ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἀπόδειξις τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως

Τετάρτη 26 Οκτωβρίου 2016

Ἀπόδειξις τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτην Ησαία Ομιλίαι
Τόμος 56

Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεωςἸουδαίων προφητείας ἀσαφεῖς εἶναι.

αʹ. Προφητικὴν  σήμερον  ὑμῖν  παραθεῖναι  βούλομαι  τράπεζαν  καὶ  πρὸς  τὸ πέλαγος  τῆς  Ἡσαΐου σοφίας  ἐπαφεῖναι  τὸν  λόγον  παρασκευάζομαι.  Ἀλλὰ  τί  πάθω; Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες,  καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν  νοημάτων,  ἰλιγγιάσωμεν·  ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων  ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν τὴν γῆν ἀφέντες  ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσι, καὶ   οὐδὲν   ἕτερον,   ἀλλ'  ἢ   θάλατταν   καὶ   οὐρανὸν,   σκοτοδίνῳ   κατέχονται,   καὶ περιφέρεσθαι τὸ πλοῖον αὐτοῖς κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλεόντων  οἱ ἴλιγγοι γίνονται· ἕτεροι γοῦν  τῶν ναυτῶν  γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς,  καὶ παντὶ  τῷ σώματι δεχόμενοι  τὴν ἅλμην, οὐ δυσχεραίνουσι.


 Τοσοῦτόν ἐστι μελέτη καλὸν, τοιοῦτόν  ἐστιν ἀπειρία  κακόν· οὕτως  αὕτη καὶ τῶν  φοβερῶν  καταφρονεῖν  πείθει,  ἐκείνη  δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν  καὶ δεδοικέναι  παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ' ὑψηλῶν  τῶν ἰκρίων καθήμενοι  τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν· οἱ δὲ οὐδὲ ἐν μέσοις θορυβοῦνται τοῖς  κύμασι. Τοῦτο καὶ  ἐπὶ  τῆς  διανοίας  γίνεται  τῆς  ἡμετέρας·  καὶ  γὰρ καὶ  ταύτην πολλάκις  καταλαμβάνει  κύματα παθῶν  τῶν  θαλαττίων  ἀγριώτερα,  οἷον ζάλη θυμοῦ κάτωθεν   στρέφουσα  τὴν   καρδίαν,    πνεύματα   ἐπιθυμίας   πονηρᾶς   πολλὴν ἐμποιοῦντα  τῇ διανοίᾳ  τὴν σύγχυσιν. Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος,  ἀρχομένου τοῦ χειμῶνος  τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται,  περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον  ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς  τὰ τοιαῦτα φέρειν γενναίως,  καθάπερ κυβερνήτην  ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ  τὸ  σκάφος  πρὸς  τὸν  εὔδιον  τῆς  φιλοσοφίας  λιμένα.  Ὅπερ οὖν  ἐπὶ  τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτει· ἀνάγκη  θορυβεῖσθαι, ταράττεσθαι, ἐπειδὰν  ἐξέλθωμεν  εἰς τὸ πέλαγος,  οὐκ ἐπειδὴ  τὸ πέλαγος  φοβερὸν,  ἀλλ' ἐπειδὴ  ἡμεῖς  οἱ πλέοντες  ἄπειροι.  Ὅτι γὰρ ἔστιν, εὔκολον  φύσει λόγον  ὄντα,  δύσκολον  γενέσθαι  παρὰ τὴν  ἀπειρίαν  τῶν  ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ ὅτι Χριστὸς ἐγένετο  ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν ὁ Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις, ὦ μακάριε Παῦλε; ∆υσερμήνευτός σοι τῷ πνευματικὴν   ἔχοντι  σοφίαν,  τῷ  τὰ  ἀπόῤῥητα  ῥήματα  ἀκούσαντι,  τῷ  πρὸς  τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ, φησὶ, δυσερμήνευτος, οὐ παρὰ τὴν οἰκείαν δυσκολίαν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Εἰπὼν γὰρ,∆υσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν  ἀκουόντων  δύσκολον τὸν οὐ δύσκολον ἐποίησεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ τὸν βραχὺν ἡ αὐτὴ αἰτία· διόπερ οὐχὶ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους, καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι  τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων  οὐκ ἀναγκαῖον  σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ μεταλαβεῖν, τὸ ἕτερον λάβῃ· κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται· κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τῶν βρωμάτων τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς  γνώμης  θεραπεύσωμεν· οὕτω  πολλάκις  καὶ ἐπὶ  τῆς  πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν. Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον,  παραβολὰς καὶ παραδείγματα  ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων  ῥᾳδία γένηται  ἡμῖν τῶν συμφερόντων  ἡ αἵρεσις. Πλὴν ἀλλ' εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ ∆υσερμήνευτος, ἀναστήσας αὐτῶν  τὴν σπουδὴν,  ἵνα  προθυμότεροι   γένωνται   περὶ  τὴν   ἀκρόασιν·  τῷ  δὲ  παρασχεῖν   τὴν τράπεζαν, χαρισάμενος  αὐτῶν  τῇ ἐπιθυμίᾳ.  βʹ. Τοῦτο δὲ καὶ ἡμεῖς ποιήσωμεν· εἰ καὶ ἄπειρον τὸ πέλαγος  τῶν προφητῶν,  καὶ πολλὰ ἐκεῖ τὰ βάθη,  κατατολμήσωμεν τῆς θαλάττης  κατὰ τὴν ἡμετέραν δύναμιν· μᾶλλον  δὲ μὴ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν  δεδομένην  ἡμῖν χάριν, οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ  τὴν  ὑμετέραν  ὠφέλειαν   κατατολμήσωμεν   τῆς  θαλάττης,   κἀν  τούτῳ  Παῦλον μιμούμενοι.  Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς  τοῦ λόγου  τοῦ κατὰ τὸν  Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης· ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης,  ἀπάτωρ,  ἀμήτωρ,  ἀγενεαλόγητος,  μήτε ἀρχὴν  ἡμερῶν,  μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρα οὐκ ἐτάραξεν ὑμῶν τὰς ἀκοὰς περὶ ἀνθρώπου διαλεγόμενος  ὁ Παῦλος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ; Καὶ τί λέγω, περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Χριστοῦ λέγοιτο  τοῦτο, οὐκ ἂν πολλὴν  καὶ οὕτως  ἡμῖν  παρέχοι  ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς  Υἱός; εἰ ἀπάτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει  πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ. Πῶς; Ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω· οὔτε γὰρ ἐπὶ γῆς ἔσχε πατέρα, οὔτε ἐν οὐρανῷ μητέρα. Ἀγενεαλόγητος.  Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες· καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὐδὲ τοῦτο βούλονται· καὶ γὰρ  καὶ  ἐκείνην  πολυπραγμονοῦσι  καὶ  περιεργάζονται·  οἱ  δὲ  ἐπιεικέστεροι  τούτων ἐκείνῃ μὲν παραχωροῦσιν, οὐκέτι δὲ καὶ περὶ ταύτης τῆς κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος.  ∆είξωμεν οὖν ὅτι περὶ ἑκατέρας γεννήσεως  τοῦτο ὁ Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω· καὶ γὰρ καὶ ἐκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. ∆ιὰ τοῦτο καὶ Ἡσαΐας φησὶ, Τὴν γενεὰν  αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπε  τῆς  ἄνω.  Τί οὖν  ἐροῦμεν  Παύλῳ,  ἀμφοτέρας  εἰπόντι  τὰς  γεννήσεις,  καὶ  τότε ἐπαγαγόντι  τὸ, Ἀγενεαλόγητος;  Πρότερον γὰρ εἰπὼν,  Ἀπάτωρ, ἀμήτωρ, τότε ἐπήγαγε τὸ, Ἀγενεαλόγητος,  ἵνα μὴ μόνον  κατ'  ἐκείνην  τὴν γέννησιν,  καθ'  ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ  καὶ  κατὰ  ταύτην,  καθ' ἣν  ἀπάτωρ  ἦν,  τὴν  κάτω  λέγω,  ἀγενεαλόγητον εἶναι πιστεύσῃς. ∆ιὰ τοῦτο ἀμφοτέρας θεὶς, τότε εἶπε τὸ, Ἀγενεαλόγητος· καὶ γὰρ καὶ αὕτη ἡ κάτω   ἀκατάληπτος,   ἵνα   πρὸς  ἐκείνην   μηδὲ  παρακύψαι   τολμήσωμεν.   Εἰ  γὰρ  τὰ προπύλαια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πῶς εἰς τὰ ἄδυτά τις εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι μὲν γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρὸς, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Ὅτι ἐτέχθη ἐκ τῆς παρθένου, ἐπίσταμαι· τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω.  Ἑκατέρας γὰρ φύσεως ἡ γέννησις ὁμολογεῖται,  καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὥσπερ ἐνταῦθα ἐπὶ τῆς παρθένου, οὐκ εἰδὼς ἐγὼ πῶς ἐκ παρθένου ἐγεννήθη,  ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν  τοῦ τρόπου· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρός· εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη,  τὸ, Ἐγεννήθη,  ὁμολόγησον.  Κἂν λέγῃ  σοι ὁ αἱρετικὸς, Πῶς  ἐγεννήθη  ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρόνημα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς παρθένου, καὶ τότε ἐκεῖνα ἐρώτα. Κάτασχε αὐτὸν, καὶ περίστηθι, καὶ μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον  τῶν λογισμῶν· ἀλλὰ κάτασχε, καὶ ἀπόπνιξον,  μὴ τῇ χειρὶ,  ἀλλὰ  τῷ  ῥήματι· μὴ δῷς  αὐτῷ  διαστολὰς  καὶ διαφυγὰς,  ἃς βούλεται. Ἐκεῖθεν θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν,  καὶ οὐκ ἄγομεν ὑπὸ τοὺς νόμους τῶν  θείων  Γραφῶν. Περίθες τοίνυν αὐτῷ τειχίον πάντοθεν, τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐγεννήθη ἐκ τῆς παρθένου; οὐκ ἀφίσταμαι οὐδὲ ἀναχωρῶ. Ἀλλ' οὐκ ἂν ἔχοι τὸν τρόπον εἰπεῖν, κἂν μυρία φιλονεικῇ.  Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξει λοιπόν; Πίστει παραδεκτὰ τὰ τοιαῦτα μόνῃ. Εἰ δὲ οὐκ ἀνέχῃ, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς τὸν Νικόδημον ὁ Χριστός· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπουράνια  εἴπω, πιστεύσετε; Περὶ τῆς ἐκ παρθένου γεννήσεως  εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὸν οὐρανὸν περιεργάζῃ; Εἴθε μὲν οὖν τὸν οὐρανὸν, καὶ μὴ τὸν ∆εσπότην τῶν οὐρανῶν ἐπολυπραγμόνεις.  Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ', Οὐ πιστεύετε, δεικνὺς ἡμῖν, ὅτι καὶ τὰ ἐπίγεια πίστεως δεῖται. Εἰ δὲ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τόκου διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν,  καὶ  τῆς  ἀναγεννήσεως   τῆς  πνευματικῆς·  ἀλλ' ἔλεγεν,  ὅτι  καὶ  ταῦτα  πίστει  ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ' ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν,  ἐπίγεια  ταῦτά ἐστιν. Εἰ τοίνυν,  πῶς ἀναγεννῶμαι ἐκ τῶν  ὑδάτων,  οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι δεῖ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν  εἴη μανίας,  ἐπὶ  τῆς  ἄνω  γεννήσεως  τοῦ  μονογενοῦς  Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν;
γʹ. Πῶς μὲν  οὖν  ἀπάτωρ  καὶ  ἀμήτωρ  ὁ  Μονογενὴς  Υἱὸς τοῦ  Θεοῦ, ἱκανῶς ἀποδέδεικται,  καὶ  πῶς  ἀγενεαλόγητος   ἑκατέραν  τὴν  γέννησιν·  λοιπὸν  δὲ  πρὸς  τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων.   Αἰνίγμασι  γὰρ  ἔοικε  τὰ  προφητικὰ,  καὶ  πολλὴ  δυσκολία  ἐν  τῇ  παλαιᾷ ∆ιαθήκῃ, καὶ δυσεπίληπτα τὰ βιβλία· ἡ δὲ Καινὴ σαφεστέρα καὶ εὐκολωτέρα. Καὶ τίνος ἕνεκεν,  φησὶ,  ταῦτα  οὕτω  διατετύπωται,   καίτοι  ἡ  Καινὴ περὶ  μειζόνων  διαλέγεται πραγμάτων,  περὶ βασιλείας οὐρανῶν,  καὶ σωμάτων  ἀναστάσεως, καὶ τῶν  ἀποῤῥήτων ἀγαθῶν,  ἃ  καὶ  ἀνθρώπινον  ὑπερβαίνει  νοῦν;  Τίς  οὖν  ἡ  αἰτία  τοῦ  τὰς  προφητείας ἀσαφεῖς εἶναι; Πολλὰ προλέγουσιν Ἰουδαίοις αὗται κακά· καὶ ὅτι ἐκβληθή σονται μὲν ἐκεῖνοι,  ἡμεῖς δὲ εἰσδεχθησόμεθα· καὶ ὅτι καταλυθήσεται  μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν  ἀναστήσεται,  πεσεῖται  δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν  ἔσται βατά· Ἰουδαῖοί  τε πλανῆται γενόμενοι, πανταχοῦ τῆς οἰκουμένης διασπαρήσονται, καὶ τῆς πόλεως ἐκπεσόντες, οὐδὲ τὴν πολιτείαν ἕξουσι λοιπὸν τὴν ἀρχαίαν, ἀλλὰ πάντα αὐτῶν ἀφαιρεθήσεται τὰ πρότερα, καὶ προφητεῖαι, καὶ θυσίαι, καὶ ἱερωσύνη, καὶ βασιλεία. Οὐ μόνον  δὲ  ταῦτα,  ἀλλὰ  καὶ  ἄλλα  πολλὰ  τοιαῦτα  προέλεγον   οἱ  προφῆται,  μυρίας τραγῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις. Ἵν' οὖν οἱ Ἰουδαῖοι μὴ σαφῶς ἀκούσαντες  παρὰ τὴν  ἀρχὴν,  διαχειρίσωνται  τοὺς λέγοντας  ταῦτα, τῇ δυσκολίᾳ  τῆς ἑρμηνείας ἀπέκρυψαν τὰς προῤῥήσεις, καὶ πολλὴν ἀσάφειαν κατέχεαν τῶν πραγμάτων, τῇ ἀσαφείᾳ τῶν λεγομένων  τοῖς λέγουσι παρασκευάζοντες ἀσφάλειαν. Καὶ πόθεν δῆλον τοῦτο; ∆εῖ γὰρ καὶ εὐθύνας ἡμᾶς ἀπαιτεῖσθαι, εἰ καὶ ἐν φίλοις λέγομεν· καὶ γὰρ πολλοὶ ἴσως καὶ τῶν οὐ φίλων  πάρεισι. Μανθανέτωσαν  τοίνυν  ταῦτα κἀκεῖνοι, ἵνα καὶ αὐτοὶ φίλοι γένωνται.  Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα  αὐτοὺς καταλήψεσθαι κακὰ,  καὶ  ὅτι  τὰ  Ἱεροσόλυμα  ἁλώσεται  διὰ  τὸν  Χριστὸν τὴν  ἅλωσιν  ταύτην  τὴν ἀθάνατον,  καὶ  οὐκ  ἔχουσαν  μεταβολὴν,  εἰ  ἤκουσαν  φανερῶς  παρὰ τῶν  προφητῶν ταῦτα, εὐθέως ἂν τοὺς ταῦτα λέγοντας  ἀπέκτειναν.  Πόθεν οὖν τοῦτο δῆλον; Πρῶτον μὲν ἀπὸ τῶν τρόπων αὐτῶν· μανικοὶ γὰρ καὶ θηριώδεις ἦσαν. ∆ῆμός ἐστιν αἱμάτων ἀεὶ διψῶν  προφητικῶν,  αἱ χεῖρες αὐτῶν ἐμελέτησαν ἐν ταῖς σφαγαῖς τῶν ἁγίων. Ταῦτα ὁ μέγας Ἡλίας αὐτῶν  καταβοᾷ λέγων·  Κύριε, τοὺς προφήτας  σου ἀπέκτειναν,  τὰ θυσιαστήριά   σου   κατέσκαψαν.   Ὁ   Χριστὸς  πάλιν,   Ἱερουσαλὴμ,   Ἱερουσαλὴμ,   ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους  πρὸς αὐτήν. Καὶ ὁ Ἡσαΐας συνῳδὰ τούτοις αὐτῶν κατηγορῶν, ἐβόα· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ πάλιν ὁ Χριστός· Οἱ πατέρες ὑμῶν ἀπέκτειναν  τοὺς προφήτας, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν· πληρώσατε τὸ μέτρον τῶν πατέρων  ὑμῶν. Ὁρᾷς πῶς καὶ ὁ ∆εσπότης καὶ οἱ δοῦλοι  μιαιφονίαν  αὐτῶν  μαρτυροῦσι; Τί δέ ἐστι· Πληρώσατε τὸ μέτρον  τῶν πατέρων   ὑμῶν;  Ἀποκτείνατε,   φησὶ,   κἀμέ·   πρόσθετε   τοῖς   δουλικοῖς   αἵμασι   τὴν δεσποτικὴν σφαγήν. Εἰ γὰρ μυρίους ἔσφαξαν ἀνθρώπους, ἀλλὰ συνδούλους πάντας· ὅτε δὲ κατὰ τοῦ ∆εσπότου τὰς χεῖρας  ἐξέτειναν,  τότε ἐπληρώθη  τὸ μέτρον·  καὶ εἰκότως. Ἕως μὲν γὰρ οὐκ ἀπέκτειναν  τὸν ∆εσπότην, εἶχον ἐλπίδα σωτηρίας, καὶ προσεδόκων ὅτι  ὁ ἀμνὸς  τοῦ  Θεοῦ ἐλθὼν  ἀρεῖ τὴν  ἁμαρτίαν  τοῦ  κόσμου· ἐπειδὴ  δὲ τὸν  ἰατρὸν διεχειρίσαντο,   καὶ  εἰς  αὐτὸ  τὸ  ἱλαστήριον  ὕβρισαν,  καὶ  τὸν  ἐλθόντα   ἀφεῖναι   τὰ ἁμαρτήματα   ἀπεστράφησαν,   πάσης   λοιπὸν   ἐλπίδος   ἐξέπεσον.   ∆ιὰ   τοῦτο   λέγει· Πληρώσατε τὸ μέτρον  τῶν  πατέρων  ὑμῶν.  Ναὶ, φησίν·  ἀλλ' ὅτι  μὲν  μιαιφόνοι  καὶ ἐναγεῖς, ἀποδέδεικται  ἐκ πολλῶν  μαρτυριῶν· πόθεν δὲ δῆλον, ὅτι τῶν προφητῶν  οὐκ ἂν  ἐφείσαντο,  εἰ ἤκουσαν  ὅτι  τὰ Ἱεροσόλυμα καταστραφήσεται, ὅτι  ὁ νόμος παυθήσεται,  ὅτι ἡ Παλαιὰ ἀλλαγήσεται;  Μάλιστα μὲν  καὶ ἐκ τῶν  εἰρημένων  δῆλον· πλὴν  ἀλλ' ἐξ αὐτῶν  τῶν Γραφῶν πάλιν  ποιήσομαι τὴν ἀπόδειξιν  σαφεστέραν. Εἰ γάρ ποτε ἤκουσαν προφήτου λέγοντος,  ὅτι τὰ Ἱεροσόλυμα καταστραφήσεται καταστροφὴν πρόσκαιρον, δέον αὐτοὺς μεταβάλλεσθαι καὶ ἀποκρούεσθαι τοῦ Θεοῦ τὴν ὀργὴν, εἰς τὸν προφήτην   ἠφίεσαν  τὸν  θυμόν.  Καὶ ὅτι  τοῦτό  ἐστιν  ἀληθὲς,  αὐτῶν  ἀκούσατε  τῶν ἱστοριῶν. Ἐπολιόρκουν τὴν πόλιν αὐτῶν οἱ Πέρσαι ποτὲ, καὶ βαρβαρικὸν στρατόπεδον ἔξω περιεκάθητο· καὶ τὰ τῶν κινδύνων  οὐκ ἦν ἄδηλα, ἀλλ' ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε  Ἱερουσαλὴμ, ὡπλισμένων  ἁπάντων  καὶ περιεστώτων  ἔξωθεν·  ἀλλ' ὅμως  οὕτω φανερῶν  ὄντων  τῶν  δεινῶν,  ἐπειδὴ  Ἱερεμίας  ἐλθὼν  εἶπε  πρὸς αὐτοὺς,  ὅτι ἡ πόλις παραδοθήσεται εἰς χεῖρας Χαλδαίων· καίτοι τοῦτο οὐδὲ προφητεία ἦν· οἱ γὰρ ὀφθαλμοὶ αὐτῶν  ἑώρων τὰ συμβησόμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ φανερὰ καὶ πρὸ τῶν ὀφθαλμῶν εἶπεν, οἱ μιαροὶ καὶ ἀναίσθητοι καὶ περὶ τοὺς εὐεργέτας ἀγνώμονες οὕτως ἐμάνησαν, ὡς προδότην αὐτὸν καὶ λυμεῶνα τῆς πόλεως νομίσαι, καὶ εἰπεῖν, ὅτι Ἐκλύει τὰς χεῖρας τοῦ λαοῦ τούτου. Καὶ μὴν ἐστερέου, καὶ μὴν διήγειρε τὴν προθυμίαν αὐτῶν, καὶ πρὸς Θεὸν ἦγε, τὸ ἀῤῥαγὲς καὶ ἀκαταμάχητον αὐτοῖς περιτιθεὶς τεῖχος· ἀλλ' οὐδὲν τούτων ἐννοήσαντες ἐκεῖνοι, ἐκέλευον αὐτὸν ἀναιρεῖσθαι. Τοιαύτας γὰρ τοῖς εὐεργέταις ἀεὶ τὰς ἀμοιβὰς ἀπεδίδοσαν, καὶ τοῦ βασιλέως συγγνόντος, οὐδὲ οὕτως ἐνέδωκαν, ἀλλ' ἐπειδὴ ἀνελεῖν οὐκ ἴσχυσαν. εἰς τὸν τοῦ βορβόρου λάκκον ἐνέβαλον.
δʹ. Εἰ δὲ προσκαίρου αἰχμαλωσίας  ἀκοὴν οὐκ ἤνεγκαν,  πῶς τὴν πρόῤῥησιν τῆς διηνεκοῦς  δουλείας ἔμελλον  εἰσακούειν; Εἰ Ἱερεμίας εἶπεν, ὅτι Ἀπελεύσεσθε εἰς Βαβυλῶνα, καὶ οὐχ ὑπήνεγκαν  ἀκοῦσαι, ἀλλ' ἐτιμωρήσαντο  τὸν εἰπόντα·  εἰ ἤκουσαν τῶν  προφητῶν   εἰπόντων,   ὅτι  Οὐκ εἰς  Βαβυλῶνα,  ἀλλὰ  πανταχοῦ  τῆς  οἰκουμένης διασπαρήσεσθε, καὶ  οὐκέτι  λοιπὸν  ἐπανήξετε,  οὐκ  ἂν  καὶ  τὸ  αἷμα  τῶν  λεγόντων ἐξέπιον; Εἰ δὲ δοκεῖ τοῦτο ἔτι στοχασμὸς εἶναι, φανερὰν ὑμῖν ἀπόδειξιν παρέχω, ὅτι οὐκ ἦν ἀσφαλὲς αὐτοῖς λέγειν  τὰ μέλλοντα,  τὴν ἡμετέραν τιμὴν  λέγω, τὴν ἔκπτωσιν  τὴν ἐκείνων. Στέφανον γὰρ, εἰπέ μοι, τὴν ἀπαρχὴν τῶν μαρτύρων, διὰ τί ἐλίθασαν; οὐ ταῦτα ἐγκαλοῦντες  αὐτῷ  καὶ  λέγοντες,  ὅτι  Ὁ ἀνὴρ  οὗτος  λαλεῖ  βλάσφημα  ῥήματα; Εἶπε, φησὶν, ὅτι Ἰησοῦς καταλύσει τὸν ναὸν τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκε Μωϋσῆς, καὶ διὰ τοῦτο αὐτὸν ἐλίθασαν. Εἰ δὲ τότε οὐκ ἠνείχοντο  ταῦτα ἀκούειν, καὶ ταῦτα τῶν πραγμάτων αὐτοὺς πειθόντων λοιπὸν, πῶς ἂν τῶν προφητῶν ἠνέσχοντο ταῦτα προαναφωνούντων;  Ἤκουσας,  ἀγαπητὲ,  ὅτι  διὰ  τὸν  ναὸν  καὶ  τὴν  μετάθεσιν  τῆς πολιτείας  αὐτὸν ἐλίθασαν· ἄκουσον πῶς καὶ τῷ Χριστῷ τοῦτο προφέρουσιν ἔγκλημα. Εἶπε γὰρ, φησὶν, οὗτος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶδες πῶς πανταχοῦ  ἡ κατάλυσις τοῦ ναοῦ, καὶ ἡ μετά0 θεσις τῆς πολιτείας  τὴν ὀργὴν  αὑτοῖς  ἐνεποίει;  ∆ιὰ  τοῦτο  ἔλεγον  μὲν  οἱ  προφῆται  ταῦτα,  οὐκ  ἔλεγον  δὲ φανερῶς.  ∆ιὰ τοῦτο καὶ Παῦλον ἐβούλοντο  ἀνελεῖν,  ὅτι ἔπειθεν  αὐτοὺς μετατίθεσθαι ἀπὸ τῆς πολιτείας  Πόθεν τοῦτο δῆλον; Θεωρεῖς, φησὶν, ἀδελφὲ,  πόσαι μυριάδες εἰσὶν Ἰουδαίων  τῶν πεπιστευκότων,  καὶ οὗτοι πάντες κατήχηνται  περὶ σοῦ, ὅτι ἀποστασίαν τοῦ νόμου διδάσκεις. Οἱ πιστοὶ οὐκ ἠνείχοντο διδάσκεσθαι ἀποστασίαν τοῦ νόμου· καὶ οἱ οὐδέπω πιστεύσαντες πῶς ἂν ἠνέσχοντο ἀκοῦσαι, ὅτι παυθήσεται ὁ νόμος ποτέ; Ὅτι μὲν οὖν  τοὺς  προφήτας  ἀπέκτειναν   ἂν  οἱ  Ἰουδαῖοι,  εἴ  τι  τοιοῦτον   σαφῶς  προεῖπον, ἐδείξαμεν ἀπὸ τῶν μαρτυριῶν, ἀπό τε τοῦ μακαρίου Ἱερεμίου, καὶ τοῦ πρωτομάρτυρος Στεφάνου,  ἀπ'  αὐτοῦ  τοῦ  Χριστοῦ, καὶ  τοῦ  ἀποστόλου  Παύλου. Πᾶσι γὰρ  τὰ  αὐτὰ ἐγκαλοῦντες,  οὕτως  αὐτοὺς  ἀνεῖλον.  Ὅτι δὲ καὶ αὐτὰ  τὰ βιβλία  κατέκαυσαν  ἂν  τὰ προφητικὰ,  εἰ  συνεῖδον  τὰ  λεγομένα,  καὶ  τοῦτο  παραστῆσαι  πειράσομαι  ἀπό  τινος ἱστορίας, κεκρυμμένης μὲν ὑμῖν, δήλης δὲ ἐσομένης αὐτίκα δὴ μάλα· οὕτω γὰρ αὐτὴν ἀπαγγεῖλαι  πειράσομαι. Τίς οὖν ἡ ἱστορία, ἀκούσατε. Καὶ ἐγένετο  ἐν τῷ τετάρτῳ  ἔτει Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, εἶπε Κύριος πρὸς Ἱερεμίαν· Γράψον πάντας τοὺς λόγους,  οὓς  ἐχρημάτισα  πρὸς  σὲ ἀπὸ  τῆς  ἡμέρας  Ἰωσίου,  ἕως  τῆς  ἡμέρας  ταύτης· τουτέστι, πάντα τὰ κακὰ, ἃ λογίζομαι ποιῆσαι αὐτοῖς. Ὅρα τί φιλάνθρωπος ὁ Θεὸς καὶ κηδεμονικός.  Ἐπειδὴ γὰρ κατὰ μέρος ἀκοῦσαι οὐκ ἠνείχοντο,  Συνάγαγε, φησὶν, αὐτὰ πάντα,  καὶ αὔξησον τὸν  φόβον,  ἵνα  κἂν οὕτω  βελτίους  γένωνται.  Μνημονεύετε  τῆς ὑποσχέσεως·  τὸ  ζητούμενον  ἡμῖν  δεῖξαι,  ὅτι  καὶ  τὰ  βιβλία  ἂν  αὐτὰ  κατέκοψαν,  εἰ ἐνόησαν  τὰ  σήμερον  ἐκβάντα  πάντα.  Ἴσως  ἀκούσονται  κακὰ  δεῖ  γὰρ  ἔχεσθαι  τῆς ἱστορίας, ἃ λογίζομαι  ποιῆσαι αὐτοῖς, καὶ ἀποστραφήσονται  ἀπὸ τῆς ὁδοῦ αὐτῶν  τῆς πονηρᾶς. Ἴσως, ὁ Θεὸς λέγει; ἀγνοεῖ, εἰπέ μοι, τὰ ἐσόμενα; οὐκ οἶδεν εἰ ἀκούσονται, ὁ εἰδὼς πάντα πρὶν γενέσεως, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν;  ᾧ πάντα  γυμνὰ καὶ τετραχηλισμένα  τοῖς ὀφθαλμοῖς  αὐτοῦ; Τίνος δὲ ἕνεκεν ἔλεγεν,  Ἴσως ἀκούσονται;  Καὶ γὰρ  καὶ  ταῦτα  ἀναγκαῖον  ὑμᾶς  μανθάνειν,  διὰ  τοὺς ἐγκαλοῦντας  ἄγνοιαν  τῷ  Μονογενεῖ.  Ἰδοὺ  γὰρ καὶ  ὁ Πατὴρ ἀγνοοῦντος  φθέγγεται ῥήματα· τὸ γὰρ, Ἴσως, ἀγνοοῦντός  ἐστιν· ἀλλ' οὐκ ἀγνοεῖ. Ὁπόταν οὖν καὶ παρὰ τοῦ Υἱοῦ  ἀκούσῃς  τι  τοιοῦτον   λέγοντος,   τὴν  αὐτὴν  κατάδεξαι  ψῆφον.   Υἱὸς γὰρ  ὢν, πανταχοῦ τὸν Πατέρα μιμεῖται. Ἀλλ' οἱ μὲν τῶν ἀγώνων  καιροὶ τούτων ἀναμενέτωσαν, ἵνα μὴ τῆς προκειμένης  ὑποθέσεως ἐκπέσωμεν· εἴπωμεν  δὲ, τίνος ἕνεκεν  λέγει, Ἴσως ἀκούσονται.  Εἰ εἶπεν,  ὅτι  ἀκούσονται,  χωρὶς  τοῦ  Ἴσως, ψευδὲς  ἦν· οὐ γὰρ ἔμελλον ἀκούσεσθαι. Εἰ εἶπε τὸ ἀληθὲς, ὅτι οὐκ ἀκούσονται, περιττῶς ἔπεμπε τὸν προφήτην τοῖς οὐκ  ἀκουσομένοις.  Καὶ οὐ  διὰ  τοῦτο  μόνον,  ἀλλὰ  καὶ  ἵνα  μὴ  ἡ  πρόγνωσις  αὐτοῦ νομισθείη ἀναγκαστική τις εἶναι τῆς παρακοῆς, διὰ τοῦτο ἐπαμ φιβόλως  τέθεικε τὰ ῥήματα, ἵνα μὴ λέγωσί τινες, ὅτι προεῖπεν ὁ Θεὸς, καὶ πάντως  ἔδει γενέσθαι· ὃ καὶ περὶ τοῦ Ἰούδα λέγουσι. Προεῖπε, φησὶν, ὅτι προδότης ἔσται, καὶ διὰ τοῦτο προδότης ἐγένετο.  Ὢ τῆς  ἀνοίας,  ὢ  τῆς  ἀναισχυντίας.  Οὐδὲ γὰρ  ἡ πρόγνωσις,  ἄνθρωπε,  τῆς πονηρίας αἰτία· μὴ γένοιτο. Οὐ γάρ ἐστιν ἀναγκαστικὴ τῶν μελλόντων ἔσεσθαι, ἀλλὰ προγνωστικὴ   μόνον.  Οὐκ  ἐπειδὴ  προεῖπεν   ὁ  Χριστὸς, διὰ  τοῦτο  ἐγένετο   ἐκεῖνος προδότης· ἀλλ' ἐπειδὴ προδότης ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν  ὁ Χριστός. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα λέγωσιν, ὅτι εἶπεν ὅτι οὐκ ἀκούσονται, καὶ ἀπέκλεισεν αὐτοῖς τῆς μετανοίας  τὴν ὁδὸν, προλαβὼν  ἀνέσπασεν αὐτῶν  τὴν πρόφασιν, εἰπὼν  τῷ προφήτῃ, Ἴσως ἀκούσονται.
εʹ. Μνημονεύετε τῆς ὑποσχέσεως· διὰ γὰρ τοῦτο συνεχῶς ὑμᾶς ὑπομιμνήσκω, ἵν' ὅταν ἐπαγάγω τὸ συμπέρασμα, μὴ ἐπιλάθησθε τοῦ ζητηθέντος ἡμῖν ἐν ἀρχῇ κεφαλαίου. Τί  δὲ  ἦν  τοῦτο;  Ὅτι  εἰ  ᾔσθοντο  οἱ  Ἰουδαῖοι,  ὅτι  ἔμελλεν  αὐτοῖς  συμβήσεσθαι τὰ κατειληφότα  αὐτοὺς δεινὰ ταῦτα δὴ λέγω τὰ νῦν κατέχοντα αὐτοὺς, αὐτὰ τὰ βιβλία ἂν κατέκοψαν,  καὶ οὐκ ἂν ἐφείσαντο οὐδὲ τῶν θείων  γραμμάτων. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἔλθωμεν. Ταῦτα ἀκούσας ὁ Ἱερεμίας, καλεῖ τὸν μαθητὴν αὐτοῦ Βαροὺχ υἱὸν Νηρίου, καὶ λέγει  πρὸς αὐτόν·  Γράψον εἰς βιβλίον  πάντα  τὰ μέλλοντα  αὐτοῖς  ἔσεσθαι δεινά.  Τί γέγονε; σὺ ἐπετάγης παρὰ τοῦ Θεοῦ, καὶ τὸν μαθητὴν πέμπεις; ἆρα μὴ δειλιᾷς; ἆρα μὴ ἀγωνιᾷς; ἆρα μὴ δέδοικας; εἰ σὺ δέδοικας, πῶς ὁ μαθητὴς τολμήσει; Ἀλλ' οὐδὲν τούτων· πρόσκειται γὰρ ἡ αἰτία· εἰπὼν γὰρ, Γράψον καὶ ἀνάγνωθι, ἐπήγαγεν· Ἐγὼ γὰρ κατέχομαι ἐν  τῇ  φυλακῇ.  Ὢ μεγαλοψυχίας.   Ἐν  τῷ  δεσμωτηρίῳ  ἦν,  καὶ  τῆς  προφητείας  οὐκ ἀφίστατο. Προσέχωμεν τῇ ἀνδρείᾳ τοῦ δικαίου, καὶ τῇ τῆς διανοίας φιλοσοφίᾳ. Οὐκ εἶπε πρὸς  ἑαυτόν·  Τοσαῦτά  μοι  δεινὰ  συμβέβηκε  διὰ  τὴν  παῤῥησίαν  ταύτην·  μυρίους ἀνήλωσα  λόγους,  καὶ οὐδὲν  ὤνησα,  οὐδὲ ἐγένετό  μοί τι πλέον,  ἀλλ' ἢ τὸ δεδέσθαι μόνον· καὶ οὔπω με τῶν δεσμῶν ἀπέλυσεν ὁ Θεὸς, καὶ πάλιν πέμπει με πρὸς τοὺς θῆρας ἐκείνους;  Οὐδὲν τούτων  οὐκ  εἶπεν,  οὐδὲ  ἐνενόησεν·  ἀλλ'  ἓν  μόνον  ἐσκόπει,  ὅπως ἀνυσθῇ τὸ ἐπίταγμα  τοῦ ∆εσπότου· καὶ ἐπεὶ δι' ἑαυτοῦ οὐκ ἴσχυσε, διὰ τοῦ μαθητοῦ κατεσκεύασεν αὐτό. Ἀνάγνωθι  γὰρ, φησὶν, αὐτοῖς, καὶ εἰπὲ πάντα  τὰ κακά. Ἐγὼ γὰρ κατέχομαι  ἐν  τῇ  φυλακῇ.  Καὶ ἔλεγεν  Ἱερεμίας,  καὶ  ἔγραφεν  ὁ  Βαροὺχ ἐν  βιβλίῳ. Νηστείας καιρὸς ἦν, ὅτε ταῦτα ἐγίνετο·  ἑορτὴ ἐφειστήκει,  πάντας  καλοῦσα πρὸς τὴν μητρόπολιν·   ἔδει   γὰρ   κοινὸν   γενέσθαι   τὸν   σύλλογον,   ἐπειδὴ   περὶ   ἀναγκαίων πραγμάτων  ἔμελλεν  ἡ ἐκκλησία ἔσεσθαι. Εἰσῆλθε πρὸς τοὺς ἄρχοντας  ὁ Βαροὺχ, καὶ ἀνέγνω εἰς τὰ ὦτα τῶν ἀρχόντων  πάντας τοὺς λόγους τούτους· καὶ εἶπε καὶ τὴν αἰτίαν· Ἴσως γὰρ, φησὶ, πεσεῖται τὸ ἔλεος  ὑμῶν  ἐνώπιον  Κυρίου· ἵνα  μὴ νομίσωσιν  ὅτι ὡς κατήγορος   ἔλεγεν,   ἀλλὰ   μαθόντες   ὅτι  θεραπεῦσαι  αὐτοὺς  ἀφῖκται,   ἐπιεικέστεροι γένωνται.  Τί οὖν ἐκεῖνοι; ∆έον χάριτας  ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν,  ἀλλ' ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν  τῷ  βιβλίῳ,  καὶ τὸ βιβλίον  ἀπέθεντο  ἐν  τῷ  οἴκῳ  Ἐλισαμᾶ. Καὶ πέμψας,  φησὶν,  ὁ βασιλεὺς  τὸν  Ἰουδὴν,  ἕνα  τινὰ  τῶν  παρεστηκότων  αὐτῷ,  ἐκέλευσε  κομισθῆναι  τὸ βιβλίον.  Καὶ ἐκάθητο  ὁ βασιλεὺς  ἐν  οἴκῳ  χειμερινῷ·  μὴν  γὰρ ἔννατος  ἦν, τουτέστι Νοέμβριος· ἔννατον  ἀπὸ  τοῦ  Ξανθικοῦ  ἀριθμῶν  λέγει·  δεῖ  γὰρ  καὶ  ταῦτα  ἀκριβῶς εἰδέναι.  Εἰ γὰρ ἀπὸ τοῦ ∆ίου ἠρίθμει,  οὐκ ἔμελλεν  ἔσεσθαι τότε  χειμών.  Τίνος οὖν ἕνεκεν  καὶ  τοῦτο  πρόσκειται;  Ἐκ τῶν  μετὰ  ταῦτα  εἴσῃ  σαφῶς.  Καὶ ἐσχάρα  πυρὸς ἔμπροσθεν αὐτοῦ· ἀνθρακιὰ, φησὶ, διότι ψῦχος ἦν. Ὁρᾶτε πῶς οὐδὲν παραλιμπάνεται  τῇ θείᾳ Γραφῇ; Καὶ ἀνθρακιὰ  πυρὸς ἔμπροσθεν αὐτοῦ· καὶ περιεστήκεισαν  οἱ σατράπαι· ἐκομίσθη  τὸ  βιβλίον   μυρίων  γέμον  καλῶν   ἡ  γὰρ  τῶν  κακῶν  προφητεία   κακῶν ἀναίρεσις ἦν, καὶ ἀνεγινώσκετο.  Μνημονεύετέ μοι, παρακαλῶ, τῆς ὑποσχέσεως. Καὶ ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν  τὴν σμίλην ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε  τὸ βιβλίον  ἅπαν. Εἶδες πῶς  οὐ φείδονται  οὐδὲ τῶν βιβλίων; πῶς οὐδὲ τῶν γραμμάτων τῶν θείων ἀπέχονται; Ἐπειδὴ αἰχμαλωσίαν  εἶχε τῆς Ἱερουσαλὴμ,  κατέκοψε·  καὶ  οὐχ  εὑρὼν  τὸν  προφήτην,  εἰς  τὰ  γράμματα  τὴν  ὀργὴν ἀφῆκεν.  Ὁ τοίνυν  τοῖς ἀψύχοις  οὕτω πολεμῶν,  εἰ τὸν ψυχὴν  ἔχοντα  εὗρε, τί οὐκ ἂν εἰργάσατο;   Καθάπερ   γὰρ   τὰ   χαλεπὰ    τῶν    θηρίων,    ἐπειδὰν    ἐπιλάβωνται   τῶν πυκτευόντων  αὐτοῖς, εἶτα ἐκεῖνοι διαφύγωσι καταλιπόντες  ἐν τῷ στόματι τῶν θηρίων ἃ περίκεινται  δέρματα, λοιπὸν  αὐτὰ περιτρώγουσι  παραμυθούμενα  τὸν θυμόν· οὕτω δὴ καὶ  ὁ  βασιλεὺς  ἐποίησεν.  Οὐχ  εὗρε  τὸν  ἔχοντα  τὸ  βιβλίον,  καὶ  αὐτὸ  τὸ  βιβλίον κατέκοψε· καὶ οὐ κατέκοψε μόνον, ἀλλὰ καὶ ἐνέβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἵνα μηδὲ λείψανον  μείνῃ τῶν γραμμάτων ἐκείνων. Ἀλλ' οὐδέπω πᾶσαν ἔγνωτε αὐτοῦ τὴν μανίαν· εἴσεσθε δὲ σαφῶς, ἐὰν μετὰ ἀκριβείας τῷ διηγήματι  προσέχητε. Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς  τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν· ἀλλ' Ἐν τῷ ἀναγινώσκειν  αὐτὸν τρεῖς σελίδας ἢ τέσσαρας, ἐξέτεμεν αὐτό. Οὐκ ἀνέμεινεν οὐδὲ τὸ τέλος τῆς ἀναγνώσεως, ἀλλ' ἐξ αὐτῶν τῶν προοιμίων εὐθέως ἐξηγριώθη. ∆ιὰ ταῦτα οὐκ ἦν ἀσφαλὲς τοῖς προφήταις Ἰουδαίοις  λέγειν  μετὰ  σαφηνείας  πάντα  τὰ  ἐσόμενα  δεινά.  Εἰ γὰρ  πρόσκαιρον  οὐκ ἤνεγκεν  αἰχμαλωσίαν  ἀκοῦσαι, τὴν διηνεκῆ  πῶς ἂν ὑπέμεινε  μαθεῖν; Καὶ οὐδὲ μέχρι τούτου ἔστη ὁ βασιλεύς· ἀλλ' ἔπεμψε, φησὶ, ζητεῖν πανταχοῦ  τὸν προφήτην,  ἀλλ' οὐχ εὗρεν αὐτόν· ἔκρυψε γὰρ αὐτὸν ὁ Θεός. Ἐκεῖνον μὲν τόπῳ τότε ἔκρυψε, τοὺς δὲ ἄλλους προφήτας τῇ ἀσαφείᾳ τῶν λεγομένων.


ςʹ. Οὐκ ἀπὸ  τούτων  δὲ  μόνον  ἡμῖν  ἔσται  φανερὸν,  ὅτι  τολμηρὸν  ἦν  παρὰ Ἰουδαίοις καὶ ψυχῆς ῥιψοκινδύνου,  τὴν ἐσομένην τοῖς ἔθνεσι τιμὴν καὶ δόξαν, καὶ τὴν διαδεξομένην  ἐκείνους ἀτιμίαν λέγειν, ἀλλὰ καὶ ἐκ τῶν Παύλου ῥημάτων. Οὗτος γοῦν ἰδών τινα προφήτην  μικρὸν παρανοίξαντά  τι τῆς προῤῥήσεως ταύτης, καὶ σαφέστερον τῶν ἄλλων  εἰπόντα, καὶ τὰ ἡμέτερα  ἀγαθὰ, καὶ τὰ ἐκείνων  κακὰ, ἐξεπλάγη καὶ ἐθαύμασε τῆς τόλμης αὐτὸν, οὕτως εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Καίτοι, εἰ μὴ κίνδυνος  ἐκ τῆς προῤῥήσεως ἠκολούθει, τίνος  ἕνεκεν  εἶπε  Παῦλος,  Ἡσαΐας  δὲ  ἀποτολμᾷ,  καὶ  λέγει·  Εὑρέθην  τοῖς  ἐμὲ  μὴ ζητοῦσιν; Μεγίστη ὄντως κατηγορία Ἰουδαίων. Οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπέτυχον·  οἱ μὴ ἀκούσαντες  ἐπίστευσαν,  καὶ οἱ ἀκούσαντες  ἐσταύρωσαν. ∆ιὰ ταῦτα τολμητὴν  ἐκάλεσε  τὸν  Ἡσαΐαν.  Καὶ γὰρ  ὄντως  μεγίστης  τόλμης  ἦν,  ἐν  μέσῳ  τῶν κατηγορουμένων  ἑστῶτα,  ἀφειδῶς  ποιεῖσθαι  τὰς  κατηγορίας,  καὶ  ἐκείνους  μὲν  τῆς τιμῆς φανερῶς ἐκβάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις  δόξαν.  Τὸ δικαστήριον  τῶν  ἀκουόντων  κατηγόρους  εἶχε  πάντας.  Τίς δὲ ἐν δικασταῖς ἐχθροῖς διαφεύγειν  δύναται κίνδυνον; ∆ιὰ τοῦτο, φησὶν, Ἀποτολμᾷ καὶ λέγει. Ἀλλ' ἔτι  τοῦτο  ὑμῖν  σαφέστερον ἀποδεῖξαι  βούλομαι.  ∆ιὰ τοῦτο  περὶ  Ἰουδαίων  καὶ ἡμῶν  ἀσαφῶς  ἐν  ταῖς  Γραφαῖς εἴρηται,  ἵνα  μὴ πρὸ καιροῦ  συνῶσι τῶν  λεγομένων Ἰουδαῖοι.  Καὶ τούτου  παράγω  μάρτυρα τὸν  μεγαλοφωνότατον Παῦλον, τὸν  ἄνωθεν φθεγγόμενον,  τὴν σάλπιγγα  τῶν  οὐρανῶν,  τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον  ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ. Τοῦτον ὑμῖν παράγω μάρτυρα φανερῶς  λέγοντα,  ὅτι διὰ τοῦτο συνεσκίασταί τινα τῶν ἐν τῇ Παλαιᾷ, οὐχὶ πάντα. Εἰ γὰρ πάντα ἀσαφῆ ἔμελλεν εἶναι, περιττῶς εἴρητο τοῖς τότε. Αἱ γὰρ προφητεῖαι ἔχουσι καὶ πολέμους προσκαίρους τοὺς τότε, καὶ λοιμοὺς, καὶ  λιμούς·  ἔχουσι  δὲ  καὶ  τὰ  σήμερον  ἐκβάντα,  τῆς  Ἐκκλησίας  τὴν  κλῆσιν,  τῆς συναγωγῆς  τὴν ἀποβολὴν, τοῦ νόμου τὴν κατάργησιν. Ταῦτα δὲ οὐκ ἐβούλετο αὐτοὺς εἰδέναι· ἐκεῖνα  δὲ ἤθελε τὰ ἐν τοῖς καιροῖς συμβαίνοντα  τοῖς αὐτῶν. Καὶ τοῦτο αὐτὸ ἀποδεῖξαι πειράσομαι· ὅτι ταῦτα μόνα ἀσαφῆ ἐποίησε γενέσθαι, τὰ περὶ ἡμῶν καὶ τῆς συναγωγῆς, τὰ νῦν ἐκβάντα, καὶ τὴν τοῦ νόμου κατάργησιν· τοῦτο δὲ αὐτοὺς οὐκ ἔδει εἰδέναι  ἐκ τότε. Εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθον, ὅτι πρόσκαιρος ὁ νόμος, πάντως  ἂν αὐτοῦ κατεφρόνησαν· διὰ τοῦτο αὐτὸν συνεσκίασε μόνον. Ὅτι γὰρ οὐ πᾶσα προφητεία ἀσαφὴς ἦν, ἀλλὰ  τοῦτο μόνον  περιέσταλτο τὸ μέρος, ἄκουσον τοῦ Παύλου σαφῶς ἀμφότερα ταῦτα ἡμῖν ἐνδεικνυμένου,  καὶ ὅτι συνεσκίαστο ὁ νόμος, καὶ ὅτι κατὰ τοῦτο μόνον τὸ μέρος. Κορινθίοις γὰρ ἐπιστέλλων,  οὕτω  πώς  φησιν·  Ἔχοντες  οὖν  τοιαύτην  ἐλπίδα, πολλῇ  παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει  κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ,  ὥστε μὴ ἀτενίσαι  τοὺς  υἱοὺς  Ἰσραὴλ εἰς  τὸ τέλος  τοῦ  καταργουμένου,  ἀλλ' ἐπωρώθη  τὰ  νοήματα  αὐτῶν.  Ἄχρι  γὰρ  σήμερον  κάλυμμα  ἐπὶ  τῇ  ἀναγνώσει   τῆς Παλαιᾶς  ∆ιαθήκης  μένει,  μὴ  ἀνακαλυπτόμενον,  ὅτι  ἐν  Χριστῷ  καταργεῖται.  Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον  αὐτὸ ποιῆσαι σαφέστερον, τῆς ἱστορίας αὐτῆς ὑμᾶς  ἀναμνήσας.  Ἐπειδὴ  γὰρ λαβὼν  τὰς  πλάκας  ἐν  τῷ  ὄρει ἔμελλε  καταβαίνειν  ὁ Μωϋσῆς, δόξα  τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι. Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι. Καὶ τῷ δήμῳ μὲν ὁμιλῶν  εἶχε τὸ κάλυμμα, πρὸς δὲ τὸν  Θεὸν  ἐπιστρέφων   ἀπετίθει  τοῦτο  πάλιν.  Τοῦτο  δὲ  συνέβαινεν,  ὁμοῦ  μὲν  ἵνα ἀξιόπιστος ὁ νομοθέτης  φαίνηται  τοῖς μέλλουσι  τὸν δι' αὐτοῦ κομιζόμενον  δέχεσθαι νόμον, ὁμοῦ δὲ ἵνα καὶ ὁ τῆς ἀληθείας ἐν αὐτῷ προδιαγραφῇ τύπος, καὶ διαγραφῇ τῆς κατὰ  Χριστὸν οἰκονομίας  ἄνωθεν  ἡ αἰτία.  Ἐπειδὴ γὰρ ἔμελλόν  τινες  λέγειν.  Τίνος ἕνεκεν οὐ γυμνῇ τῇ θεότητι παρεγένετο ὁ Χριστὸς, ἀλλὰ σάρκα περιεβάλ[λ]ετο; ἄνωθεν διὰ τῆς ὄψεως τοῦ δούλου πᾶσι τούτοις ἀπελογήσατο. Εἰ γὰρ τὴν τοῦ δούλου δόξαν οὐκ ἤνεγκαν  ἰδεῖν τὴν ἐπιγενομένην ὕστερον Ἰουδαῖοι, πῶς ἂν γυμνὴν  τὴν θεότητα μετὰ ταῦτα ἰδεῖν ὑπέμειναν;

ζʹ. Οὐ τοῦτο δὲ μόνον τὸ κάλυμμα ἡμῖν ἐνδείκνυται  ἐκεῖνο, ἀλλ' ὅτι καὶ ταῦτα πάσχουσιν  οἱ Ἰουδαῖοι  ἐπὶ τοῦ νόμου,  ἅπερ ἔπασχον  ἐπὶ τῆς ὄψεως  Μωϋσέως τότε. Καθάπερ γὰρ οὐχ ἑώρων  τῆς ὄψεως  τοῦ νομοθέτου  τὴν  δόξαν, τοῦ παραπετάσματος ἐκείνου παρεμβεβλημένου μέσον, οὕτως οὐδὲ τὴν νόμου δόξαν δύνανται  νῦν κατιδεῖν. Τοῦτο δὲ καὶ πρὸς αἱρετικοὺς ἀναγκαῖον ἡμῖν. Καὶ γὰρ νομίσαντες κατηγορίαν εἶναι τοῦ νόμου τὰ εἰρημένα, κατεδέξαντο τῆς Ἐπιστολῆς τὸ χωρίον τοῦτο· καὶ ἐπειδὴ ἤκουσαν, ὅτι κάλυμμα ἔχει ὁ νόμος, καὶ ὅτι καταργεῖται, νομίσαντες εἶναι διαβολὴν, ἀφῆκαν  τὰ γράμματα, ἵνα τοῖς οἰκείοις ἁλῶσιν ἐπιχειρήμασιν. Αὐτὸ γὰρ τοῦτο δείκνυσι μέγαν ὄντα τὸν  νόμον.  Ὥσπερ γὰρ τότε  οὐκ ἦν  κατηγορία  Μωϋσέως τὸ κάλυμμα  ἔχειν  ἐπὶ τῆς ὄψεως,  ἀλλ' ἀσθένεια  τῶν  Ἰουδαίων,  Μωϋσέως  δὲ  καὶ  ἐγκώμιον  μέγιστον  ἦν,  ὅτι τοιαύτην εἶχεν ἐπὶ τῆς ὄψεως δόξαν, ὡς καὶ παραπετάσματος δεηθῆναι πρὸς τοὺς ὁμοδούλους· οὕτω καὶ ἐπὶ τοῦ νόμου συνέβη. Εἰ γὰρ μὴ δόξαν εἶχεν ἀπρόσιτον ὁ νόμος, οὐκ ἂν  ἐδεήθη  καλύμματος.  Ὅταν οὖν  λέγῃ,  ὅτι Κάλυμμα ἐπὶ τῆς  ἀναγνώσεως  τῆς Παλαιᾶς ∆ιαθήκης  μένει,  τὴν  ἀσάφειαν  αὐτοῦ  φησιν·  ὅταν  δὲ λέγῃ,  Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται,  τὸ μέρος, ὅπερ ἐστὶν ἀσαφὲς, ὁ νόμος ἡμῖν  ἐπέδειξεν.  Οὐ γὰρ ἐκεῖνο  ἀσαφὲς  ἦν  τοῦ  νόμου  τὸ  μέρος, ὅπερ εἰς  βίον  ἡμῖν συνετέλει  καὶ πολιτείαν· ἐπεὶ  περιττῶς  ἂν  ἐδόθη· ἀλλ' ἐκεῖνα  μόνα  συνεσκίαστο τὰ μέρη, δι' ὧν ἐδυνάμεθα μαθεῖν, ὅτι διὰ τοῦ Χριστοῦ καταργεῖται. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἔργον, τὸ τὸν νόμον αὐτὸν εἰσαγαγεῖν λέγοντα περὶ αὐτοῦ, ὅτι Χριστὸς ἐλθὼν  αὐτὸν καταργήσει, καὶ ὅτι ἐν αὐτῷ παυθήσεται. Αὐτὸ οὖν τοῦτο τὸ μέρος τοῦ νόμου τὸ λέγον, ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος, τοῦτο ἀσαφὲς μόνον ἦν. Καὶ τοῦτο αὐτὸ   δηλῶν   ὁ  μέγας   Παῦλος,  ἐπήγαγε·  Μὴ  ἀνακαλυπτόμενον,  ὅτι   ἐν   Χριστῷ καταργεῖται. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης  μένει, ὅλην αὐτὴν ἀσαφῆ καὶ συνεσκιασμένην εἶναι νομίσῃς, τῇ ἐπαγωγῇ ταύτην διώρθωσε τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, ἐπήγαγε, Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τοῦτο αὐτὸ, φησὶν, οὐκ  ἀνεκαλύφθη,  ὅτι  μέλλει  ἐν  Χριστῷ καταργεῖσθαι·  οὐκ  ἀνεκαλύφθη  δὲ τοῖς  μὴ προσελθοῦσι  τῇ  πίστει·  ὡς  ὅ γε  προσελθὼν,  καὶ  τῆς  τοῦ  ἁγίου  Πνεύματος  χάριτος ἀπολαύσας, οὐκέτι μετὰ παραπετάσματος βλέπει τὸν νόμον, ἀλλὰ γυμνὴν αὐτοῦ καθορᾷ τὴν δόξαν. ∆όξα δὲ νόμου, τὸ δυνηθῆναι  διδάξαι, ὅτι ἐν Χριστῷ καταργεῖται,  ἵνα καὶ τοῦτο μάθῃς. Εἶδες τοῦ νόμου τὴν δόξαν; ∆όξα δέ ἐστιν ἀληθὴς ἐκείνου, ὅταν σε πρὸς τὸν  Χριστὸν  παιδαγωγῆσαι  δυνηθῇ·  παιδαγωγεῖ   δὲ,  ἐπειδὰν  δείξῃ  αὐτὸν καταργούμενον.  Ὥστε καὶ ἐντεῦθεν  καιρία  τοῖς  αἱρετικοῖς  ἡ πληγὴ  γέγονεν.  Εἰ γὰρ ἐναντίος  ἦν ὁ νόμος καὶ πολέμιος  τοῦ Χριστοῦ, καὶ μὴ παρ' ἐκείνου  δοθεὶς, οὐκ ἔδει Παῦλον δόξαν αὐτοῦ καλέσαι, τῷ δυνηθῆναι  παιδεῦσαι τοὺς προσιόντας αὐτῷ, ὅτι διὰ Χριστοῦ καταρκεῖται.  Εἰ πονηρὸς  ἦν  ὁ  νόμος  πάλιν,  οὐκ  ἔδει  τὸ  κάλυμμα  αὐτοῦ ἀφαιρεθῆναι,  ἀλλὰ μένειν αὐτὸν καὶ μετὰ τὴν χάριν συνεσκιασμένον. Εἰ δὲ τοῦτο τῆς χάριτος  ἔργον,  τὸ  διορατικωτέρους   ποιεῖν   τοὺς  προσιόντας  πρὸς  τὴν  τοῦ  νόμου κατάληψιν,  ὥστε ἐκεῖθεν  τὰς ἀρχὰς καὶ τὰς ἀφορμὰς πάσας λαμβάνειν  τῆς πρὸς τὸν Χριστὸν πίστεως· τί μεῖζον τούτου τεκμήριον τῆς τοῦ νόμου συγγενείας  τῆς πρὸς τὴν χάριν  εἴποι  τις  ἂν,  ἀλλ'  ἢ  ὅταν  μὲν  Χριστὸς ἀνοίγῃ  τοὺς  ὀφθαλμοὺς   τῶν  αὐτῷ προσιόντων,  ὥστε δυνηθῆναι  κατιδεῖν  τοῦ νόμου τὴν ἀγωγὴν,  ἐκείνη δὲ φανεῖσα καὶ γενομένη  δήλη, παραπέμψαι  μετὰ πολλῆς  τῆς εὐκολίας  δυνήσεται  τοὺς συνιέντας  τὰ Χριστοῦ; Ταῦτα γὰρ οὔτε τὸν Χριστὸν τῷ νόμῳ μαχόμενον  δείκνυσιν, οὔτε τὸν νόμον πολεμοῦντα  τῷ  Ἰησοῦ, ἀλλὰ  τοὐναντίον  ἅπαν,  τὸν  μὲν  προοδοποιοῦντα  τῇ μεγάλῃ ταύτῃ φιλοσοφίᾳ, τὸν δὲ ἐκεῖθεν αὐτοὺς παραλαμβάνοντα καὶ πρὸς ἄκραν ἄγοντα κορυφήν.  Ὑπὲρ δὲ τούτων  ἁπάντων  εὐχαριστήσωμεν  τῷ φιλανθρώπῳ Θεῷ, τῷ κατὰ τὸν προσήκοντα καιρὸν ἕκαστα οἰκονομοῦντι,  καὶ πολυτρόπως τὴν ἡμετέραν πραγματευομένῳ  σωτηρίαν, καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ τῆς τοσαύτης προνοίας ἀξίαν  κατὰ  δύναμιν  ἐπιδειξώμεθα  πολιτείαν,  ἵνα  καὶ  τῶν  μελλόντων  ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |