Ιωάννης Χρυσόστομος
Τόμος 61
Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."
Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ὁ μελῳδὸς ἐμαρτυρήσατο ∆αυΐδ. Οὐκ ἐξ οἰκείας φύσεως ἐμαρτύρατο, ἀλλ' ἐξ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐκελάδησεν· οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ καὶ σοφῶς ὁ ∆αυῒδ ἐλιτάνευσεν· οὐκ ἀπὸ χειλέων μόνον ἐμέμνητο, ἀλλὰ καὶ ἡ καρδία ἐδίδαξεν· οὐκ ἐν νυκτὶ ἢ ἡμέρᾳ ἐπελανθάνετο ὁ ∆αυῒδ, ἀλλὰ καὶ ταῦτα αἰτῶν κατὰ πᾶσαν ὥραν ἐμέμνητο. Καὶ ἵνα μάθῃς ὅτι ἀλήθειαν καὶ οὐ ψεῦδος διαγράφομεν, ἀπ' αὐτῆς τῆς ἐγγράφου ἱστορίας τὰς μελωδίας τοῦ ἁγίου Πνεύματος τρυγήσωμεν. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, εἶπεν ὁ ∆αυΐδ. Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ ∆αυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραίνετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε· καὶ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι, Κύριε·
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Καὶ πάλιν, Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ὥρα ἀργὴ, ἐν ᾗ ἐπελανθάνετο; οὐχ ἑωθινὴ, ἢ νυκτερινή. Εἴ γε θέλεις μαθεῖν ἀληθῶς, ὅτι οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Θεοῦ ὁ ∆αυῒδ, ἀλλὰ μετὰ συνοχῆς καρδίας, ἄκουε· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Καὶ ἵνα πασῶν τῶν ὡρῶν πέρας ἐπάγῃ ὁ ∆αυῒδ, εἶτα λέγει· Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ἰδοὺ ὡς ὅλην τὴν ἡμέραν μελετῶν τὰ λόγια Κυρίου, καὶ μεμνημένος τοῦ Θεοῦ παρ' ἕκαστα, ποίας ἀπέλαβε χάριτος ἀξίωμα; ἆρα ἐπὶ γῆς τὰς ἀμοιβὰς ἐκολπώσατο; Οἶμαι καὶ αὐτὸν διαπρέποντα καὶ βασιλεύοντα ἐπιγείως· ὧδε τοὺς ἐχθροὺς ὑποτάττοντα, κἀκεῖ τοῖς ἀγγέλοις ἐπιτάττοντα· ὧδε τῆς ἐπιγείου βασιλείας τὴν πορφύραν φορέσαντα, καὶ ἐκεῖ τῆς ἐν οὐρανῷ βασιλείας τὴν δόξαν ἀπαστράψαντα· ὧδε τῆς εὐφωνίας τὰς φωνὰς καταλάμψαντα τοῦ ἁγίου Πνεύματος, κἀκεῖ τῆς παναρέτου σοφίας τὰς μαρμαρυγὰς καταυγάσαντα. Καὶ ταῦτα μὲν μερικῶς ὑπογράφομεν. Τούτων δὲ πάντων τὸ κρεῖττονἐκληρώσατο. Ὡς γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον συνεχῶς τὸν Θεὸν παρὰ τοῦ ∆αυῒδ ὑμνούμενον ἐπὶ γῆς, λοιπὸν εἰς οὐρανοὺς τὸ ἅγιον Πνεῦμα ἐχώρησεν εἰς πρεσβείαν λέγον· Κύριε, ἐφ' ἑκάστης ὁ ∆αυῒδ μνημονεύει σου, καὶ μνημονεύων εὐφραίνεται· καὶ αὐτὸς αὐτοῦ μνήσθητι, Κύριε, Θεὸς ἡμῶν, καὶ λέγει· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Λοιπὸν ἀποκρίνεται ὁ φιλάνθρωπος Θεός· Ἐπειδὴ συνεχῶς καὶ συνετῶς μνημονεύει μου ὁ ∆αυῒδ, κἀγὼ ἐπὶ πάντων κηρύξω τὴν ἐμὴν πρὸς ἐκεῖνον διάθεσιν καὶ ἀγάπην· ὑπὲρ ἁγίους καὶ ἀγγέλους καὶ δυνάμεις αὐτὸν μεγαλυνῶ ἐπὶ τῆς γῆς. Τί λέγων; Εὗρον ∆αυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· καὶ, Πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· καὶ, Τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τοῦτο δὲ εἰπὼν ἑαυτὸν ἐδειγμάτισεν ὁ ∆αυΐδ. Ὁρᾷς ὅτι μέγα κέρδος γίνεται τοῦ ἀνθρώπου τὸ μνημονεύειν τοῦ Θεοῦ; Ἐμνήσθην τοῦ Θεοῦ, εἶπεν ὁ ∆αυῒδ, καὶ ηὐφράνθη ἡ καρδία μου. Αἱ μὲν γὰρ ἄλλαι εὐφρασίαι διὰ τοῦ στόματος εἰσέρχονται, καὶ διὰ τοῦ ἀφεδρῶνος μεθοδεύονται· ἡ δὲ τοῦ Θεοῦ εὐφρασία, ὡς πηγὴ, μελίῤῥυτα ῥήματα τὴν καρδίαν εὐφραίνει, ὥστε λέγειν τὸν τοιοῦτον· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου; ὑπὲρ μέλι τῷ στόματί μου. Ὁ γὰρ τοῦ Θεοῦ μνημονεύων, πάντα τὰ ἀγαθὰ τῆς εὐφροσύνης ἔχει ἐν τῇ καρδίᾳ φωλεύοντα· ἐκεῖ πηγὴ βρύουσα ἀγαθὰ, ἐκεῖ μέλι καὶ κηρίον καὶ λύχνος ἁπτόμενος, ἐκεῖ θησαυρὸς κρυπτόμενος τῆς ἁγίας Τριάδος. Λοιπὸν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἔρχονται, καὶ μονὴν παρ' αὐτῷ λαμβάνουσι, καὶ λοιπὸν οὐκ ἔτι γίνεται ἄνθρωπος κατηχούμενος, ἀλλ' ἄγγελος θεοφορούμενος. Ἐπειδὴ οὖν τοιαύτης χάριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ ∆αυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐφρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν. Φέρε οὖν τῆς παρουσίας τοῦ Σωτῆρος τὰς ἀρετὰς μεταλλεύσωμεν, καὶ τὴν ἐπίγειον αὐτοῦ παρουσίαν ὡς στήλην πανάρετον ἀνυμνήσωμεν· ἐπειδὴ ἤκουσα παρὰ τῆς γλώττης τῶν παρανόμων Ἰουδαίων βλασφημίας τεκμήρια, καὶ ἐπειδὴ ἀπιστοῦσι τὰς Γραφὰς, ἃς ἀναξίως ἀναγινώσκουσι, καὶ οὐ γινώσκουσι τὸ μυστήριον. Τὸ γὰρ ὅτι ἐκ παρθένου ἐτέχθη ὁ Κύριος, ἐν αὐτῷ σκανδαλίζονται, φησὶν, οἱ ἄθλιοι καὶ παμπόνηροι.Ὢ τῆς ἀνοίας! ὢ τῶν παρὰ φύσιν παρανόμων! ποία γραφὴ, ἢ ποῖος προφήτης οὐ σαλπίζει τοῦ Κυρίου ταύτας τὰς χάριτας; Πρῶτος τὴν Παρθένον ὁ Σολομὼν ἐμακάρισεν, ὁ τῆς μεγάλης σοφίας ἡνίοχος, λέγων· Μακαρία ἡ στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. Στεῖραν γὰρ λέγει πρὸ τοῦ ἐπισκηνῶσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸ τοῦ ἀνθῆσαι τὸν ἥλιον. Οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ὅτι μετὰ ἀνδρὸς οὐχ ὡμίλησεν. Ὅτε δὲ ἤκουσε περὶ τῆς ἀμιάντου στείρας Ἡσαΐας ὁ τίμιος, εὐθὺς τοῦ σοφοῦ τὸ ῥητὸν ἐσπαργάνωσε, καὶ τῷ αὐτῷ ἐμελῴδησε· Σὺ, φησὶν, εἶπας στεῖραν ἀμίαντον· κἀγὼ λέγω· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἕως γὰρ νῦν οὐκ ἔτεκες· ἀπὸ τοῦ νῦν εὐφράνθητι, ὅτι ὃν οὐ χωροῦσιν οἱ οὐρανοὶ, δέξασθαι κατηξίωσαι. Ὡς δὲ οἱ δύο μάρτυρες ταῦτα ἐκήρυττον, ἐζήτουν καὶ ἄλλον ἕτερον μῖξαι εἰς τὸ μυστήριον, ἵνα ἐπὶ τριῶν μαρτύρων σταθῇ ἀσφαλὲς τὸ ζητούμενον. Ὡς δὲ ταῦτα διενοοῦντο, ἑκάτεροι εὗρον ∆αυῒδ τῆς μελῳδίας τὸν ῥήτορα, καὶ ὑπομιμνήσκουσιν αὐτὸν τῆς οἰκονομίας τὰ μέλλοντα. Ὡς δὲ ἤκουσε τὸ μυστήριον, σάλπιγγος φωνὴν ἀντεφώνησεν· Ἰδοὺ ἑκάτεροι περὶ τῆς στείρας εἰρήκατε· διὰ τί οὐκ εἰρήκατε περὶ τῆς ἐνδόξου κυήσεως; Εὐθέως νοήσας Ἡσαΐας τὸ φρόνιμον, ἀντιβάλλει τοῖς ῥήμασιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται· υἱόν. Καὶ ὁ Σολομὼν ἐδευτέρωσεν· Ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν. Ταῦτα ἀκούσας ∆αυῒδ ἔφησε πρὸς αὐτούς· Ἰδοὺ εἰρήκατε ὅτι τέξεται· ἐν ποίῳ τόπῳ; ἐν πόλει, ἢ ἐν ἐρήμῳ ἢ ἐν χώρᾳ; Λέγουσι πρὸς αὐτόν· Σὺ περὶ τοῦ τόπου καὶ τῆς πόλεως ἑρμήνευσον· περισσοτέρας γὰρ χάριτος ἠξίωσαι. Τότε ∆αυῒδ, τοῦ Πνεύματος εἰπόντος αὐτῷ τὴν ἐνέργειαν, μεγαλοφώνῳ κραυγῇ ἐστηλίτευσε τὸ μυστήριον· Ὑμεῖς, φησὶν, ἐν κρυφῇ δονιτεύετε, ἐγὼ ὑψηλῇ τῇ φωνῇ ἀνυμνήσω τὴν κύησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
Καὶ συνεὶς ἐπὶ τούτοις τοῖς δόγμασιν, ὅτι βαθὺ τὸ αἴνιγμα, ἐζωγράφησεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· τουτέστιν, ἐν Βηθλεέμ· Ἐφραθὰ γὰρ ὀνομάζεται. Ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, ὅτι ἔγκυός ἐστιν· ἐκεῖ γὰρ ἐξῆλθεν ἡ ἀκοὴ, ὅτι ἔγκυός ἐστιν ἡ Παρθένος. Τότε δὲ ηὕραμεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, εἰς τὸ σπήλαιον, ὅπου τὸ φῶς ἐφανέρωσεν. Ὧδε ἠκούσαμεν αὐτὴν ἔγκυον, ὧδε περὶ ἀνδρὸς ἀκοὴν ἐδεξάμεθα· ἐκεῖ μητέρα τοῦ Κυρίου ηὑρήκαμεν. Ἰδοὺ ἐκ τῶν σῶν τρεῖς σοι παρεστήσαμεν μάρτυρας τὴν δόξαν τῆς Παρθένου κηρύττοντας· οὐχ ὅτι μόνον τούτους εὑρήκαμεν· ἅπαντες γὰρ αὐτὸν οἱ προφῆται ἑωρακότες ἐλπίζουσιν· ἀλλ' ἐπὶ τριῶν μαρτύρων ἑστάναι τὸ δίκαιον. Ἐγὼ δὲ ἐπὶ τῶν τριῶν οὐ τρακτεύω· ἀλλὰ δός μοι ἕνα πιστότατον μάρτυρα λέγοντα ψεύδεσθαι τὸ μυστήριον, ἢ ἐξ ἀνδρὸς ἀποκυῆσαι τὴν Παρθένον· ἢ τοῦτο ἀπόδειξον, ἐπιστρέψας ὡς Θεοτόκον προσκύνησον. Ἢ δεῖξον τὸν Σωτῆρα ἐν τάφῳ καὶ σορῷ κατεχόμενον, ἢ ἐγώ σοι δεικνύω ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον. Οὐ γὰρ ἐξ ἀλλοφύλων, ἀλλ' ἐκ τοῦ σοῦ γένους προσφέρω τὸν μάρτυρα λέγοντα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Περὶ τῶν Ἰουδαίων λέγει· οὐ γὰρ ἄλλος ἐστὶν ἐχθρὸς, εἰ μὴ ὁ σταυρὸν ἀρνούμενος. Ἀλλ' ἐγὼ ἐάσας τὴν θεομάχον συναγωγὴν, πρὸς τὴν θεόπνευστον Ἐκκλησίαν συνέρωμαι. Ἐάν σοι εἴπῃ Ἰουδαῖος, Εἰπὲ πῶς ἐγέννησεν ἡ παρθένος δίχα ἀνδρὸς, εἰπὲ αὐτῷ καὶ σύ· Πῶς ἔτεκε τὴν Εὔαν ὁ Ἀδὰμ δίχα γυναικός; Πῶς ἔτεκεν ἡ παρθένος δίχα σπορᾶς; πῶς ἐξήνθησεν ἡ γῆ δίχα σπέρματος; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς ἔβρυσεν ἡ παρθένος τὸ ὕδωρ ἡ ἀκρότομος; Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς τοῦ Ἀαρὼν ἡ ῥάβδος ἐβλάστησε;
Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πῶς οὐρανόθεν τὸ μάννα; πῶς ἐπληθύνετο ἡ ὑδρία; πῶς ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε τὸ ἄνθος; πῶς Ἐλισσαίου τὸ ἔλαιον ἔβρυσεν εἰς τοὺς κεράμους; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ἐπὶ Γεδεὼν ὁ πόκος ἀπέλυσε δρόσον; εἰπὲ, πῶς ἐπὶ τοῦ Σαμψὼν τὸ ὀστέον ἔβρυσε τὸ ὕδωρ; εἰπὲ,πῶς ἐφύλαξεν ἡ κάμινος τοὺς παῖδας; εἰπὲ, πῶς ἐπὶ Μανωὲ ἀνήφθη ἡ πέτρα δίχα ὕλης; εἰπὲ, πῶς ἐκαίετο ἡ βάτος, καὶ οὐ κατεκαίετο; εἰπὲ, πῶς οὐ κατεφλέχθη Ἠλίας ἐν τῷ ἅρματι τῷ πυρίνῳ; εἰπὲ, πῶς ὁ Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον, καὶ πάλιν ἐξῆλθε; Πῶς ἐγέννησεν ἡ παρθένος; πῶς Ἡσαΐας τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ἐθεάσατο; εἰπὲ, πῶς ∆ανιὴλ ἐφανέρωσε τὸ κεκρυμμένον ἐνύπνιον τῷ Ναβουχοδονόσωρ; πῶς Ἰεζεκιὴλ ἐφ' ἅρματος Χερουβὶμ καθήμενον εἶδε τὸν ἀόρατον; Πῶς ἔτεκεν ἡ παρθένος; πῶς Ἱερεμίας ἐκ μήτρας ἡγιάσθη προφήτης; εἰπὲ, πῶς τὰ νεκρὰ τοῦ προφήτου ὀστᾶ τὸν νεκρὸν ἤγειραν τότε; εἰπὲ, πῶς ἡ Ἐρυθρὰ ἐπετρώθη ῥάβδῳ; εἰπὲ, πῶς ὁ Ἰορδάνης ἀνεπόδισε τὸ ῥεῦμα; εἰπὲ, πῶς τὰ δένδρα τοὺς καρποὺς ἐγκυμονοῦσιν; εἰπὲ, πῶς ἡ ἄμπελος φέρει τὸν βότρυν; εἰπὲ, πῶς ἐγέννησεν ἡ νὺξ τὴν ἡμέραν; Πῶς ἐγέννησεν ἡ παρθένος; εἰπὲ, πῶς ὁ φωστὴρ τοῦ ἡλίου θερμαίνει τὸν κόσμον, εἰπὲ, πῶς ὁ οὐρανὸς τοὺς ἀστέρας ἐκφαίνει; Καὶ ἐπὶ τούτων εἰσὶ μυστήρια ἄῤῥητα, κεκρυμμένα καὶ ἀκατάληπτα ἐν οὐρανοῖς. Εἰ ταῦτά μοι ἑρμηνεύσῃς ὁ τῶν Ἰουδαίων ἐκσκέπτωρ, οἶδα ὅτι καταλαμβάνεις καὶ τὴν κύησιν τῆς Παρθένου. Ἀλλὰ σὺ ἀλλότριος εἶ κἀκείνων καὶ τούτων τῶν μυστηρίων· ἡμεῖς δὲ καὶ ταῦτα φιλοφρονοῦμεν, κἀκεῖνα πιστεύομεν. Ἑρμήνευσον τοὺς προφήτας, καὶ βλέπε τῆς παρουσίας τοὺς ῥήτορας. Στεφανούσθω τὸ κήρυγμα. Ὅσα ἐποίησε καὶ ἔπαθε, ταῦτα οἱ προλαβόντες πρὸ τοσούτων γενεῶν ἐζωγράφησαν. Πρῶτος ἱκετεύει ∆αυΐδ· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Καὶ ἐπιτυχὼν τῆς αἰτήσεως, εὐαγγελίζεται καὶ λέγει· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Καὶ ἐπειδὴ ὡς παιδίον εἶχε φανῆναι, λέγει Ἡσαΐας. Παιδίον ἐγεννήθη ἡμῖν. Ὅτι δὲ ἔμελλεν αἴρειν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, Ἰδοὺ ὁ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Νεφέλην κούφην εἰκότως ὁ λόγος τὴν Παρθένον ἐκάλεσεν, ὅτι ἀνθρωποποιοῦ σπέρματος βάρος οὐκ ἐδέξατο. Ὅτι δὲ ἤμελλεν ἐν Ἰορδάνῃ βαπτίζεσθαι, λέγει Ἱερεμίας· Πῶς ποιήσῃς ἐν φρυάγματι τοῦ Ἰορδάνου;
Καὶ τί κατ' εἶδος ἀριθμοῦμεν; Φέρε δὴ ὅλας ὁμοῦ τὰς προφητείας εἰς ἕνα φωστῆρα συνεχόμενος. Περὶ τῆς ἑρμηνείας Γαβριὴλ λέγει· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ περὶ τῆς τοῦ Χριστοῦ ἀπαντῆς καὶ τοῦ Βαπτιστοῦ ∆αυῒδ λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν· καὶ περὶ τοῦ ἀσπασμοῦ τῆς Ἐλισάβετ πρὸς τὴν ἁγίαν καὶ ἁγνὴν Θεοτόκον, ∆ικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Καὶ πάλιν περὶ τοῦ Ἰωάννου καὶ περὶ τοῦ Κυρίου λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ περὶ τῶν ἀποστόλων λέγει· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ περὶ τῆς μαρτυρίας τῆς ἄνωθεν ∆αυῒδ λέγει· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ περὶ τῶν νοσούντων λέγει· Ἀπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς· καὶ περὶ τῶν ἁμαρτωλῶν λέγει· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει· καὶ περὶ τῶν ἐγερθέντων νεκρῶν, Ἀναστήσονται οἱ νεκροί· καὶ περὶ τῶν κατεχομένων ψυχῶν, Καὶ οἱ ἐν σκότει καθήμενοι, φῶς ἀνέτειλεν ὑμῖν. Καὶ περὶ τοῦ Καϊάφα καὶ Ἡρώδου λέγει· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Ἀβραάμ· καὶ περὶ τοῦ Ἰούδα, Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν· καὶ περὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων καὶ ἀρχιερέων, Ἥξει Κύριος εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ περὶ τοῦ σταυροῦ· ∆εῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ περὶ τοῦ λῃστοῦ τοῦ ἐκ δεξιῶν, ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν· καὶ περὶ τοῦ τάφου· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ· καὶ περὶ τοῦ στεφάνου τοῦ ἐξ ἀκανθῶν, Ἡ ἄμπελός μου ἀντὶ βοτρύων ἀκάνθας ἐβλάστησε· καὶ περὶ τοῦ πειρασθῆναι ὑπὸ τοῦ Πονηροῦ, Ἐχθρὸς ὠνείδισε τὸν Κύριον· καὶ περὶ τοῦ κληθῆναι Υἱὸν ἀνθρώπου, Καὶ ἐπὶ Υἱὸν ὃν ἐκραταίωσας ἑαυτῷ· καὶ περὶ τῆς ταφῆς αὐτοῦ, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου, Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; καὶ περὶ τῆς ἀναλήψεως αὐτοῦ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ· καὶ περὶ τῆς ἄνω καθέδρας, Κάθου ἐκ δεξιῶν μου. Καὶ τί πολλὰ λέγω; Ὅλας γὰρ τὰς προφητείας οὐδὲ οἱ ῥήτορες ἐξαγγέλλουσι τὰς περὶ τῆς χάριτος τοῦ Χριστοῦ ᾀδομένας. Θέλεις γνῶναι καλῆς ἱστορίας ἀσφάλειαν; ὅτι περὶ τὴν Καινὴν ∆ιαθήκην ἡ Παλαιὰ ἐζωγράφησε, καὶ τὰ ὧδε οἰκονομούμενα, ἐκεῖ σκιογραφούμενα;Βλέπε μοι αὐτὸν ἐκεῖ εἰς τὴν σκηνὴν τοῦ Ἀβραὰμ μετὰ δύο ἀγγέλων παραγενόμενον, καὶ ὧδε μετὰ δώδεκα μαθητῶν εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον. Βλέπε μοι αὐτὸν ἐκεῖ δύο ἀδελφοὺς εἰς ἱερωσύνην καλέσαντα, καὶ ὧδε δύο ἀδελφοὺς εἰς ἀποστολὴν ἐκλεξάμενον· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Πέτρος καὶ Ἀνδρέας ἐν τοῖς ἀποστόλοις αὐτοῦ. Βλέπε μοι αὐτὸν ἐκεῖ τὸν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἐγείραντα, καὶ ὧδε τῆς χήρας τὸν μονογενῆ δι' ἑαυτοῦ ἐγείραντα· ἐκεῖ δι' Ἑλισαίου τὸν Νεεμὰν καθαρισθέντα, καὶ ὧδε δι' ἑαυτοῦ τὸν λεπρὸν ἀπολούοντα· ἐκεῖ τὴν Μαριὰμ ἀδελφὴν τῶν ἁγίων προφητῶν ἐμβιβάζοντα, καὶ ὧδε τὴν αὐτὴν προσηγορίαν ἀδελφῆς τῶν ἁγίων ἀποστόλων ἐπονομάσαντα· ἐκεῖ ἐκ τῶν προφητῶν τέσσαρας μεγαλύναντα, καὶ ὧδε τὸν ἀριθμὸν τέσσαραςεὐαγγελιστὰς σεμνύνοντα.Ἐκεῖ δώδεκα προφήτας ἑτέρους ἐτύπωσε, καὶ ὧδε δώδεκα τὸν ἀριθμὸν ἀποστόλους ἐκάλεσεν· ἐκεῖ τοῖς μεγάλοις προφήταις ὑπουργοὺς ἀνέδειξε, καὶ ὧδε τοῖς ἀποστόλοις ἑβδομήκοντα. Θαδδαῖος ἐτύγχανε τοίνυν ὁ θεραπεύσας τὸν Ἄβγαρον. Ἐκεῖ Ἰησοῦς ὁ τοῦ Ναυὴ τοὺς βασιλεῖς τῆς Παλαιστίνης ἐπαίδευσεν, ὧδε Ἰησοῦς ὁ ἀληθινὸς Θεὸς τοὺς βασιλεῖς τῆς οἰκουμένης ἐδόξασεν· ἐκεῖ δώδεκα πηγαὶ ἐν Ἐδὲμ βρύουσιν, ὧδε δώδεκα μαθηταὶ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης βάπτισμα πηγάζουσιν· ἐκεῖ ἑβδομήκοντα στελέχη φοινίκων ἐδείχθησαν, ὧδε ἑβδομήκοντα μαθηταὶ τῶν ἀποστόλων ἐβλάστησαν· ἐκεῖ τὸ πικρανθὲν ὕδωρ ξύλον ἐγλύκανε, καὶ ὧδε τὸ πικρότατον τῶν ἁμαρτιῶν εἰς γλυκεῖαν χαρισμάτων πηγὴν τοῦ σταυροῦ τὸ ξύλον μετέβαλεν· ἐκεῖ ἡ σκηνὴ τοῦ μαρτυρίου ἡγιάσθη, ὧδε ἡ σκηνὴ τοῦ παστοφορίου ἐδοξάσθη· ἐκεῖ ∆αυῒδ ἐμελῴδησε τοὺς ὕμνους, καὶ ὧδε Παῦλος ἐκελάδησε τὰς διδασκαλίας· ἐκεῖ Ἠλίας ἐκ τῶν προφητῶν ἀνεδείχθη παρθένος, καὶ ὧδε ὁμοίως Ἰωάννης ἐκ τῶν ἀποστόλων παρθένος· ἐκεῖ Ἠλίας ἐν τῷ ἅρματι ἐκάθησε τῷ πυρίνῳ, καὶ ὧδε Ἰωάννης ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Κυρίου· Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Ἐκεῖ τρεῖς ἀνεδείχθησαν μεγάλοι, ἔχοντες τοῦ Σωτῆρος τὸ ὄνομα, τῆς ἐνδόξου Τριάδος δηλοῦντες τὸν χαρακτῆρα, οἱ τρεῖς ἅγιοι δυνατοί. Οὐ γὰρ ἁπλῶς ἦσαν τῶν τυχόντων, οὐδὲ τῶν ἀγεννῶν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ μέγας ἐν ἱερεῦσιν· ἔπειτα οἱ τρεῖς ἀξιόπιστοι μάρτυρες τὸν ὑπογραμμὸν σεμνύνουσι τῆς ἁγίας Τριάδος. Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν. Οὐ γὰρ ἀφίσταμαι τοῦ προφήτου λέγοντος·
Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· ὃν ἡ πανάρετος Σοφία ἐν τοῖς ᾄσμασιν ἀνακηρύττει· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα. Ἄρα τίς ἐστιν ὁ βοῤῥᾶς, ἢ ὁ νότος; ἢ τίς ἐστιν ὁ κῆπος; ἢ τίνα τὰ ἐν τῷ κήπῳ φυτά; ἢ τίνα τὰ ἀρώματα τὰ ῥέοντα; Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ,βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος. Τοῦτο οὖν ἐστιν· Ἐξεγείρου, βοῤῥᾶ, τουτέστιν, ἡ Παρθένος ἐκ τῆς Γαλιλαίας· καὶ ἔρχου, νότε· δεῦρο, Χριστὲ, ἐκ τοῦ οὐρανοῦ ἀπὸ μεσημβρίας, καὶ ἔμπνευσον εἰς τὴν ἁγίαν Παρθένον· διάπνευσον εἰς τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθενεῖς καὶ πεπλανημένους.Ταῦτα τὰ ἀρώματα εἰς διαφόρους πήγνυται χάριτας, καὶ γίνεται τοῖς ἀσθενοῦσιν ὑγιείας τεκμήριον, τοῖς πεπλανημένοις ἐπιστροφῆς ἔλεγχος, τοῖς ἁμαρτωλοῖς μετανοίας συνήγορος, τοῖς δικαίοις εὐρωστίας βοήθημα. Πῶς οὖνἐπαξίως ὑμνήσωμεν τῶν ἰαμάτων τὰ ἰάματα, τὴν ζωοποιὸν ἐλπίδα, τὴν ἐπίγειον ζωὴν, τὴν οὐράνιον σωτηρίαν; Πῶς ἐμυρίζετο ἡ γῆ, ὅτε ταῦτα ἔῤῥεον τὰ ἀρώματα; πῶς δὲ πάλιν ἡ γῆ ἔφερε τὰ ἴδια θυμιάματα; καὶ τῷ ∆εσπότῃ μετὰ φόβου προσφέρουσα ἔλεγε· Σὺ, φησὶ, ∆έσποτα, παρέχεις τὰ οὐράνια ἀρώματα, κἀγὼ τὰ ἐπίγεια τῶν θυμιαμάτων προσφέρω τῇ σῇ θεότητι· σὺ, ∆έσποτα, μυρίζεις μου τὰ νῶτα τοῖς ἁγίοις σου καὶ παναχράντοις ἴχνεσι, κἀγὼ μύρα σκιρτῶσα προσφέρω σοι.
Εἶτα ἐπ' ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινομένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα· ∆εῦτε, συνάχθητε πάντες οἱ ἔγγονοί μου, καὶ ἴδετε ἐπὶ γῆς τὸν ἐν οὐρανοῖς δοξαζόμενον· δεῦτε, βλέπετε ἐν ἀγκάλαις γυναικὸς βασταζόμενον τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον·δεῦτε, ἴδετε γαλακτοτροφούμενον, τὸν ἐποχετεύοντα γάλα ταῖς θηλείαις· δεῦτε, ἴδετε ἐν γαστρὶ Παρθένου χωρούμενον, τὸν ἐν οὐρανοῖς μὴ χωρούμενον· δεῦτε, ἴδετε παρὰ μητρὸς τροφὴν λαμβάνοντα, τὸν τὰ πέρατα διατρέφοντα· δεῦτε, ἴδετε διδασκάλοις παραδιδόμενον, τὸν διδασκάλους παιδεύοντα· δεῦτε, ἴδετε ὑπὸ ἀνθρώπων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δοξαζόμενον· δεῦτε, ἴδετε εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον, τὸν ὑπεράνω τῶνοὐρανῶν καθεζόμενον· δεῦτε, βλέπετε μετὰ τῆς Χαναναίας διαλεγόμενον τὸν ὑπὸ τῆς Χερουβικῆς λειτουργίας ἀνυμνούμενον· δεῦτε, ἴδετε ὑπὸ γυναικὸς ἁμαρτωλοῦ συνερχόμενον τὸν ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον· δεῦτε, ἴδετε τὸν ὑπὸ τῆςἀσθενούσης γυναικὸς τοῖς κρασπέδοις ψαυόμενον, τὸν ὑπὸ τῆς ἀσωμάτου φύσεως τῶν δυνάμεων προσκυνούμενον· δεῦτε, ἴδετε γεννηθέντα ὡς ἄνθρωπον, τὸν ὑπάρχοντα τῶν αἰώνων ποιητήν· δεῦτε, ἴδετε νηπιάζοντα τὸν πρὸ καταβολὴς κόσμου ὑπάρχοντα· δεῦτε, ἴδετε, ὑπὸ ἀρχιερέων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δορυφορούμενον· δεῦτε, ὅλα τὰ κτίσματα τὸν κτίσαντα βλέποντα· καὶ ὡς ἔστιν ἡ ζωὴ ἐπὶ γῆς, πάντες ζήσατε· δεῦτε, πάντες θεοφορήθητε· δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ τὰ τετράποδα μετὰ τῶνπετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον. Οἱ καιροὶ τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου ἀλλάγητε, καὶ παρὰ φύσιν καρποφορήσατε, καὶ τὰς ἐπικαρπίας ἑαυτῶν προσκομίσατε τῷ ἐγκυμώσαντι ὑμῶν τοὺς καρπούς· πάντα ποιήσατε, καὶ μυρίσατε τὴν θεότητα· ἢ τὰ ὑμέτερα προσαγάγετε θυμιάματα, ἢ παρ' ἐκείνου τρυγήσατε τὰ ἀρώματα. Ὡς δὲ ἐν πᾶσι τούτοις παρωράθη τοῖς ἐγγόνοις ἡ γῆ, ἰδοὺ πάντα, καθὼς εἶπε, συνέτρεχον, καὶ οἱ ἔρημοι τόποι ἐβλάστησαν, καὶ πολλὴν εὐωδίαν ἐδείξαντο· ἵνα τὴν προφητείαν Ἡσαΐου τελέσωσι τὴν μελῳδήσασαν· Ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ὑλοχαρήσει καὶ εὐωδιάσει τὰ ἔρημα τοῦ Ἰορδάνου. Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύμησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν· Καί μοι λοιπὸν τὸν Κύριον παραχώρησον· μὴ γὰρ μόνον σός ἐστιν ὁ ∆εσπότης, ὅτι ὅλης αὐτοῦ παρεδέξω τῆς θεότητος τὴν χάριν· παρακάλεσον αὐτὸν ἐλθεῖν πρός με, μήποτε ἐγὼ ἐρχομένη πρὸς αὐτὸν, ὅλον σου ἐξαφανίσω τὸ πρόσωπον. Εἰ μὴ γὰρ ἐπέγνων αὐτὸν, καὶ ἐδεδοίκειν τὸν ἐμὲ σφραγίσαντα καὶ πεδήσαντα ἀλύτοις δεσμοῖς, πάλαι ἂν ἐλθοῦσα ἔκαμψά σου τὰ πέρατα. Ἢ οὐκ ἔγνως, ὅτι προτιμοτέρα καὶ προγενεστέρα σου κεχώρηκα; πρὸ τοῦ γάρ σε φανῆναι, ἐγὼ ἐν ταῖς ἀβύσσοις ἐχόρευον. Ἀπόδος μοι τὸν ∆εσπότην τὸν ἴδιον, καθὼς ὁ προφήτης εἶπεν· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τότε ἐπήγαγε· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Σὺ οὖν ὕστερον ἐπλάσθης. Ἐξηραμμένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν, αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον; Ἀπόδος μοι λοιπὸν αὐτὸν, ἵνα πληρωθῇ τὸ εἰρημένον, Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου· ἀπόδος μοι τὸν ἴδιον πλαστουργὸν, ἵνα καὶ τοὺς ἐμοὺς κόλπους πληρώσῃ ἐν χάριτι. Καὶ οὕτω συνεχομένη παρὰ τῆς θαλάσσης ἡ γῆ τῷ αὐτοῦ νεύματι, κοσμοφυσῶσα ἐπόμπευε λέγουσα· Μὴ γάρ σου χείρων ὑπάρχω, ἐρεομένη, καὶ κεχαυνωμένη, καὶ ἀστατοῦσα, καὶ συρίζουσα, ἐπικρορύητε καὶ χολέρας, πόας ἡνίοχε, καὶ ἀχρησίμευτε βίου, ἁλμυρονάματε καὶ δυσοδόχυτε, πορείαις ἀνεπίβατε, καταιγίδος σύμφυλε, τετραχυμμένη τοῖς λαίλαψιν· εἰ οἶσθα, ὡς σὺ ἔφης προτιμοτέρα εἶναι, ἐν σοὶ πρῶτον ἂν ἐσκήνωσεν ὁ ∆εσπότης· νῦν δὲ τούτου φαίνεταί μου τὸ ἀξίωμα, ὅτι σου ὑπάρχω ὑπερέχουσα, ἐξότι ἐν ἐμοὶ πρῶτον τὰς ἀκτῖνας ἀπέλυσε τῆς θεότητος.Τοσοῦτόν σου προτιμοτέρα καθέστηκα, ὅσον ἐγὼ μήτηρ ἀνθρώπων, καὶ σὺ ἑρπετῶν· ἐγὼ τῆς ἁγίας Παρθένου μήτηρ εἰμὶ, ἥτις τὸν ∆εσπότην ἐξήνθησε· σὺ δὲ τοῦ πονηροῦ δράκοντος, ὅστις ἐμπαίζει τὰ ζῶά σου· ἐγώ εἰμι μήτηρ προφητῶν καὶ ἀποστόλων καὶ ἁγίων ἀνδρῶν· σὺ δὲ ἀγρίων καὶ πονηρῶν μήτηρ ἑρπετῶν, καὶ δυσπλοούντων φθορά· ἐγὼ παράδεισος καὶ ἐπικάρπιος ἔχουσα ἄνθη καὶ ἀρώματα, σὺ δὲ ἀνέμους καὶ λιμένας καὶ ἀταξίας. Εἰ ἦν ἐν ἐμοὶ τοῦ κατέχειν τὸν Κύριον, οὐκ ἂν παραγενέσθαι αὐτὸν πρὸς σὲ παρεχώρησα. Ὡς δὲ, τῶν τηνικαῦτα ἀντιπραττόντων τῶν στοιχείων τοῖς νεύμασιν, ὁ πάντα πληρῶν, καὶ πάντα οἰκονομῶν Κύριος πρὸς αὐτὴν τὴν θάλασσαν παραγίνεται, τοῖς ἁγίοις ἴχνεσι δοξάσαι καὶ τιμῆσαι τῶν ὑδάτων τὴν ἤπειρον βουλόμενος, λοιπὸν ἡ θάλασσα τοὺς κόλπους ἁπλώσασα μετὰπολλῆς χαρᾶς τὸν Κύριον ὑπεδέξατο λέγουσα· ∆εῦτε, πάντα τὰ ζῶα τὰ μικρὰ μετὰ τῶν μεγάλων, συνέλθετε τὰ ἐν τοῖς βάθεσιν, ἐπαναπλεύσατε τὸν ἐξ ἀρχῆς ὑμᾶς ἐνθρονιάσαντα, καὶ τὸ ζῇν ὑμῖν χαρισάμενον· πάντα τὰ ἐναντία τοῦ χειμῶνος φιμώθητε πνεύματα, καὶ τοῦ παρόντος φρίξατε τὴν θεότητα· πᾶσαι αἱ καταιγίδες, λαίλαπες, ἡσυχάσατε τῆς δυναστείας τὸ μέγεθος· πάντες οἱ ἄνεμοι καὶ χειμῶνες συστάλητε, καὶ πάντα τὰ κύματα ἠρεμήσατε καὶ γαληνιάσατε, καὶ τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου μετὰ χαρᾶς ὑποδέξασθε.Τίς ἀναγγελεῖ μοι σήμερον, ὅτι πελαγοβάτην ἔχω ἐπιβάτην τὸν Κύριον;
Μεγαλυνθείην ἀπὸ τῆς σήμερον, ὅτι Χερουβικὴ ἐγενόμην καθέδρα, καὶ Σεραφικὰς στιβάδας ἀνέλαβον· ὅτι τὸν ἐκεῖ καθεζόμενον ὧδε ἔχω βαδίζοντα· τὸν ἐπὶ πτερύγων ἀνέμων ἱπτάμενον, ἐν ταῖς νήσοις ἔχω στελλόμενον· τὸν ἐπάνω τοσούτων ὑψηλῶν καὶ μετεώρων στερεωμάτων ὑψούμενον, ἐπὶ τῆς ἐμῆς ἀγλαϊστοῦ χώρας τοῦτον ἔχω πεζεύοντα. Νῦν οὐκ ἔτι προσαγορεύομαι θάλασσα, ἀλλὰ κολυμβήθρα οὐράνιος· νῦν ἐγενόμην λύχνος, σφόδρα ἀστράπτουσα, οὐράνιος· νῦν ἐγενόμην πηγὴ ἰάματα βρύουσα· νῦν ἐγενόμην ἥλιος, ἀκτῖνας αὐγάζουσα· νῦν ἐγενόμην οὐρανὸς μαρμαρυγὰς ἀποβάλλων, οὐ τὰ τῆς φύσεως ὑποβάλλουσα, ἀλλὰ νάματα τῆς χάριτος βρύουσα. Ὡς δὲ πᾶσα ἡ κτίσις ἠγάλλετο, ὁμοῦ καὶ γῆ καὶ τὰ ὑπ' οὐρανὸν ἐφαιδρύνοντο χάριτι. Οἱ γὰρ πεπλανημένοι ἐπέστρεφον, οἱ ἁμαρτωλοὶ μετενόουν, οἱ ἀσεβεῖς εὐσέβουν, οἱ νοσοῦντες ὑγίειαν μετελάμβανον, οἱ νεκροὶ εἰς ζωὴν ἐργαστήριον, οἱ ζῶντες εἰς θεότητος πρόσωπον. Ὡς δὲ οἱ δαίμονες ἐδιώκοντο, καὶ ἡ νόσος ἐμαραίνετο, καὶ ὁ θάνατος κατῃσχύνετο λοιπὸν καὶ οἱ ἐν τῷ ᾅδῃ ὑπὸ τοῦ ἐχθροῦ κατεχόμενοι ἀκοὴν περὶ αὐτοῦ δεξάμενοι, ἰδεῖν τὴν δόξαν ἐσπούδαζον, καὶ λυθῆναι τῶν δεσμῶν ἱκέτευον. Ὡς δὲ εἶδεν ὁ τῆς ἀπωλείας προαγέτης καὶ ἄρχων τοῦ σκότους τὰ ὧδε αὐτὸν κατορθώσαντα, καὶ ἕτοιμον πορθῆσαι τὰ τοῦ ᾅδου βασίλεια, πρὸς τοὺς ἐκεῖ φρουροῦντας ὁ Πονηρὸς ηὐτομόλησε δαίμονας λέγων· ὅτι Ὑποκάτω τῆς γῆς ἔρχεται ὁ ὑποκάτω τοῦ οὐρανοῦ σωφρονήσας, τὰ πέρατα ἔρχεται σκυλεῦσαι, καὶ αἰχμαλωτεῦσαι ἡμῶν τὰ ταμιεῖα τὰ ἄδηλα.
Ἀποκριθέντες δὲ λέγουσι πρὸς αὐτὸν οἱ ἀλάστορες· Καὶ τίς ἐστί σου ἰσχυρότερος; οὐκ ἔλεγες, Οὐκ ἔστι μου δυνατώτερος ὁ ἐμοὶ ἀντιταττόμενος; Νῦν ἐδειλίασας παρ' ἐκείνου λωφούμενος; Τέως πείρασον πολεμῆσαι· θάρσησον, καὶ εὑρήσεις αὐτὸν κατὰ πάντα ἡττώμενον. Ὁ δὲ, Ἐπείρασα, φησὶ, καὶ ἐδοκίμασα, καὶπάντοθέν μου τὰς δυναστείας ἐκράτησεν· εἰς τὴν ἔρημον αὐτὸν ἐπολέμησα, καὶ ἔρημόν με πάντοθεν ἀπέδειξεν. Οὔτε πρὸς τοὺς μαθητὰς αὐτοῦ ἴσχυσα· τὴν αὐτὴν γὰρ δόξαν κἀκείνους ὑστέρησεν. Οἱ δὲ πρὸς αὐτόν· Τέως εἴσελθε ἔσωθεν, καὶ τὰςχαλκᾶς πύλας ἀπόκλεισον, καὶ τοὺς σιδηροῦς μοχλοὺς καθειρξώμεθα, καὶ τὰ βέλη ἡμῶν εὐτρεπίσωμεν. Ταῦτα καὶ τὰ τοιαῦτα κραζόντων τῶν πονηρῶν, ἰδοὺ δὴ καὶ ὁ Κύριος μετὰ πυροφόρων στρατιῶν παραγίνεται. Ἀνοίξατέ μοι πύλας, οἱ τῶνδαιμόνων ἄρχοντες· εἰσελεύσεται γὰρ ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ ἔνδοθεν ὑπάρχοντες ἐτόλμων, καὶ ἀποκρίνοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δὲ στρατηγὸς τῶν δαιμόνων ἔλεγεναὐτοῖς ἔνδοθεν· Οὐκ εἶπον ὑμῖν, ὅτι κραταιός ἐστι καὶ δυνατὸς ἐν πολέμῳ, καὶ ἰσχυρὸς ἐν ἰσχύϊ; Οἱ δὲ ἄγγελοι ἐπεσπούδαζον· Ἄρατε πύλας, πρὶν αὐτὰς συντρίψωμεν, καὶ τοὺς μοχλοὺς κατεάξωμεν· μετ' εἰρήνης ἀνοίξατε, πρὶν μετ' ὀργῆς εἰσέλθωμεν. Ἄρατε πύλας, οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ δὲ φόβῳ συνεχόμενοι ὡς ἀμφέβαλλον ῥήμασι· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; αὐτοὶ ἀπεκρίναντο· Κύριός ἐστι τῶν δυνάμεων, τῶν ἄνω καὶ τῶν κάτω ∆εσπότης. Καὶ ὡς ἐστασίαζον, μὴ ἀνοίγοντες τρόμῳ παιδευόμενοι, νεύματι τῆς θεότητος εὐθέως αἱ πύλαι συνετρίβησαν, καὶ οἱ μοχλοὶ κατεάγησαν, καὶ ἐπληρώθη τῆς προφητείας τὸ κήρυγμα τὸ πρὸ τοσούτων γενεῶν σαλπιζόμενον, ὅτι Συνέτριψεπύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Εἶτα ἐν ἀπορίᾳ γενόμενοι οἱ τῆς λοιδορίας ἐργάται, εἶπαν οἱ ἄνομοι. Ἔχοντες τὰ βέλη καὶ τὰς ῥομφαίας, ἐφορμήσωμεν αὐτῷ. Ὁ δὲ τὰς πύλας συγκλάσας, κἀκείνους συνέτριψε, καὶ ἐπλήρωσε τὰς δύο κηρυττούσας προφητείας· Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Ὡς δὲ εἶδονοἱ κατάκλειστοι τὸ φῶς τῆς ἀϊδίου ζωῆς, ἀνεβόησαν λέγοντες· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρεα ἐκάλουν τὰ τοῦ ᾅδου στερεώματα. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· τουτέστιν, ἐξέστησαν οἱ διαβολικοὶ ἄρχοντες· Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπενεκρώθησαν γὰρ ὑπὸ τοῦ Κυρίου, καὶ ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν ἀπώλεσαν, καὶ οὐχ εὗρον οὐδέν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἵππους λέγει τὰς ψυχὰς τῶν κατεχομένων, καὶ ἐπιβάτας τοὺς πονηροὺς δαίμονας, δαίμονας τοὺς ἀνελεημόνως παιδεύοντας τὰς τῶν ἀνθρώπων ψυχάς. Ἐνύσταξαν καὶ ἀπενεκρώθησαν. Τότε ὡς εἶδον τῶν ψυχῶν τὴν σωτηρίαν, καὶ τὴν ἰδίαν ἀπώλειαν, τὴν αὐτῶν ἐλευθερίαν, καὶ τὴν ἑαυτῶν δουλείαν, αὐτοὺς ἀπολυομένους, καὶ ἑαυτοὺς ἀλύτοις δεσμοῖς κατεχομένους, ἀνεβόησαν μετὰ ἰσχυρᾶς κραυγῆς· Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπον;Μαστιγοῦντας ψυχὰς ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν ἐφ' ἡμᾶς δικαίαν· οὐ γὰρ ἐκρίνομεν δικαίως· διὰ τοῦτο κρινόμεθα, διὰ τοῦτο φειδοῦς οὐ τυγχάνομεν. Ἀνίλεως γὰρ ἡ κτίσις τῷ μὴ ποιήσαντι ἔλεον. Κατέκλεισεν αὐτοὺς εἰς τὰ ταμιεῖα τοῦ ᾅδου, ὑπὸ ὀσμῆς δρακόντων κολαζομένους, δήσας αὐτοὺς δεσμοῖς ἀλύτοις. Λαβὼν δὲ τὰς ψυχὰς πάσας συνῆξεν ὁ Κύριος, καὶ τὴν προφητείαν Ἱερεμίου ἐπλήρωσε. Συνήγαγε πέρδιξ ἃ οὐκ ἔτεκεν. Ἃς γὰρ ὁ ἐχθρὸς κατήγαγεν εἰς τὸν ᾅδην, ταύτας ὁ Κύριος συνήγαγεν· ἃς ἐκεῖ ἔτεκεν ὁ διάβολος, μᾶλλον δὲ διεσκόρπισε, ταύτας συνήγαγεν ὁ Χριστός. Ἀνάστητε, εἶπεν ὁ Κύριος, καὶ ἀναβῶμεν εἰς τὸν οὐρανόν. Τοῦτο δὲ ὅλον γέγονε πληροῦν τῆς προφητείας τὸ αἴνιγμα, Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος· τουτέστιν, εἰς τὴν οὐράνιον Ἱερουσαλήμ. Αἱ κάτω πύλαι ἠνοίγησαν, μᾶλλον δὲ συνετρίβησαν· ἀνάγκη λοιπὸν ἀνοιγῆναι καὶ τὰς ἄνω πύλας τῶν οὐρανῶν· καὶ γὰρ καὶ οἱ ἄνω πυλωροὶ ἀγνοοῦντες ἐκώλυον. Ὡς γὰρ κατῆλθεν, οὐκ ἔγνωσαν· διὰ τοῦτο ἀνερχόμενον αὐτὸν οὐκ ἐγνώρισαν, καὶ τέως τρακτεύειν ἐπεχείρουν (εἶχε γὰρ μεθ' ἑαυτοῦ τὰς ψυχὰς ὁ Κύριος, ἃς ἐλυτρώσατο, καὶ τὸν λῃστὴν, μᾶλλον δὲ μαθητὴν), λέγοντες· Τίς ἐστιν ὁ μετὰ τοσαύτης παρατάξεως ἐρχόμενος; Οἱ δὲ προαγαγόντες ἄγγελοι ἐσήμαινον τῆς θεότητος τὸ ἀξίωμα. Οἱ δὲ οὐκ ἠπείγοντο, ἀγνοίᾳ τρυχόμενοι· Καὶ εἰ ὁ Κύριός ἐστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; μὴ γὰρ καὶ ἄλλοτε οὐ κατέβη, καὶ τὴν κιβωτὸν διετάξατο ἐπὶ τοῦ Νῶε; ἐπὶ τοῦ Ἀβραὰμ εἰς τὴν σκηνὴν παρεγένετο, ἐπὶ τοῦ Ἰακὼβ ἐν τῇ κλίμακι, ἐπὶ τοῦ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους ὡμίλησεν, ἐπὶ τοῦ Μωϋσέως εἰς τὸ ὄρος Σινᾶ, ἐπὶ Ἰησοῦ εἰς Ἱεριχὼ, ἐπὶἨλία εἰς τὸ σπήλαιον. Καὶ οὐκ ἔστι γενεὰ, ὅπου οὐ κατέβη, καὶ οὐκ ἔλαθεν ἡμᾶς.
Καὶ νῦν, ὡς λέγεται, εἰ ὁ Κύριος πάρεστιν ἀνερχόμενος, πῶς οὐκ ἔγνωμεν αὐτὸν κατερχόμενον; Ἀπεκρίθησαν οἱ προάγοντες· Αὐτός ἐστιν ὁ τότε κατερχόμενος·ἵνα μὴ γνωρισθῇ ἀνερχόμενος, δουλικὴν εἰκόνα ἐφόρησεν, ἵνα μὴ γνῶτε δεσποτικὴν μεγαλοπρέπειαν. Καὶ μάθετε ∆εσποτικὸν μυστήριον, καὶ σόφισμα Κυριακὸν, καὶ μὴκωλύσητε φιλανθρωπίας πρόθεσιν. Εἰ γὰρ ἐγνώκατε αὐτὸν ἐν ταπεινώσει πολλῇ κατερχόμενον χάριν τοῦ πλάσματος, ἐκωλύετε τὴν κατάβασιν καὶ ἀπεστερεῖτε τῆς σωτηρίας τὸν ἄνθρωπον, καὶ δίχα τῆς ἄνω βασιλείας λοφούμενον. Νῦν ἀνοίξατε,γονυπετήσατε. Εἶτα ἀποκρίνονται καὶ αὐτοί· Εἰ μὴ φωνῆς αὐτοῦ θείας ἀκούσωμεν, οὐκ ἂν τὰς θύρας ἀνοίξοιμεν. Οὐδεὶς γὰρ διαβαίνει ἔνθεν ἀκάθαρτος. Αὕτη γὰρ, φησὶν, ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Τότε ὁ Κύριος φωνῇ τιμίᾳ ἐλάλησεν· Ἐγώ εἰμι ὁ ζητούμενος, ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· τουτέστιν, Ἃ ἔπραξα καὶ πέπονθα, ὅσα ἐποίησα καλὰ καὶ ἀπείληφα κακά. Ἀπαγγελῶ τῶν δικαίων τὰ τεκμήρια, τῶν ἰάσεων τὰ χαρίσματα, τῶν πράξεων τὰ κατορθώματα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τότε γνόντες τοῦ ἀχράντου φωνὴν ∆εσποτικὴν, οἱ τὰς πύλας κατέχοντες, μετὰ φόβου εἰς προσκύνησιν ἐξήλθοσαν· Οὐκ οἴδαμέν σε, ∆έσποτα, κατερχόμενον, προσκυνοῦμέν σε ἀνερχόμενον. Εἶτα αὐτὸς παρερχόμενος ἀναντιῤῥήτως, καὶ οἱ ἀκόλουθοι. Οἱ δὲ τοὺς ὄπισθεν εἰσερχομένους ἐκώλυον λέγοντες· Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι καὶ ἅρπαγες; ἵνα τί τοῦτο πράττεται παρὰ τῆς σῆς ἁγιότητος; Ταύτας τὰς πύλας σὺ ἐκύρωσας, σὺ πυλωροὺς ἡμᾶς κατέστησας, σὺ νόμον ἡμῖν ἐδογμάτισας, ὅτι Αὗται αἱ πύλαι τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς. Οὐχὶ λέλεκται περὶ σοῦ, ὅτι Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται; Εἶπας γὰρ, Μόνοι δίκαιοι εἰσελεύσονται· μὴ καὶ ἄδικοι; ὧδε μοιχοὶ καὶ τελῶναι προσάγονται, ὧδε μάγοι καὶ λῃσταὶ καὶ ἅρπαγες εἰσέρχονται; Κἂν πρῶτον δικαίους εἰσάγαγε, καὶ κατόπιν ἁμαρτωλοὺς χειραγώγησον.Ἔσθ' ὅτε πάντας τούτους εἰσάγεις· δῆλον ὅτι μετενόησαν· τοῦτον δὲ τὸν λῃστὴν διὰ τί πρὸ πάντων εἰσάγεις εἰς τὰ ἄνω βασίλεια; ποῦ μετέγνω, ποῦ μετενόησεν; οὐ μίαν ἡμέραν ἐν τῇ ζωῇ αὐτοῦ διεπράξατο, οὔτε τι καλὸν πέπραχε πώποτε· ἀλλ' οὐδὲ ὥραν μίαν ἐχώρησεν εἰς μετάνοιαν. Ἰδοὺ τὰ ἁμαρτήματα αὐτοῦ ἐγγράφως κατέχομεν, ἃ μὲν ἐν μετανοίᾳ οὐκ ἐξήλειψε, καὶ προηγέτην αὐτὸν εἰς τὸν παράδεισον ἁπάντων τῶν δικαίων εἰσφέρεις; Ὁ δὲ Σωτὴρ, Ζητεῖτε αὐτοῦ, φησὶ, τὴν ἁμαρτίαν, ἣν ἐγὼ πρὸ πάντων ἐξήλειψα; Ἀργήσει αὐτοῦ τῶν ἁμαρτημάτων τὸ ἔγγραφον, ὅτι ἡ πίστις αὐτοῦ ἀπήλειψεν αὐτό. Λυέσθω τῶν ἀδικημάτων αὐτοῦ ἡ συγγραφὴ τῇ καλῇ ὁμολογίᾳ. Οὐ μετενόησε πρὸ καιροῦ, ἀλλὰ συνῆκεν εἰς τὸν καιρόν· πρὸ τοῦ θανάτου δίχα πίστεως ὑπῆρχε γυμνὸς, ἐν τῷ θανάτῳ ἡ πίστις αὐτοῦ τῆς θαλάσσης τῶν πλημμυρημάτων ἐνίκησεν· ἐν καιρῷ ἀνέσεως οὐκ ἔγνω, ἀλλ' ἐν καιρῷ ἀνάγκης ἐπέγνω τὸ δίκαιον. Ὅτε οἱ μαθηταί μου ἀπέφυγόν με, οὗτος προσέφυγέ μοι· ὅτε Πέτρος ἔλεγεν, Οὐκ οἶδα τὸν ἄνθρωπον, τότε οὗτος βασιλέα οὐρανῶν ὡμολόγησεν· ὅτε ἱερεῖς ἐθανάτουν με, τότε οὗτος ζωῆς ἐκάλεσε Κύριον. Ἐμοὶ τὸ ἔργον τῆς μετανοίας τετέλεσται, τοῦ τὴν πρόθεσιν βλέποντος καὶ τὸ πρόθυμον· ἐμοὶ τῆς ὑπομονῆς τὸ δικαίωμα πέπρακται, τοῦ εἰς τὸ ἀγαθὸν τὴν καρδίαν κλίναντος.∆ιὰ τῆς πλευρᾶς Ἀδὰμ τὸν παράδεισον ἀπέκλεισεν, οὗτος ἐν τῇ ὁμολογίᾳ ἀνοίγει τὸν ὑπὸ τῆς φλογίνης ῥομφαίας πυλῶνα φρουρούμενον. Μὴ ζητήσατε αὐτοῦ τὴν ἁμαρτίαν, ἣν οὐχ εὑρήσετε. ∆ιὰ τοῦτο ∆αυῒδ πρὸ τοσούτων γενεῶν προεφήτευσε· Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Λοιπὸν ὁ Σωτὴρ ἀνῆλθε, νικήσας πᾶσαν ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ἀπήντησαν, καὶ ὡς ∆εσπότῃ προσεκύνησαν, καὶ πᾶσα Χερουβικὴ τάξις καὶ Σεραφικὴ λειτουργίᾳ προσεκύνησεν αὐτῷ καὶ τῷ Πατρὶ τῷ γεννήσαντι. Καὶ ὅσα τε Πατρὶ προσελάβετο καὶ τῆς ἐκ δεξιῶν καθέδρας ἐκάθισεν ὁ μήποτε γυμνώσας τοὺς πατρικοὺς κόλπους. Εἰ γὰρ καὶ κατῆλθεν ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἀλλ' οὖν τοῦ θρόνου οὐδαμῶς κατελείφθη· εἰ καὶ γέγονεν ἄνθρωπος τέλειος οἰκονομικῶς, οὐδαμῶς ἔκστασιν ὑπέμεινε τῆς οἰκείας φυσικῆς θεότητος. Οὐ γὰρ ἐκ προκοπῆς ἀνθρώπου γέγονε Θεὸς ὁ Χριστὸς, μὴ γένοιτο, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον σώσῃ. ∆ιὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα ὁμολογοῦμεν· καθὼς ὁ θεσπέσιος ἔφησε Παῦλος· ∆ιὸ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπετάγησαν αὐτῷ, ὡς ὄντι πρὸ πάσης κτίσεως, μᾶλλον δὲ ποιητὴν τῆς κτίσεως, καὶ συνδεσπόζοντα καὶ συμβασιλεύοντα τῷ ἀχράντῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Αὐτὸς γάρ ἐστιν ὁ μέλλων κρῖναι τὴν οἰκουμένην, καὶ τὴν ὑπ' οὐρανὸν πᾶσαν, καὶ ἀποδοῦναι ἑκάστῳ καθ' ἃ ἔπραξε. Τίς οὖν τῆς φιλανθρωπίας λαλήσει τὸν ἔλεον, ἢ τῆς δυναστείας αὐτοῦ τὸ μέγεθος; τίς αὐτοῦ τῆς ἀγαθότητος ἐκφράσει τὴν σύνεσιν, ἢ τῆς δυνάμεως τὴν μεγαλειότητα; τίς τῆς εὐσπλαγχνίας αὐτοῦ τοὺς οἰκτιρμοὺς διηγήσεται, ἢ ἐξιχνιάσει τῆς ὑπερβολῆς τὸ ἀξίωμα; ὅτι μὴ καταλιπὼν τὰ ἄνω, δι' ἡμᾶς ἐπὶ γῆς κατῆλθεν· ὅτι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας λαθὼν, εἰς ἄχραντον Παρθένου μήτραν ἐχώρησεν· ἀγγέλων καὶ ἀρχαγγέλων ἔλαθε χοροὺς, καὶ δούλου μορφὴν ἐνεδύσατο, ἵνα σώσῃ τὸν κατ' εἰκόνα ἄνθρωπον φθορᾶς καὶ θανάτου· καὶ ἀπέθανε τῇ σαρκὶ, ἵνα ἡμᾶς τῆς ἀθανάτου φύσεως αὐτοῦ κοινωνοὺς ἀπεργάσηται. Καὶ τί ἀνταποδώσομεν αὐτῷ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; ποίας εὐχαριστίας, ἢ ἱκεσίας; Οὐδ' ἂν πάντα ἡμῶν τὰ μέλη φωνὰς ἀναλάβωσι, καὶ αἱ τρίχες ἡμῶν λαλιὰς ἐξάγωσι, καὶ πᾶν τὸ ὄργανον ἡμῶν μελῳδίας πληρωθῇ, ἐπαξίως ἀνυμνῆσαι δυνηθῶμεν τὴν αὐτοῦ πρὸς ἡμᾶς γενομένην συγκαταβάσεως εὐσπλαγχνίαν καὶ μεγαλειότητα. Ἀλλ' ὅσον χωροῦμεν, ἀνυμνοῦμεν τὸν μόνον ὑπεράγιον, πρόῤῥησιν ἐκπληροῦντες, τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. ∆ιὰ ταύτης γὰρ περιόδου διῆλθον τὰ τοῦ Σωτῆρος μεγάλα καὶ παράδοξα θαύματα, ἵνα καθ' ἑκάστην μνημονεύων εὐφραίνωμαι· εἴ γε ἀξίως τῇ μνήμῃ ἐχωρήσαμεν, καθὼς ἔπρεπεν. Ἀλλ' εἴτε προφάσει, εἴτε ἀληθείᾳ Θεὸς καταγγελθῇ· διὸ μετὰ τοῦ προφήτου λέγωμεν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Ὁ δὲ Θεὸς τῶν δυνάμεων, ὁ φιλανθρωπίαν καὶ πολλὴν ἀγαθότητα ἀναδειξάμενος, ἡμῶν τὴν ἀσθένειαν καὶ τὰς εὐχὰς προσδεχόμενος χάριτι, καὶ εἰς κρείττονα ἀγαθὴν πρόνοιαν ἀγαγὼν, αὐτὸς ἡμῶν τηρήσει τὴν ψυχὴν ἀκηλίδωτον, τὸ σῶμα ἄσπιλον, τὸ πνεῦμα ἀρύπωτον, τὴν ζωὴν ἀνεπηρέαστον φυλάξειε, τὴν πίστιν ἀσύλωτον, τὴν φιλαδελφίαν ἀνύβριστον, τὴν παρθενίαν ἀμώμητον, τὴν φιλίαν ἀθρύλλητον, τὴν ἀγάπην ἀνυπόκριτον, τὴν ἀρετὴν ἀκλυδώνιστον, τὴν δικαιοσύνην ἀνεμπόδιστον, τὴν πίστιν καρπουμένην. Τὰς πύλας ἡμῖν τοῦ παραδείσου ἀναπετάσειε, καὶ φλογίνην ῥομφαίαν κατασβέσειε, καὶ τὴν θύραν τῆς βασιλείας ἀνοίξειε, καὶ τὴν ἀκήρατον ἀπόλαυσιν εὐτρεπίσειε, καὶ ἐκ δεξιῶν στήσειε, καὶ τῇ δεξιᾷ στεφανώσειε τῇ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῷ πρέπει δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου