Καὶ μὴν δωδέκατον τοῦτό ἐστιν ἔτος. Εἰ γὰρ τρία ἔτη μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἦν, ἐκείνη δὲ ἐννάτῳ ἑάλω, δωδέκατον τοῦτό ἐστιν ἔτος. Τινές φασιν ὅτι τῷ αὐτῷ σημείῳ παρ' Ἑβραίοις καὶ οὗτος κἀκεῖνος ὁ ἀριθμὸς γίνεται. Ἡ καὶ σφάλμα γραφικόν ἐστιν, ἢ δευτέρῳ ἔτει παραστῆναι τοὺς παῖδας. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Πρᾶγμα δὲ συμβαί νει ἀπορώτερον. Ποῖον δὲ τοῦτο; Τὸ μὴ εἰδέναι τί ποτέ ἐστι τὸ ἐνύπνιον. Καὶ σαφῶς τοῦτο γίνεται. Εἰ γὰρ μὴ τοῦτο ἐγένετο, οὐκ ἂν ἐφάνη ἡ σοφία τοῦ ∆ανιήl. Ὁρῶμεν γὰρ ὅτι καὶ ἐκλήθη ἂν, καὶ εἶπε τὸ μέλλον· ἔλεγον κἀκεῖνοι. Τῆς ἐκβάσεως οὐκ οὔσης τίς ἀληθὴς καὶ ὁ ψευδής; Καὶ τοῦτο ἐφ' ἑτέρων γυμνάζειν χρή. Αὐτὸ δὲ τοῦτο τὸ ἐνύπνιον παραγέσθω εἰς μέσον· λεγέτω ἅπερ ὁ ∆ανιὴλ εἶπε, λεγέτωσαν τἀναντία κἀκεῖνοι. Πόθεν δῆλον ὅτι ψεύδεται, ἢ ἀλη θεύει;
Ἤδη οὖν δίδωσι τὴν δοκιμήν. Ἐπὶ δὲ τοῦ Ἰωσὴφ οὐχ οὕτω γέγονεν, ἀλλὰ λέγει τὸ ὄναρ ἐκεῖ νος· ἐγγὺς γὰρ ἦν ὁ καιρός. Ἄξιον δὲ θαυμάσαι, πῶς ἐν Αἰγύπτῳ οὐκ ἠθέλησάν τι πλάσαι οἱ σοφοὶ Αἰγυπτίων ἐκ τοῦ ἀκινδύνου, ἀλλ' ἔφασαν ἀπορεῖν. Εἰ δὲ ὀνείρους οὐκ ἴσασι διακρῖναι, ποῦ ἀλλαχοῦ πιστευτέον αὐτοῖς; Ἄλλως δὲ οὐκ ἔδει ἐκεῖ τοῦτο γε νέσθαι· ἐπὶ δὲ τῆς προφητείας τοῦ Ἰωσὴφ φανερῶς ἐγένετο, καὶ μάλιστα ἐπὶ τῶν εὐνούχων. Ὅρα δὲ τούτους μὴ καλοῦντας τὸν ∆ανιὴλ, ἀλλ' αἱρουμένους ἀποθανεῖν μᾶλλον, ἢ ἐκεῖνον ἰδεῖν εὐδοκιμοῦντα. Ἆρα διὰ τοῦτο μόνον ἐφάνη τὸ ὄναρ, ἵνα ὁ ∆ανιὴλ θαυ μασθῇ; Οὐκ ἔγωγε εἴποιμι ἄν. Ἐπεὶ καὶ εἰ τοῦτο ἦν μόνον, μέγα ἦν τὸ κατόρθωμα καὶ θαυμαστὸν, θεογνωσίαν γενέσθαι τοσαύτην. Πλὴν οὐ τοῦτο μόνον ἐστίν. Ἀλλὰ τί; Ὥστε καὶ τοῦτον σωφρονισθῆναι μανθάνοντα, ὅτι οὐ διὰ παντὸς τὸ γένος αὐτοῦ κρα τήσει (εἰ γὰρ καὶ τούτων εἰρημένων τῆς ἀλαζονείας οὐ καθυφῆκε, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα εἴρητο)· ὥστε τὸν Θεὸν ἐπιγνῶναι Κύριον ὄντα τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ ὀνείρους μᾶλλον εἶχον, διὰ τοῦτο ταῦτα γεγένηται. Ἐντεῦθεν αὐτοὺς πείθει περὶ τῶν μελλόντων, καὶ ἐπειδὴ τούτῳ μάλιστα τοὺς θεοὺς ἐτίμων, τῷ προορᾷν τὰ μέλλοντα. Καὶ γὰρ πᾶσα ἡ μαγγανεία αὐτοῖς περὶ τοῦτο ἦν. Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτείνοντο· καὶ ἐζήτη σαν τὸν ∆ανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀποκτεῖ ναι. Καὶ τότε ∆ανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώ μην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθε ἀνελεῖν τοὺς σοφοὺς Βαβυλῶνος. Καὶ ἐπυνθάνετο αὐτοῦ λέγων· Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως; Εἶδες παῤῥησίαν; εἶδες ἀνδρείαν; πρὸς τὸν ἀνελεῖν κύριον οἷά φησι; Καὶ ὑπὲρ τῶν ἄλλων ἀλγεῖ. Οὐκ ἔχει λόγον, φησὶ, οὐδὲ πρόφασιν, οὐδὲ χρῶμα ἐπίκειται τῷ προστάγματι· ἀναιδεῖς γὰρ τούτους καλοῦμεν. Ἐγνώρισε δὲ ὁ Ἀριὼχ τῷ ∆ανιὴλ τὸ ῥῆμα. Καὶ ∆ανιὴλ ἐξῆλθε, καὶ ἠξίωσε τὸν βασιλέα ὅπως χρόνον αὐτῷ δῷ, καὶ τὴν σύγκρισιν τοῦ ἐνυπνίου ἀπαγγείλῃ τῷ βασιλεῖ. Θαύμασον πῶς ἐπέτρεψεν ἐκεῖνος. Ὅρα πανταχοῦ πάντας πειθομένους αὐτῷ. Ὅθεν πῶς ὑπώπτευσεν ἀληθῆ λέγειν αὐτόν; πῶς οὐκ εἶπεν, πάντες ἠλέγχθησαν, ὡμολόγησαν μὴ εἶναι ἀνθρω πίνης φύσεως τοῦτο· καὶ σὺ βάρβαρος ὢν πόθεν οἴει περιγενέσθαι; Ἀλλ' ὅταν ὁ Θεὸς οἰκονομῇ καὶ προκατασκευάζῃ τὰ πράγματα, μηδὲν ἀπόρει. Ἄλλως δὲ καὶ ἀκίνδυνον ἦν ἐπ' αὐτὸν ὕστερον ἐλθεῖν. Τίνος ἕνεκεν οὐκ εὐθέως αὐτῷ ὁ Θεὸς ἀπεκάλυψε; Πρῶτον μὲν ὥστε κατάδηλον γενέσθαι τὸ πρᾶγμα, ὥστε αὐτοὺς ἐν χρείᾳ καταστῆναι πολλῇ. Εἰ γὰρ καὶ προφήτης ἦν, ὅμως ἠγνόησε. Πάλιν σοι διὰ δικαίων ἀπολογεῖται, δεικνὺς ὅτι ἐκείνοις οὐκ ἔδωκε μέλ λουσι κινδυνεύειν χωρὶς εὐχῆς καρτερικῆς, πολλῷ μᾶλλον σοὶ οὐ δώσει. ∆ιὰ τοῦτο πανταχοῦ τὰς εὐχὰς αἰτεῖ ὁ Παῦλος, Τῇ προσευχῇ προσκαρτεροῦντες, γράφων. Οὐ γὰρ ἀρκεῖ βίος καθαρὸς, ἐὰν [μὴ] καὶ εὐχὴ προσῇ. Ὅρα πάλιν τὴν πίστιν αὐτοῦ τὴν πολλήν. ∆εύτερος οὗτος ἄθλος· καὶ πάλιν ὁ ∆ανιὴλ ἡγεῖται τοῦ πράγματος, καὶ χρόνον αἰτεῖ παρεσκευασμένον πρὸς πολλὴν καρτερίαν καὶ εὐχήν. Ὥστε οὐκ ἠξίου εὐθέως ἀκούεσθαι· ἔδωκεν ἐκεῖνος τὴν χάριν, ἀνεκοι νώσατο τοῖς φίλοις. Τότε τῷ ∆ανιὴλ μυστήριον ἀπεκαλύφθη ἐν ὁράματι νυκτός. Καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ ∆ανιὴλ, καὶ εἶπεν· Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστι. Καὶ αὐτὸς ἀλλοιοῖ χρό νους καὶ καιροὺς, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς αἰτοῦσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει· καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι. Σοὶ, ὁ Θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύν εσιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώ σαμεν παρὰ σοῦ. Οὐδέπω φανερῶς αὐτῷ ἀπεκα λύφθη, ἀλλ' ἔτι ἐν ὁράματι· προγυμνάζεται γὰρ ὁ προφήτης. Ὅρα δὲ αὐτοῦ τὴν παῤῥησίαν. Τίς ἡ γνώ μη, φησὶ, ἡ ἀναιδὴς αὕτη; Ἔμοιγε δοκεῖ καὶ πρὸ τῆς εὑρήσεως κεκωλυκέναι τὸν ἀρχιμάγειρον τῆς σφαγῆς, τῷ τε κατηγορῆσαι τῆς ἐγχειρήσεως, τῷ τε ὑποσχέσθαι λύσιν εὑρεῖν τοῦ δεινοῦ. Τί οὖν ἀπεκα λύφθη τῷ ∆ανιήλ; Ἔστι γὰρ καὶ ἐν ἁγίοις ὑπεροχή· διὸ καὶ αὐτὸς προτιμᾶται. Καὶ πῶς εἶδεν; Ἐν ὁρά ματι, φησὶ, οὐ κατὰ ἀνθρωπίνην σοφίαν. Καὶ καλῶς μυστήριον αὐτὸ καλεῖ, ὃ πᾶσιν ἠγνόητο. Καὶ εὐλό γησε τὸν Θεὸν τοῦ οὐρανοῦ. Τὸν παντοκράτορά φησι· τουτέστι, τὸν καὶ ἐκεῖ ἐν τῇ βαρβάρων χώρᾳ δυνά μενον. Οὐδαμοῦ θυσία, καὶ ναὸς, καὶ θυσιαστήριον, ἀλλὰ προαίρεσις ἀγαθή· καὶ πάντα ἠνύετο. Ὅρα, μετὰ τὸ λαβεῖν τὴν αἴτησιν, οὐ πρότερον ἔδραμεν ἐπὶ τὴν αὐλὴν τοῦ βασιλέως, ἕως οὗ τῷ δεδωκότι χά ριν ὡμολόγησε τὴν μεγίστην· οὐ καθάπερ ἡμεῖς πολλάκις ὑπὸ τῆς χαρᾶς τῶν κατορθουμένων καὶ ἐπιλανθανόμεθα τῆς εὐγνωμοσύνης. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλὰ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπεν· Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος. Ἡμεῖς μὲν γὰρ, φησὶ, πρόσκαιροι καὶ ὀλιγοχρόνιοι, οὐ μὴ ὑπὲρ τοῦ χρόνου τούτου τὴν εὐλογίαν ἀναπέμπομεν, ἀλλ' ὑπὲρ παντός· οὐχ ὑπὲρ οὗ ζῶμεν, ἀλλὰ καὶ ὑπὲρ τούτου μὲν, καὶ ὑπὲρ τοῦ πρὸ τούτου, καὶ ὑπὲρ τοῦ μέλλοντος. Ἀεὶ αὐτὸν εὐλογεῖσθαι χρὴ, καὶ φαίνοντα καὶ μὴ φαίνοντα. ∆ιὰ παντὸς γὰρ ἡ πρόνοια αὐτοῦ τέταται. Ὅρα πῶς διὰ τῆς εὐχαριστίας ἐμφαίνει καὶ τὴν γνῶσιν τῶν ὀνειράτων. Ὅτι ἡ σοφία, καὶ ἡ σύνεσις, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστι· τουτέστι, τὸ εἰδέναι τὰ πάντα, καὶ προγινώσκειν. Ἐνταῦθα γὰρ τοῦτό φησι· αὐτὸς οἶδε τὰ πάντα, οὐδὲν ἀγνοεῖ. Τί οὖν; Τοῦτο μόνον; πρόγνωσιν ἔχει μόνον; Καὶ οὐκ εἶπεν, ἔχει, ἀλλ', Αὐτοῦ ἐστι, τὸ φυσικὸν ἡμῖν ἀγαθὸν παραστῆσαι βουλόμενος, ὅτι ἐκ φύσεως ταῦτα αὐτῷ πρόσεστιν. Τί οὖν; πρόοιδε μόνον, οὐχὶ δὲ καὶ ποιεῖ; Ναὶ, καὶ ποιεῖ. Ἀλλοιοῖ και ροὺς καὶ χρόνους. Οὐχὶ τὰς τροπὰς λέγων, ἀλλὰ τὰς τῶν πραγμάτων μεταβολάς. Καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ. Ὅτι μεταβολὰς ἐργάζεται. Ἆρ' οὖν τοῦτο μόνον, ὅτι πρόοιδε καὶ ποιεῖ; οὐχὶ καὶ ἄλλο μέγιστον, ὅτι καὶ ἑτέροις μεταδίδωσι τούτου τοῦ εἰδέναι; ∆ιδοὺς σοφίαν τοῖς σοφοῖς· οὐχὶ πρὸ τούτου οὖσι σοφοῖς, ἀλλὰ τοῖς λαβεῖν. Εἴ τις σοφὸς μὴ παρ' ἐκείνου τὴν σοφίαν ἔχει, οὐ σοφός. Μὴ νομίσατε τέχνην εἶναι τῆς Χαλδαϊκῆς. Καὶ φρόνησιν, φησὶ, τοῖς αἰτοῦσι σύν εσιν. Εἶτα ἴδωμεν πότερον ἐξ ἐπιστήμης αὐτῷ προσ γέγονεν, ἢ κατὰ φύσιν. Καὶ γὰρ καὶ τοῦτο λέγει· Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· οὐκ εἶπεν, εὑρίσκει, ἀλλὰ, Ἀποκαλύπτει ἑτέροις βαθέα ἡμῖν ὄντα καὶ ἀπόκρυφα, τὰ ἐκ μακροῦ τοῦ χρόνου ἀφεστῶτα καὶ κεκρυμμένα. Γινώσκων τὰ ἐν τῷ σκότει· καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Ὅρα τί φησι. Ὥσπερ ὁ ∆αυῒδ λέγει· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Τὸ πολὺ τῆς γνώσεως λέ γει, ἤτοι κἂν ἄδηλα ᾖ, αὐτῷ σκότος οὐκ ἔστιν, ἢ ὅτι φῶς αὐτῶν ἐστι. Πῶς γινώσκει τὰ ἐν τῷ σκότει; Ὡσανεὶ φῶς ἔχων μεθ' ἑαυτοῦ. Μετ' αὐτοῦ ἐστιν ἀεί. Ἀνθρωπίνως λέγει. Ὥσπερ οὐδέν ἐστιν ἐν σκότει τῷ λύχνον ἅπτοντι, οὕτως οὐδὲ τῷ Θεῷ· μᾶλλον δὲ, εἴ τι πλέον, ὥσπερ τῷ τὸ φῶς ἔχοντι ἐν ὀφθαλμοῖς, τῷ ἀεὶ περιφέροντι αὐτὸ φῶς ἐστι. Σοὶ, ὁ Θεὸς πατέρων μου, φησὶ, ἐξομολογοῦμαι, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι. Εὐκαίρως τῶν πατέρων ἐμνή σθη νῦν, δι' ἐκείνων αὐτὸν δυσωπῆσαι βουλόμενος, καθάπερ εἴ τίς τινα ἐραστὴν σφοδρὸν τῶν ἐρω μένων ἀναμνήσειεν. Ἐξομολογοῦμαι, φησὶ, εὐχα ριστῶ, καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδω κάς μοι. Τὴν προτέραν φησί. Καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ. Ἴσως εἰκὸς αὐτὸν καὶ ἄλλα ἀξιῶσαι, ὥστε καὶ τὴν σύγκρισιν αὐτῷ γνωρίσαι. Ὅτι τὸ ὅραμα τοῦ βασιλέως, φησὶ, ἐγνώρισάς μοι. Καὶ εὐθέως ἦλθε ∆ανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησε, φησὶ, ὁ βασιλεὺς ἀπολέ σαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς· εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπαγγελῶ τῷ βασιλεῖ τὴν σύγκρισιν τοῦ ὁράματος. Ἔδραμε πρὸς αὐτὸν καί φησι· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς. Τίς ἂν ἐφρόντισεν ἐκείνων;
Ὅρα τὸ φιλάνθρωπον καὶ ἥμερον τοῦ προφήτου. Ἀλλ' οὐκ ἂν ἠκούσθη, εἰ μὴ κἀκεῖνο προσέθηκεν· Εἰσάγαγέ με, φησὶ, καὶ ἀπαγγελῶ τῷ βασιλεῖ τὴν σύγκρισιν τοῦ ὁράματος. Τότε Ἀριὼχ, φησὶν, εἰσήγαγε τὸν ∆ανιὴλ ἐν σπουδῇ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ· Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα ἀναγγελεῖ τῷ βασιλεῖ. Ἀπὸ τῶν υἱῶν τῆς αἰχμα λωσίας, φησὶν, εὕρηκα ἄνδρα. Οὐκ ᾐσχύνθη τὸ γένος. Ὅταν γὰρ ἀνάγκη ἐπίκειται μείζων, οὐδὲν τούτων ζητεῖται, ἀλλ' ὁ τῦφος ὁ ἐν ταῖς εὐημερίαις ἅπας καταστέλλεται. Καὶ γὰρ ὁ νοσῶν οὐκ ἄν ποτε τοῦ ἰατροῦ τὴν εὐγένειαν περιεργάσαιτο, καὶ ἄλλως κινδυνεύων ἄνθρωπος οὐκ ἂν πολυπραγμονήσειεν, εἴτε εὐπατρίδης, εἴτε ὁ τυχὼν εἴη ὁ μέλλων αὐτὸν ἐξαρ πάζειν τῶν κινδύνων, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν ἀπαλ λαγήν. Τίς οὐκ ἂν αἰσχυνθῇ, τίς οὐκ ἂν ἐρυθριάσῃ, ὁρῶν τοὺς μὲν ἐν τῇ πατρίδι πάντας ἀναιρουμένους, τοὺς δὲ αἰχμαλώτους φυσωμένους, καὶ μέγα φρονοῦν τας; Οὐδὲν τούτων, οὐδὲν αὐτὸς ἐνενόησεν, ἀλλ' ἐν σπουδῇ κἀκεῖνος ἐκάλεσε, καὶ οὗτος ἠρώτησεν, οὐκέτι μετὰ τῆς αὐτῆς ἀπονοίας. Ἐπειδὴ γὰρ ἠλέγ χθη διὰ τῆς πείρας ἀνόητα [f. ἀνόνητα] ὁ βασιλεὺς ἐπιζητῶν, τί φησι; Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ· Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ; Μετὰ πλείονος τῆς ἐπιεικείας διαλέγεται. Οὐκ εἶπεν· Ἂν μὴ δυνηθῇς, τὰ αὐτὰ πείσῃ. Τί οὖν ὁ ∆ανιήλ; Καὶ ἀπεκρίθη ∆ανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπε· Τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπιζητεῖ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις ἀναγγεῖλαι τῷ βασιλεῖ· ἀλλ' ἔστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχο δονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Ὅρα σύνεσιν τοῦ προφήτου. Οὐκ εἶπεν εὐθέως· ∆ύναμαι ἀπαγγεῖλαί σοι· ἀλλ' ὃ πρὸ πάντων ἔδει μαθεῖν τὸν βασιλέα, τοῦτο λέγει. Τὸ μυστήριον, φησὶ, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις ἀναγγεῖλαι τῷ βασιλεῖ· ἔστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια. Ἀπολογεῖται ὑπὲρ τῶν κακῶς ἀναιρε θέντων, δεικνὺς οὐκ αὐτὸν ὄντα τὸν λέγοντα. Οὐ διὰ τοῦτο, φησὶ, εἶπον, ὅτι οὐκ ἔστι μάγων τοῦτο, ἵνα ἐμαυτὸν ἐκείνων λαμπρότερον δείξω, ἀλλ' ἵνα μάθῃς, ὅτι οὐδὲ ἐγὼ κατὰ ἀνθρωπίνην λέγω φύσιν. Ἀλλ' ἔστι Θεὸς ἐν οὐρανῷ. Οὐκ ἐκεῖ συγκλείων αὐτὸν, ἀλλ' ὡς πρὸς βάρβαρον τέως διαλεγόμενος, καὶ τῆς γῆς ἀπάγων, οὐχ ὡς οἱ ὑμέτεροι οἱ περὶ γῆν στρεφό μενοι. Καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν χρόνων. Ὅρα, δι' αἰνιγμάτων λέγει, καὶ τὸ πᾶν κεφάλαιον τῆς ὄψεως περιλαμβάνει ἐν τοῖς προοιμίοις, καὶ ἀνίησιν αὐτοῦ τὴν διάνοιαν, οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς λέγων. Τὸ ἐνύπνιόν σου, φησὶ, καὶ αἱ ὁράσεις τῆς κεφα λῆς σου ἐπὶ τῆς κοίτης σου· τουτέστιν, οἱ δια λογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, τί δεῖ γενέσθαι μετὰ ταῦτα. Καὶ ὁ ἀποκαλύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν διαλέγεται, ὡς ὑπὲρ κεφαλῆς τῶν ὀνείρων ἱσταμένων, ἢ ὡς ἐκεῖ τοῦ λογιστικοῦ ὄντος, ἢ τῆς κεφαλῆς, τῶν ὀφθαλμῶν, ἵνα εἴπῃ· Σὺ παρέσχες αἰτίαν. Οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ὁ Θεός σοι ἔφηνεν, ἀλλὰ, ∆ιελογίζου τί δεῖ γενέσθαι μετὰ ταῦτα. Ἐπειδὴ γὰρ τῆς οἰκουμένης ἐκράτησεν, ἐλογίζετο ἄρα εἰ εἰς πάντας αὐτὸς παραπέμψει τὴν βασιλείαν, ἢ τελευτήσει. Εἴωθε γάρ πως τὸ μέγεθος τῆς ἀρχῆς καὶ τῆς φύσεως ἡμᾶς εἰς λήθην ἄγειν, ὅτι θνητός ἐστι. Εἰκὸς οὖν αὐτὸν εἰς τὸ πέλαγος ἐμπεσόντα τῶν οἰ κείων κατορθωμάτων, μὴ σφόδρα πιστεύειν ὅτι ἀποθα νεῖται. Τοῦτο γοῦν καὶ ἕτερος ἔπαθε βασιλεύς. ∆ιὸ καί τις ἔλεγε πρὸς αὐτὸν, Σὺ δὲ ἄνθρωπος εἶ, οὐ Θεὸς, πρὸς τὸν Τύριον λέγων. Καὶ ὅρα πῶς χωρὶς πληγῆς αὐτὸν ἐλέγχει. Οὐ γὰρ εἶπεν, ὅτι Τοῦτο ὑπώπτευσας, ἀλλὰ, Τί δεῖ γενέσθαι μετὰ ταῦτα. Ταῦτα ἐνενόεις καὶ ἐλογίζου τί ἄρα ἔσται. Ἐπὶ τῆς κοίτης σου. Ὅτε οὐδεὶς ὁ παρενοχλῶν, ἀλλ' ἐν ἡσυχίᾳ ἦν ἡ ψυχή· ὅτε μάλιστα τῶν λογισμῶν ὁ ὄχλος ἡμῖν ἐπεισέρχεται, τῇ τε ἡσυχίᾳ καὶ τῇ ἀργίᾳ ἀποχρώμενος. ∆ιὰ τοῦτο τοῖς πολλοῖς ἔθος τὸν καιρὸν ἐκεῖνον εἰς εὐχὴν ἀναλί σκειν, ἅτε καὶ σχολαζούσης τῆς ψυχῆς, καὶ μεγάλης οὔσης τῆς βλάβης ἐὰν ῥᾳθυμήσωμεν. Καὶ ὁ ἀποκα λύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. Ὅρα, δεύτερον ἤδη τοῦ Θεοῦ μέμνηται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλ' ἐκεῖ μέν φησι· Ὁ ὢν ἐν τῷ οὐρανῷ· ἐνταῦθα δὲ, Ὁ ἀποκαλύπτων μυστήρια. Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνω ρίσαι, καὶ ἵνα γνῷς τοὺς διαλογισμοὺς τῆς καρδίας σου. Μονονουχὶ λέγων· Ἡ ἀρχὴ τῆς εὑρέσεως οὐ παρ' ἐμοῦ, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο παρ' ἑτέρου μαθεῖν πλέον ἔχων τῶν ἄλλων. Οὐδὲ γὰρ ἐπειδὴ σοφὸν εἶδεν, τοῦτο ἐποίησεν. Εἰ γὰρ καὶ τούτων εἰρημένων παρ' αὐτοῦ, ὡς Θεὸν αὐτὸν προσεκύνησε· τί, εἰ μὴ τοῦτο ἦν; Ἀλλὰ διὰ σὲ, φησίν. Οὐ σύ μοι χά ριν ἔχειν ὀφείλεις, ἀλλ' ἐγὼ σοί· ἵνα γὰρ σὺ μάθῃς, ἔμαθον ἐγώ. Ὅρα πῶς αὐτὸν οἰκειοῖ πρὸς τὸν Θεὸν, καὶ τὸ μέλλον θαῦμα περὶ αὐτὸν ἔσεσθαι, καὶ τὸ φίλτρον προλαβὼν ἀνατίθησι τῷ Θεῷ. Ὁ γὰρ μαθὼν ὅτι τιμῶν αὐτὸν ὁ Θεὸς τοῦτο ἐποίησεν, εὔδηλον ὅτι ᾠκειώθη ἂν αὐτῷ. Σὲ μᾶλλον ἐτίμησε, φησὶ, ἢ ἐμέ. Εἶδες πῶς ἀφιλότιμος ὁ νέος, πῶς οὐ πρότερον ἅπτε ται τῶν ῥημάτων, ἕως ἂν ἀποστήσῃ αὐτὸν τοῦ μεγά λην περὶ αὐτοῦ δόξαν ἔχειν; Πῶς οὖν οὗτος ἐθύρα δόξαν, ὁ καὶ διδομένην αὐτὴν ἀποκρουόμενος; Καὶ οὐκ εἶπεν, Ἐπειδὴ σέβω τὸν Θεὸν, ἐπειδὴ θεραπεύω αὐτὸν μᾶλλον τῶν ἄλλων, ἀπεκαλύφθη ἐμοὶ, ἀλλ', Ὑπὲρ τοῦ σὲ μαθεῖν ὃ χρησιμώτατον ἦν. Ἐκεῖνο γὰρ καὶ μὴ εἰπόντος, ἠκολούθει τῇ διανοίᾳ ἀκουόντων.Σὺ βασιλεὺς ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, ἡ εἰκὼν ἐκείνη μεγάλη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. Εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες αὐτῆς καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ· ἡ κοιλία αὐτῆς καὶ οἱ μηροὶ χαλκοῖ· αἱ κνῆμαι σιδηραῖ· οἱ πόδες μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον. Ὅρα ποίας ὄψεως ἠξιώθη Ναβουχοδονόσορ. Ἐπειδὴ γὰρ ἔμελλεν εἰς ἔθνη τὸ κήρυγμα διαδίδοσθαι, προανα κρούεται τοῦτο ἄνωθεν τὴν ἐθνικὴν παράδοσιν· καὶ ἐν ἐθνικῇ τοῦτο ὁρᾶται, τοῦ ναοῦ καταλυθέντος, τῶν νομικῶν ἀνῃρημένων. Πλὴν διὰ Ἑβραίων ἑρμηνεύε ται. Εἰ γὰρ καὶ εἰς ἐθνικοὺς ἔμελλε διαδίδοσθαι, ἀλλὰ διὰ Ἑβραίων ἀνδρῶν, τῶν ἀποστόλων. Τοῦτο καὶ ἐπὶ τοῦ Κορνηλίου γέγονε. Προλαμβάνει τὰ ἔθνη, καὶ οὐκ ἀκολουθεῖ. Οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα πρῶτος εἶδεν ὁ Ναβουχοδονόσορ, τὴν δὲ γνῶσιν πρῶτος εἶδε ∆ανιήl. Καὶ ἵν' εἰδῇς ὅτι καὶ πρῶτοι καὶ ὕστεροι οἱ Ἰουδαῖοι· πρῶτοι τὰ ἀγαθὰ ἔλαβον, ἀλλὰ οὐκ ᾔδεισαν ὅπερ ἔλαβον, ἵνα ἴσον γένηται. Οὕτω κἀκεῖ πρὸ τοῦ βαπτίσματος κατηξιώθησαν Πνεύματος. Οὕτω καὶ ἐπὶ Ἀβραὰμ πρώτη ἡ πληθὺς ἐκείνη τῶν ἐθνῶν, ὑστέρα δὲ ἡ περιτομή· ἀλλὰ διὰ περιτομῆς ἡ σωτη ρία. Εἶπον ταῦτα μυριάκις οἱ προφῆται τοῖς Ἰου δαίοις, καὶ εἰ μὴ πολλὴ παρ' ὑμῖν ἡ νωθεία, κἂν ἐξεκάλυψα, ποῦ καὶ πότε. Ἐπειδὴ δὲ οὐ προσεῖχον, μεταβαίνει εἰς τὰ ἔθνη λοιπόν. Ἀκούοντες ἐκεῖνοι τούτων τῶν ῥημάτων, κατέπτυον· ὁ ἐθνικὸς ἀκούσας προσεκύνησεν. Ὅρα καὶ τὰ ἐπὶ Χριστοῦ διατυπού μενα. Ἡ Χανανῖτις προσκυνεῖ· οὗτοι οὐ ποιοῦσι τοῦτο, ἀλλ' ἐλαύνουσιν. Οὕτω καὶ ἐνταῦθα ἐκεῖνοι ἔδησαν τὸν Ἱερεμίαν, οὗτος προσεκύνησε τὸν ∆ανιήl. Πάλιν Ἰουδαῖοι τοὺς ἀποστόλους ἀπελαύνουσιν, οἱ Ἕλληνες λέγουσιν, ὅτι Οἱ θεοὶ κατέβησαν πρὸς ἡμᾶς. Ὅταν γὰρ ἡ κρίσις χωρὶς πάθους γίνηται, ἀδέκαστός ἐστι καὶ καθαρά. Ὁρᾷς τοὺς τύπους λάμποντας; Ἐν Βαβυλῶνι τὰ περὶ Χριστοῦ ἀκούεται, καὶ ἀκροατὴς ὁ βάρβαρος γίνεται, ἵνα μάθῃς ὅτι οὐ μόνον ἐθνικοὶ, ἀλλὰ καὶ βάρβαροι ταῦτα ἀκούσονται, ὥσπερ ὁ Παῦλός φησι· Ὀφειλέτης εἰμὶ εὐαγγε λίσασθαι Ἕλλησί τε καὶ βαρβάροις. Καὶ ἵνα μὴ ἀπογνῷς, τὰς ἐλπίδας ὑποτυποῦται. Τί γὰρ οὐκ ἦν κώ λυμα; Ὁ τῦφος ὁ βασιλικὸς, ἡ φύσις αὐτὴ ἡ βαρβα ρικὴ, τὸ εὐτελὲς τοῦ λέγοντος· αἰχμάλωτος γὰρ ἦν· ἡ ἡλικία· νέος γάρ· τὸ τῆς θρησκείας ἀλλότριον. Οὐκ εἶπεν, Ἔδεισε προϊδεῖν τὰ σὰ, τὴν αἰχμαλωσίαν τῆς πόλεως· ἐκεῖνα ἠγνόησας, καὶ ταῦτα προλέγεις; Ἅπερ λέγουσιν οἱ ἀγνώμονες· ἔδει τὸν Χριστὸν ἀναστῆσαι ἑαυτόν. Αὐτὸ τὸ λεγόμενον κατάλυσις τῆς βασιλείας αὐτοῦ ἦν, καὶ τῆς οἰκουμένης ἁπάσης συντέλεια. Καὶ ἐπίστευσε Ναβουχοδονόσορ. Οὐ γὰρ ἂν, εἰ μὴ ἐπίστευσεν, ἔθυσε τῷ ∆ανιήl. Πιστεύει Ναβουχοδονόσορ, τινὲς δὲ ἀπιστοῦσι τοῦτο. ∆ιὰ τοῦτο πολλαὶ προῤῥήσεις ἐγίνοντο. Εἰ μὴ ἐγένοντο ἐκεῖναι, μηδὲ ταύταις πίστευε. Ἵνα δὲ μὴ ἐπὶ πλέον ἀσαφῆ ποιῶ τὸν λόγον, φέρε τοῦτον ὑμῖν ἑρμηνεύσωμεν. Πέντε εἶδεν ὕλας, χρυσὸν, ἄργυρον, χαλκὸν, σίδηρον, ὄστρακον. Εἶτα εἰκὼν πᾶσα ὁ χρόνος ἐστὶ, καὶ ἡ ἀκο λουθία τοῦ χρόνου. Καὶ καλῶς εἶπεν, Εἰκών. Εἰκόνι γὰρ ἔοικε τὰ ἡμέτερα, εἰκόνι ἀψύχῳ. Καὶ καλῶς εἰκὼν ἀπὸ χρυσοῦ. Καθάπερ γὰρ ὁ χρυσὸς, κἂν λαμπρὸς ᾖ, ἀπὸ γῆς ἐστιν, οὕτω καὶ ἡ φύσις ἡ ἡμετέρα, καὶ τὰ πράγματα. Καὶ ὅρα ὅτι κόνις γίνε ται, ὅπερ ἦν πρὸ τούτου. Καίτοι τοῦτο λίθος οὐκ ἂν ἐργάσαιτο. Συντρίψαι μὲν δύναται λίθος, οὐσίαν δὲ μεταβαλεῖν οὐ δύναται. Ἀλλὰ τοῦτο γέγονεν. Εἶδες τὸ μυστήριον τῆς ἀναστάσεως. Καὶ γὰρ τῶν σωμάτων ἡμῖν πρότερον στοιχειωθέντων, καὶ πρὸς τὴν ἀρχαίαν ἐπανελθόντων φύσιν, τὴν γῆν λέγω, τότε ἡ φθορὰ ἐπεισέρχεται. Ταῦτα δὲ πάντα ὁ λίθος ποιεῖ. Ὥστε ὅταν ἴδῃς τὴν εἰκόνα ἐκ διαφόρων συγκειμένην ὑλῶν, καὶ τὴν μὲν κεφαλὴν αὐτῆς λαμπρὰν, τὸ δὲ στῆθος φαυλότερον, καὶ τὴν γαστέρα ἀτιμοτέραν, καὶ τὰς κνήμας εὐτελεστέρας, τὴν διαφορὰν ταύτην περὶ τὴν ὄψιν νόμιζε. Μιᾶς γὰρ οὐσίας τὰ πάντα· καὶ μαρτυ ρεῖ τὸ τέλος, εἰς κόνιν ἅπαντα διαλύον. Οὐ μικρὰ αὕτη φιλοσοφία. Ἐννόησον γὰρ τὴν φιλοσοφίαν ταύ την καὶ ἀπὸ τῶν παρόντων πραγμάτων, ἀπὸ τοῦ κρατοῦντος καταγαγὼν τὸν βασιλεύοντα, τὸν ὕπαρχον, τὸν μετ' ἐκεῖνον, τὸν χαλκὸν, τοὺς μετὰ ταῦτα ὀστρακί νους, σιδηροῦς. Ἀλλ' ἐὰν εἰς τὴν σορὸν ἔλθῃς, κἂν μυριάκις κἀκεῖ βιάζωνται λάρνακα χρυσῆν κατασκευά ζοντες, ὄψει τὴν φύσιν αὐτήν. Πάλιν νόει μοι τὸν πλούσιον, τὸν δέσμιον, ἐκεῖνον τὸν πλούσιον, τὸν πέ νητα μέχρι τοῦ ὀστράκου, καὶ ὄψει πάντα κόνιν. Ἀλλ' ὅρα. Οὐ πρότερον ἐφάνη πάντα κόνις ὄντα, ἕως ὁ λίθος κατέπεσεν. Ἐθεώρεις ἕως ἀπετμήθη λίθος ἀπὸ τοῦ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρα κίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθη εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Οὐ γὰρ πρότερον ἐφάνη τῶν πραγμάτων ἡ φύσις, ἕως ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλεν, ὅτι ὁ χρυσὸς οὐ χρυσός. Ὅρα δὲ καὶ ἐν αὐτῷ τούτῳ οὐ μετὰ τὴν συντριβὴν, ἀλλ' ἔτι ἑστώτων αὐτῶν, οὐδὲν δὲ τοῦτο ἐκείνου τιμιώτερον ὄν. Ὅρα καὶ τῇ ὄψει, καὶ τῷ χρόνῳ, καὶ τῇ ποιότητι ταῦτα ἐκείνων βελτίω. ∆ιὰ γὰρ τοῦτο καὶ χρυσίον ἀπὸ γῆς ἐποίησεν ὁ Θεὸς, ἵνα μηδὲν μέγα περὶ αὐτοῦ φαντασθῇς Τίνος δὲ ἕνεκεν τὴν αὐτοῦ βασιλείαν καλεῖ χρυσῆν, τὴν δὲ τῶν Περσῶν ἀργυρᾶν, καὶ τὴν τῶν Μακεδόνων χαλκῆν, καὶ τὴν τῶν Ῥωμαίων σιδηρᾶν καὶ ὀστρακίνην; Ὅρα καταλ- λήλους τὰς ὕλας. Ὁ γὰρ χρυσὸς πλούτου μέν ἐστι ἐμφαντικὸν, ἀσθενὲς δὲ, καὶ πρὸς ἀπάτην καὶ πρὸς κόσμον μᾶλλον καὶ φιλοτιμίαν ἐπιτήδειος. Οὕτω καὶ ἐκείνη ἡ βασιλεία ἡ τοῦ βαρβάρου. Πολὺ παρ' αὐτῷ τὸ χρυσίον ἦν καὶ τοῖς βαρβάροις, ἐπειδὴ καὶ ἐκεῖ λέγονται εἶναι ὕλαι μεταλλικαί. Καὶ γὰρ παρὰ τῶν Σήρων πολὺς ὁ πλοῦτος, ἀλλ' ἄχρηστος. Κεφαλὴν δὲ ἐπέχει, ἐπειδὴ πρώτη ἐφάνη. Ἡ δὲ Περσῶν οὐχ οὕτως εὔπορος, ὥσπερ οὖν οὐδὲ Μακεδόνων· ἡ δὲ Ῥωμαίων χρησιμωτέρα τε καὶ ἰσχυροτέρα, ὑστέρα μὲν τοῖς χρόνοις, διὸ καὶ ποδῶν τάξιν ἐπέχει. Ἔστι δὲ αὐτῆς τὰ μὲν ἀσθενῆ, τὰ δὲ ἰσχυρότερα. Τοιοῦτο τὸ ἀλλό κοτον τῶν ἀνθρώπων. Καὶ ὅταν πληθυνθῇ, φησὶν, ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ἀγάπης δὲ ψυγομένης, ἀνάγκη ἔχθρας εἶναι καὶ πολέμους· τῶν ἐπιβουλευόντων ὄντων καὶ τῶν ἐχθρῶν, ἀνάγκη συνεῖναι τοὺς ἀνθρώπους ἀλλήλοις, ὥσπερ τῷ σιδήρῳ τὸν ὄστρακον. Καθάπερ μὲν ἐκεῖνα τῇ φύσει διέστηκεν, καὶ οὐκ ἂν ἀλλήλοις ὁμιλήσειεν· οὕτω καὶ ταῦτα. Τοῦτο καὶ οἱ προφῆται καὶ οἱ ἀπό στολοι λέγουσι. ∆ιὸ καὶ συντέλεια λοιπόν. Ὥσπερ γὰρ ἐπὶ τοῦ Νῶε, τῆς κακίας ἐπιταθείσης, γέγονεν ὁ κατακλυσμός· οὕτω καὶ νῦν. Καὶ καθάπερ σῶμα κάμνον, ὅταν πρὸς τρυφὴν ἔλθῃ, τότε ἀπόλλυται· οὕτω καὶ ὁ κόσμος. Εἰ γὰρ ὅταν ὦσι πέντε δίκαιοι ἐν πόλει, φείδεται τῆς πόλεως, πολλῷ μᾶλλον καὶ ἐπὶ τοῦ κόσμου, ὅταν ὦσι καὶ κατὰ ἀναλογίαν. Καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη εἰς ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. Λίθος, φησὶν, ἔπεσεν ἐξ ὄρους. Ὅρα πότε. Οὐχ ἡνίκα ἡ χρυσῆ, οὐδὲ ἡ ἀργυρᾶ, οὐδὲ ἡ χαλκῆ, ἀλλὰ ἡνίκα ὁ σίδηρος ἐφάνη, Ἔπεσεν ἀπὸ ὄρους, φησί· τὸ ὑψη λὸν ἐμφαίνων, Ἀπὸ ὄρους, εἶπεν. Ἀλλ' ἔμπροσθεν τοῦ βασιλέως ἔδειξεν, ὅτι περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐστίν. Ὁ δὲ λίθος ἀπὸ ὄρους ἔπεσε, φησί. Τὸ ἑκούσιον δείκνυσι, καὶ ὡς οὐκ ἀναγκασθείς· οὐ γὰρ εἶπεν, ἐῤῥίφη, ἀλλ', Ἔπεσεν ἀπὸ τοῦ ὄρους· καὶ τὸ ἀπροσδόκητον, καὶ μηδενὸς εἰδότος. Καὶ ἐτμήθη ἄνευ χειρῶν. Τὴν κατὰ σάρκα γέννησιν αἰνίττεται. Εἶδεν ὄρος λέγειν καὶ γυναῖκας, ὡς ὅταν λέγῃ· Ἐκ τοῦ βοθύνου οὗ ὠρύχθητε. Καὶ πολλαχοῦ δὲ λίθος λέγεται διὰ τὸ ἑδραῖον. Ἐφ' ὃ δ' ἂν πέσῃ, λικμήσει αὐτὸν, φησὶ, ὥσπερ κονιορτὸν ἀπὸ ἅλωνος θερινῆς· τὸ ἀνυπόστατον ἐνταῦθα δη λῶν. Καὶ ἐξῆρεν αὐτὰ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Οὕτω γὰρ λύονται αἱ βα σιλεῖαι ὡς μηδὲ γενόμεναι. Καὶ ἐγένετο ὁ λίθος εἰς ὅρος μέγα. Τὰ ἀποστολικὰ ῥήματα τὴν οἰκουμένην ἐπλήρωσεν ἅπασαν. Ποτὲ μὲν οὖν ὄρος ὁ λίθος, ποτὲ δὲ ἀκρογωνιαῖος, ποτὲ δὲ θεμέλιος, ἵνα μάθῃς ὅτι τὰ πάντα πληροῖ. ∆ιὰ τοῦτο ὄρος, ὅτι τὰ πάντα συνέχει· διὰ τοῦτο ἀκρογωνιαῖος, ὅτι τὰ πάντα ἐν αὐτῷ συν έστηκε. ∆ιὰ τοῦτο θεμέλιος, καὶ ῥίζα ἀμπέλου. Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τοῦτό ἐστι τὸ ἐνύπνιον, φησὶ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦ μεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεὺς βασι λέων. Σοὶ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέν σε κύριον πάντων. Ὅτε ἐπ εδείξατο τοῦ Θεοῦ τὴν ἰσχὺν, τότε μετὰ παῤῥησίας αὐτῷ καὶ τὸ κήρυγμα κηρύττει. Καὶ ὅρα μετὰ κολα κείας ὅσης ἐνίησι τὸν λόγον, καὶ μετὰ τιμῆς. Σὺ βασιλεὺς, φησὶ, βασιλέων. Σοὶ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδω κεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ τοῦ οὐ ρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου. Οὐ τῶν συγγενῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῆς ἐρήμου, καὶ τῶν ὑπὲρ κεφαλῆς ἄρχεις. Ὅρα πῶς ἐνεδείξατο τοῦ Θεοῦ τὴν δωρεὰν ἐκείνην τὴν ἐν ἀρχῇ γενομένην· Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· ἵνα μάθῃς ὅτι καὶ τῆς ἐρήμου δημιουργὸς αὐτὸς, ὅτι καὶ θηρίων ποιητὴς, οὐχὶ τῶν ἡμέρων μό νον. Καὶ ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, σοὶ ἔδωκε τὴν βασιλείαν ὁ Θεὸς τοῦ οὐρανοῦ. Οὐκέτι φησί· Ἔστι Θεὸς ἐν οὐρανῷ. Ὅρα πῶς κατὰ μικρὸν εἰσάγει τὸ δόγμα. Πρῶτον εἶπεν, ὅτι ἐκεῖ οἰκεῖ, ἵνα μὴ περὶ τὴν γῆν αὐτὸν φαντασθῇ. Ἐπειδὴ δὲ ἐδέξατο τὸ δόγμα ἐκεῖνο, πάλιν αὐτὸν ἀφίστησι, καὶ τοῦτο δεικνὺς, ὅτι δημιουργός ἐστιν αὐτοῦ τοῦ οὐρανοῦ, καὶ ∆εσπότης καὶ Κύριος, οὐχὶ τόπον αὐτὸν ἔχων, ἀλλ' ἔργον αὐτοῦ τοῦτο. Εἰ γὰρ τοῦ οὐρανοῦ Κύριος, δύναται δοῦναί σοι τὴν γῆν. Αὐτὸς ἔλαβε τὸν οὐρανὸν, καὶ σοὶ τὴν γῆν ἔδω κεν. Ὅπερ γάρ ἐστιν ἐκεῖνος ἐκεῖ, τοῦτο σὺ ἐπὶ τῆς γῆς, πάντων ἀνώτερος, πάντων ἄρχων, πάντων κε φαλή. Καὶ τῶν ἐπὶ τῆς γῆς σοι πλέον ἔδωκεν, κεφα λήν σε ποιήσας, καὶ χρυσῆν δείξας σου τὴν βασιλείαν, χρυσίου καθαροῦ. Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, ἥ ἐστιν ἄργυρος· καὶ βασιλεία τρίτη, ἥ ἐστιν ὁ χαλκὸς, ἣ κυριεύει (l. κυριεύσει) πάσης τῆς γῆς. Τοιαύτη γὰρ ἡ Μακεδόνων ἐγένετο. Καὶ βασιλεία τετάρτη, ἥτις ἐστὶν ἰσχυρὰ ὡς ὁ σίδηρος. Ὃν τρόπον γὰρ λεπτύνει ὁ σίδηρος καὶ δαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ δαμάσει. Καὶ τετάρτη, φησὶν, ἡ Ῥωμαίων. Οὐ λέγει δὲ τὰ ὀνόματα. Τίνος ἕνεκεν; ἢ (f. μή) γὰρ ἂν σαφέστερον τὸν λόγον ἐποίησεν, ὥστε μὴ πολλοὺς ἀφανίσαι τὰ βιβλία.
Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σί δηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ. Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδη ροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τῆς βασι λείας ἔσται ἰσχυρὸν, καὶ ἀπ' αὐτῆς ἔσται συν τριβόμενον. Καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμέ νον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι τῶν ἀνθρώπων, καὶ οὐκ ἔσονται προσ κολλώμενοι, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. Πότε τοῦτο ἐπὶ Ῥωμαίων γέ γονεν; Ὁρᾷς καὶ βασιλείας γενομένας τοιαύτας; Οὐχὶ ἀπὸ βασιλικοῦ γένους ἅπαντας, ἄλλως δὲ καὶ ἀπίστους (l. ἀπίστως) πολλοὺς διακειμένους. Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμή σει πάσας τὰς βασιλείας· καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας. Ἄγε μοι τοὺς Ἰουδαίους ἐνταῦθα. Τί ἂν εἴποιεν περὶ τῆς προφητείας ταύτης; Οὐ γὰρ δή που περὶ ἀνθρωπίνης ταῦτα θέμις εἰπεῖν, ὅτι ἄπειρος ἔσται ἡ βασιλεία, ἀλλ' εἰκὸς εἶναί τινα, περὶ οὗ ταῦτα λέλεκται. Εἰ δὲ λέγοις, περὶ τοῦ Πατρὸς εἰρῆσθαι, ἀλλ' ἄκουε τί φησι· Ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, τῶν Ῥωμαίων δηλονότι. Ἄλλως δὲ εἰ λέγοιεν, Καὶ πῶς τὸν χρυσὸν συνέτριψε, τὴν Βαβυλωνίων βασιλείαν πάλαι κατασκευασθεῖσαν; πῶς δὲ τὸν ἄργυρον, τὴν Περσῶν; πῶς δὲ τὸν χαλκὸν, τὴν Μακεδόνων; ταῦτα γὰρ πάλαι ἐγένετο, καὶ τέλος ἔλαβεν. Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ. Εἰ γὰρ ὁ Παῦλος οὐκ ἐτόλμησε φανερῶς εἰπεῖν, ἀλλ', Ἕως οὗ ὁ κατ έχων, φησὶ, ἐκ μέσου γένηται· πολλῷ μᾶλλον ὁ προφήτης. Τί γὰρ ὄφελος, εἰπέ μοι, ἀπὸ τοῦ φανερῶς εἰπεῖν ἐγίνετο; Εἰ δὲ λέγοιεν, Πῶς συνέτριψε τὸν χαλκὸν, τὸν σίδηρον; τοῦτο κοινὸν ἔσται τὸ ζήτημα; καὶ γὰρ ἐπ' αὐτῶν ὁμοίως διαπορήσεται, πῶς τὰς ἤδη σβεσθείσας βασιλείας καθαιρεῖ; Ἀλλὰ τὸ καθαι ρεῖν ἑτέρας, ἐν αἷς αἱ τοιαῦταί εἰσιν, εἰκότως ἐμποιεῖ. Ἄλλως δὲ λανθανόντως τοῦτο εἰργάζετο, καὶ πρὸ τούτου Θεὸς ὢν, καὶ οὐ τότε φανεὶς, ὥστε εἰκότως ἀμφισβητοῖτε. Εἰ δὲ βούλοιτό τις καὶ ἐν τῷ παρόντι καιρῷ λαμβάνειν τὴν προφητείαν, οὐκ ἂν ἁμαρτήσε ται. Καὶ γὰρ καὶ νῦν συνέτριψε τὰς βασιλείας, τὸν τῦφον Μακεδόνων τὸ κῦρος. Ὅταν γὰρ ἴδῃς μάρτυρας, ἵνα τὸ πρόσταγμα ἐκείνου πληρωθῇ, τοῦτο ποιοῦντας, καὶ πολλῷ μᾶλλον τὸν θάνατον ὑπομένον τας, ὄψει αὐτοῦ τὴν βασιλείαν, καὶ πῶς τὴν γῆν ἐν έπλησεν. Εἶδες προφητείας. Εἰ μὴ ἐξέβη τὰ ἐπ' ἐκεί νων, μηδὲ τῇ συντελείᾳ πίστευε. Εἶτα ἐπάγει· Ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσὸν, ὁ Θεὸς ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. Καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. Ὅρα πῶς πιστοῦται τὰ λεχθέντα, ἀπὸ τῶν φανερῶν τὰ ἀφανῆ, τὸ μονονουχὶ λέγων, εἰπὼν τὸ ἐνύπνιον, ἐπίστευσε (l. πίστευε) τῇ συγκρίσει. Τί οὖν ὁ βασιλεύς; Τότε, φησὶν, ὁ βασιλεὺς Ναβουχοδονό σορ ἔπεσεν ἐπὶ πρόσωπόν σου (l. αὐτοῦ), καὶ τῷ ∆ανιὴλ προσεκύνησεν, καὶ μάννα καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῷ. Εὐθέως οὕτως ἐπιστεύθη. Καὶ εἰκότως εἶπε, μάννα καὶ εὐωδίαν σπεῖσαι αὐτῷ. Εἶδες θαῦμα μέγιστον. Εἶδες πῶς ἔθος τοῖς Ἕλλησιν ἀπὸ ἀνθρώπων θεοὺς ποιεῖν. Ὥστε ὅταν λέγωσι, Πόθεν ἡ εἰδωλολατρεία; μάνθανε τὴν ἀρχήν. Οὕτω καὶ τοὺς ἀποστόλους ἐξ ἀνθρώπων ἐποίουν θεούς. Οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν εἰσαγαγεῖν, λέγων· Ἔσεσθε ὡς θεοί. Καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ, πανταχοῦ φιλο νεικῶν τὴν πολυθεΐαν εἰσαγαγεῖν. Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ ∆ανιήλ· Ἐπ' ἀληθείας οἶδα ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ζῶν, καὶ Κύριος τῶν βασιλέων. Ἀπὸ τούτου μόνου οὕτως εὐθέως ἐπίστευσεν, οἱ δὲ Ἰουδαῖοι μυρία τοιαῦτα ἀκούοντες οὐ προσεῖχον. Ὁρᾷς πῶς σοι δείκνυσι τῶν ἐθνῶν εὐγνωμοσύνην; Ἐπειδὴ γὰρ ὁ καιρὸς παρεγένετο λοιπὸν, καθ' ὃν ἔδει τὸ κήρυγμα εἰς ἐκείνους ἐξενεχθῆ ναι, προλαμβάνων ἀπολογεῖται διὰ τῶν προγόνων αὐτῶν, ὅτι οὐ μάτην, οὐδὲ ἁπλῶς ἐκείνους τούτων προτιμᾷ.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου