Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56
Ηʹ Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἰπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
∆οκεῖ μὲν ἀπηρτῆσθαι κατὰ τὴν λέξιν ταυτὶ τὰ δύο προστάγματα, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς ἄλληλα· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε τῶν νοημάτων τὴν δύναμιν, πολλὴν ὄψεται τὴν συνέχειαν καὶ τὸν σκοπὸν ἕνα. Ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων εἰσηνέχθη βίον.
[Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων εὐεργεσίας. Τοῦτο τοὺς ῥᾳθυμοτέρους ἀναπίπτειν παρασκευάζει, τὸ μὴ κατὰ πόδας ἕπεσθαι τῶν πλημμελημάτων τὴν δίκην. Ἵνα οὖν καὶ ὁ Θεὸς τὴν μακροθυμίαν ἐπιδεικνύηται τὴν ἑαυτοῦ καὶ μηδὲν ἐντεῦθεν ἐκεῖνοι γένωνται ῥᾳθυμότεροι, τὸ τῆς προφητείας κατα σκευάζει φάρμακον οὐ τῇ πείρᾳ τῶν κολάσεων, ἀλλὰ τῇ προγνώσει παιδεύων τοὺς ἁμαρτάνοντας τέως, ἵνα, ἂν μὲν βελτίους γένωνται τὰς ἀπειλὰς ἀκούοντες, τὴν διὰ τῆς πείρας κόλασιν διακρούσωνται· ἐὰν δὲ ἐπιμείνωσιν ἀναισθητοῦντες, τότε δὴ καὶ τὴν τιμωρίαν αὐτοῖς ἐπαγάγῃ. Τοῦτο συνιδὼν ὁ διάβολος καὶ τὸ κέρδος ἡλίκον ἐστὶν ἐννοῶν, τοὺς ψευδοπροφήτας ἀνῆκεν, οἳ τοῖς προφήταις ἀπειλοῦσι λιμούς, λοιμούς, πολέμους, βαρβάρων ἔφοδον, ἀντέλεγον, χρηστὰ ἀπαγγέλλοντες. Ὥσπερ γὰρ ὁ Θεὸς τῷ φόβῳ τῶν ῥημάτων ἐβούλετο τὴν διὰ τῆς πείρας ἀποκρούεσθαι τιμωρίαν, οὕτω καὶ ὁ διάβολος τοὐναντίον εἰργάζετο· τῇ χάριτι τῶν λόγων ἐκλύων καὶ ῥᾳθυμοτέρους ποιῶν, εἰς ἀνάγκην καθίστη τοῦ τὴν διὰ τῶν πραγμάτων ὑπομεῖναι τιμωρίαν. Εἶτα, ἐπειδὴ μετὰ ταῦτα τοῖς ψευδοπροφήταις πιστεύοντες καὶ ἀρετῆς οὐδένα ποιούμενοι λόγον, ἀλλὰ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐμμένοντες ἐφείλκοντο καὶ τὴν κόλασιν καὶ ἀπὸ τοῦ τέλους καὶ ἡ τῶν προφητῶν ἀλήθεια σαφῶς ἐδείκνυτο καὶ τὸ τῶν ψευδοπροφητῶν ψεῦδος διηλέγχετο, ἕτερον πάλιν κατασκευάζει μηχάνημα πρὸς ἀπώλειαν τῶν ἁλισκομένων. Ἀνέπειθε γὰρ αὐτοὺς εὐεξαπατήτους ὄντας, ὅτι δὴ ταῦτα [τὰ δεινὰ] τὰ συμβάντα ἀπὸ τῆς τῶν δαιμόνων ὀργῆς ἐγένετο, ἀμελουμένων παρ' αὐτῶν καὶ καταφρονουμένων. Τοῦτο τοίνυν τὸ δέλεαρ ἀναιρῶν ὁ Θεός, πρὸ πολλῶν ἄνωθεν χρόνων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι δεινὰ προλέγει, ἵνα μὴ ἐξῇ τοῖς ἀπατῶσιν αὐτοὺς τῇ τῶν δαιμόνων ὀργῇ λογίζεσθαι τὰ συμβαίνοντα. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, ἄκουσον Ἡσαΐου λέγοντος· Ἔγνων ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. ∆ιὰ τοῦτο ἐξ ἀρχῆς ἐλάλησά σοι, ἵνα μὴ εἴπῃς, ὅτι τὰ εἴδωλά μοι <τοῦτο> ἐποίησε καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ τοῦτο παρεσκεύασεν. Οὔτε ἠπίστασο, οὔτε ἀκουστά σοι ἐγένετο. Ἐπεὶ οὖν, ὅπερ ἔφην, ὡς καὶ ἐκ τῆς μαρτυρίας ἔστιν ἰδεῖν, ἐκείνοις ταῦτα ἀνετίθεσαν, φθάνει ἡ προφητεία ταύτην ἀναιροῦσα τὴν ἀπάτην καὶ πρὸ πολλῶν αὐτὰ διαγορεύουσα χρόνων. Ἀλλ' ἐπειδὴ καὶ οὕτως εἰκὸς ἦν αὐτοὺς ἀγνωμονοῦντας λέγειν, οὐ προείπετε, οὐ προηκούσαμεν, νῦν πλάττεσθε μετὰ τὴν ἔκβασιν· οὐ γὰρ ᾔδειτε τὰ συμβησόμενα· πόθεν οὖν τοῦτο δῆλον ὅτι εἴρηται; ὅρα πῶς σαφῶς ἄφυκτον αὐτοῖς κατασκευάζει τὸν ἔλεγχον καὶ τὰ ἀναίσχυντα ἀπορράπτων στόματα. Οὐ γὰρ ἀφίησιν εἰπεῖν μόνον, ἀλλὰ κελεύει καὶ ἐν χάρτῃ γραφῆναι τὰ λεγόμενα καὶ οὐδὲ ἁπλῶς γραφῆναι, ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν ὅτι μετὰ ταῦτα ἔπλασεν, ἀλλὰ καὶ μάρτυρας καλεῖ τῶν γραμμάτων ἄνδρας ἀξιοπίστους καὶ ἀπὸ τοῦ ἀξιώματος καὶ ἀπὸ τοῦ τρόπου. Ποίησον γάρ μοι, φησί, μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου· ἵνα ὅταν ἐξέλθῃ καὶ λέγωσιν ὅτι οὐκ ἐλέχθη ταῦτα πρὸ πολλῶν τῶν χρόνων, τὸ βιβλίον ἐξενεχθὲν καὶ οἱ μάρτυρες οἱ παρόντες καὶ ἀναισχυντοῦντας αὐτοὺς ἐπιστομίσωσι. ∆ιὰ τοῦτο φησι· Λάβε χάρτου τόμον καινόν, ἵνα μὴ παλαιωθεὶς ἀπόληται, ἀλλὰ μένῃ τῷ χρόνῳ παρεκτεινόμενος καὶ κατηγορῶν διὰ τῶν γραμμάτων αὐτῶν. Καὶ γράψον γραφίδι ἀνθρώπου, τουτέστι καλάμῳ, τὰ μέλλοντα ἔσεσθαι. Τίνα δὲ τὰ μέλλοντα; Πόλεμος, νίκη βαρβαρική, λαφύρων διανομή, σκύλων ἁρπαγή. Ταῦτα τοίνυν, φησίν, ἅπαντα γράψον, Τοῦ ταχέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Τί ἐστι, Πάρεστι γάρ; ∆ύο ταῦτα δηλοῖ αὕτη ἡ ῥῆσις· ὅτι τότε ἤδη τῶν ἁμαρτημάτων αὐτῶν τὸ μέγεθος ἀπῄτει τὴν δίκην καὶ ἐπὶ θύραις ἡ τιμωρία. Αὐτὸς δὲ ἀναβάλλεται, τῇ μακροθυμίᾳ βουλόμενος αὐτοὺς βελτίους ποιῆσαι καὶ ἀποκρούεσθαι τὴν τιμωρίαν· καὶ ὅτι ῥᾴδιον αὐτῷ καὶ εὔκολον νεῦσαι μόνον καὶ πάντα εἰς πέρας ἀγαγεῖν. Ἐπειδὴ γὰρ περὶ βαρβάρων ὁ λόγος ἦν τῶν μελλόντων ἐπιστρατεύειν, μὴ νομίσητε, φησίν, ὅτι τῆς ὁδοῦ τὸ μῆκος καὶ τῆς στρατείας τὸ πλῆθος μέλλησίν τινα ποιεῖ· ἅπερ ἐπ' ἀνθρώπων ἔσεσθαι πέφυκε.
. Τῷ γὰρ Θεῷ πάρεστιν καὶ ὁ πόρρωθεν ὤν· οὕτως αὐτῷ ῥᾴδιον καὶ εὔκολον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ἐν ἀκαριαίῳ ἀπὸ τῶν ἐσχάτων τῆς γῆς, κἂν πλείους ὦσιν, ἀγαγεῖν εὐθέως καὶ ἐπιστῆσαι. Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Μάρτυρας τίνος; Τοῦ χρόνου· ἵνα, κἂν τὰ γράμματα συκοφαντῆται, οἱ ζῶντες ἄνθρωποι καὶ παρόντες ἡνίκα ἐγράφετο καὶ τὸν χρόνον σαφῶς εἰδότες πότε ταῦτα ἐλέγετο, δυνηθῶσιν ἐπιστομίζειν τοὺς ἀναισχυντεῖν ἐπιχειροῦντας. Τῆς αὐτῆς ὑποθέσεως ἔχεται καὶ τὸ ἑξῆς, σαφέστερον ἐπάγον τὸν ἔλεγχον. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ῥημάτων αὐτῶν ἀκούσωμεν. Προσῆλθε γάρ, φησί, πρὸς τὴν προφῆτιν. Τὴν γυναῖκα τὴν ἰδίαν οὕτως ἐκάλεσεν ἴσως, διὰ τὸ καὶ αὐτὴν πνεύματος ἠξιῶσθαι προφητικοῦ· οὐ γὰρ ἐν ἀνδράσι τὰ τῶν χαρισμάτων εἱστήκει μόνον, ἀλλὰ καὶ εἰς τὸ γυναικεῖον διέβαινε φῦλον. Οὐ γὰρ ὥσπερ ἐν ταῖς βιωτικαῖς χρείαις διῄρηται τὰ γένη καὶ ἄλλα μὲν ἀνδρῶν, ἄλλα δὲ γυναικῶν τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἂν δυνηθεῖεν τὰ ἀλλήλων ἀνταλλάξασθαι· οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν· ἀλλ' ἴσοι οἱ ἀγῶνες καὶ κοινοὶ οἱ στέφανοι. Καὶ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ μετὰ ἀκριβείας ἴδοι τις ἂν καὶ παρὰ πάντα τὸν βίον συμβαῖνον. Ταύτῃ τοίνυν ὁμιλήσας νόμῳ γάμου, κύειν παρεσκεύασε. Καὶ ἐπειδὴ τὸ παιδίον ἐτέχθη, ἐπιτίθησιν αὐτῷ ὄνομα καινὸν καὶ παράδοξον, τὴν ἱστορίαν τῶν ἐσομένων ἔχον. Τί γάρ φησι; Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον· ἵνα κἂν τὰ γράμματα ἀπιστηθῇ τὰ ἐν τῷ τόμῳ κείμενα, ἡ προσηγορία τοῦ παιδίου τὴν ἱστορίαν τῶν ἐκβησομένων ἔχουσα καὶ πρὸ τῆς ἐκβάσεως τῶν γενομένων τεθεῖσα καὶ συνεχῶς παρὰ πάντα καλουμένη τὸν χρόνον, καὶ τῶν σφόδρα ἀναισχυντεῖν ἐπιχειρούντων ἀπορράψῃ τὰ στόματα. Ὅτι γὰρ οὐ μετὰ τὴν ἔκβασιν ἔπλασε ταῦτα ὁ προφήτης, ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ οἱ σφόδρα ἀγνωμονεῖν ἐπιχειροῦντες ἠδύναντο πείθεσθαι, οἱ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ τὸ παιδίον ὁρῶντες καλούμενον καὶ τὴν διδασκαλίαν τῶν ἐσομένων συμφορῶν ἀνακηρύττον. ∆ιά τοι τοῦτο καὶ ἑρμηνεύει τῆς προφητείας τὴν δύναμιν καὶ τὸν χρόνον ἐπισημαίνεται μετὰ ἀκριβείας, οὕτω λέγων· ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· ∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥασὴν καὶ τὸν υἱὸν τοῦ Ῥωμελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὅπερ ἔθος ἐστὶ τῷ Θεῷ μὴ μόνον τὰς τιμωρίας προλέγειν, ἀλλὰ καὶ τὰς αἰτίας τιθέναι, ὥστε καὶ ταύτῃ παιδεῦσαι τοὺς ἀκούοντας, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Εἰπὼν γὰρ τὴν τῶν ἀλλοφύλων διανομὴν καὶ τὰ σκῦλα καὶ προλέγων τὴν τῶν βαρβάρων ἔφοδον, λέγει καὶ τὴν αἰτίαν τοῦ πολέμου. Τίς δέ ἐστιν αὕτη; Ἡ ἀγνωμοσύνη τῶν τὴν πόλιν οἰκούντων. Ἐπεὶ γὰρ βασιλέα, φησίν, ἔχοντες, ἐπιεικῆ καὶ πρᾶον καὶ ἥμερον, ἀπεσκίρτησαν καὶ τυράννων ἐπεθύμησαν καὶ πρὸς ἀλλοτρίαν ἀρχὴν αὐτομολῆσαι ἠπείχθησαν, τὴν οἰκείαν εὐπραγίαν οὐ φέροντες, μετὰ πλείονος τῆς περιουσίας πληρώσω τὴν ἐπιθυμίαν αὐτῶν, βάρβαρόν τινα καὶ ἀνήμερον ἄγων ἄνθρωπον. Κέχρηται δὲ μεταφορικῶς ταῖς λέξεσι, τό τε ἦθος τοῦ ἐγχωρίου δηλῶν βασιλέως καὶ τὴν δύναμιν τοῦ βαρβάρου· ποιεῖ δὲ αὐτό, ὅπερ ἔφην ἀεί, τὸν λόγον ἐμφαντικώτερον κατασκευάζων. ∆ιὰ τοῦτό φησι· ∆ιὰ τὸ μὴ βούλεσθαι αὐτοὺς τὸ ὕδωρ τοῦ Σιλωάμ· οὐ περὶ ὕδατος λέγων, ἀλλ' ἐπειδὴ ἡ πηγὴ ἠρέμα καὶ ἀψοφητὶ πρόεισι, τὸ ἀτάρακτον καὶ ἐπιεικὲς τὸν τρόπον τοῦ τότε βασιλεύοντος τῇ ἠρεμαίᾳ τῶν ὑδάτων διεξόδῳ παραβάλλει καὶ Σιλωὰμ αὐτὸν καλεῖ, διὰ τὸ ἀνεπαχθὲς καὶ ἥμερον· ὃ μεγίστην φέρει τοῖς ἀρχομένοις κατηγορίαν, ὅτι μὴ βαρὺν ἔχοντες ζυγόν, νεωτερίζειν ἐπεχείρουν καὶ ἀλλοτρίοις ἑαυτοὺς διδόναι βασιλεῦσι. Ἐπεὶ οὖν οὐ βούλονται, φησί, τὸν ἥμερον καὶ ἐπιεικῆ, ἀλλὰ τὸν Ῥασὴν καὶ τὸν υἱὸν τοῦ Ῥωμελίου, ἐπάγω, φησί, τὸν Βαβυλώνιον· καὶ τὸ ῥαγδαῖον αὐτοῦ τῆς στρατιᾶς ὕδωρ ποταμοῦ φησι πολὺ καὶ ἰσχυρόν.
. Εἶτα ἑρμηνεύων τὴν μεταφοράν φησι· Τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὁρᾷς πῶς ἀδιάπτωτος ὁ λόγος ὁ ἔμπροσθεν ἡμῖν λεχθεὶς φαίνεται· ὅτι πανταχοῦ ἐν ταῖςμεταφοραῖς ἑαυτὴν ἑρμηνεύειν εἴωθεν ἡ Γραφή; Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν.Εἰποῦσα γὰρ ποταμόν, οὐκ ἐναπέμεινε τῇ μεταφορᾷ, ἀλλ' εἶπε τίνα φησὶ ποταμόν· Τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ πᾶσαν τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν. Καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. ∆εικνὺς ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλ' ὀργῇ θεηλάτῳ συμβήσεται τὰ γινόμενα, οὐχ ὡς πολέμιον αὐτὸν παραταττόμενον ὑπογράφει, ἀλλ' ὡς ἐπὶ παρεσκευασμένην ἁρπαγὴν ἥκοντα. Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ' εὐκολίας περιέσται. Εἶτα καὶ ἐν τῇ ὀργῇ πολὺ τὸ τῆς φιλανθρωπίας. Οὐ γὰρ ἀνασπάσεσθαι αὐτῶν τὴν πόλιν ἀπειλεῖ, ἀλλ' αἰχμαλωσίαν τινὰ καὶ ἀπαγωγὴν προλέγει, τοὺς λειπομένους βουλόμενος τῇ τῶν ληφθέντων τιμωρίᾳ σωφρονεστέρους ποιῆσαι. Ἀφελεῖ γὰρ ἀπὸ τῆς Ἰουδαίας, φησίν, ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι. Τοὺς ἐν δυναστείᾳ, φησί, τοὺς πάντα ἄγοντας καὶ φέροντας, τοὺς τῷ πλήθει λυμαινομένους αἰχμαλώτους ποιήσει καὶ δούλους, ὥστε τότε τοὺς καταδεεστέρους ἀναπνεῦσαι μικρὸν καὶ τῷ φόβῳ τῶν ἀπαχθέντων καὶ τῆς οἰκείας ἐλευθερίας τῇ ἀδείᾳ γενέσθαι βελτίους. ∆ιὰ τοῦτό φησι· ∆υνατὸν συντελέσασθαί τι· τουτέστι, τὸν ἰσχυρόν, τὸν ἐνεργεῖν δυνάμενον, τὸν ὁτιοῦν πρᾶξαι ἰσχύοντα. Καὶ πρὸ τῆς ἀπαγωγῆς δέ, δι' αὐτῆς τῆς ὄψεως ἱκανῶς ὑμᾶς καταπλήξει, φησίν, ὁ βάρβαρος, πᾶσαν πληρῶν τὴν γῆν τῶν βαρβαρικῶν σωμάτων. ∆ιὰ τοῦτο ἐπήγαγε· Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ ἰσχύοντες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κυρίος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐμοὶ δοκεῖ τὴν τοῦ Ἐζεκίου νίκην ἐνταῦθα προλέγειν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον καὶ τῆς νίκης αὐτῆς τὴν αἰτίαν. Εἰ γὰρ καὶ ὅπλα παρ' ἐκείνοις, φησί, καὶ στρατόπεδα ἄπειρα καὶ ἐμπειρία πολεμική, ἀλλ' ἡ πάντων δυνατωτέρα συμμαχία μεθ' ἡμῶν, τουτέστιν ὁ Θεός. Ἦλθε μὲν γὰρ ὁ βάρβαρος, καθὼς ἠπείλησεν ἔμπροσθεν καὶ πολλὰς λαβὼν πόλεις ἀπῆλθε· μετὰ δὲ ταῦτα ἐπιστρατεύσας, τἀναντία ἔπαθε. Καὶ ταῦτα τοίνυν ὁ προφήτης προλέγει καὶ τὸν τῆς νίκης αἴτιον ἀνακηρύττει καὶ πρὸς αὐτοὺς τοὺς βαρβάρους ἀποτείνει τὸν λόγον. Μὴ γὰρ δὴ τῇ προτέρᾳ νίκῃ θαρρήσητε, φησίν· ἐν γὰρ τῇ νῦν ἐφόδῳ μεγίστη παρῆν ἡμῖν ἡ συμμαχία. Γνῶτε τοίνυν τοῦτο αὐτὸ καὶ ἀπόστητε, ὡς ἀδυνάτοις ἐπιχειροῦντες. Εἶτα τὸν αἴτιον τῆς νίκης ἐκείνης ἐμφαίνων, καὶ ὅτι πρὸς τὰς ἐσχατιὰς ἀφίξεται τῆς γῆς ἡ φήμη τὰ κατορθώματα φέρουσα, φησίν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Οὐδεὶς γὰρ ἀνήκοος τῶν τότε συμβάντων ἐν Ἱεροσολύμοις γέγονε· ∆ιὰ τοῦτό φησιν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ οἱ ἰσχύοντες ἡττᾶσθε Μεγάλην γὰρ ἐπὶ ῥώμῃ δόξαν ὁ βάρβαρος τότε ἐκέκτητο. Ἰσχυροὺς δὲ ἐνταῦθα οὐ τοὺς ἐν τῇ τοῦ σώματος εὐεξίᾳ μεγάλους φησίν, ἀλλὰ καὶ τοὺς ἐν τῇ τῶν χρημάτων περιουσίᾳ καὶ τῇ τῆς δόξης περιφανείᾳ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, φησί, πάλιν ἡττηθήσεσθε καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐπειδὴ γὰρ πονηρὰ παρ' αὐτοῖς ἦν βουλεύματα καὶ προσεδόκων τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνασπᾶσθαι καὶ οὕτως οἴκαδε ἀπελεύσεσθαι, καὶ τὰ βουλεύματα αὐτῶν ὁ προφήτης εἰς μέσον ἄγει καί φησι· μέχρι τῶν ῥημάτων ἅπαντα στήσεται. Εἶτα ἐπειδὴ πράγματα ἀπήγγειλε φύσιν ἀνθρωπίνην ὑπερβαίνοντα, ἀξιόπιστον ποιῶν τὸν λόγον, ἐπὶ τὸ ἀξίωμα τοῦ κατορθοῦντος καταφεύγει, συνεχῶς λέγων, Ὅτι μεθ' ἡμῶν ὁ Θεὸς καὶ ὅτι αὐτὸς ἅπαντα ταῦτα διασκεδάσει τὰ μηχανήματα.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου