ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆ανιὴλ ἐνύπνιον είδεν

Τετάρτη 26 Οκτωβρίου 2016

Ζʹ Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆ανιὴλ ἐνύπνιον είδεν




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Ζʹ Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆ανιὴλ ἐνύπνιον  εἶδεν· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐν ύπνιον ἔγραψεν. Ἀρχὴ λόγων αὐτοῦ.

 Καὶ ἀπο κριθεὶς εἶπεν· Ἐγὼ ∆ανιὴλ ἐθεώρουν ἐν τῇ ὁράσει μου τῆς νυκτός· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν  μεγάλην.  Καὶ τέσσαρα θηρία  μεγάλα  ἀνέβαινεν  ἐκ  τῆς  θαλάσσης, διαφέροντα ἀλλήλων.  Τὸ πρῶτον, ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ. Ἐθεώ ρουν ἕως οὗ ἐξετίλαντο  τὰ πτερὰ αὐτῆς, καὶ ἐξ ήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου  ἐστά θη,  καὶ  καρδία  ἀνθρώπου  ἐδόθη  αὐτῇ.  Καὶ ἰδοὺ  θηρίον  ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστά θη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων  αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε σάρκας πολλάς. Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ  ὑπεράνω  αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ  τῷ  θηρίῳ,  καὶ ἐξουσία ἐδόθη  αὐτῷ.


 Ὀπίσω τούτου  ἐθεώρουν  ἐν  ὁράματι  τῆς  νυκτὸς,  καὶ  ἰδοὺ  θηρίον τέταρτον,  φοβερὸν,  καὶ  ἔκθαμβον,  καὶ  ἰσχυρὸν  περισσῶς· καὶ  οἱ  ὀδόντες  αὐτοῦ σιδηροῖ καὶ μεγάλοι· ἐσθίον, καὶ λεπτῦνον· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ συν επάτει· καὶ αὐτὸ διαφέρον  περισσῶς παρὰ πάντα  τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα αὐτοῦ  δέκα.  Προσενόουν  τοῖς  κέρασιν  αὐτοῦ·  καὶ  ἰδοὺ  κέρας  ἕτερον  μικρὸν ἀνέβαινεν  ἐν τῷ μέσῳ αὐ τοῦ, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξ εῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἰδοὺ ὀφθαλ μοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τίνος ἕνεκεν οὐχὶ γυναῖκας εἶπεν ὅτι εἶδεν; Ἀλλ' ὅτε μὲν δίκην  καὶ ἀρὰν ἔδει παραστῆσαι, γυναῖκας  παρήγαγεν·  ὅτε δὲ βασιλείας, θηρία. Πρᾶγμά ἐστιν ἡ βασιλεία, σωματοποιεῖ οὖν αὐτό. Οὐκ οὖν ἐχρῆν; Καὶ καλῶς. Ἀλλ' ἐπειδὴ αἱ ποιότητες  αὐτῶν  μάλιστα ἐν τοῖς θη ρίοις εἰσὶ, διὰ τοῦτο αὐτῶν ἐδεήθη. Ἐβουλήθη δεῖξαι τὸ ἐν ἀγριότητι ἁβρὸν, καὶ λέαιναν παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ νωθὲς, καὶ ἄρκον παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ ταχὺ καὶ κοῦφον, καὶ ἐπειδὴ πολέμοις κατέλυσαν ἅπαντες τὰς ἀρχάς· καὶ πάρδα λιν παρήγαγε. Καὶ ὅρα ὅπως καλῶς ἐθεώρησε τὴν θάλασσαν πρῶτον, πᾶσαν τὴν οἰκουμένην. Τοσαύτης γὰρ γέμει ταραχῆς, καὶ οὕτω φέρεται, ὡς ἰχθύων, οὐχὶ ἀνθρώπων πεπληρωμένη. Τοῦτο καὶ ὁ Χριστὸς δηλοῖ, ὅτι θάλασσα ὁ παρὼν βίος ἐστὶν, ἐν τῷ λέγειν·  Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βλη θείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγούσῃ. Καὶ ἰδοὺ, φησὶ, οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν  μεγάλην.  ∆ηλοῖ ὅτι ἐκεῖθεν  τὰ θηρία, [καὶ] τὸ ταχὺ τῆς τοῦ Θεοῦ προνοίας. Καὶ γὰρ ἡμεῖς ἐπὶ τῆς τα χυτῆτος  τοὺς ἀνέμους  παράγομεν  εἰς μέσον. Ἐνέπε σαν εἰς τὴν θάλασσαν· καὶ ἀνέδυ, φησὶ, τὰ θηρία ἀπὸ τῆς θαλάσσης. Καὶ γὰρ ἀπὸ τῆς φύσεως τῆς ἡμετέρας οἱ ἄρχοντες ἡμῶν. Οὕτω καὶ τὸν βασιλέα λέοντα καλεῖ πολλάκις,  τὸ βασιλικὸν  ὁμοῦ καὶ θη ριῶδες δεῖξαι βουλόμενος.  Ἢ ἐπειδὴ ὁ μὲν ἀνατολι κώτερος, ὁ δὲ ἐξ ἄρκτου, ὁ δὲ ἀπὸ νότου. Ὡς ἂν εἴποι τις, Ἀνέτρεψε τὴν θάλασσαν, ἀνετάραξαν  ἐκ τοῦ οὐ ρανοῦ ∆ιαφέροντα  ἀλλήλων.  Τὸ πρῶτον  ὡσεὶ λέαινα.  Καθάπερ ἐν ὀνείρῳ· οὐ γὰρ αὕτη τῶν  πρα γμάτων  ἡ φύσις ἦν. ∆ιὰ δύο συμβόλων τὸ βασιλικὸν ἐνδείκνυται.  Τινὲς δέ φασιν, ὅτι τὸν Ἀσσύριον ἐκρά τησε, διὰ τοῦτο δύο. Καὶ ἐθεώρουν ἕως οὗ ἐξετί λαντο τὰ πτερὰ αὐτῆς, τουτέστι ἡ ἀρχὴ, καὶ ἤρθη  ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Γοργὸν τὸ ζῶον. Ἑκατέρωθεν εἶχε τὴν ἰσχὺν ταχυτῆτος,  ἄνωθεν  μὲν ἀπὸ τῶν  πτερῶν, κάτωθεν  δὲ ἀπὸ τῶν  ποδῶν· ἀλλ' ἑκατέρα ἡ ταχυτὴς  ἀνῃρέθη, ἐκείνων μὲν ἐκταλέντων  (l. ἐκτιl.), καὶ μηδὲ φανέντων  λοιπὸν, τούτων δὲ μεταπεσόντων  ἐπὶ  τοὺς ἀσθενεστέρους, τοὺς ἀνθρώ  πους. Καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Τοῦτο γὰρ ἐν  ἐκείνῳ  τῷ  ζώῳ,  τὸ γαῦρον.  Ταπεινὸς, φησὶ, ἥμερος, χειροήθης ἐγένετο ὁ βασιλεύς. Καὶ ἰδοὺ θη ρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων  αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Ἐπὶ τῶν  Περσῶν ἐγένετο τὸ βραδὺ τῶν ἀνθρώπων. Ἐπὶ Μήδων καὶ Περσῶν τρία πλευρὰ, ἤτοι τόπους, ἢ τὰς βασι λείας, ἃς συνεῖλεν. Ἔλεγον αὐτῷ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Οὗτοι γὰρ εἷλον καὶ Βαβυ λῶνα, καὶ τὰς πολλὰς εἰργάσαντο συμφοράς. Ὀπίσω τούτου ἐθεώρουν· καὶ ἰδοὺ  ἕτερον  θηρίον,  ὡσεὶ πάρδαλις·  καὶ  αὐτῇ  πτερὰ  τέσσαρα πετεινοῦ  ὑπεράνω αὐτῆς,  καὶ  τέσσαρες κεφαλαὶ  τῷ  θηρίῳ·  καὶ  ἐξουσία  ἐδόθη  αὐτῷ.  Εἶτα, φησὶ, πάρδαλις· Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, πᾶσαν δια πτὰς τὴν οἰκουμένην. Οὐδὲν γὰρ τούτου γοργότερον, οὐδὲ ὀξύτερον γέγονεν,  ἀλλὰ σφοδρός τις ἦν καὶ ὀξὺς, καθάπερ τοῦτο  τὸ θηρίον.  Τέσσαρα, φησὶ, πτερὰ πετεινοῦ  ὑπεράνω  αὐτῆς. Τουτέστιν, ἅπασαν προσ έλαβε τὴν  ἰσχύν. Πέρσας γὰρ εἰς δέκα τρεῖς βασι λείας διελὼν,  ἅπαντας ἐχειρώσατο. Εἶδες αὐτοῦ τὴν ταχυτῆτα; Καὶ ἀπὸ τῆς φύσεως τοῦ θηρίου, καὶ ἀπὸ τῶν πτερῶν. Πᾶσαν διέδραμε τὴν οἰκουμένην. Καὶ κεφαλαὶ, φησὶ, τέσσαρες τῷ θηρίῳ. Καὶ ἡ βασι λεία καὶ ἡ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα λέγει ταύ της τὴν παρουσίαν,  τὴν  ποικίλην   καὶ  παντοδαπῆ,  καὶ  οὐκ  ἔχει  εἰκόνα  εἰπεῖν·  οὕτως ἐξαλλάττον τι τὸ θηρίον ἦν. Πάσας γὰρ ἐκείνας ἐνίκησε. Ταῖς μὲν ἄλ λαις, ἀπὸ τοῦ τάχους ἦν ἡ ἰσχύς· τούτου δὲ ἀπὸ τῶν ὀδόντων· σιδηροῖ ἦσαν. Καὶ τὰ ἐπίλοιπα τοῖς πο σὶν αὐτοῦ συνεπάτει. Τοὺς πολλοὺς λέγει πολέμους. Τίνες οἱ δέκα βασιλεῖς; τί τὸ μικρὸν κέρας; Ἐγὼ τὸν Ἀντίχριστόν φημι μεταξύ τινων  φαίνεσθαι βασι λέων. Καὶ ὀφθαλμοὶ, ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τί γὰρ ἐκείνου τοῦ στόματος μεῖζον γένοιτ' ἂν τοῦ λέγον τος, Ἐπὶ πάντα λεγόμενον θεὸν  ἢ  σέβασμα, ὥστε  αὐτὸν  εἰς  τὸν  ναὸν  τοῦ  Θεοῦ καθίσαι; Εἰ δὲ  ὀφθαλμοὶ ἀνθρώπου, μὴ θαυμάσῃς· καὶ γὰρ τοιαῦτα φθέγγεται. Ἄνθρωπός ἐστι, φησί. ∆ιὰ τί δὲ μικρὸν, καὶ οὐκ ἐξ ἀρχῆς μέγα φαίνεται; Ἀλλ' ὕστερον αὐ ξηθήσεται, καὶ κρατήσει τινῶν  βασιλέων.  Τί οὖν; Οὐκέτι βασιλεία διαδέχεται  τοῦτον,  ἀλλ' αὐτὸς  ὁ Θεὸς καταλύει. Ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐ τοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.  Ποταμὸς  πυρὸς εἷλκεν  ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες  ἐλειτούργουν  αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κρι τήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν.  Συντείνω  μεν τὴν διάνοιαν, ἀγαπητοί. Οὐ γὰρ περὶ μικρῶν ὁ λόγος ἐστί. Θρόνοι, φησὶν, ἐτέθησαν, καὶ ὁ Πα λαιὸς ἡμερῶν ἐκάθητο. Τίς ἐστιν οὗτος; Ὥσπερ ἀκούσας ἄρκον, οὐκ ἄρκον ἐνόησας, καὶ λέαιναν, οὐ τοῦτο ὑπώπτευες, ἀλλὰ βασιλείας· καὶ θάλασσαν, οὐ θάλασσαν, ἀλλὰ  τὴν  οἰκουμένην,  δι' ἑτέρων  ἕτερα· οὕτω καὶ νῦν. Παλαιὸς ἡμερῶν τί ἐστιν; Γεγηρα κότι τινὶ ἐῴκει. Πρὸς γὰρ τὰς χρείας τῶν   πραγμά  των,  δι'  ἃς  φαίνεται,   τυποῖ  ἑαυτὸν,  δεικνὺς   ὅτι  τοῖς  τοιούτοις πιστεύεσθαι τὰ κριτήρια χρή. Ὥσπερ γὰρ θρόνον ἀκούων οὐχὶ καθέδραν νοεῖς· ἀλλὰ πῶς  τὸν  χυδαῖόν  τις  ἐπισπάσαιτο, ἐπεὶ  καὶ  ἀλλαχοῦ  ὡπλισμένος  φαίνεται,  καὶ ἑτέρωθεν ᾑμαγμέ νος; Τοῦτο οὖν βούλεται δεῖξαι, ὅτι κρίσεως καιρός. Τὸ ἔνδυμα αὐτοῦ, ὡσεὶ χιὼν, λευκόν. Τίνος ἕνεκεν; Ὅτι οὐχὶ κρίσεως καιρὸς μόνον, ἀλλὰ καὶ ἀνταποδόσεως· ὅτι πάντας δεῖ αὐτῷ παραστῆναι· ὅτι Τὸ κρῖμα αὐτοῦ, φησὶ, ὡς φῶς ἐξελεύσεται. Εἶτα Θρόνοι ἐτέθησαν. Οὐ θρόνοι, ἐν οἷς Καθή σεσθε, φησὶ, ἐπὶ δώδεκα θρόνους;  Καὶ ἡ  θρὶξ  τῆς  κεφαλῆς  αὐτοῦ  ὡσεὶ  ἔριον  καθαρόν.  Τὸ  πῦρ  οὐδὲν ἀνήλισκεν, ἐπειδὴ γὰρ ἥμερον. Εἶδες ὄψιν καὶ σχῆμα πολιτικὸν καὶ δημαγωγικόν; Ὁ θρόνος ἐφόβει, τῷ  πολύπυρος  εἶναι· πῦρ οὐχ ἁπλῶς,  ἀλλὰ  φλέγον.  Ἵνα γὰρ μὴ νομίσῃς διὰ τὴν εἰκόνα παραβεβλῆσθαι, προσέθηκεν αὐτοῦ τὴν ἐνέργειαν, εἰπὼν οὐχ ἁπλῶς  πῦρ, ἀλλὰ,  Πῦρ φλέγον.  Ποταμὸς πυρὸς εἷλκεν  ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμ προσθεν αὐτοῦ. Κριτήριον ἐκάθισεν. Τουτέστι, διὰ τοῦτο παρεγένετο, ὥστε κριτήριον καθίσαι. Καὶ βί βλοι ἀνεῴχθησαν. Τί λέγεις; βιβλίων ὁ Θεὸς δεῖται, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;  Ὁ πλάσας  κατὰ  μόνας  τὰς  καρδίας  αὐτῶν;  Ἀλλὰ  κατὰ  τὸν  νόμον  τῶν ἀρχόντων τούτων λέγει, ὥσπερ τὰ ὑπομνήματα πράττεται παρ' ἡμῖν. Καθάπερ γὰρ ἐν ταῦθα οὐ διὰ τοῦτο ἀναγινώσκεται,  ὥστε μαθεῖν  τὸν  ἄρχοντα  μόνον,  ἀλλ' ὥστε φανῆναι δικαίαν οὖσαν τὴν κρίσιν· οὕτω καὶ τότε, εἰ καὶ οἶδε δικαίως δικάζων, ἀλλ' ὅμως ἀνοίγει τὰς βίβλους. Τίνος ἕνεκεν; Τί λέ γεις, καὶ τί θέλεις εἰπεῖν; Τίνος ἕνεκεν οὐ λέγει  καὶ τὰς τιμάς; Εἶπεν· Θρόνοι ἐτέθησαν, ἐπεὶ καὶ ὁ Θεὸς ταύτας  ὥρισεν· ἐπειδὴ δὲ καὶ οὐκ ἠκούσαμεν, τότε τὴν τιμωρίαν  καὶ τὴν κόλασιν. Καὶ οὐχ ἡμῖν πρώτην  ταύτην ἀφῆκε φωνήν;  Ἀπὸ τότε ἤρξατο, φησὶ, κη ρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν. Μηδὲν σωμα τικὸν ὑπολάβῃς, ἀγαπητὲ, μηδὲ ἐμπεριειλῆφθαι  θρόνῳ τὸν ἄπειρον Θεὸν νομίσῃς. Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· εἰ Τὰ ὄρη ἔστησε ζυγῷ· εἰ Πάντα τὰ ἔθνη ὡς σίελος ἐνώπιον αὐτοῦ ἐλογί σθη, καὶ ὡς κονιορτὸς ἐνώπιον   αὐτοῦ  τὰ  πάντα,  ὡς  αὐτός  φησι·  ποῖος  τόπος  ὅλον  ὁμοῦ  περιβαλεῖν δυνήσεται; Ἀλλὰ τί; Οὐκ ἔστι τοῦτο, οὐκ ἐναπείληπται θρόνῳ. Εἰ δὲ ἔνδυμα εἶχε, πῶς οὐκ ἀνήλωσεν αὐτὸ τὸ πῦρ; πῶς εἶ δὲ (f. εἴη) Παλαιὸς ἡμερῶν, ὁ [f. ὃς] πρὸ πάντων τῶν αἰώνων ὑπῆρχε; πῶς δὲ καὶ παλαιός; Σὺ γὰρ, φησὶ, ὁ αὐτὸς εἶ. Πῶς οὖν παλαιός; Καὶ τὰ ἔτη σου γὰρ, φησὶ, οὐκ ἐκλείψουσιν. Πῶς δὲ καὶ ἔνδυμα γένοιτ' ἂν περὶ τὸν ἄπειρον καὶ ἀσώματον;  Οὐδὲ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ, φησὶ, ἔστι πέ ρας. Καὶ πάλιν· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Πῶς οὖν ἱματίῳ περιεγράφετο ἀνθρωπίνῳ, καὶ οὔτε τοῦτο ἀν ήλισκεν; Ἀλλὰ μὴν  καὶ  ἕτερα  πολλὰ  ἠδύνατο  ἰδεῖν  ὁ  προφήτης.  Πῶς δὲ  τρίχες  ἐν  πυρὶ  οὐκ ἀνηλίσκοντο;  ∆ιὰ γὰρ τοῦτο ἐπήγαγεν·  Ὁ θρόνος αὐτοῦ πῦρ φλέγον.  Καὶ βίβλοι ἀνεῴχθησαν. Ὥστε αὐτοκατά κριτον γενέσθαι τὸν κρινόμενον. Ἐθεώρουν τότε ἀπὸ φωνῆς  τῶν λόγων  τῶν  μεγάλων,  ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει. Θεωρῶν ἤμην, ἕως ἀνῃρέθη  τὸ  θη  ρίον,  καὶ  ἀπώλετο,  ἀπὸ  τῆς  μεγαληγορίας.  Καίτοι Ἀλέξανδρος προσεκύνησε τὸν Θεόν. Καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. Καὶ τῶν λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχή· καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιρῶν καὶ καιροῦ. Εἰ καὶ τέλος ἔσχον, ἀλλ' ὅμως τοῦτο ἐγένετο. Καὶ κετεκαύθη τὸ θηρίον, καὶ τὸ σῶμα αὐτοῦ ἐκαύθη. Τὸ παντελῶς ἀνῃρῆσθαι δηλοῖ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός· καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν  τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν. Τίς ταῦτα ἀγνοεῖ; τίς διαβλέψαι  δυνήσεται; μὴ γὰρ Πέτρος ταῦτα λέγει, ὦ Ἰουδαῖε; μὴ γὰρ Παῦλος; Καὶ ἰδοὺ, φησὶ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. Ἰδοὺ καὶ τὸ ὁμότιμον. Ἐνώπιον  αὐτοῦ προσηνέχθη αὐτῷ. Ἵνα ὅταν  ἴδῃς  διδομένην   αὐτῷ  τὴν  βασιλείαν,  μὴ  ἀνθρωπίνως   νομίσῃς  εἶναι  τὸ δεδόσθαι. Ἀπὸ γὰρ  τῶν  νεφελῶν  τοῦ  οὐρανοῦ,  φησί· τὰς  δὲ  νεφέλας  ἀντὶ  τοῦ οὐρανοῦ παραλαμβάνειν εἴωθεν ἡ Γραφή. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Τί τούτου σαφέστερον; εἰπέ μοι. Καὶ πάντες λαοὶ, φησὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ὅρα πῶς ἅπαν τὸ ἔθνος τῆς οἰκουμένης περιέγραψεν. Ὅρα καὶ τὸ κριτήριον αὐ τὸν λαβόντα. Ἵνα γὰρ μὴ χρόνου νομίσῃς εἶναι τοῦτο, φησί· Ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐ τοῦ οὐ διαφθαρήσεται· ἀλλ' ἕστηκε καὶ μένει. Εἰ δὲ ἀπιστεῖς, ἀπὸ πραγμάτων πείθου. Εἶδες ὁμοτιμίαν αὐτοῦ πρὸς τὸν Πατέρα; Ἐπειδὴ γὰρ ὕστερος ἐφάνη τοῦ Πατρὸς, διὰ τοῦτό φησι, ὅτι ἦλθε μετὰ τῶν νεφε λῶν. Ὅτι δὲ ἦν καὶ πρώην, δῆλον  ἐκ τῶν  νεφελῶν·  ἐπὶ τῶν  νεφελῶν  γὰρ ἔρχεται. Καὶ αὐτῷ προσηνέχθη ἡ τιμή. Ἣν εἶχε, τουτέστι. Καὶ λαοὶ, φυλαὶ, γλῶσ σαι αὐτῷ δουλεύσουσι. Τὴν μὲν γὰρ ἀρχὴν εἶχεν ἄνω, τότε δὲ ἔλαβεν αὐτὴν ἣν εἶχεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς νοεῖς τὰς τρίχας, καὶ τὰ λοιπά· οὕτω καὶ τοῦτο. Τὸ δὲ Ἐδόθη, καὶ ὅσα τοιαῦτα ἀκούων,  μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς, μηδὲ ταπεινὸν περὶ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ γεγηρακότα ὁρῶν, οὐχὶ γέροντα ὑποπτεύεις, οὕτω καὶ τὰ λοιπά. Μὴ γὰρ ζήτει τὴν  σαφήνειαν  ἐν  ταῖς  προφητείαις,  ἔνθα  σκιαὶ καὶ  αἰνίγματα· ὥσπερ ἐπὶ  τῆς ἀστραπῆς οὐ ζητεῖς διηνεκὲς φῶς, ἀλλὰ ἀρκεῖ φανῆναι  μόνον. Ἔφριξε τὸ πνεῦμα μου, ἐγὼ ∆ανιὴλ  ἐν τῇ ἔξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς  μου ἐτάρασσόν με. Εἰκότως ὑπὸ τῆς ὄψεως τῶν  ὁρωμένων.  Πατέρα καὶ Υἱὸν οὗτος καὶ πρῶ τος καὶ μόνος ὁρᾷ, ὡς ἐν ὄψει. Τί ἂν ἔχοιεν Ἰουδαῖοι πρὸς τοῦτο εἰπεῖν; Μελλούσης γὰρ τῆς παρουσίας αὐτοῦ λοιπὸν ἐγγυτέρω εἶναι, εἰκότως καὶ αἱ ὄψεις θαυμασταὶ φαίνονται. Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐ τοῦ μαθεῖν περὶ τούτων  πάντων.  Καὶ εἶπέ μοι τὴν  ἀλήθειαν,  καὶ τῶν  λόγων  τὴν  σύγκρισιν ἐγνώρισέ μοι. Ἐρωτᾷ τί ποτέ ἐστι τὰ φαινόμενα· καὶ μανθάνει περὶ τοῦ Ἀντιχρίστου, καὶ  μανθάνει  βασιλείαν  τέλος  οὐκ  ἔχουσαν.  Ταῦτα, φησὶ,  τὰ  θηρία  τὰ  μεγάλα, τέσσαρες βασιλεῖαι ἀναστήσονται. Καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος, καὶ ἕως αἰῶνος αἰώνων.  Καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου  τοῦ  τετάρτου,  ὅτι  ἦν  διαφέρον  παρὰ πᾶν  θηρίον,  καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα, τῶν  ἐν τῇ κεφαλῇ  αὐτοῦ, καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος,  καὶ ἐκτινάξαντος  τῶν προτέρων τρία· καὶ τὸ κέ ρας ἐκεῖνο, ᾧ ὀφθαλμοὶ αὐτῷ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ  μείζων  τῶν  λοιπῶν.  Ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο  ἐποίει πόλεμον  μετὰ τῶν  ἁγίων,  καὶ ἴσχυσε πρὸς αὐτοὺς, ἕως οὗ ἦλθεν  ὁ Παλαιὸς τῶν ἡμερῶν,  καὶ  τὸ  κρῖμα  ἔδω  κεν  ἁγίοις  Ὑψίστου· καὶ  ὁ  καιρὸς  ἔφθασε, καὶ  τὴν βασιλείαν  κατέσχον οἱ ἅγιοι. Καὶ εἶπεν  οὕ τως· Τὸ θηρίον  τὸ τέταρτον  βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασι λείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμ πατήσει αὐτὴν, καὶ κατακόψει αὐτήν. Καὶ τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται· καὶ ὀπίσω αὐτῶν  ἀναστήσεται ἕτερος, ὃς ὑπερ οίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει. Καὶ λόγους πρὸς τὸν Ὕψι  στον  λαλήσει,  καὶ  τοὺς  ἁγίους  Ὑψίστου  παλαιώ  σει, καὶ  ὑπονοήσει  τοῦ ἀλλοιῶσαι  καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ. Καὶ τὸ κριτήριον ἐκάθισε· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ με γαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω  παντὸς  τοῦ  οὐρανοῦ  ἐδόθη  ἁγίοις  Ὑψίστου· καὶ  ἡ  βασι λεία  αὐτοῦ, βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρ χαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται. Ἕως ὧδε  τὸ  πέρας  τοῦ  λόγου.  Ἐγὼ  ∆ανιήλ·  οἱ  διαλο  γισμοί  μου  ἐπὶ  πλεῖον συνετάρασσόν με, καὶ  ἡ  μορφή  μου  ἠλλοιώθη,  καὶ  τὸ  ῥῆμα ἐν  τῇ  καρδίᾳ  μου συνετήρησα. Καὶ τίνος ἕνεκεν οὐκ εἶπες, ἄν θρωπε; Ὅτι οὐδὲν πρὸς Ἰουδαίους ἦν· ἀλλὰ τοὐναντίον ἐν μὲν τοῖς ῥήμασι διὰ τῆς ἀσαφείας αὐτὰ συν εκάλυπτεν, ἐν δὲ τῷ προφήτῃ συνετήρησεν ἐν τῇ καρ δίᾳ. Καὶ γὰρ πρὸς τῷ τέλει φησίν· Ἰδοὺ οἱ λόγοι ἐσφραγισμένοι· καὶ  βούλεται  αὐτοὺς  ἀσα φεῖς  εἶναι.  Τοῦτο ποιεῖ  καὶ  αὐτὸς  διὰ παραβολῶν   λέ  γων.   Ὅρα  πανταχοῦ   πῶς   τὴν   βασιλείαν   ἐπαίρει,  ἵνα   μηδὲν ἀνθρώπινον  ὑποπτεύσῃς. Εἰ γὰρ καὶ πᾶσαν τὴν γῆν κατέσχον οἱ ἄνθρωποι, ἀλλ' οὐκ ἀεὶ, οὐδὲ εἰς ἄπειρον αἰῶνα. Καὶ μή μοι λεγέτω τις, ὅτι βραχὺν χρόνον λέγει. Τὸ γὰρ, Οὐ παρελεύσεται, τί ἐστιν; οὐδὲ ἔθνει ἑτέρῳ δοθήσεται; Καὶ ὅρα τὰ κατὰ ∆α ρεῖον καὶ Μακεδόνας. Τίνος ἕνεκεν  ταῦτα; ∆ιὰ τοὺς Ἰουδαίους. ∆ιὰ τοῦτο καὶ Ἀλέξανδρος προσεκύνησε τὸν ναὸν, ὥς φασι, τὸ βιβλίον τοῦτο ἰδών· καὶ Ἕλλη νες ἐθαύμασαν αὐτοῦ τὴν ἰσχὺν τῆς προῤῥήσεως. Περὶ τούτων οὐδεὶς εἶπεν, ἀλλ' ἢ οὗτος μόνος.


Ηʹ. Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ ὅρασις ὤφθη  πρός με, ἐγὼ ∆ανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι ἐν τῇ ἀρχῇ.

 Καὶ εἶδον ἐν τῇ ὁράσει· καὶ ἐγέ νετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βά ρει, ἥ ἐστιν ἐν χώρᾳ Ἐλάμ. Καὶ εἶδον ἐν ὁράματι, καὶ ἤμην  ἐπὶ τοῦ Οὐβάl. Καὶ ἦρα τοὺς ὀφθαλμούς  μου, καὶ εἶδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς  πρὸ  τοῦ  Οὐβάλ· καὶ  αὐτῷ  κέρατα, καὶ  τὰ  κέρατα  ὑψη  λά·  καὶ  τὸ  ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤ ῥᾶν, καὶ νότον, καὶ λίβα· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρού μενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη. Καὶ ἐγὼ ἤμην συνιών· καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ ἦλθεν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα ἐνώπιον τοῦ Οὐβάλ· καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὀργῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶ δον αὐτὸν φθάσαντα ἕως τοῦ  κριοῦ,  καὶ  ἐξηγριώθη  πρὸς  αὐτὸν,  καὶ  ἔπαισε  τὸν  κριὸν,  καὶ  συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον  αὐτοῦ. Καὶ ἔῤῥιψεν αὐ τὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη τέσσαρα κέρατα ὑπο κάτωθεν  αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ  οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νό τον, καὶ πρὸς ἀνατολὴν, καὶ πρὸς τὴν δύ σιν. Καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐ ρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν  γῆν  ἀπὸ τῆς δυνάμεως  τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῶν  ἀστέρων, καὶ συνεπά τησεν αὐτούς. Καὶ ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη· καὶ δι' αὐτὸν θυσία ἐταράχθη, καὶ ἐγενήθη,  καὶ κατευωδώθη  αὐτῷ.  Καὶ τὸ ἅγιον  ἐρημωθήσεται· καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρ τία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος,  καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ  τῷ λαλοῦντι· Ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρ θεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται; Καὶ εἶπεν αὐτῷ· Ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ ∆ανιὴλ, τὴν ὅρασιν, ζητῶν (l. καὶ ἐζήτουν) σύνεσιν. Καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου. Καὶ ὅρασις (l. μου, ὡς ὅρ.) ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάl. Καὶ ἐκάλεσε, καὶ εἶπεν· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ ἦλθε, καὶ ἔστη ἐχόμενα τὸν (l. ἐχόμενος τῆς) στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβή θην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ εἶπε πρός με· Σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς και ροῦ πέρας ἡ ὅρασις. Καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ, πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν· καὶ ἥψατό μου, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας. Ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μή δων καὶ Περσῶν. Καὶ ὁ τράγος τῶν αἰγῶν, βασι λεὺς Ἑλλήνων. Καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βα σιλεὺς ὁ πρῶτος. Καὶ ὅτι συνετρίβη, καὶ ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀναστήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ  αὐτοῦ. Καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων  τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνιὼν  προβλήματα. Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ· καὶ θαυμαστὰ διαφθερεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ  ἰσχυροὺς, καὶ λαὸν  ἅγιον.  Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ  αὐτοῦ κατευθυνεῖ.∆όλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρ δίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν  στήσεται, καὶ ὡς ὠὰ ἐν χειρὶ συντρίψει αὐτούς. Καὶ ἡ ὅρασις τῆς  ἑσπέρας, καὶ τῆς  πρωΐας  τῆς  ῥηθείσης, ἀλη  θής  ἐστιν. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Καὶ εἶπε, φησὶ, Γνώρισον ἐκείνῳ τὴν  ὅρασιν, Γαβριήλ. Ὅρα ἐπιτάγματα  ἀγ  γέλων  καὶ  ἀρχαγγέλων.  Μείζων  ἴσως δύναμις ἑτέρα; Καὶ ἦλθε, φησὶ, καὶ ἐθαμβήθην. Καὶ ἔστη ἐχό μενα τῆς στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβήθην. Τοῦ (l. ποῦ) τοίνυν οἱ τοὺς ἀγγέλους κακῶς λέγοντες; Οὐκ ἀφ' ἑαυτοῦ τι ἐποίησεν. Ὁρᾷς καὶ αὐτοὺς εἰς τάξεις πολλὰς καὶ διατυπώσεις τετα γμένους; Ἐν τῇ πρώτῃ, Προσῆλθε, φησὶ, καὶ ἠρώτησα. Ἐνταῦθα οὐκέτι. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος. Καὶ ἕτερος ἠρώτησεν, ἤτοι ἀγνοῶν, ἵνα οὗτος μάθῃ. Καὶ ἀπεκρίνατο, φησί. Καὶ ἐπ'  ἐσχάτων  τῆς βασιλείας, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ. Ὅρα πῶς δείκνυσιναὐτοῖς, ὅτι αὐτοὶ αἴτιοι. ∆ιὰ τοῦτο οὐ φανεροῖ τοὺς λόγους, ἵνα μὴ ἐθελοκακήσαντες μένωσιν·  εἰ  γὰρ,  μηδενὸς  τούτων  εἰρημένων,  ἔμενον,  πολλῷ  μᾶλλον, φανερωθέντων·  καὶ ἵνα μάθῃς ὅτι πανταχοῦ  τὸ Πνεῦμα ἰσχὺν ἔχει, καὶ ὅτι πάντα πρόοιδεν  ὁ Θεὸς, καὶ  ὅτι  εἰδὼς  ἁμαρτή σοντας  ἀνήγαγε.  Καὶ ὅρα, ἐπειδὴ  εἶπεν ἐνιαυτοὺς,  ὀλίγος  χρόνος  ἐφαίνετο,  εἰς ἡμερῶν  ἀναλύει  ἀριθμὸν, ἵνα  τῷ πλήθει φοβήσῃ, οὐχ ἡμέρας, ἀλλὰ καὶ νύκτας  ἀριθμῶν. Καὶ ἐνδιατρίβει  τῇ τραγῳδίᾳ  τῇ κατὰ Ἀν τίοχον, ἵνα κἂν οὕτω φοβήσῃ. Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Τουτέστιν, ὅτι ἠδύνατο ὁ Θεὸς κωλῦσαι αὐ τὸν, ἀλλ' ἐπέτρεψε διὰ τὰς ἁμαρτίας, καὶ οὐχ ἁπλῶς ἁμαρτόντων,   ἀλλ'   ἡνίκα   ἐπληρώθησαν.   Ἆρα  μέτρον  τί  ἐστιν;  Οὔπω  γὰρ  ἂν ἐπεπλήρωντο, φησὶ, αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Καὶ ὅρα, οὔπω λοιπὸν ἐμπρησμὸς, ἀλλὰ   σφαγῶν   ἀναιρέσεις.   Ἐπειδὴ   γὰρ   ἔμελλόν   τινες   εἶναι   οἱ   καλοὶ,   καὶ προϊστάμενοι τῶν πατέρων, καὶ τὰ τῆς τιμωρίας ἐλάττω γέγονε. Ταῦτα δὲ λέγεται,ἵνα μὴ ταῖς νίκαις ταῖς ἐπὶ Ζορωβάβελ ἐπαρθέντες, ῥᾴθυμοι γίνωνται.  Καὶ ὅρα πῶς οὐ τίθησι λαμπρά τινα  ἐνταῦθα  μετὰ τὰ κατὰ Ἀντίοχον,  ἀλλὰ  μόνον  λύσιν  τῶν δεινῶν   λέγει,  καὶ  τὸν   κατασχόντα   καιρόν.  Τί  οὖν;  ταύτην   οὐ  προεῖπε  τὴν αἰχμαλωσίαν; Ναὶ, σφόδρα αἰνιγματωδῶς·  διὸ καὶ ὁ Χριστὸς εἶπεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὁ ἀναγινώσκων νοείτω. Ἐλεύσονται, φησὶ, οὐχ ὡς προειπόντος. Καί τινες μὲν λέγουσιν, ὅτι εἰκότως ταῦτα οὐ προεῤῥήθη· οὐ γὰρ εἶχε χρόνον ἡ αἰχμα λωσία αὕτη λαβεῖν. ∆ώσω γὰρ, φησὶ, καὶ τοὺς πο νηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλου σίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν ταύτην, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Τουτέστι, φύλαξον, διατήρησον, ἵνα μὴ τῷ μακρῷ χρόνῳ διαφθαρῇ. Ὅρα πανταχοῦ τὸν Θεὸν φειδόμενον αὐτῶν. Κατῆλθον εἰς Αἴγυπτον, ἐγένοντο φαῦλοι· οὐκ ἀπέστη, ἤγαγεν εἰς τὴν ἔρημον. Ἐπέμειναν τῇ κακίᾳ· οὐκ ἀπέστη, εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγ γελίας. Ἀνήγαγε πάλιν αὐτοὺς ἐπὶ Ἀντιόχου· πάλιν οἱ αὐτοὶ ἔμενον. Ἐπὶ τοῦ Χριστοῦ πάλιν οἱ αὐτοί· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἀεὶ κήδεται. Καὶ καθάπερ τὰ φυσικὰ οὐκ ἂν ἀποσταίη, τὰ φύσεως  προσόντα  ἡμῖν,  ὅπερ  ἂν  γένηται·  οὕτως  οὐδὲ  Θεός· μᾶλλον  δὲ  ἐκεῖνα δυνατὸν  ἀποστῆναι, αὐτὸν  δὲ οὐδαμῶς προ νοοῦντα,  καὶ κηδόμενον.  Εἰ γὰρ καὶ ἐπιλάθοιτο,  φησὶ, γυνὴ  τοῦ ἐλεῆσαι τὰ ἔκγονα  τῆς κοιλίας  αὐτῆς, ἀλλ'  ἐγὼ  οὐκ ἐπιλήσομαί σου. Καθάπερ γὰρ ἐκείνη οὐ πρὸς τὴν ἀρετὴν ὁρᾷ τῶν  παίδων,  ἀλλὰ φύσεως  νόμον  πληροῖ· οὕτω,  καὶ πολλῷ  μᾶλλον,  ὁ Θεὸς ἀεὶ κήδεται,  οὐδέποτε ἀφίσταται,  ἀεὶ  τὸ  αὐτὸ  μέτρον  ἐπιδείκνυται.   Καὶ ἐγὼ  ∆ανιὴλ  ἐκοιμήθην,  καὶ ἐμαλακίσθην  ἡμέρας· καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Πόθεν ἐμαλακίσθη; Ὑπὸ τῆς ἀθυμίας ἴσως τῶν  ἐσομένων  δεινῶν,  λογισάμενος πρὸς ἑαυτὸν, ὅτι οὐδέπω  τὰ παρόντα τέλος ἔχει. Καὶ τοσαῦτα, φησὶ, πάλιν δεινά. Ἢ πάλιν οὔπω κατήλλαξα αὐτοῖς τὸν Θεὸν, καὶ αὐτοὶ  ἐκπολεμοῦσιν  αὐτόν.  Καὶ ἀνέστην,  καὶ ἐποίουν  τὰ ἔργα τοῦ βα σιλέως. Τουτέστιν, ὑπηρέτουν.  Καὶ ἐθαύμαζον τὴν  ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Μάλιστα τοῦτο φέρει τινὰ ὀδύνην, ὅταν μηδὲ ἐξενεγκεῖν ἐξῇ εἴς τινα τὰ λυπηρά· ἢ ὅτι  πονηροὶ  ἦσαν. Καὶ ἐποίουν,  φησὶ,  τὰ  ἔργα  τοῦ  βασιλέως.  Τουτέστιν, οὐδὲν παρελίμπα νον, ἀλλ' ἐποίουν τὰ ἔργα.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/












Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |