ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤ΄Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

Τετάρτη 26 Οκτωβρίου 2016

ΣΤ΄Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

ΣΤ΄Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

Τί δήποτε τοὺς μὲν  ἄλλους  χρόνους  ἀπὸ τῆς  ζωῆς  τῶν  βασιλέων,  τοῦτον  δὲ ἀπὸ τῆς  τελευτῆς χαρακτηρίζει νῦν ὁ προφήτης; Οὐ γὰρ εἶπεν· Ἐγένετο ἐν ταῖς ἡμέραις Ὀζίου, οὐδέ, ἐν τῇ βασιλείᾳ Ὀζίου, ἀλλ' Ἐγένετο ἡνίκαἀπέθανε.  Τί δήποτε  ἐν  τούτῳ  ποιεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλά τι ἀπόρρητον ἡμῖν αἰνίττεται. Τί δὲ τοῦτό ἐστιν; Ὀζίας οὗτος τῇ τῶν  γεγενημένων  εὐπραγίᾳ μεθύων  καὶ ὑπὸ τῆς εὐημερίας ὀγκούμενος, μεῖζον  τῆς  ἀξίας  ἐφρόνησε. Καὶ ἐπειδὴ  βασιλεὺς  ἦν,  ἐνόμισεν  αὑτῷ  προσήκειν ἱερᾶσθαι καὶ ἐπεπήδησε τῷ ναῷ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε καὶ τοῦ ἱερέως κωλύοντος   καὶ  ἀπαγορεύοντος  αὐτῷ  τὴν  ἐκεῖσε  εἴσοδον,  οὐκ  ἠνέσχετο,  ἀλλ' ἐπέμεινε τῇ μανίᾳ, ὀλίγον τοῦ ἱερέως ποιούμενος λόγον. Ταύτης ἕνεκεν τῆς ἀναισχυντίας  ἐπαφῆκεν  αὐτῷ  λέπραν  ὁ Θεὸς κατὰ τοῦ μετώπου.


 Βουληθεὶς γὰρ πλείονα τῆς οὔσης τιμὴν λαβεῖν, καὶ ἧς εἶχεν ἐξέπεσεν. Οὐ γὰρ δὴ μόνον ἱερωσύνην οὐ προσέλαβεν, ἀλλὰ καὶ γενόμενος ἀκάθαρτος, τῶν βασιλείων ἐξεβάλλετο καὶ τὸν ἅπαντα χρόνον ἐν οἴκῳ τινὶ κεκρυμμένος κατῴκει, τὴν αἰσχύνην οὐ φέρων. Καὶ ὁ λαὸς δὲ συναπήλαυσεν ἅπας τῆς τοιαύτης ὀργῆς, ὅτι τοὺς τοῦ Θεοῦ νόμους περιεῖδον καὶ τὴν ἱερωσύνην ὑβριζομένην οὐκ ἐξεδίκησαν. Πῶς οὖν συναπήλαυσε τῆς ὀργῆς; Τῷ τὴν  προφητείαν  ἀναστα λῆναι·  ὀργιζόμενος γὰρ αὐτοῖς  ὁ Θεὸς περὶ οὐδενὸς οὐδὲν ἀπεκρίνατο. Ἀλλ' οὐ μέχρι παντὸς τοῦτο ἐποίησεν, ἀλλὰ τῷ μέτρῳ τῆς ζωῆς τοῦ βασιλέως καὶ μέτρον τῆς τιμωρίας ὥρισεν. Ὁμοῦ γοῦν ἐκείνου καταλύσαντος τὴν  ζωήν, καὶ ὁ Θεὸς τὴν  ὀργὴν  κατέλυσε καὶ τὰς θύρας πάλιν  τῆς προφητείας ἀνέῳξε.  Τοῦτο γοῦν  αἰνιττόμενος  ὁ προφήτης  ἀνέμνησεν  ἡμᾶς  τοῦ  καιροῦ τῆς τελευτῆς τοῦ βασιλέως· διόπερ οὕτως ἄρχεται τῆς προφητείας, λέγων· Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς, εἶδον  τὸν  Κύριον καθήμενον.  Καίτοι γε ὁ Χριστός φησι· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Καὶ πρὸς τὸν Μωϋσέα δὲ αὐτός φησιν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Πῶς οὖν οὗτός φησιν ἑωρακέναι τὸν Κύριον; Εἶδον γάρ, φησί, τὸν Κύριον· οὐκ ἐναντία τοῖς τοῦ Χριστοῦ λέγων, ἀλλὰ καὶ σφόδρα συνῳδά. Ὁ μὲν γὰρ Χριστὸς τὴν ἀκριβῆ κατανόησίν φησιν, ἣν οὐδεὶς εἶδε· γυμνὴν  γὰρ  τὴν  θεότητα  καὶ  ἀκραιφνῆ  τὴν  οὐσίαν  οὐδεὶς  ἐθεάσατο, πλὴν  τοῦ Μονογενοῦς· ὁ δὲ προφήτης τὴν αὐτῷ δυνατὴν  ἰδεῖν ἀπαγγέλλει.  Οὐδὲ γὰρ αὐτὸς ὅπερ ἐστὶν ὁ Θεὸς ἰδεῖν ἠδυνήθη, ἀλλὰ σχηματισθέντα αὐτὸν θεωρεῖ, καὶ τοσοῦτον καταβάντα, ὅσον ἀναβῆναι ἡ τοῦ θεωροῦντος ἀσθένεια ἐχώρει. Ὅτι γὰρ οὐ γυμνὴν εἶδε τὴν  θεότητα, οὔτε αὐτός, οὔτε ἄλλος  οὐδείς, ἀπ' αὐτῶν  ὧν  ἀπαγγέλλουσιν εὔδηλον. Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον. Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμός. Καὶ οὐχ ἁπλῶς· Καθήμενον, ἀλλ' Ἐπὶ θρόνου. Θεὸς δὲ οὐ περιέχεται, <οὐδὲ ἐμπεριείληπται>· πῶς γάρ, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς; Ὅθεν δῆλον ὅτι συγκατάβασις ἦν τὸ ὁρώμενον. Οὕτω γοῦν ἕτερος  προφήτης   αἰνιττόμενος   ἔλεγεν   ἐκ  προσώπου  τοῦ  Θεοῦ·  Ἐγὼ  ὁράσεις ἐπλήθυνα, τουτέστι, διαφόρως ὤφθην. Εἰ δὲ αὐτὴ ἡ οὐσία γυμνὴ ἐφαίνετο, οὐκ ἂν διαφόρως  ἐφάνη·  ἀλλ'  ἐπειδὴ συγκαταβαίνων,  νῦν  μὲν τούτῳ  τῷ τρόπῳ, νῦν  δὲ ἐκείνῳ τοῖς προφήταις ἑαυτὸν ἐδείκνυ, καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς σχηματίζων τὰς ὄψεις, διὰ τοῦτό φησιν· Ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.  Οὐχ ὥσπερ  ἤμην,  ἐφάνην,  φησίν,  ἀλλ'  ὡμοιώθην  πρὸς  ὅπερ  ἰδεῖν ἠδύναντο οἱ θεωροῦντες. Ὁρᾷς γοῦν αὐτὸν νῦν μὲν καθήμενον, νῦν δὲ ὡπλισμένον, νῦν δὲ τρίχα πολιὰν ἔχοντα, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ἐν πυρί, νῦν δὲ ἐκ τῶν ὀπισθίων φαινόμενον, νῦν δὲ ἐπὶ τῶν Χερουβίμ, καὶ πρὸς μεταλλικῶν  ὑλῶν λαμπρότητα τῶν διαφανεστάτων    τὴν   ὄψιν   ἐξεικονιζόμενον.   Τίνος   μὲν   οὖν   ἕνεκεν   νῦν   μὲν ὡπλισμένος φαίνεται καὶ ᾑμαγμένος, νῦν δὲ ἐν πυρί, νῦν δὲ τὰ ὀπίσθια δεικνύς, νῦν δὲ ἐν οὐρανῷ, νῦν δὲ ἐν θρόνῳ, νῦν δὲ ἐπὶ τῶν Χερουβὶμ οὐ τοῦ παρόντος ἂν εἴη λέγειν καιροῦ, ὥστε μὴ τὸ πάρεργον τοῦ ἔργου γενέσθαι μεῖζον. Τέως δὲ ἀναγκαῖον ὑπὲρ τῆς παρούσης ὄψεως διαλεχθῆναι.  Τίνος οὖν ἕνεκεν  οὕτω φαίνεται  νῦν  ἐπὶ θρόνου καθήμενος καὶ μετὰ τῶν  Σεραφίμ; Ἀνθρώπινον  ἔθος μιμεῖται, ἐπειδὴ καὶ πρὸς ἀνθρώπους  ἦν  ὁ λόγος  αὐτῷ.  Ἐπειδὴ γὰρ ἀπόφασιν  ἐκφέρειν  μέλλει  ὑπὲρ μεγίστων   πραγμάτων   καὶ   τῆς   οἰκουμένης   ἁπάσης,  ἔτι   μὴν   καὶ   περὶ   τῶν Ἱεροσολύμων καὶ διπλῆν τίθησι ψῆφον, τὴν μὲν κόλασιν τῇ πόλει φέρουσαν καὶ τῷ ἔθνει παντί, τὴν δὲ εὐεργεσίαν τῇ οἰκουμένῃ καὶ μεγάλας ἐπαγγελλομένην  ἐλπίδας καὶ  τιμὰς  ἀθανάτους.  Ἔθος δὲ τοῖς  δικάζουσι ταῦτα  ποιεῖν  μὴ λάθρα, ἀλλ' ἐφ' ὑψηλοῦ τοῦ βήματος καθημένοις, παρεστώτων ἁπάντων καὶ τῶν παραπετασμάτων συνελκομένων [τοῦτο ποιεῖν].

Τούτους καὶ αὐτὸς  μιμούμενος  παρέστησεν αὑτῷ  τὰ Σεραφὶμ καὶ ἐφ' ὑψηλοῦ κάθηται θρόνου καὶ οὕτω τὴν ἀπόφασιν ταύτην ἐκφέρει. Καὶ ἵνα μάθῃς ὅτι οὐχ  ὑποψία  τὸ  πρᾶγμα, ἀλλὰ  τοῦτο  ἔθος  αὐτῷ,  καὶ  ἐξ ἑτέρου προφήτου  τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν  τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν   μελλόντων   τῇ  οἰκουμένῃ  δίδοσθαι,  κἀκεῖ  θρόνος  φαίνεται   λαμπρὸς  καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος  καὶ βίβλοι  ἀνοίγονται  καὶ ποταμοὶ  πυρὸς ἕλκονται  καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται. Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα  ἢ καὶ σαφέστερον ἐκεῖνος  αὐτὰ ἀπαγγέλλει,  ἅτε τῶν  χρόνων  ἐγγύτερον γινομένων  καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνουμένης.  Ἀλλὰ ταῦτα τοῖς φιλοπόνοις  ἀφέντες  συναγαγεῖν καὶ παρατιθέναι  καὶ τὴν ἑκατέρας τῆς προφητείας κοινωνίαν  καταμανθάνειν, ὅπερ ἔφην, τῆς προκειμένης ἡμεῖς ἁψώμεθα μετὰ ἀκριβείας, ὡς ἂν οἷόν τε ᾖ ῥῆσιν ἑκάστην ἐξηγούμενοι. Οὕτω γὰρ καὶ ἡμῖν καὶ ὑμῖν σαφέστερα ἔσται τὰ εἰρημένα. Τί οὖν φησιν; Εἶδον τὸν Κύριον καθήμενον. Τὸ καθῆσθαι ἐπὶ θρόνου σύμβολον ἀεὶ κρίσεώς ἐστιν, ὥσπερ ὁ ∆αυΐδ φησιν· Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων  δικαιοσύνην· καὶ ὁ ∆ανιήλ· Θρόνοι ἐτέθησαν καὶ κριτήριον ἐκάθισε. Τὸ δὲ ἁπλῶς καθῆσθαι ἑτέρου σύμβολον εἶναί φησιν ὁ προφήτης. Τίνος δὴ τούτου; Τοῦ παγίου, τοῦ μονίμου, τοῦ βεβηκότος, τοῦ ἀτρέπτου, τοῦ ἀτελευτήτου, τῆς ζωῆς τῆς ἀπεράντου. ∆ιὰ τοῦτό φησι· Σὺ καθήμενος εἰς τὸν αἰῶνα  καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Σύ, φησί, μένων, ὤν, ζῶν, ἀεὶ ὡσαύτως ὤν. Ὅτι γὰρ οὐ περὶ καθέδρας ἔλεγεν, ἡ ἀντιδιαστολὴ δῆλον ἐποίησεν. Οὐ γὰρ εἶπεν, ἡμεῖς ἑστῶτες <καὶ σὺ καθήμενος,> ἀλλὰ <σὺ καθήμενος καὶ ἡμεῖς> ἀπολλύμενοι. Τὸ δὲ ἐπὶ θρόνου καθῆσθαι τὸ κρίνειν ἐστί. ∆ιὰ τοῦτο αὐτὸν οὕτως ὁρᾷ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου ἢ ἕτερον μὲν τοῦτο, ἕτερον δὲ ἐκεῖνο αἰνίττεται. Καὶ γὰρ ὑψηλὸς ἦν ὁ θρόνος, τουτέστι, μέγας καὶ ὑπερμήκης· καὶ ἐπῃρμένος, τουτέστι, καὶ ἐν ὕψει φαινόμενος ἀφάτῳ καὶ μετέωρος. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ποῖος οἶκος; εἰπέ μοι. Ὁ ναός. Ἐπειδὴ γὰρ ἐκεῖθεν ἔχρα εἰκότως καὶ ἐν τῇ ὄψει τῇ θαυμασίᾳ ταύτῃ ἐκεῖ καθήμενος φαίνεται. ∆όξαν δὲ ἐνταῦθά φησι λαμπρότητα, φῶς ἀπόρρητον· ὅπερ ἑρμηνεῦσαι τῷ λόγῳ μὴ δυνάμενος, δόξαν ἐκάλεσε καὶ οὐχ ἁπλῶς δόξαν, ἀλλὰ Θεοῦ δόξαν.  Καὶ Σεραφὶμ  εἱστήκεισαν  κύκλῳ  αὐτοῦ.  Τίνα  λέγει  ταῦτα  τὰ  Σεραφίμ;


∆υνάμεις ἀσώματοι τῶν ἄνω δήμων, ὧν τὴν ἀρετὴν καὶ τὴν μακαριότητα καὶ ἀπὸ τῆς προσηγορίας ἔστιν ἰδεῖν. Τῇ γὰρ Ἑβραίων γλώττῃ ἔμπυρα στόματα ἑρμηνεύεται τὰ Σεραφίμ. Τί οὖν ἐκ τούτου μανθάνομεν; Τὸ καθαρὸν τῆς οὐσίας, τὸ ἄγρυπνον, τὸ διεγηγερμένον,  τὸ  γοργόν,  τὸ  ἐνεργητικόν,  τὸ  ἀκηλίδωτον.  Οὕτω  γοῦν  καὶ  ὁ προφήτης  ∆αυῒδ τῶν  ἄνω  δυνάμεων  τὴν  ἀπαραπόδιστον  διακονίαν  βουλόμενος ἡμῖν ἐνδείξασθαι καὶ τὸ ταχὺ τῆς ὑπηρεσίας καὶ σφόδρα ἐνεργές, ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· τὸ ταχύ,
τὸ κοῦφον, τὸ δραστήριον ἡμῖν διὰ τῶν στοιχείων τούτων ἐνδεικνύμενος. Τοιαῦτα καὶ αἱ δυνάμεις αὗται, καθαροῖς στόμασιν ἀνυμνοῦσαι τὸν ∆εσπότην, ἔργον τοῦτο ἔχουσαι διηνεκῶς,  εὐφημίας  ἀναφέρουσαι, λειτουργίαν  ἀδιάλειπτον.  ∆είκνυσι δὲ αὐτῶν τὸ ἀξίωμα καὶ τὸ πλησίον εἶναι τοῦ θρόνου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων τῶν ἐπὶ γῆς οἱ ἐν μείζοσιν ἀξιώμασιν ὄντες, παρ' αὐτὸν ἑστήκασι τὸν θρόνον τὸν βασιλικόν· οὕτω δὴ καὶ αὗται αἱ δυνάμεις διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν τὸν ἄνω  θρόνον κυκλοῦσι, τῆς ἀπορρήτου μακαριότητος ἀπολαύουσαι διηνεκῶς καὶ ἐντρυφῶσαι τῇ μακαρίᾳ λήξει τῆς λειτουργίας ταύτης. Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον  τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς  δόξης  αὐτοῦ.  Τί βούλεται  ἡμῖν  ταῦτα  τὰ  πτερὰ  καὶ  τί  αἰνίττονται  ἡμῖν  αἱ πτέρυγες; Οὐ γὰρ δὴ πτερὰ ἐπὶ τὰς ἀσωμάτους δυνάμεις  ἐκείνας· ἀλλὰ πάλιν  διὰ παχυτέρων σχημάτων ἀπόρρητά τινα ἡμῖν ὁ προφήτης παραδηλοῖ, συγκαταβαίνων μὲν τῇ ἀσθενείᾳ τῶν τότε ἀκροωμένων, ὅμως δὲ καὶ διὰ τῆς συγκαταβάσεως πᾶσαν διάνοιαν ὑπερβαίνοντα νοήματα μετὰ ἀκριβείας ἡμῖν ἐνδεικνύμενος. . Τί οὖν αἰνίττονται  αἱ πτέρυγες; Τὸ ὑψηλὸν καὶ μετάρσιον τῶν δυνάμεων τούτων. Οὕτω καὶ ὁ Γαβριὴλ πετόμενος καὶ ἐκ τῶν οὐρανῶν καταβαίνων φαίνεται, ἵνα μάθῃς τὸ ταχὺ καὶ κοῦφον. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις  ταῖς  λέξεσι  κέχρηται,  ὅπου  γε  καὶ  ἐπ'  αὐτοῦ  τοῦ  τῶν  ὅλων  Θεοῦ οὐ παρῃτήσατο  ταύτην  μεταχειρίσασθαι  τὴν  συγκατάβασιν; Βουλόμενος  γὰρ  αὐτοῦ δεῖξαι  ἢ  τὸ  ἀσώματον  ἢ  τὸ  ταχὺ  τῆς  πανταχοῦ  παρουσίας, φησὶν  ὁ  ∆αυΐδ· Ὁ περιπατῶν  ἐπὶ πτερύγων  ἀνέμων.  Καίτοι γε οὔτε ἄνεμοι  πτέρυγας  ἔχουσιν, οὔτε αὐτὸς ἐπὶ πτερύγων περιπατεῖ. Πῶς γὰρ ὁ πανταχοῦ παρών; Ἀλλ' ὅπερ ἔφθην εἰπών, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνων, ἀπὸ τῶν ἐγχωρούντων  ἀνῆγεν αὐτῶν τὴν  διάνοιαν.  Καὶ πάλιν  τὴν  βοήθειαν  αὐτοῦ  βουλόμενος  καὶ  τὴν  ἐκ  ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων· Ἐν σκέπῃ τῶν πτερύγων  σου σκεπάσεις με. Ἐνταῦθα μέντοι  οὐ τὸ μετάρσιον καὶ κοῦφον  ἡμῖν αἰνίττεται   μόνον  ὁ  προφήτης  διὰ  τῶν  πτερύγων  τούτων,  ἀλλὰ  καὶ  ἕτερόν  τι φρικῶδες. ∆είκνυσι γὰρ ὅτι εἰ καὶ συγκατάβασις ἦν τὸ ὁρώμενον, ὥσπερ οὖν καὶ ἦν, οὐδὲ αἱ ἄνω δυνάμεις πρὸς τὸ μέτρον τοῦτο χωρῆσαι ἠδύναντο. Τὸ γὰρ καλύπτειν τοὺς πόδας καὶ τὰ πρόσωπα καὶ τὰ νῶτα, ἐκπληττομένων  ἦν, τρεμουσῶν [τὴν ἀστραπήν],  οὐ  φερουσῶν  τὴν  ἀπὸ  τοῦ  θρόνου  πηδῶσαν  ἀστραπήν.  ∆ιὰ  τοῦτο, καθάπερ τινὶ τειχίῳ, τῇ τῶν πτερύγων προβολῇ συνεσκίαζον τὰς ἑαυτῶν ὄψεις· καὶ ὅπερ ἡμεῖς πάσχειν εἰώθαμεν,  ἢ βροντῶν  καταρρηγνυμένων  ἢ ἀστραπῶν, ἐπὶ τὸ ἔδαφος κλινόμενοι, τοῦτο δὴ καὶ ἐκεῖναι ἔπασχον. Εἰ δὲ τὰ Σεραφίμ, αἱ μεγάλαι καὶ θαυμάσιαι δυνάμεις ἐκεῖναι, Θεὸν καθήμενον καὶ ἐπὶ θρόνου καθήμενον ἰδεῖν ἀδεῶς οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ τὰς ὄψεις καὶ τοὺς πόδας ἐκάλυπτον, τίς ἂν παραστήσειε λόγος τὴν μανίαν τῶν αὐτὸν τὸν Θεὸν εἰδέναι σαφῶς λεγόντων  καὶ τὴν ἀκήρατον ἐκείνην περιεργαζομένων οὐσίαν; Ταῖς δυσὶν ἐπέταντο καὶ ἐκέκραγον. Τί ποτέ ἐστι τοῦτο τό· Ἐπέταντο καὶ τί παρασημᾶναι βούλεται; Ὅτι διηνεκῶς περὶ τὸν Θεόν εἰσι καὶ παρ' αὐτοῦ οὐκ ἀφίστανται, ἀλλ' αὐτὴ αὐτοῖς ἡ πολιτεία, τὸ διηνεκῶς εἰς αὐτὸν ᾄδειν,  τὸ  διαπαντὸς  εὐφημεῖν  τὸν  ποιήσαντα.  Οὐ γὰρ  εἶπεν·  Ἐκέκραξαν, ἀλλ' Ἐκέκραγον, τουτέστι, διηνεκῶς  τοῦτο ἔργον ἔχουσιν. Ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Τοῦτο τὴν παναρμόνιον  αὐτῶν συμφωνίαν  δηλοῖ καὶ τὴν μετὰ πολλῆς ὁμονοίας εὐφημίαν. Οὗτος ὁ ὕμνος οὐκ εὐφημία μόνον ἐστίν, ἀλλὰ καὶ  προφητεία   τῶν   καταληψομένων   τὴν   οἰκουμένην   ἀγαθῶν   καὶ  δογμάτων ἀκρίβεια. Τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον καὶ προσέθηκαν; Οὐκ εὔδηλον ὅτι τῇ Τριάδι τὸν ὕμνον ἀναφέρουσαι τοῦτο ἐποίουν; ∆ιά τοι τοῦτο ὁ μὲν Ἰωάννης  περὶ τοῦ Υἱοῦ φησιν εἰρῆσθαι, ὁ δὲ Λουκᾶς περὶ τοῦ Πνεύματος, οἱ δὲ προφῆται περὶ τοῦ Πατρός. Καὶ τὰ ἑξῆς δὲ ταύτην ἡμῖν ἐμφαίνει τὴν ἔννοιαν. Μετὰ γὰρ τὸν ὕμνον ἐπήγαγον· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ὅπερ ἦν προφητείας ἀκριβοῦς· τὴν μέλλουσαν γνῶσιν προαναφωνοῦσι, δι' ἧς ἡ οἰκουμένη τῆς δόξης ἐνεπλήσθη τοῦ Θεοῦ· ὡς τό γε παλαιὸν καὶ ἡνίκα ταῦτα ἐλέγετο, οὐ μόνον τὸ λοιπὸν τῆς οἰκουμένης μέρος, ἀλλὰ καὶ αὐτὴ τῆς Ἰουδαίας ἡ χώρα πολλῆς ἀσεβείας ἦν ἐμπεπλησμένη καὶ οὐδεὶς οὐδαμοῦ τὸν Θεὸν ἐδόξαζε. Καὶ μάρτυς αὐτὸς ὁ προφήτης λέγων  ὅτι ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Πότε οὖν πλήρης ἐγένετο ἡ γῆ τῆς δόξης αὐτοῦ; Ὅτε ὁ ὕμνος οὗτος εἰς τὴν γῆν κατηνέχθη  καὶ συγχορευταὶ τῶν ἄνω δυνάμεων  οἱ κάτω γεγόνασιν ἄνθρωποι καὶ  μίαν  τὴν  μελῳδίαν  ἀνήγαγον  καὶ  κοινὴν  τὴν  εὐφημίαν  ἐποιήσαντο.  Εἰ δὲ ἀναισχυντεῖ πρὸς ταῦτα ὁ Ἰουδαῖος, δειξάτω πότε πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ πλήρης ἐγένετο ταύτης τῆς ἀπὸ τῆς γνώσεως; Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι, κἂν μυριάκις ἀναισχυντῇ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς,  ἧς ἐκέκραγον. Εἶδες προφητείας εὐκολίαν τὰ πράγματα ἀλλήλων  ἐχόμενα; Μετὰ γὰρ τὸν ὕμνον τοῦτον καὶ τὸ πληρωθῆναι  τὴν γῆν τῆς δόξης αὐτοῦ, ἐπαύσατο τὰ Ἰουδαϊκὰ ἅπαντα, ὅπερ καὶ αὐτὸ διὰ τοῦ ἐπαρθῆναι τὸ ὑπέρθυρον ἐδήλωσεν. . Ἐρημώσεως γὰρ τουτὶ τὸ σημεῖον ἦν, καὶ ἀνατροπῆς τοῦ ναοῦ· τοῦ ναοῦ δὲ ἀφανισθέντος, καὶ τἄλλα συγκατελύετο πάντα. Καὶ ἵνα μάθῃς ὅτι ἡ Καινὴ τὴν Παλαιὰν ἔπαυσεν· Ἀπὸ τῆς φωνῆς,   φησίν,  ἐπήρθη  τὸ  ὑπέρθυρον·  τουτέστιν   ἀπὸ  τοῦ  παραγενέσθαι   τὴν δοξολογίαν ταύτην καὶ λάμψαι τὴν χάριν καὶ τὴν δόξαν ἐκχυθῆναι  πανταχοῦ  τῆς οἰκουμένης, τὰ τῆς σκιᾶς ἐκποδὼν γέγονε. Καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Ἐμοὶ καὶ τοῦτο δοκεῖ σημεῖον εἶναι τῆς ἁλώσεως τῆς αὐτοὺς καταληψομένης καὶ τοῦ βαρβαρικοῦ πυρὸς καὶ τοῦ χαλεπωτάτου  ἐμπρησμοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγὼ ὅτι κατανένυγμαι,  ὅτι  ἄνθρωπος  ὢν  καὶ  ἀκάθαρτα  χείλη  ἔχων  καὶ  ἐν  μέσῳ  λαοῦ ἀκάθαρτα χείλη  ἔχοντος  ἐγὼ οἰκῶ καὶ τὸν Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Ἐξέπληξε τὸν προφήτην  ἡ ὄψις, διανέστησεν, εἰς πολὺν τὸν φόβον ἐνέβαλε, πρὸς ἐξομολόγησιν ἐκίνησεν, ἀκριβέστερον τὴν εὐτέλειαν τῆς οἰκείας οὐσίας ἐπιγνῶναι παρεσκεύασε. Τοιοῦτοι γὰρ οἱ ἅγιοι πάντες· ἐπειδὰν μείζονος ἀπολαύσωσι τιμῆς τότε ταπεινοῦνται  μειζόνως. Οὕτω καὶ ὁ Ἀβραὰμ τῷ Θεῷ διαλεγόμενος, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλει· οὕτω καὶ Παῦλος, ὅτε τῆς ὄψεως ἐκείνης κατηξιώθη, τότε ἔκτρωμα ἑαυτὸν ὠνόμασεν· οὕτω δὴ καὶ οὗτος ταλανίζει ἑαυτὸν πρότερον ἀπὸ τῆς φύσεως λέγων·  Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι,  ὅτι ἄνθρωπος  ὤν·  εἶτα ἀπὸ τῆς γνώμης, Καὶ ἀκάθαρτα χείλη ἔχων. Ἀκάθαρτα αὐτοῦ τὰ χείλη ἐκάλεσεν, ὡς ἔγωγε οἶμαι,  πρὸς  τὴν   παράθεσιν   τῶν   ἐμπύρων   στομάτων   ἐκείνων   τῶν   καθαρῶν δυνάμεων, τῆς ἀκριβεστάτης λειτουργίας ἐκείνης. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ὑπὲρ τοῦ λαοῦ παντὸς ἐξομολογεῖται, ἐπάγων καὶ λέγων· Ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη   ἔχοντος   ἐγὼ   οἰκῶ.   Καὶ  τίνος   ἕνεκεν   χείλη   ἐνταῦθα   αἰτιᾶται;   Τὸ ἀπαρρησίαστον ἐμφαίνων. Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς τοῦτο αὐτὸ ἔλεγον σχεδόν, ἐν τῇ καμίνῳ ὄντες· Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Καὶ νῦν, ἐπειδὴ ὑμνῳδίας  ἦν καιρὸς καὶ εὐφημίας  καὶ τὰς ἄνω δυνάμεις  ἑώρα τοῦτο ποιούσας, εἰκότως ἐπὶ τὰ χείλη τρέπει τὸν λόγον, τὰ μάλιστα πρὸς τὴν τοιαύτην διακονίαν καλούμενα. Ἀλλὰ τὰ μὲν αὐτοῦ διὰ τοῦτο ἀκάθαρτα ἐκάλεσε, τὰ δὲ τοῦ λαοῦ οὐχ οὕτως, ἀλλ' ἐπειδὴ πολλῆς ἀνομίας ἦσαν ἐμπεπλησμένοι. Καὶ τὸν βασιλέα Κύριον εἶδον τοῖς ὀφθαλμοῖς μου. ∆ιὰ τοῦτο στένω καὶ θρηνῶ, φησίν, ὅτι τοσαύτης ἠξιώθην  τιμῆς ἀνάξιος ὢν ὑπερβαινούσης μου τὴν ἀξίαν, ἀναβεβηκυίας μου τὴν φύσιν. Ὅταν δὲ λέγῃ· Εἶδον, μὴ τὴν ἀκριβῆ κατανόησιν νόμιζε, ἀλλὰ τὴν αὐτῷ δυνατήν. Καὶ σκόπει πόσον τῆς ἐξομολογήσεως τὸ κέρδος. Κατηγόρησεν ἑαυτοῦ καὶ εὐθέως ἐκαθάρθη. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα· Ἀπεστάλη πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου  καὶ  τὰς  ἁμαρτίας  σου  περικαθαριεῖ.  Τινὲς  μὲν  καὶ  τῶν   μυστηρίων  τῶν μελλόντων  σύμβολα ταῦτα εἶναί φασι, τὸ θυσιαστήριον, τὸ πῦρ τὸ ἐπικείμενον, τὴν διακονουμένην  δύναμιν, τὸ ἐν τῷ στόματι δίδοσθαι, τὸ καθαίρειν τὰ ἁμαρτήματα· ἡμεῖς  δὲ τέως  τῆς  ἱστορίας ἐχόμεθα  καὶ λέγομεν  τίνος  ἕνεκεν  τοῦτο  γεγένηται. Μέλλει πέμπεσθαι πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν,  φοβερά τινα  ἀπαγγέλλων  καὶ ἀφόρητα. Πέμπεται τοίνυν  τὰ Σεραφίμ, ὥστε <ἀπαλλάξαι> φόβου  καὶ παρρησίας αὐτὸν  ἐμπλῆσαι. Καὶ ἵνα  μὴ προβάλληται,  καθάπερ Μωϋσῆς, λέγων  ἰσχνόφωνος εἶναι καὶ Ἱερεμίας, νεώτερος  εἶναι, οὕτω καὶ οὗτος ἀκάθαρτα χείλη ἔχειν  καὶ μὴ δύνασθαι διακονῆσαι τοῖς λεγομένοις, ἔρχεται τὰ Σεραφὶμ ἐκκαθαίροντα αὐτοῦ τὰ ἁμαρτήματα, οὐκ οἰκείᾳ δυνάμει (τοῦτο γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μόνον), ἀλλ' ἐπιτάγματι καὶ δόσει τῶν ἀνθράκων. Οὐ γὰρ εἶπεν· Ἰδοὺ ἀφαιρῶ ἐγώ, ἀλλ' Ἰδοὺ τοῦτο ἀφαιρεῖται τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ διὰ τὸ ἐπίταγμα  τοῦ πέμψαντος. Τίνος δὲ ἕνεκεν  ἐν τῇ λαβίδι τὰ Σεραφὶμ ἔλαβε τὸν ἄνθρακα;  Οὐ  γὰρ  δὴ  ἡ  ἀσώματος  δύναμις  ἐγκατακαίεσθαι  ἔμελλεν   ὑπὸ  τῶν ἀνθράκων. Τίνος ἕνεκεν ταῦτα γεγένηται; ∆ιὰ πολλὴν συγκατάβασιν. ∆ιὰ δὴ τοῦτο καὶ ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνει, ἔνθα αἱ θυσίαι προσεφέροντο καὶ οἱ καθαρμοὶ τῶν ἁμαρτημάτων. Εἰ δὲ λέγοις· Πῶς τὸ στόμα οὐ κατεκάη τοῦ προφήτου; Μάλιστα μὲν οὐδὲ πῦρ αἰσθητὸν ἦν τὸ φαινόμενον· ἄλλως δέ, ὅταν ὁ Θεὸς ἐργάζηταί τι, μὴ πολυπραγμόνει, μηδὲ περιεργάζου. . Καὶ γὰρ ἐνεργοῦν καὶ αἰσθητὸν πῦρ σώμασιν ὁμιλῆσαν, τὰ τοῦ πυρὸς οὐκ ἐπεδείξατο. Εἰ δὲ ἔνθα κληματίδες καὶ πίσσα, τῆς οἰκείας ἐπελάθετο   φύσεως  ἡ  φλόξ,  τί  θαυμά  ζεις,  εἰ  νῦν   τοσαύτης  παραδοξοποιίας γενομένης ἐκάθηρεν, ἀλλ' οὐκ ἔκαυσε τουτὶ τὸ πῦρ; Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος·  Τίνα ἀποστελῶ καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Ὁρᾷς πόσον ἤνυσεν ἡ ὄψις, πόσον κατώρθωσεν ὁ φόβος; Καίτοι γε καὶ ἐπὶ Μωϋσέως τοιοῦτόν τι γέγονεν· εἰ γὰρ μὴ Σεραφὶμ ἐφάνη, μηδὲ αὐτὸς ἐπὶ θρόνου καθήμενος, ἀλλ' ὅμως ἕτερον παράδοξον θέαμα τότε ἐδείχθη τῷ προφήτῃ καὶ τοιοῦτον, ὡς μηδένα ἀντιβλέψαι   δυνηθῆναι   τῷ   φαινομένῳ.   Ὁ  γὰρ  βάτος  ἐκαίετο,   φησί,  καὶ  οὐ κατεκαίετο. Ἀλλ' ὅμως καὶ μετ' ἐκεῖνα καὶ τὴν πολλὴν τοῦ Θεοῦ παραίνεσιν ὁ μέγας ἀναδύεται  Μωϋσῆς  καὶ  σκήπτεται  καὶ  μυρίας  ἐπινοεῖ  προφάσεις  παραιτήσεως, λέγων· Ἰσχνόφωνός  εἰμι καὶ βραδύγλωσσος καί· Προχείρισαι σὺ ἄλλον, ὃν ἐξαποστελεῖς. Καὶ Ἱερεμίας δὲ τὴν ἡλικίαν  προβάλλεται. Καὶ Ἰεζεκιὴλ δὲ μετὰ τὸ κελευσθῆναι ἑπτὰ διατρίβει περὶ τὸν ποταμὸν ἡμέρας, ἀναδυόμενος καὶ ὀκνῶν. ∆ιὸ καὶ τὴν παραβολὴν ἐκείνην προσέθηκεν ὁ Θεὸς λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ὅτι Τὴν ψυχὴν  αὐτῶν  ἐκ χειρός σου ἐκζητήσω. Ἰωνᾶς  δὲ οὐ μόνον παρῃτήσατο, ἀλλὰ  καὶ ἐδραπέτευσε. Τί οὖν; τολμηρότερος πάντων  ὁ Ἡσαΐας καὶ Μωϋσέως τοῦ μεγάλου; Καὶ τίς  ἂν τοῦτο εἴποι; Πόθεν οὖν  κελευόμενος  ἐκεῖνος ἀνεδύετο, οὗτος δὲ μὴ φανερῶς  ἐπιταγεὶς  εἰσεπήδησεν; Οὐδὲ γὰρ εἶπεν· Ἄπελθε· ἀλλὰ τοῦ Θεοῦ λέγοντος· Τίνα ἀποστελῶ; ἥρπασε τὸ ἐπίταγμα. Τινὲς μὲν οὖν φασιν, ὅτι ἐπειδὴ ἥμαρτε, τὸν Ὀζίαν οὐκ ἐλέγξας κατατολμῶντα τῶν ἀδύτων, ὑπὲρ ἐκείνης βουλόμενος  ἀπολογήσασθαι τῆς ἁμαρτίας, τῇ μετὰ ταῦτα  προθυμίᾳ τῆς ὑπακοῆς ἐπεπήδησε ταχέως, ὥστε ἐξιλεώσασθαι τὸν Θεόν. ∆ιὰ γὰρ τοῦτο καὶ ἀκάθαρτα τὰ χείλη αὐτοῦ ἔλεγεν εἶναι διὰ τὸ ἀπαρρησίαστον. Ἀλλ' οὐκ ἂν ἀνασχοίμην τῶν ταῦτα λεγόντων·  ἀξιοπιστότερος  γὰρ  αὐτῶν  ὁ  Παῦλος, ὁ  τολμήτην  αὐτὸν  καλῶν  καὶ λέγων·  Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. ∆ιὰ γοῦν τοῦτο οὐδὲ τῷ κοινῷ, ὥς φασι, νόμῳ τὴν ζωὴν κατέλυσεν, ἀλλὰ χαλεπωτάτην  ὑπέστη τιμωρίαν, τῶν Ἰουδαίων οὐκ ἐνεγκόντων  αὐτοῦ τὴν παρρησίαν. Χωρὶς δὲ τούτων οὐδέ φησιν ἡ Γραφή που, ὅτι παρῆν, ἡνίκα τὰ κατὰ τὸν Ὀζίαν ἐγίνετο, καὶ παρὼν ἐσίγα, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτῶν  ταῦτα οἱ λέγοντες  στοχάζονται. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι οὐκ ἦν ἴσον τὸ Μωϋσέως, καὶ τοῦτο. Ὁ μὲν γὰρ εἰς ἀλλοτρίαν  ἐπέμπετο καὶ βάρβαρον χώραν καὶ πρὸς τύραννον, μαινόμενον  καὶ λυττῶντα·  οὗτος δὲ πρὸς τοὺς οἰκείους καὶ πολλὰ πολλάκις ἀκηκοότας καὶ ἐν πολλῷ παιδευθέντας χρόνῳ· καὶ οὐ τοσαύτης ἀνδρείας ἦν τὸ ὑπακοῦσαι ἐκεῖ τε καὶ ἐνταῦθα. Τινὲς δέ φασιν ὅτι καὶ ἕτερόν τι αὐτῷ τὴν προθυμίαν   ἐποίησε   ταύτην.   Ἐπειδὴ   γὰρ   ὑπέρ   τε   ἑαυτοῦ   καὶ   τοῦ   λαοῦ ἐξωμολογήσατο  καὶ  τὰ  Σεραφὶμ  εἶδεν  ἀποσταλέντα  καὶ  ἐκκαθάραντα  αὐτοῦ  τὰ χείλη,  προσδοκήσας ὅτι  καὶ  τῷ  λαῷ  ταῦτα  συμβήσεται καὶ  ταῦτα  ἀπελεύσεται ἀπαγγέλλων,  προθύμως  ἥρπασε τὸ λεχθέν.  Ὥσπερ γὰρ ἦσαν φιλόθεοι,  οὕτω καὶ φιλόστοργοι  μάλιστα  πάντων  ἀνθρώπων  οἱ ἅγιοι.  Ἐλπίσας οὖν  λύσιν  τινὰ  τῶν κακῶν  ἀπαγγελεῖν,  ἐπεπήδησε ταχέως  καί φησιν· Ἰδοὺ ἐγώ  εἰμι, ἀπόστειλόν  με. Ἄλλως δὲ καὶ ψυχὴν σφόδρα πρὸς κινδύνους παρατεταγμένην εἶχε· καὶ δῆλον αὐτοῦ τοῦτο τὸ ἦθος διὰ πάσης τῆς προφητείας ἐστίν. Ἐπεὶ οὖν ὑπέσχετο ἀπελεύσεσθαι καὶ οὐκ ἐτόλμα λοιπὸν  ἀνανεῦσαι, τότε ἀκούει τὰ λυπηρά. Καὶ γὰρ καὶ ὁ Θεὸς αὐτὸν σοφῶς  μετεχείρισεν.  Οὐ γὰρ ἐξ ἀρχῆς  εἶπε· Πορεύθητι καὶ  εἰπέ,  ἀλλὰ  πρότερον μετέωρον  ποιήσας τὸ  ἐπίταγμα  καὶ  ἄδηλον  τῆς  ἀποστολῆς  τὸν  τρόπον.  Ἐπειδὴ ῥᾳδίως ὑπήκουσε, λέγει τὰ καταληψόμενα τοὺς Ἰουδαίους κακά. Τίνα δὲ ταῦτα ἦν; Πορεύθητι, φησί, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς. Ταῦτα οὐδὲ ἑρμηνείας οἶμαι δεῖσθαι, τῶν ἀκριβῶς ταῦτα ἐπισταμένων,  προλαβόντων  καὶ  ἐξηγησαμένων  αὐτά,  Ἰωάννου  τε  τοῦ  υἱοῦ  τῆς βροντῆς καὶ Παύλου τοῦ τὰ παλαιὰ καὶ τὰ καινὰ μετὰ ἀκριβείας εἰδότος. Ὁ μὲν γὰρ ἐν τῇ Ῥώμῃ πρὸς τοὺς συνελθόντας μέν, ἀποπηδήσαντας δὲ καὶ οὐκ ἀνασχομένους τῶν λεγομένων, δημηγορῶν ἔλεγε· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁ δὲ τῆς βροντῆς υἱός, ἐπειδὴ θαύματα ἑώρων καὶ οὐκ ἐπίστευον καὶ δογμάτων  ἤκουον,  καὶ οὐ προσεῖχον  (ἀνέστησε γὰρ Λάζαρον ὁ Χριστὸς καὶ ἀνελεῖν  αὐτὸν  ἐπεχείρουν· δαίμονας  ἤλαυνε  καὶ δαιμονῶντα  ἐκάλουν· τῷ Πατρὶ προσῆγε καὶ πλάνον  ὠνόμαζον καὶ τὰς ἐναντίας  ἐδέχοντο δόξας), μνημονεύει τῆς προφητείας ταύτης λέγων· Καλῶς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες  βλέψετε  καὶ οὐ μὴ ἴδητε. . Ἐπειδὴ γὰρ τὰ ἔνδον ὄμματα τῆς διανοίας πεπήρωντο, οὐδὲν ὄφελος ἦν αὐτοῖς τῶν ἔξωθεν ὀφθαλμῶν, τοῦ κριτηρίου τῆς διανοίας  διεφθαρμένου.  ∆ιὰ τοῦτο βλέποντες  οὐκ ἔβλεπον καὶ ἀκούοντες  οὐκ ἤκουον·  καὶ  τὴν  αἰτίαν  προστίθησιν, ὅτι  οὐχὶ  τὰ  αἰσθητήρια ἦν διεφθαρμένα, οὐδὲ ἡ φύσις λελωβημένη, ἀλλὰ ἡ καρδία πεπηρωμένη. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, φησί· πάχος δὲ διανοίας γίνεται  ἀπό τε ἁμαρτημάτων, ἀπό  τε  βιωτικῶν  ἐπιθυμιῶν.  Καὶ ταύτην  ἐξηγούμενος  τὴν  παχύτητα  ὁ  Παῦλος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς· οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδ' ἔτι νῦν δύνασθε. Καὶ τὴν αἰτίαν προστίθησι λέγων· Ὅπου γὰρ ἐν ὑμῖν ἔρεις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Ἐπεὶ οὖν κἀκεῖνοι φθόνῳ πολλῷ καὶ βασκανίᾳ τηκόμενοι καὶ ἑτέροις μυρίοις πολιορκούμενοι πάθεσι, παχὺ τὸ ὄμμα τῆς διανοίας εἰργάσαντο, καθαρὰ βλέπειν οὐκ ἔτι λοιπὸν ἠδύναντο. ∆ιὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας. Ταῦτα οὖν μετὰ ἀκριβείας ὁρῶν ὁ προφήτης, προανεφώνησε καὶ τοῦ νοσήματος τὴν αἰτίαν. Σὺ δέ μοι σκόπει, ὡς δυοῖν προφητειῶν  οὐσῶν, τὴν μὲν περὶ τῆς Ἐκκλησίας καὶ τῶν τῆς οἰκουμένης ἀγαθῶν τὰ Σεραφὶμ ἐδέξαντο λέγοντα· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ  τῆς  δόξης  αὐτοῦ· τὴν  δὲ περὶ  τῆς  ἁλώσεως  καὶ  τῶν  τιμωριῶν  τῶν Ἰουδαϊκῶν  τῷ  προφήτῃ  κατέλιπον,  ἵνα  κἀντεῦθεν   μάθῃς  τῆς  Ἐκκλησίας  τὴν ὑπεροχήν. Καὶ εἶπον, ἕως πότε, Κύριε; Ὁρᾷς ὡς μάτην οὐδὲ εἰκῆ ἐστοχασάμεθα τῆς ὑπακοῆς τοῦ προφήτου τῆς μετὰ πολλῆς προθυμίας γεγενημένης; Ἐπειδὴ γοῦν τἀναντία  ὧν προσεδόκησεν ἤκουσεν ἐρημίαν, πανωλεθρίαν,  ἀξιοῖ τὸ γοῦν μέτρον μαθεῖν τῆς τιμωρίας· οὐδὲ γὰρ ἐτόλμα ὁλοκλήρου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι, διὰ τὸ προλαβόντα τὸν Θεὸν δεῖξαι ἀσύγγνωστα ἁμαρτάνοντας. Οὐ γὰρ συναρπαγῆς ἦν αὐτῶν τὰ τολμήματα, οὐδὲ γνώμης ἐπηρεαζομένης, ἀλλὰ ψυχῆς ἔργον ποιουμένης τὴν  παρακοὴν καὶ διανοίας  φιλονείκου,  καθάπερ ἐκ μελέτης  τινὸς  καὶ σπουδῆς, ἀνθισταμένης  τοῖς  ὑπὸ τοῦ Θεοῦ κελευομένοις.  Τοῦτο γοῦν  αἰνιττόμενος  ἔλεγε· Μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς. Ὡσανεὶ δεδοικότες γάρ, φησί, μήποτέ τι τῶν δεόντων μάθωσιν, οὕτω μετὰ πολλῆς  τῆς  σπουδῆς τὴν  διάνοιαν  αὐτῶν  ἐπήρωσαν. Ἐπεὶ οὖν  καὶ ἡ κατηγορία βαρυτάτη καὶ ἡ τιμωρία ἀπαραίτητος, ὅπερ ἦν λειπόμενον, τοῦτο ζητεῖ μαθεῖν· ἀλλ' ἐν  τάξει  τοῦ  μαθεῖν  ἱκετηρίαν  εἰσάγει.  Ἐπειδὴ  δὲ  οὐδὲ  ὑπὲρ  τούτου  φανερῶς ἱκετεῦσαι ἐτόλμα, διὰ τοῦτο μαθήσεως προσχήματι ἐρώτησιν ἐπινοεῖ λέγων· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι  ἀνθρώπους· καὶ ἡ γῆ καταλειφθήσεται  ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους καὶ πληθυνθήσονται  οἱ καταλειφθέντες  ἐπὶ τῆς γῆς  καὶ  ἔτι  ἐπ'  αὐτῆς  ἐστι  τὸ  Ἐπιδέκατον.  Καὶ πάλιν  ἔσται  εἰς  προνομὴν  ὡς τερέβινθος  καὶ ὡς  βάλανος,  ὅταν  ἐκπέσῃ ἐκ τῆς  θήκης  αὐτῆς. Σπέρμα ἅγιον  τὸ στήλωμα αὐτῆς. Τὴν προφητείαν ἀπαρτίσας ἐκείνην, ἐπὶ τὴν ἱστορίαν πάλιν ἐξάγει τὸν  λόγον,  τήν  τε  ἅλωσιν  τῶν  δέκα  φυλῶν   προαναφωνῶν,   τήν  τε  διὰ  τὴν αἰχμαλωσίαν ἐκείνην ἐπὶ ταῖς δύο φυλαῖς μακροθυμίαν γεγενημένην·  εἶτα καὶ τὴν τούτων αὐτῶν ἀπαγωγήν, ἐπειδὴ εἰς οὐδὲν δέον ἐχρήσαντο τῇ μακροθυμίᾳ· καὶ τὴν ἐκ τοῦ λειψάνου πάλιν ἀναφθησομένην αὐτοῖς εὐημερίαν. Ὅταν μὲν γὰρ λέγῃ· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, τῶν δέκα φυλῶν  τὴν αἰχμαλωσίαν αἰνίττεται. Καὶ γὰρ ἄρδην ἠφανίσθησαν ἅπαντες καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀνάρπαστοι γενόμενοι  πάντες εἰς τὴν ἀλλοτρίαν  ἀπηνέχθησαν,  ὡς καὶ τὰς πόλεις ἁπάσας ἑστάναι κενὰς ἀνθρώπων καὶ τὴν γῆν ἔρημον τῶν θεραπευόντων αὐτὴν εἰς ὠφέλειαν  τῶν  ὑπολειφθησομένων.  Ὅταν μὲν οὖν λέγῃ· Ἕως ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, τότε λέγει καὶ τὴν αἰχμαλωσίαν. Ὅταν δὲ λέγῃ ὅτι Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοῦς ἀνθρώπους, ἢ τὴν ὁλοσχερῆ πάντων  εὐπραγίαν  αἰνίττεται  ἢ τὴν μετὰ τὴν ἀπαγωγὴν  τῶν  δέκα φυλῶν  γενομένην  ταῖς δύο φυλαῖς  εὐημερίαν. Ἀπαλλαγέντες  γὰρ τοῦ Σεναχειρὶμκαὶ  τοῦ  βαρβαρικοῦ στρατοπέδου,  καὶ  τῆς  παραδόξου  νίκης  ἀπολαύσαντες,  εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς. Ὅταν δὲ εἴπῃ ὅτι Μακρυνεῖ ἢ τὸ πλῆθος  τῶν  ἀνθρώπων  ἢ τὸ μῆκος τῶν  ἐτῶν αἰνίττεται.  Καὶ ἵνα μάθῃς ὅτι περὶ τῶν δύο φυλῶν  ταῦτά φησιν, ἐπήγαγεν ὅτι Ἐπ' αὐτῆς ἐστι τὸ Ἐπιδέκατον, Ἐπιδέκατον λέγων τὸ ἐπάνω τῶν δέκα, τὸ περισσὸν τῶν δέκα, ὅπερ ἦσαν αἱ δύο φυλαί. Ταύτῃ καὶ Παῦλος τῇ λέξει κέχρηται λέγων· Ἐπάνω πεντακοσίοις   ἀδελφοῖς,   τουτέστι,  πλείοσι   πεντακοσίων.   Καὶ  πάλιν   ἔσται  εἰς προνομὴν ὡς τερέβινθος. Τουτέστι, αἱ δύο φυλαί. Καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. Ὥσπερ γὰρ ἀτερπὴς ἐκεῖνος ὁ καρπὸς ἐκπεσὼν τῆς θήκης, οὕτω καὶ οὗτοι καταγέλαστοι καὶ ἐπονείδιστοι ἔσονται τῆς πόλεως ἐκπεσόντες καὶ τῆς δόξης ἐκείνης γυμνωθέντες  ἅπαντες. Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Οὐ μὴν ἀνίατα τὰ κακὰ  ἔσται,  φησίν,  οὐδὲ  ἀτελεύτητα,  ἀλλὰ  τὸ  σπέρμα αὐτῆς  ἅγιον  ἔσται,  καὶ Στήλωμα,  τουτέστι, βέβαιον,  πεπηγός,  ἀκίνητον,  ἀναμένον  τὴν  τῶν  πραγμάτων μεταβολήν. Τῆς μὲν γὰρ εὐπραγίας ἐκπεσοῦνται, αὐτοὶ δὲ οὐ πανωλεθρίαν ὑποστήσονται, ἀλλὰ μενοῦσι καὶ στήσονται, ἕως ἂν ἀπολάβωσι τὴν προτέραν πολιτείαν πάλιν καὶ ἐπὶ τὴν προτέραν ἐπανέλθωσιν ἁγιστίαν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |