῖς, οὐδὲ, Τοῖς ἡγιασμένοις, ἀλλὰ, Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ τὴν ὀδύνην ἐνδεικνυμένου, τὸ μηδὲ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῆς τιμῆς τῶν ὀνομάτων αὐτοὺς καλέσαι, ἀλλ' ἀπὸ τῆς συνόδου μόνης· καὶ μηδὲ προσθεῖναι, Ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ' ἁπλῶς Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς Ἐκκλησίας τέθεικεν, ἐντρέπων αὐτοὺς, καὶ συνάγων εἰς ἕν. Οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη, οὐκ ἂν δύναιντο ταύτῃ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας ὄνομα καὶ ὁμονοίας ἐστί. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πανταχοῦ μὲν ἀναγκαίως τοῦτο τίθησι, μάλιστα δὲ Γαλάταις ἀποστέλλων νῦν. Ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν. Ἐπειδὴ γὰρ πρὸς τὸν Θεὸν ἑαυτοὺς ἐξεπολέμωσαν, παρακαλεῖ τὸν Θεὸν πρὸς τὴν αὐτὴν αὐτοὺς ἐπαναγαγεῖν εἰρήνην. Θεοῦ Πατρός. Κἀντεῦθεν πάλιν ῥᾳδίως ἁλίσκονται οἱ αἱρετικοί. Ἐπειδὴ γάρ φασι τὸν Ἰωάννην ἐν προοιμίῳ τῶν Εὐαγγελίων λέγοντα, Καὶ Θεὸς ἦν ὁ Λόγος, διὰ τοῦτο χωρὶς ἄρθρου τεθεικέναι τοῦτο, ὡς ἐλάττονα εἰσάγοντα τὴν θεότητα τοῦ Υἱοῦ, καὶ πάλιν τὸν Παῦλον ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν λέγοντα, οὐ περὶ τοῦ Πατρὸς εἰρηκέναι, διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι· τί ἂν εἴποιεν ἐνταῦθα, τοῦ Παύλου λέγοντος, οὐκ, Ἀπὸ τοῦ Θεοῦ, Ἀλλ', Ἀπὸ Θεοῦ Πατρός; Πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος, καὶ ὑπομιμνήσκων τὴν αἰτίαν δι' ἧς ἐγένοντο υἱοί. Οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰ λουτροῦ παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. ∆ιὰ τοῦτο πανταχοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· Οἱ δοῦλοι, καὶ οἱ ἐχθροὶ, καὶ οἱ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν; μὴ ὁ νόμος ὑμῖν ταύτην ἐχαρίσατο τὴν συγγένειαν; τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγαγόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ; Οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Υἱοῦ ἱκανὰ τὰ ὀνόματα, αὐτοῖς ταῦτα τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Ἰησοῦ Χριστοῦ ὄνομα μετὰ ἀκριβείας ἐξεταζόμενον τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται. Καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, Ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως. Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.

δʹ. Ὁρᾷς ὅτι οὐ δουλικὴν ὑπέμεινε διακονίαν οὐδὲ ἠναγκασμένην, οὐδὲ ἐξεδόθη παρά τινος, ἀλλ' ἑαυτὸν ἔδωκεν, ὥστε, ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλαττώσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινόν τι ὑποπτεύσῃς. Κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν διακονίαν ἐννοήσῃς, τοῦτο λέγεται, ἀλλ' ἵνα μάθῃς, ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν, ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπών· Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν· οὐ κατ' ἐπιταγὴν, ἀλλὰ Κατὰ τὸ θέλημα. Ἐπειδὴ γὰρ ἓν θέλημα Πατρὸς καὶ Υἱοῦ, ἅπερ ὁ Υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁΠατὴρ ἤθελεν. Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Μυρίοις, φησὶν, ἑαυτοὺς περιεπείραμεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως. Καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ κατεδίκασε, τὸ μὲν ἁμάρτημα φανερώτερον καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. Εἶτά φησιν· Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. Πάλιν ἕτεροι ταύτης τῆς λέξεως ἐπιλαμβάνονται αἱρετικοὶ, τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου μαρτυρίαν παράγοντες. Ἰδοὺ γὰρ, φασὶ, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τί ποτέ ἐστιν αἰὼν, εἰπέ μοι; Χρόνος ἐν ἡμέραις καὶ ὥραις. Τί οὖν; τὸ διάστημα τῶν ἡμερῶν πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόμος; Ἀλλ' οὐδεὶς ἂν εἴποι τοῦτό ποτε, κἂν εἰς ἐσχάτην ἀλογίαν κατενεχθείη. Ἀλλ' οὐ τὸν χρόνον εἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. Καὶ μὴν τὰ ῥήματα οὐ τοῦτό φησιν, ἀλλ' οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ' ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. Οὐκοῦν καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρημένα, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ εὐσεβῆ τὰ ἡμέτερα, καὶ λόγον ἔχοντα. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐδὲν τῶν κακῶν γένοιτ' ἂν αἴτιόν ποτε τῶν καλῶν, τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν βίος αἴτιός ἐστιν. Αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ' ὑπερβολῆς αὐτὸν λέγων οὕτως· Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Καὶ αἵρεσιν δὲ ἑαυτῷ προσθεὶς τοῦ ζῇν ἐνταῦθα, καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν. Εἰ δὲ πονηρὸς ἦν, οὔτ' ἂν ἐκεῖνος ταῦτα περὶ ἑαυτοῦ εἶπεν, οὔτ' ἂν ἄλλος τις εἰς ἀρετὴν αὐτῷ καταχρήσασθαι ἠδυνήθη, εἰ καὶ σφόδρα ἐσπούδαζε. Κακίᾳ γὰρ οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο, οὐ πορνείᾳ εἰς σωφροσύνην, οὐ φθόνῳ εἰς φιλοφροσύνην. Καὶ γὰρ ὅταν λέγῃ Παῦλος περὶ τοῦ φρονήματος τῆς σαρκὸς, ὅτι τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· τοῦτο λέγει, ὅτι ἡ κακία μένουσα κακία οὐ δύναται εἶναι ἀρετή. Ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις νόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην. Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς, καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς, ἦλθεν ὁ Χριστὸς, ἀλλ' ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους. ∆ιὰ τοῦτο καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγε· Καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Καὶ πάλιν, Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τουτέστιν, ἀπὸ τῆς κακίας. Εἰ δὲ οὐκ ἀνέχῃ τούτων, ἀλλ' ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φὴς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν. Ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων, οὐκ ἐγκλημάτων, ἀλλὰ καὶ στεφάνων ἄξιος· οὕτω καὶ ὁ βιαίῳ θανάτῳ, καὶ δι' ἀγχόνης ἢ δι' ἄλλων τινῶν καταλύων τὸ ζῇν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ' ὑμᾶς. Νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττόμεθα, καὶ εἰκότως. Εἰ γὰρ ἑτέρους ἀνελεῖν οὐ καλὸν, πολλῷ μᾶλλον ἑαυτόν. Εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. Χωρὶς δὲ τούτων, καὶ ἐξ ὧν αὐτοὶ λέγουσιν, ἑαυτοῖς περιπίπτουσι. Τὸν γὰρ ἥλιον Θεὸν εἶναι φάσκοντες, καὶ μετ' ἐκεῖνον τὴν σελήνην, καὶ προσκυνοῦντες ὡς τῶν πολλῶν ἀγαθῶν αἰτίους, ἑαυτοῖς μαχόμενοι λέγουσιν. Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα. Πῶς οὖν πρὸς τὴν σύστασιν τοῦ πονηροῦ βίου τοσαύτην εἰσάγουσι λειτουργίαν οὗτοι οἱ καθ' ὑμᾶς θεοί; Ἀλλ' οὔτε τὰ ἄστρα θεοὶ, μὴ γένοιτο, ἀλλ' ἔργα Θεοῦ πρὸς τὴν ἡμετέραν πεποιημένα χρείαν, οὔτε ὁ κόσμος πονηρός. Εἰ δὲ λέγοις μοι τοὺς ἀνδροφόνους καὶ τοὺς μοιχοὺς καὶ τοὺς τυμβωρύχους, οὐδὲν ταῦτα πρὸς τὸν παρόντα βίον· οὐδὲ γὰρ τῆς ἐν σαρκὶ ζωῆς ταῦτα ἁμαρτήματα, ἀλλὰ τῆς διεφθαρμένης προαιρέσεως. Εἰ γὰρ τῆς παρούσης ζωῆς ἦν ταῦτα, ὡς πάντως αὐτῇ συγκεκληρωμένα, οὐδεὶς ἂν ἐλεύθερος ἦν οὐδὲ καθαρός. Ὅρα γοῦν τῆς ἐν σαρκὶ ζωῆς τὰ ἰδιώματα οὐδένα δυνάμενον διαφυγεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐσθίειν, τὸ πίνειν, τὸ καθεύδειν, τὸ αὔξεσθαι, τὸ πεινῇν, τὸ διψῇν, τὸ γεννᾶσθαι, τὸ τελευτᾷν, καὶ τὰ τούτοις ἐοικότα ἅπαντα. Καὶ τούτων οὐδεὶς ἂν περιγένοιτο, οὐχ ἁμαρτωλὸς, οὐ δίκαιος, οὐ βασιλεὺς, οὐκ ἰδιώτης, ἀλλὰ πάντες ὑποκείμεθα τῇ τῆς φύσεως ἀνάγκῃ. Οὕτω καὶ τὸ φαῦλα πράττειν, εἰ τῇ φύσει τῆς ζωῆς ἦν συγκεκληρωμένον, οὐδεὶς ἂν αὐτὰ διέφυγεν, ὥσπερ οὐδὲ ἐκεῖνα. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σπάνιοι οἱ κατορθοῦντες. Τῶν γὰρ φυσικῶν ἀναγκῶν οὐδένα εὑρήσεις περιγεγενημένον ποτέ. Ὥστε ἕως ἂν εὑρίσκηται καὶ εἷς κατωρθωκὼς ἀρετὴν, οὐδὲν ὁ λόγος παραβλαβήσεται. Τί φὴς, ἄθλιε καὶ ταλαίπωρε; πονηρὰ ἡ παροῦσα ζωὴ, ἐν ᾗ τὸν Θεὸν ἐπέγνωμεν, ἐν ᾗ περὶ τῶν μελλόντων φιλοσοφοῦμεν, ἐν ᾗ γεγόναμεν ἐξ ἀνθρώπων ἄγγελοι, καὶ ταῖς ἄνω συγχορεύομεν δυνάμεσι; Καὶ ποίαν ἑτέραν ζητήσωμεν τῆς πονηρᾶς ὑμῶν γνώμης καὶ διεστραμμένης ἀπόδειξιν;
εʹ. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος εἶπε, φησὶν, αἰῶνα πονηρὸν τὸν ἐνεστῶτα; Τῇ κοινῇ κεχρημένος συνηθείᾳ. Καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Κακὴν ἔσχον ἡμέραν, οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν, ἢ τὴν περίστασιν διαβάλλοντες. Οὕτω καὶ ὁ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις, τῇ συνηθείᾳ κέχρηται· καὶ δείκνυσιν, ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο. Τῷ μὲν γὰρ εἰπεῖν, Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι, Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. Ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν ἠσθένει, ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονε. Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν, ὡς δεδωκότος τὸν νόμον, καὶ ἐδεδοίκεσαν, εἰ τὴν Παλαιὰν ἀφέντες προσέλθοιεν τῇ Καινῇ· καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ. Καὶ οὐχ ἁπλῶς εἶπε, Πατρὸς, ἀλλὰ, Πατρὸς ἡμῶν, καὶ συνεχῶς αὐτὸ τίθησιν, ἐντρέπων αὐτοὺς τῷ δεικνύναι, ὅτι Πατέρα ἡμῶν τὸν αὑτοῦ Πατέρα πεποίηκεν ὁ Χριστός. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον. Τὸ γὰρ, Ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ προοιμίοις Ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά. Ἐνταῦθα δὲ δεικνὺς, ὅτι καὶ τὰ εἰρημένα ἱκανὴν εἶχε κατηγορίαν Γαλατῶν, καὶ ὅτι ὁ λόγος ἀπηρτισμένος ἐστὶ, τὸ προοίμιον τοῦτο τέθεικε. Τὰ γὰρ φανερὰ τῶν ἐγκλημάτων οὐ πολλῆς δεῖται κατασκευῆς. Ἀναμνήσας γὰρ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν τὸν λόγον κατέκλεισεν. Οὐ διὰ τοῦτο δὲ μόνον τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τὸ μεθ' ὑπερβολῆς ἐκπλήττεσθαι τῆς δωρεᾶς τὸ μέγεθος, τῆς χάριτος τὴν ὑπερβολὴν, καὶ ἐννοεῖν τίνας ὄντας τί εἰργάσατο ὁ Θεὸς ἀθρόον καὶ ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ· ἅπερ τῷ λόγῳ παραστῆσαι μὴ δυνάμενος, εἰς δοξολογίαν κατέλυσεν, οὐ τὴν ἀξίαν, ἀλλὰ τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης. ∆ιὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. Εἰπὼν γὰρ, Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμὴν, ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως, οὕτω λέγων· Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπώπτευον ἀρέσκειν τῷ Πατρὶ, καθάπερ καὶ Ἰουδαῖοι τὸν Χριστὸν διώκοντες, τοῦτο πρῶτον ἐνδείκνυται, ὅτι οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα παροξύνουσι τοῦτο πράττοντες. Οὐ γὰρ ἀπὸ τοῦ Χριστοῦ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ Πατρὸς μεθίστασθε τοῦτο ποιοῦντες. Ὥσπερ γὰρ ἡ Παλαιὰ οὐ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτω καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα κοινά· Πάντα γὰρ τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν. Εἰπὼν τοίνυν, ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, καὶ τὴν ταχίστην μετάθεσιν. Καὶ μὴν τὸ ἐναντίον κατηγορίας ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος. Ἄξιος μὲν γὰρ ἐγκλημάτων καὶ ὁ μετὰ πολὺν χρόνον· ὁ δὲ ἐκ πρώτης προσβολῆς, καὶ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς καταπεσὼν, ἐσχάτης ἀσθενείας ἐξήνεγκεν ὑπόδειγμα, ὃ καὶ τούτοις ἐγκαλεῖ, λέγων· Τί τοῦτο, ὅτι οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς, ἀλλ' ἡ πρώτη προσαγωγὴ ἀρκεῖ πάντας ὑμᾶς καταστρέψασθαι καὶ ἑλεῖν; καὶ ποίαν ἂν σχοίητε συγγνώμην; Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόμενον, ἔγκλημα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίμους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ καλοῦντος ἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιμωρίας ὑπεύθυνος. Ὅταν δὲ εἴπῃ, Θαυμάζω, οὐ μόνον ἐντρέπων αὐτοὺς λέγει, ὅτι μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, εἰς ζυγὸν δουλείας ηὐτομόλησαν· ὁμοῦ δὲ καὶ δεικνὺς, οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην.
Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόμιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ, ἀλλ' ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν. Ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Μετατίθεσθε. Οὐκ εἶπε, μετέθεσθε, ἀλλὰ, Μετατίθεσθε, τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου. Τοῦτο οὖν σαφέστερον προειπὼν, λέγει, Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ. Ἡ μὲν κλῆσίς ἐστι τοῦ Πατρὸς, τῆς δὲ κλήσεως ἡ αἰτία, τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν. Μᾶλλον δὲ καὶ ταῦτα ἐκείνου, καὶ ἐκεῖνα τούτου· Τὰ γὰρ ἐμὰ σὰ, φησὶ, καὶ τὰ σὰ ἐμά. Καὶ οὐκ εἶπεν, Ἀπὸ τοῦ εὐαγγελίου μετατίθεσθε, ἀλλ', Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς Θεοῦ. Ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. Οἱ γὰρ ἀπατᾷν αὐτοὺς βουλόμενοι, οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ' ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων οὐ μεθίστων. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα. Εἰ μὲν γὰρ εἶπον, Ἀπόστητε ἀπὸ τοῦ Χριστοῦ, ὡς πλάνους ἂν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῇ πίστει τέως, καὶ τῇ πλάνῃ εὐαγγελίου ἐπιτιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν, τῶν εἰρημένων, καθάπερ τινῶν παραπετασμάτων, διὰ τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους.
ςʹ. Ἐπεὶ οὖν εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται, καὶ παῤῥησιάζεται, λέγων· Εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Καλῶς· οὐ γάρ ἐστιν ἄλλο. Ἀλλ' ὅμως ὅπερ πάσχουσιν οἱ νοσοῦντες ἐκ τῶν ὑγιεινῶν βλαπτόμενοι σιτίων, τοῦτο καὶ Μαρκίωνες ἐνταῦθα ἔπαθον. Ἐπελάβετο γὰρ τῶν εἰρημένων εἰπὼν, ὅτι Ἰδοὺ καὶ Παῦλος εἶπεν, Οὐκ ἔστιν ἕτερον εὐαγγέλιον. Οὐδὲ γὰρ παραδέχονται τοὺς εὐαγγελιστὰς ἅπαντας, ἀλλ' ἕνα μόνον, καὶ αὐτὸν περικόψαντες καὶ συγχέαντες, ὡς ἐβούλοντο. Τί οὖν, ὅταν αὐτὸς λέγῃ, Κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ; Ἔστι μὲν οὖν πολλοῦ γέλωτος τὰ εἰρημένα παρ' αὐτῶν· πλὴν κἂν καταγέλαστα ᾖ, ἀναγκαῖον διελέγχειν αὐτὰ διὰ τοὺς εὐκόλως ἀπατωμένους. Τί οὖν ἐροῦμεν; Ὅτι κἂν μυρίοι γράφωσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλὰ, καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται· ὥσπερ οὖν κἂν εἷς ᾖ πάλιν ὁ γράφων, καὶ ἐναντία λέγῃ, οὐκ ἔστιν ἓν τὰ γραφόμενα. Τὸ γὰρ ἓν καὶ οὐχ ἓν, οὐ τῷ τῶν γραφόντων ἀριθμῷ, ἀλλὰ τῇ ταυτότητι καὶ ἑτερότητι τῶν λεγομένων κρίνεται. Ὅθεν δῆλον, ὅτι καὶ τὰ τεσσάρων Εὐαγγέλια ἕν ἐστιν Εὐαγγέλιον. Ὅταν γὰρ οἱ τέσσαρες τὰ αὐτὰ λέγωσιν, οὐκ ἔστιν ἄλλο καὶ ἄλλο διὰ τὴν τῶν προσώπων διαφορὰν, ἀλλ' ἓν διὰ τὴν τῶν εἰρημένων συμφωνίαν. Οὐδὲ γὰρ ὁ Παῦλος περὶ ἀριθμοῦ λέγει νῦν, ἀλλὰ περὶ διαφωνίας τῶν εἰρημένων. Εἰ μὲν οὖν ἄλλο τὸ Ματθαίου, καὶ τὸ Λουκᾶ ἕτερον κατὰ τὴν δύναμιν τῶν ἐγγεγραμμένων καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν, καλῶς ἐπιλαμβάνονται τοῦ λόγου· εἰ δὲ ἓν καὶ τὸ αὐτὸ, παυσάσθωσαν ἀνοηταίνοντες, καὶ ταῦτα προσποιούμενοι ἀγνοεῖν, ἃ καὶ τοῖς ἄγαν παισίν ἐστι κατάδηλα.Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Τουτέστιν, Ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον εὐαγγέλιον, ἕως ἂν ὀρθὰ βλέπητε, καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς διαταραχθεὶς ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ νοῦς τῇ τῶν πονηρῶν συγχύσει θολούμενος λογισμῶν τὸ αὐτὸ τοῦτο πάσχειν εἴωθε. ∆ιὰ γὰρ τοῦτο καὶ οἱ μαινόμενοι ἕτερα ἀνθ' ἑτέρων φαντάζονται. Ἀλλ' αὕτη χαλεπωτέρα ἐκείνης ἡ μανία, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς τὴν βλάβην ἐργαζομένη, οὐκ ἐν τῇ κόρῃ τῶν τοῦ σώματος ὀμμάτων, ἀλλ' ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὴν καταστροφὴν κατασκευάζουσα. Καὶ θέλοντες ἀνατρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ μὴν μίαν μόνην, ἢ δευτέραν ἐπεισῆγον ἐντολὴν, τὴν τῆς περιτομῆς, καὶ τὴν τῶν ἡμερῶν μόνον καινοτομοῦντες· ἀλλὰ δεικνὺς ὅτι μικρὸν παραποιηθὲν, τὸ ὅλον λυμαίνεται, εἶπε τὸ Εὐαγγέλιον ἀνατρέπεσθαι. Καθάπερ γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασιν ὁ μικρὸν τοῦ χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο· οὕτω καὶ ὁ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προϊὼν ἀπὸ τῆς ἀρχῆς. Ποῦ τοίνυν εἰσὶν οἱ φιλονεικίας ἡμᾶς κρίνοντες ἕνεκεν τῆς πρὸς τοὺς αἱρετικοὺς διαστάσεως; ποῦ νῦν εἰσιν οἱ λέγοντες οὐδὲν μέσον εἶναι ἡμῶν κἀκείνων, ἀλλ' ἀπὸ φιλαρχίας τὴν διαφορὰν γίνεσθαι; Ἀκουέτωσαν τί φησιν ὁ Παῦλος, ὅτι τὸ Εὐαγγέλιον ἀνέτρεψαν οἱ καὶ μικρόν τι καινοτομοῦντες. Οὗτοι δὲ οὔ τι μικρόν· πῶς γὰρ, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα λέγοντες; Οὐκ ἤκουσας ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἐν σαββάτῳ ξύλα τις συλλέξας, καὶ μίαν ἐντολὴν παραβὰς, καὶ οὐδὲ ταύτην μεγίστην, ἐσχάτην δέδωκε δίκην; καὶ Ὀζᾶ τὴν κιβωτὸν μέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆμα ἀπέθανεν, ὅτι μὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο; Εἶτα σαββάτου μὲν ἡ παράβασις, καὶ τὸ τῆς κιβωτοῦ καταπιπτούσης ἅψασθαι, εἰς τοσαύτην ἤγαγε τὸν Θεὸν ἀγανάκτησιν, ὥστε μηδὲ βραχείας τυχεῖν συγγνώμης τοὺς ταῦτα τολμήσαντας· ὁ δὲ δόγματα φρικτὰ καὶ ἀπόῤῥητα λυμηνάμενος, οὗτος ἀπολογίας τεύξεται καὶ συγγνώμης; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ καὶ ὑπὲρ τῶν μικρῶν τούτων ἀγανακτεῖν. ∆ιὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. Καὶ καθάπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν οἱ τῶν μικρῶν ὑπερορῶντες, τὰ μείζονα ἐπεισάγουσιν. Ὁ δεῖνα, φησὶ, περὶ τὴν νηστείαν σφάλλεται, καὶ οὐδὲν μέγα ἐστίν· ἕτερος τῇ πίστει μὲν ἔῤῥωται τῇ ὀρθῇ, ὑποκρινόμενος δὲ διὰ τὸν καιρὸν, τὴν παῤῥησίαν προέδωκεν· οὐδὲ τοῦτό τι μέγα δεινόν. Ἄλλος παροξυνθεὶς, ἠπείλησεν ἀποστήσεσθαι τῆς ὀρθῆς πίστεως· ἀλλ' οὐδὲ τοῦτο ἄξιον τιμωρίας· ὀργῇ γὰρ ἥμαρτε, φησὶ, καὶ θυμῷ. Καὶ μυρία τις ἂν εὕροι τοιαῦτα καθ' ἑκάστην ἡμέραν ἁμαρτήματα ἐπεισαγόμενα ταῖς Ἐκκλησίαις. ∆ιὰ τοῦτο καὶ καταγέλαστοι γεγόναμεν καὶ Ἰουδαίοις καὶ Ἕλλησιν, εἰς μυρία τῆς Ἐκκλησίας σχιζομένης. Εἰ γὰρ οἱ παρὰ τὴν ἀρχὴν ἀποπηδᾷν τῶν θείων θεσμῶν ἐπιχειροῦντες καὶ μικρόν τι παρακινεῖν, τῆς προσηκούσης ἐτύγχανον ἐπιτιμήσεως, οὐκ ἂν ὁ παρὼν ἐτέχθη λοιμὸς, καὶ τοσοῦτος χειμὼν τὰς Ἐκκλησίας κατέλαβεν. Ὅρα γοῦν ὁ Παῦλος πῶς τὴν περιτομὴν ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ.

ζʹ· Νῦν δέ εἰσι πολλοὶ παρ' ἡμῖν καὶ τὴν αὐτὴν Ἰουδαίοις νηστεύοντες ἡμέραν,
καὶ σάββατα τηροῦντες ὁμοίως· καὶ φέρομεν γενναίως, μᾶλλον δὲ ταλαιπώρως. Καὶ τί λέγω τὰ Ἰουδαίων; καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος. Εἰ δὲ τοὺς περιτεμνομένους οὐδὲν ὁ Χριστὸς ὠφελεῖ, τοὺς τοσαῦτα ἐπισυρομένους κακὰ, τί τοσοῦτον ἡ πίστις εἰς σωτηρίαν ὠφελήσει λοιπόν; Καίτοι ἡ περιτομὴ παρὰ Θεοῦ δεδομένη ἦν, ἀλλ' ὅμως ἐπειδὴ ἐλυμαίνετο τῷ Εὐαγγελίῳ οὐκ ἐν καιρῷ τελουμένη, πάντα ἔπραττεν ὁ Παῦλος, ὥστε αὐτὴν περικόψαι. Εἶτα ὁ μὲν Παῦλος ὑπὲρ ἐθῶν Ἰουδαϊκῶν τοσαύτην ἐποιεῖτο σπουδὴν, ἐπειδὴ ἀκαίρως ἐφυλάττετο, ἡμεῖς δὲ οὐδὲ τὴν Ἑλληνικὴν περικόψομεν συνήθειαν; καὶ ποίαν σχοίημεν ἀπολογίαν;
∆ιὰ ταῦτα ἐν ταραχαῖς καὶ θορύβοις νῦν τὰ ἡμέτερα, καὶ οἱ μαθητευόμενοι φρονήματος ἐμπλησθέντες πολλοῦ τὴν τάξιν ἀνέτρεψαν, καὶ τὰ ἄνω κάτω γεγένηται. Κἂν μικρόν τις ἐγκαλέσῃ, διαπτύουσι τοὺς ἄρχοντας, ἐπειδὴ κακῶς ἡμεῖς αὐτοὺς ἐπαιδοτριβήσαμεν. Καίτοι γε εἰ καὶ μοχθηρότεροι, καὶ μυρίων ἦσαν κακῶν γέμοντες οἱ προεστῶτες, οὐδὲ οὕτω τῷ μαθητῇ θέμις ἦν παρακούειν. Εἰ γὰρ περὶ τῶν Ἰουδαίων διδασκάλων φησὶν, ὅτι ἐπειδὴ ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, ἀκούεσθαι δίκαιοι παρὰ τῶν μαθητευομένων ἂν εἶεν, καίτοι γε ἔργα εἶχον οὕτω πονηρὰ, ὡς τοὺς μαθητὰς κελεῦσαι μὴ ζηλοῦν, μηδὲ μιμεῖσθαι ἐκεῖνα, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ τοὺς τῆς Ἐκκλησίας προέδρους τοὺς τῇ χάριτι τοῦ Θεοῦ μετ' ἐπιεικείας ζῶντας διαπτύοντες καὶ καταπατοῦντες; Εἰ γὰρ ἀλλήλους κρίνειν οὐ θέμις, πολλῷ μᾶλλον τοὺς διδασκάλους. Ἀλλὰ κἂν ἐγὼ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
Ὅρα σύνεσιν ἀποστολικήν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ ἑαυτὸν ἀνεθεμάτισεν. Ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφευγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς, φησὶ, καὶ Ἰωάννην· κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις τῶν ἐξ οὐρανοῦ διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ οὐρανοῦ, ἀλλ' ἐπειδὴ καὶ οἱ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο· Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν· ἵνα μὴ τούτους νομίσῃς ἀγγέλους λέγεσθαι νῦν, τῇ τοῦ οὐρανοῦ προσθήκῃ τὰς ἄνω δυνάμεις ᾐνίξατο. Καὶ οὐκ εἶπεν, Ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ, Κἂν μικρόν τι εὐαγγελίζωνται παρ' ὃ εὐηγγελισάμεθα, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν. Ὡς προείρηκα, καὶ ἄρτι πάλιν λέγω. Ἵνα γὰρ μὴ νομίσῃς θυμοῦ τὰ ῥήματα εἶναι, ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ κατὰ συναρπαγήν τινα, δεύτερον τὰ αὐτὰ πάλιν τίθησιν. Ὁ μὲν γὰρ θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύτερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἶπε, καὶ πρότερον ἐν τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν. Ὁ μὲν οὖν Ἀβραὰμ ἀξιούμενος πέμψαι τὸν Λάζαρον ἔλεγεν, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἐὰν μὴ ἐκείνων ἀκούσωσιν, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσονται. Ταῦτα δὲ αὐτὸν εἰσάγει λέγοντα ὁ Χριστὸς, δεικνὺς ὅτι καὶ νεκρῶν ἐγειρομένων ἀξιοπιστοτέρας εἶναι βούλεται τὰς Γραφάς. Ὁ δὲ Παῦλος (ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν πάλιν λέγω· αὐτὸς γὰρ ἦν ὁ κινῶν αὐτοῦ τὴν ψυχήν) καὶ ἀγγέλων ἐξ οὐρανοῦ καταβαινόντων αὐτὰς προτίθησι· καὶ μάλα εἰκότως. Οἱ γὰρ ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ ὑπουργοὶ τυγχάνουσιν ὄντες· αἱ δὲ Γραφαὶ πᾶσαι οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων Θεοῦ ∆εσπότου γραφεῖσαι ἐπέμφθησαν. ∆ιὰ τοῦτό φησιν· Ἐάν τις ὑμᾶς εὐαγγελίσηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν. Καὶ οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς. Τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ χρησάμενον ὑπερβολῇ, ὡς καὶ ἅπαντας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω, περιλαβεῖν; ∆ιὰ μὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οἱ συναπόστολοί σου καὶ ἑταῖροι ταῦτα λέγουσιν· οὐδὲ γὰρ ἐμαυτοῦ φείδομαι τοιαῦτα κηρύττοντος. Ταῦτα δὲ οὐχ ὡς καταγινώσκων τῶν ἀποστόλων φησὶν, οὐδὲ ὡς παραβαινόντων τὸ κήρυγμα, ἄπαγε· Εἴτε γὰρ ἡμεῖς, εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ γὰρ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ τὸν Θεὸν δύναμαι παραλογίσασθαι τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ διαπαντὸς ἀρέσκειν; Εἶδες φρόνημα ἀποστολικόν; εἶδες ὕψος εὐαγγελικόν; Τὰ αὐτὰ δὲ ταῦτα καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν, Οὐχ ὑμῖν ἀπολογούμεθα, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ πάλιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ἐπειδὴ γὰρ μαθηταῖς διδάσκαλος ὢν ἀναγκάζεται ἀπολογεῖσθαι, ὑπομένει μὲν αὐτὸ, δυσανασχετεῖ δὲ, οὐ δι' ἀπόνοιαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν εὐκολίαν τῆς τῶν ἀπατωμένων γνώμης, καὶ τὸ μὴ σφόδρα παρ' αὐτοῖς πιστεύεσθαι. ∆ιὸ καὶ ταῦτα εἴρηκε, μονονουχὶ λέγων· Μὴ γὰρ πρὸς ὑμᾶς μοι ὁ λόγος ἐστί; μὴ γὰρ ἄνθρωποί μοι δικάζειν μέλλουσι; πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων ∆εσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.

ηʹ. Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστάμενος, ταῦτα τέθεικε. Τοὺς γὰρ μαθητευομένους οὐ δικάζειν τοῖς διδασκάλοις, ἀλλὰ πιστεύειν προσῆκεν· ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκεῖνον περὶ δογμάτων ἀπολογήσασθαι τούτων. Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέσκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ἀνεξαπάτητον γὰρ τὸ Θεῖον. Ὅθεν δῆλον, ὅτι καὶ ἡμεῖς, φησὶν, οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ ὥστε μαθητὰς ἔχειν, οὐδὲ τῆς παρ' ὑμῶν ἐφιέμενοι δόξης ταῦτα γράφομεν· οὐ γὰρ ἀνθρώποις ἀρέσαι ἐσπουδάκαμεν, ἀλλὰ Θεῷ. Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν Ἐκκλησίαν ἐδίωκον. Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάμενος τούτων διωγμοὺς καὶ ἔχθρας καὶ πολέμους καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέμενος λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι' ἐναργῶν ἀποδείξεων, ὅτι μετ' ἀληθείας μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι. ∆ιὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ' ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑπομονὴν εἰς μέσον φέρων καὶ λέγων· ∆ιάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν μέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητὴς, οὐκ ἀνθρώπου μεσιτεύοντος, ἀλλ' αὐτοῦ δι' ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν. Καὶ ποία τοῖς ἀπιστοῦσιν ἀπόδειξις γένοιτ' ἂν τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι' ἑαυτοῦ, καὶ μὴ διὰ μέσου τινὸς τὰ ἀπόῤῥητα ἐκεῖνα μυστήρια; Ἡ προτέρα ἀναστροφὴ, φησίν· οὐ γὰρ ἂν, εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν. Οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγείαν. ∆ιὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι ἀναστροφῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων. Ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι' ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ, οἱ μὴ παρόντες; ὅτι δὲ διώκτης ἤμην, σφόδρα ἴστε. Καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστινῶν καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. ∆ιὸ καί φησιν· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ὁρᾷς πῶς ἕκαστον μετὰ ἐπιτάσεως τίθησι, καὶ οὐκ αἰσχύνεται; Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε μόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

θʹ. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι θυμοῦ τὸ πρᾶγμα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὃ δέ φησι, τοῦτό ἐστιν· Εἰ τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι' ἄνθρωπον ἔπραττον, ἀλλὰ διὰ ζῆλον θεῖον, ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως· πῶς νῦν ὑπὲρ τῆς Ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω; Εἰ γὰρ ἐν τῷ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ' ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ μᾶλλον, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας. Ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς Ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ ἐστὶ σημεῖον τοῦ μετὰ ἀληθείας μεταστῆναι, καὶ ζήλῳ κατεχόμενον θείῳ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι; Οὐκ ἔστιν οὐδὲν, ἀλλ' ὁ τῆς ἀληθείας ἔρως μόνον. Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίσωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Ὅρα τί σπουδάζει ἐνταῦθα δεῖξαι, ὅτι καὶ τὸν χρόνον, ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόῤῥητον ἀφείθη. Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι ἀπόστολος, καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην· ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς ὑπήκουσε· δῆλον ὅτι ὁ Θεὸς δι' ἀπόῤῥητόν τινα αἰτίαν ἀνεβάλλετο τέως. Τίς οὖν αὕτη ἡ οἰκονομία; Τάχα παρ' ἐμοῦ προοίμιον ἀκοῦσαι κεχήνατε, τί δήποτε οὐ μετὰ τῶν δώδεκα αὐτὸν ἐκάλεσεν· ἀλλ' ἵνα μὴ τοῦ κατεπείγοντος ἀποστὰς, μακρότερον ποιήσω τὸν λόγον, παρακαλῶ καὶ ἐγὼ τὴν ὑμετέραν ἀγάπην μὴ πάντα παρ' ἐμοῦ μανθάνειν, ἀλλὰ καὶ ἐξ ἑαυτῶν ζητεῖν, καὶ τὸν Θεὸν παρακαλεῖν ἀποκαλύπτειν. Καὶ ἡμῖν δὲ εἴρηταί τις ὑπὲρ τούτων λόγος, ὅτε περὶ τῆς μεταθέσεως αὐτοῦ τῆς προσηγορίας πρὸς ὑμᾶς διελεγόμεθα, καὶ τίνος ἕνεκεν Σαῦλον αὐτὸν καλούμενον, Παῦλον ἐκάλεσεν· εἰ δὲ ἐπιλέλησθε, ἐντυχόντες ἐκείνῳ τῷ βιβλίῳ, πάντα εἴσεσθε ταῦτα. Τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα, καὶ σκοπῶμεν πῶς πάλιν δείκνυσιν οὐδὲν ἀνθρώπινον περὶ αὐτὸν γεγενημένον, ἀλλὰ πάντα τὸν Θεὸν τὰ κατ' αὐτὸν μετὰ πολλῆς οἰκονομοῦντα προνοίας. Καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ. Ὁ μὲν Θεὸς, φησὶ, διὰ τὴν ἀρετὴν αὐτοῦ κεκληκέναι αὐτόν. Σκεῦος γὰρ ἐκλογῆς μοί ἐστι, πρὸς τὸν Ἀνανίαν ἔλεγε, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα. Καὶ ταύτην τὴν αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ τῆς χάριτος εἶναί φησι τὸ πᾶν καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· Ἀλλ' ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ' ὅτι ἐπιτήδειος, ἀλλ' ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Εἶδες ταπεινοφροσύνης ὑπερβολήν; ∆ιὰ τοῦτο ἐγὼ, φησὶν, ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου φιλανθρωπίας ἀπολελαυκότος. Τοῦτο γὰρ δηλοῖ ἐν τῷ εἰπεῖν, Ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ. Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ἀλλαχοῦ δέ φησιν ὁ Χριστὸς, Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Εἶδες ὅτι καὶ ὁ Πατὴρ Υἱὸν, καὶ ὁ Υἱὸς Πατέρα ἀποκαλύπτει; Οὕτω καὶ ἐπὶ τῆς δόξης, καὶ ὁ Υἱὸς δοξάζει Πατέρα, καὶ ὁ Πατὴρ Υἱόν· ∆όξασόν με, φησὶν, ἵνα δοξάσω σε· καὶ, Καθώς σε ἐγὼ ἐδόξασα· ∆ιὰ τί δὲ μὴ εἶπεν, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐμοὶ, ἀλλ' Ἐν ἐμοί; ∆εικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχὴν, καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειροτονηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν. Οὕτω γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα ἴδω μόνον αὐτὸν, ἀλλ' ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω. Καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ' Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, ἐντεῦθεν ἤδη προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου. Οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἔθνεσι κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν. Εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτό φησιν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ταῦτα εἰ μέν τις αὐτὰ καθ' ἑαυτὰ ἐξετάσειε τὰ ῥήματα, δοκεῖ πολλῆς μεγαληγορίας γέμειν, καὶ πόῤῥω τοῦ φρονήματος εἶναι τοῦ ἀποστολικοῦ. Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον φρόνιμον δόξαντα εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον αὐτοῦ ὁ ἄφρων· καὶ, Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ αὐτὸς πάλιν, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς.

ιʹ. Οὐκ ἂν οὖν ὁ τοσαῦτα παρ' ἑτέρων ἀκούσας, καὶ αὐτὸς τὰ αὐτὰ παραινῶν ἑτέροις, τούτοις περιέπεσεν, οὐχ ὅτι Παῦλος, ἀλλ' οὐδὲ ὁ τυχὼν ἄνθρωπος. Ἀλλ' ὅπερ ἔφην, γυμνὴ μὲν αὕτη ἐξεταζομένη ἡ ῥῆσις καὶ ὑφορμεῖν καὶ προσίστασθαι δύναταί τισι τῶν ἀκροατῶν· ἂν δὲ τὴν αἰτίαν προσθῶμεν δι' ἣν ταῦτα ἐλέγετο, καὶ κροτήσουσι καὶ θαυμάσονται πάντες τὸν εἰρηκότα. Τοῦτο τοίνυν ποιῶμεν. Οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἁμαρτήματα· οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ γὰρ ἐν ταῖς ἡμετέραις διαλέξεσιν, ἂν μὴ τούτῳ ὦμεν κεχρημένοι τῷ τρόπῳ, καὶ τὴν γνώμην ἐξετάζωμεν τοῦ λέγοντος, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας, καὶ πάντα ἀνατραπήσεται. Καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται; Καὶ γὰρ καὶ ἰατροὶ καὶ τέμνουσι καὶ διακλῶσί τινα τῶν ὀστέων, καὶ λῃσταὶ ταῦτα ποιοῦσι πολλάκις. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, ὅταν λῃστὴν καὶ ἰατρὸν μὴ δυνηθῶμεν διελεῖν; Πάλιν ἀνδροφόνοι καὶ μάρτυρες τὰς αὐτὰς ὑπομένουσιν ὀδύνας βασανιζόμενοι· ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Κἂν μὴ τοῦτον διατηρῶμεν τὸν κανόνα, οὐ δυνησόμεθα εἰδέναι ταῦτα, ἀλλὰ καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ καὶ τὸν Φινεὲς, τὸν δὲ Ἀβραὰμ καὶ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. Ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ' ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν σκοπὸν, καὶ τίς ἦν διόλου περὶ τοὺς ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα ἐκ ποίας ἐλέγετο γνώμης. Οὐδὲ γὰρ ἐξευτελίζων ἐκείνους, οὔτε ἑαυτὸν ἐπαινῶν, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα· πῶς γὰρ, ὅπου καὶ ἑαυτὸν ἀνεθεμάτισεν; ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς μὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ κατὰ μικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόμενος. ∆ιὰ τοῦτό φησιν, Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸν παρὰ τοῦ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. Ὁ μὲν γὰρ παρὰ ἀνθρώπων μανθάνων, εἰκότως ἀνθρώπους λαμβάνει κοινωνοὺς πάλιν· ὁ δὲ τῆς θείας ἐκείνης καὶ μακαρίας ἀξιωθεὶς φωνῆς, καὶ παρ' αὐτοῦ τοῦ τὸν θησαυρὸν ἔχοντος τῆς σοφίας πάντα διδαχθεὶς, τίνος ἕνεκεν λοιπὸν ἀνθρώποις ἀνετίθετο; Ὁ γὰρ τοιοῦτος οὐ μανθάνειν παρὰ ἀνθρώπων, ἀλλὰ διδάσκειν ἀνθρώπους δίκαιος ἂν εἴη. Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα. Οὐδὲ ἀνῆλθον, φησὶ, πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, πρὸ αὐτοῦ ἐκλήθησαν, οὐκ ἀνῆλθον πρὸς ἐκείνους, φησίν. Εἰ δὲ ἐχρῆν αὐτοῖς κοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ κήρυγμα, καὶ τοῦτο ἂν αὐτῷ ἐκέλευσε. Τί οὖν, οὐκ ἀνῆλθεν ἐκεῖ; Καὶ μὴν ἀνῆλθε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μαθησόμενός τι παρ' αὐτῶν. Πότε; Ὅτε ἐν τῇ πόλει τῶν Ἀντιοχέων, τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ Ἐκκλησίᾳ, γέγονε περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου, καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν. Τότε ἀνῆλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας. Πῶς οὖν φησιν, Οὐκ ἀνῆλθον, οὐδὲ ἀνεθέμην; Ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ' ἀπεστάλη παρ' ἑτέρων· δεύτερον δὲ οὐ μαθησόμενος παρεγένετο, ἀλλ' ἑτέρους πείθων. Αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν, οὐκ αὐτός τι εἰσόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται.
Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ' ἃ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ' ἑαυτῷ. Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ μακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυμα ἐλθεῖν. Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ περὶ ἐκείνων μαθεῖν, ἀνῆλθεν ὑπὲρ ἐκείνων, οὐχ ὑπὲρ ἑαυτοῦ. Εἰ δὲ λέγει, Οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν ἀνῆλθε. Καὶ γὰρ καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται, λέγων· Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Οὐκ εἶπεν ἁπλῶς, Οὐ προσανεθέμην, ἀλλ', Εὐθέως. Εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν. Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν·τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ' ἀγριώτερον ἔτι διακειμένους. Εἰ γὰρ μετὰ τῶν ἀποστόλων ἀνέμενεν, οὐδὲν ἔχων μανθάνειν, τὸ κήρυγμα ἂν ἐνεποδίσθη· ἔδει γὰρ αὐτοὺς πανταχοῦ τὸν λόγον διαδοῦναι. ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος, καὶ ζέων τῷ πνεύματι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον.

ιαʹ. Καὶ θέα μοι τὴν ταπεινοφροσύνην. Εἰπὼν γὰρ, Ἀπῆλθον εἰς Ἀραβίαν, ἐπήγαγε, Καὶ πάλιν ὑπέστρεψα εἰς ∆αμασκόν. Οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅμα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶ εἰς τοσοῦτον ἤγαγε παροξυσμὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ πολλὴν ἐποίησε τοῖς πιστεύουσι τὴν προσθήκην. Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σημεῖον καθαρὸν ἦν. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ὁ Χριστὸς ἀποθανεῖν, τηρῶν αὐτὸν τῷ κηρύγματι· ἀλλ' ὅμως οὐδέν φησι τῶν κατορθωμάτων τούτων· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ ἔκτρωμα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν ὁ πλέον πάντων κοπιάσας, ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ταπεινὰ δὲ περὶ ἑαυτοῦ λέγων, εὐγνώμων, οὐ ταπεινόφρων ἐστίν· ὁ δὲ μετὰ τοσούτους στεφάνους τοιαῦτα φθεγγόμενος, ἐκεῖνός ἐστιν ὁ μετριάζειν εἰδώς. Καὶ πάλιν ὑπέστρεψα, φησὶν, εἰς ∆αμασκόν. Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν; Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν μακάριον τοῦτον σαγηνεῦσαι βουλόμενος· ὅπερ σημεῖον μέγιστον ἦν τοῦ σφόδρα καὶ κατὰ κράτος ἐλαύνειν αὐτὸν τοὺς Ἰουδαίους. Ἀλλ' οὐδὲν τούτων ἐνταῦθα λέγει, οὐδ' ἂν ἐκεῖ αὐτὰ τότε τέθεικεν, εἰ μὴ καὶ τότε τὸν καιρὸν εἶδεν ἐκεῖνον ἀπαιτοῦντα τὴν ἱστορίαν, ἀλλ' ἐσίγησεν ἄν· ὥσπερ οὖν καὶ ἐνταῦθα, ὅτι ἦλθε καὶ ἀπῆλθε λέγων, οὐκέτι προστίθησι τὰ ἐντεῦθεν γενόμενα. Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Τί ταύτης ταπεινοφρονέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα, μηδὲν Πέτρου δεόμενος, μηδὲ τῆς ἐκείνου φωνῆς, ἀλλ' ἰσότιμος ὢν αὐτῷ (πλέον γὰρ οὐδὲν ἐρῶ τέως), ὅμως ἀνέρχεται ὡς πρὸς μείζονα καὶ πρεσβύτερον· καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη. Ὁρᾷς πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμὴν, καὶ οὐ μόνον ἀμείνω, ἀλλ' οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει; Καὶ τοῦτο ἐκ τῆς ἀποδημίας ταύτης δῆλον. Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων πρὸς ἁγίους ἄνδρας ἀποδημοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείμενος ἀπῄει· μᾶλλον δὲ καὶ πολλῷ ταπεινότερον. Οἱ μὲν γὰρ νῦν ὠφελείας ἕνεκεν ἀποδημοῦσιν· ὁ δὲ μακάριος τότε ἐκεῖνος, οὐχ ὡς μαθησόμενός τι παρ' αὐτοῦ, οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ. Ἱστορῆσαι γὰρ, φησὶ, Πέτρον. Καὶ οὐκ εἶπεν, Ἰδεῖν Πέτρον, ἀλλ', Ἱστορῆσαι Πέτρον, ὅπερ οἱ τὰς μεγάλας πόλεις καὶ λαμπρὰς καταμανθάνοντες λέγουσιν. Οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς εἶναι καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Τοῦτο δὲ καὶ ἀπὸ τῶν πράξεων δῆλον. Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυμα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάμενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παμφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης διορθωσάμενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον μὲν εἰσέρχεται πρὸς Ἰάκωβον μετὰ πολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς μείζονα καὶ τιμιώτερον. Ἔπειτα συμβουλεύοντος ἀνέχεται, καὶ συμβουλεύοντος ἐναντία τῶν νῦν. Ὁρᾷς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Ἀλλὰ ξύρησαι, καὶ ἁγνίσθητι. Καὶ ἐξυρήσατο, καὶ τὰ Ἰουδαϊκὰ πάντα ἐπετέλεσεν. Ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινότερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήματι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Τὸ μὲν οὖν δι' αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ καὶ τοσαύτας ἐπιμεῖναι ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ὅρα πῶς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· καὶ γὰρ δι' αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε. Ταῦτα δὲ καὶ λέγω συνεχῶς, καὶ ἀξιῶ φυλάττειν, ἵν' ὅταν ἀκούσητε, ἃ κατὰ Πέτρου δοκεῖ εἰρηκέναι, μηδεὶς ὑποπτεύσῃ τὸν Ἀπόστολον. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς τοῦτο προδιορθούμενος ταῦτά φησιν, ἵνα ὅταν λέγῃ, ὅτι Ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας καὶ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τιμᾷ τὸν ἄνδρα καὶ φιλεῖ μᾶλλον πάντων. ∆ι' οὐδένα γὰρ τῶν ἀποστόλων ἀνεληλυθέναι φησὶν, ἀλλ' ἢ δι' αὐτὸν μόνον. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, φησὶν, εἰ μὴ Ἰάκωβον. Εἶδον, οὐκ ἐδιδάχθην, φησὶ, παρ' αὐτοῦ οὐδέν. Ἀλλ' ὅρα καὶ τοῦτον μεθ' ὅσης τιμῆς ὠνόμασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἰάκωβον, ἀλλὰ καὶ τὸ σεμνολόγημα προσέθηκεν, Τὸν ἀδελφὸν τοῦ Κυρίου· οὕτω βασκανίας ἁπάσης ἀπηλλαγμένος ἦν. Εἰ γὰρ σημῆναι ὃν ἔλεγεν ἤθελεν, ἐνῆν καὶ ἐξ ἑτέρου γνωρίσματος τοῦτο ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλωπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐπειδὴ τὰ τῶν ἀποστόλων σεμνολογήματα ἴδια εἶναι ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων, οὕτω σεμνύνει κἀκεῖνον. Οὐ γὰρ ἐκάλεσεν αὐτὸν οὕτως, ὡς εἶπον, ἀλλὰ πῶς; Τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ' οὕτως ἐνομίζετο· ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπεστράφη τὸ ἀξίωμα θεῖναι τοῦ ἀνδρός. Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυχῆς τὴν ταπεινοφροσύνην; Καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος, καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογήσασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ Κιλικίας· μετὰ τὸ Πέτρον ἰδεῖν. Πάλιν ἄρχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου, τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἂν ἑλέσθαι ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομεῖν. ∆ιόπερ οὐδὲ κατὰ ψιλὴν αὐτοὺς συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἤμην γὰρ, φησὶν, ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἤν ποτε ἐπόρθει. Τί ταύτης τῆς ψυχῆς μετριώτερον γένοιτ' ἄν; Ὅτε μὲν γὰρ τὰ φέροντα αὐτῷ κατηγορίαν διελέγετο, οἷον ὅτι ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ ἐπόρθει αὐτὴν, μετὰ πολλῆς αὐτὰ τέθεικε τῆς ὑπερβολῆς, ἐκπομπεύων αὑτοῦ τὸν βίον τὸν πρότερον· τὰ δὲ μέλλοντα αὐτὸν δεικνύναι λαμπρὸν, ταῦτα παρατρέχει. Καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὰ κατορθώματα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ' ἑνὶ ῥήματι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε. Τί δὲ αὐτῷ βούλεται τὸ λέγειν, ὅτι Ἀγνοούμενος ἤμην ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας; Ἵνα μάθῃς, ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρύξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπὸ ὄψεως γνώριμος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν. Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης, πῶς αὐτὸν διατηρεῖ μετὰ ἀκριβείας. Οὐ γὰρ εἶπεν, ὅτι ἐθαύμαζόν με, ἐπῄνουν με, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. Τὸν γὰρ Θεὸν ἐδόξαζον, φησὶν, ἐν ἐμοί.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |