ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.




Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει. Τότε καὶ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες βουνόμοι τε καὶ ποιμένες, τῶν καλυβῶν ὑπεξελθόντες, τῷ τοῦ ἀέρος κάλλει τὰς ὄψεις μεταῤῥυθμίζουσι, καὶ ταῖς τῶν καλλιφώνων ὀρνέων κλάγγεσι πολυφθόγγοις δόναξιν ἀντίμιμα λυρῳδοῦντες, τὰς τῶν ἀλόγων προβάτων αἰσθήσεις ἡδύνοντες, ἐπὶ τὴν πόαν τοὺς ἄρνας πράῳ τῷ βήματι φέρουσι. Τότε καὶ γεωργὸς, τὴν δρεπάνην ἐν τῇ σκηνῇ θήξας παρὰ τὴν πέτραν, ἐπὶ τὸν ἀμπελῶνα πορεύεται κεῖραι τῆς ἀμπέλου τὸ ἄγονον κλῆμα. Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντεςνώτοις, ἀφόβως ἐφίπτανται.


 Καὶ ἁπαξαπλῶς, ἵνα μὴ ἐν τῷ προλόγῳ μηκύνω τὸν λόγον, πᾶσα τέχνη, καὶ πᾶν ἐπιτήδευμα πρὸς τὴν χρείαν τῆς ζωῆς τοῖς ἀνθρώποις πεποιημένον, τοῦ γαληνοῦ ἀέρος ἐκλάμψαντος, ἀκώλυτον ἔχει τὴν κίνησιν πρὸς τὴν τῆς ἐργασίας ὁρμήν. ∆εῦρο τοίνυν, ἐπειδὴ καὶ ἡμῖν τὸ οὐράνιον ἔαρ Χριστὸς ἐκ παρθενικῶν λαγόνων ἀνέτειλε, καὶ τὰς ψυχρὰς καὶ ζαλώδεις ὁμίχλας τοῦ διαβόλου διεσκέδασε, καὶ τὰς καθευδούσας τῶν ἀνθρώπων καρδίας ταῖς θεϊκαῖς αὐτοῦ ἀκτῖσινἐκ τοῦ καπνοῦ τῆς ἀγνωσίας διύπνισεν, ἐπὶ τὴν οὐράνιον καὶ μακαρίαν δόξαν τὸν νοῦν ἡμῶν παροξύνωμεν. Ἀλλ' ἱστᾷ μου τὸν δρόμον τῆς γλώττης ἡ Χριστοῦ γέννα, θεότηταἀπαστράπτουσα, καὶ πρὸς ἑαυτὴν ἐπισπᾶται. Ὅταν γὰρ ὑπ' ὄψιν ἑαυτοῦ ἀγάγω τὸ βρέφος τὸ ἐκ τῆς Παρθένου τεχθὲν, καὶ τὴν παρθένον ἄνευ ἀνδρὸς, καὶ μετὰ τόκον παρθένον τυγχάνουσαν, πολυπραγμονῶ τὸ ἔργον, καὶ μὴ εὑρίσκων τὸν τρόπον, τῇ πίστει σφραγίζω τὸ πρᾶγμα. Πῶς γὰρ οὐκ ἔστι θαυμαστὸν ἀληθῶς καὶ πᾶσαν ὑπερβαῖνον ἔννοιαν, τὸ παρθένον γεννῆσαι, καὶ παρθένον εὑρεθῆναι μετὰ τὸν τόκον; Καὶ ὅτι ἐγέννησε, τὸ κυηθὲν βρέφος ἤλεγχε· καὶ ὅτι μετὰ τὴν κύησιν παρθένος ἐτύγχανεν, ἡ οἰκεία αὐτῆς τοῦ σώματος φύσις ἐδίδασκεν. Ἴδε οὖν μυστήριον ὁρατὸν καὶ ἀόρατον, κρατούμενον καὶ μὴ κρατούμενον, ψηλαφώμενον καὶ μὴ εὑρισκόμενον. Τίς γὰρ οὐχ ἑώρα καὶ ἐκράτει καὶ τὸ βρέφος καὶ τὴν μητέρα; τίς δὲ ὁρῶν τὴν μητέρα παρθένον, καὶ τὸ βρέφος παρθένου τέκνον, τὸ μυστήριον πολυπραγμονῶν ἐξευρίσκει; Ὢ μυστηρίου ἀληθῶς ἐπουρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου! Τοιοῦτος γὰρ ἦν, καὶ ὁ γεννηθεὶς Χριστὸς σήμερον, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος κατὰ τὴν τῆς ἀνθρωπότητος σχέσιν, ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα, κρατούμενος κατὰ τὴν σάρκα, ἀκράτητος κατὰ τὸν Λόγον.Ἀλλὰ Χριστὸς μὲν Θεὸς ὢν παντοδύναμος. ὡς ἐβούλετο, τῷ ἰδίῳ κόσμῳ τεχθεὶς ἐπεφάνη· ἐκπλήττει δέ μου πλεῖον τὸν νοῦν ἡ τῆς Παρθένου ὠδὶν, ὅτι Παρθένος οὐκ ἐξ οὐρανοῦ κατελθοῦσα, ἀλλ' ἐκ σπέρματος ∆αυῒδ ὁρωμένη, οὐκ ἐκ πνεύματος τυγχάνουσα, ἀλλ' ἐκ σώματος καὶ ψυχῆς συνιστῶσα, ἐν γαστρὶ ἐλάμβανε; καὶ ὁ ὄγκος τῆς γαστρὸς κατηγόρει τοῦ πράγματος, καὶ ὁ τοῦ ἔνδοθεν βρέφους σπορεὺς οὐκ ἐφαίνετο. Οὐρανὸν γὰρ κατοικεῖ, καὶ τὸ βρέφος ἐν τῇ παρθενικῇ νηδύϊ μυστικῶς ἐτελεσιούργησε. ∆ιὰ τῆς φύσεως ἐτίκτετο, καὶ αἱ μαῖαι ἐψηλάφων καὶ τὴν γεννῶσαν φύσιν καὶ τὸ βρέφος, καὶ τὴν φθορὰν, ὡς ἐπ' ἄλλων γυναικῶν, οὐχ εὕρισκον· Θεὸς γὰρ ἦν ὁ δι' αὐτῆς προερχόμενος. Ὦ βάτε, ἢν εἶδε Μωϋσῆς ἐν τῷ ὄρει καιομένην, καὶ μὴ κατακαιομένην! Παρθένε Μαρία, γεννῶσα καὶ μὴ φθειρομένη· ὦ λίθε, ὃν εἶδε ∆ανιὴλ ἀπὸ ὄρους τεμνόμενον ἄνευ χειρὸς ἀνθρωπίνης! ὦ παρθένου βρέφους παρθένε μῆτερ, καὶ τέκνον ἱερὸν μητρὸς ἀνυμφεύτου! Ποῦ οἱ φιλοπράγμονες; λεγέτωσαν ἡμῖν, πῶς ἡ Παρθένος ἄνευ ἀνδρὸς ἐγέννησε βρέφος, καὶ γεννήσασα οὐκ ἐφθάρη.Εἰ δὲ ἀνεξερεύνητος ὁ τρόπος, ἐπειδὴ ἐκ Πνεύματος ὁ γόνος, πολλῷ μᾶλλον ἀνεξιχνίαστος ἡ ἐκ Πατρὸς τοῦ Λόγου ἄφραστος γέννησις. Ἀλλὰ σὺ μὲν πιστεύεις, ἐπιτηρεῖς δὲ ὅτι γεννήσασα οὐκ ἐφθάρη· ἀλλὰ Θεοῦ κατηγορεῖς λέγων· Εἰ δὲ ὁ ἄφθαρτος Πατὴρ γεννήσας τὸν Υἱὸν αὑτοῦ κατὰ τὴν σὴν ἄνοιαν ἐφθάρη, πολλῷ μᾶλλον ἡ φθαρτῆς φύσεως οὖσα Παρθένος γεννήσασα ἂν ἐφθάρη. Εἰ δὲ σὺ αὐτὸς μαρτυρεῖς τὴν Παρθένον γεννήσασαν μὴ φθαρῆναι, πολλῷ μᾶλλον πίστευε τὸν ἄφθαρτον Πατέρα γεννήσαντα τὸν ἄφθαρτον Υἱὸν μὴ φθαρῆναι. Ἀλλ' ἐάσαντες τοὺς ματαιολόγους, ἐπὶ τοὺς θεολόγους κήρυκας ἀναδράμωμεν. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἀναγκαίως ὁ εὐαγγελιστὴς σημειοῦται καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἵν' ὁ ἀπιστῶν τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος, ζητήσας τὸν τόπον καὶ τὸν χρόνον, εὕρῃ τῆς ἀληθείας τὸ πρᾶγμα. Τὸν μὲν γὰρ χρόνον, ἐκ τῆς Ἡρώδου ἀρχῆς τοῖς χρονογράφοις ἐγκύψας, τὸν δὲ τόπον, ἐκ τῆς κατὰ τὴν Βηθλεὲμ σημασίας ζητήσας εὑρήσει. Εἰ γὰρ ἐν τοῖς κοσμικοῖς συμβολαίοις καὶ ὕπατοι γράφονται, καὶ μῆνες ἀριθμοῦνται, καὶ ἡμέραι δηλοῦνται, καὶ πόλεις περιτυποῦνται ὑπὲρ ἀκριβείας τῶν λεγομένων· πόσῳ μᾶλλον δεῖ, τῆς τοῦ κόσμου παντὸς σωτηρίας τεχθείσης, καὶ τοῖς εἰς ὕστερον γνωσθῆναι τοῦτόπου καὶ τοῦ καιροῦ τὴν ἀκρίβειαν! Καὶ Ματθαῖος μὲν τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ οὕτω διηγεῖται· Λουκᾶς δὲ ὑπὲρ τῆς τῶν χρόνων ἀκριβείας προστίθησι καὶ τὴν τότε πρῶτον γεγονυῖαν ἀπογραφήν. Λέγει γὰρ οὕτως· Ἐν ἔτει τεσσαρακοστῷπρώτῳ ἐπὶ Καίσαρος Αὐγούστου, Ἐξῆλθε δόγμα ἀπὸ Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ, γυναικὶ οὔσῃ ἐγκύῳ. Σημειοῦται δὲ Λουκᾶς τὴν πρώτην γεγονυῖαν ἀπογραφὴν, ὁμοῦ μὲν καὶ τὸν χρόνον ἀκριβάζων, καὶ μυστήριον μέγιστον ἐκ τοῦ ἐμφανοῦς ἀφανὲς ὑπεκφαίνων. Λέγει γὰρ πρώτην καὶ βιαίαν ἀπογραφὴν, τὸ γεγενῆσθαι τὸν ἄνθρωπον. Χριστοῦ γὰρ γεννηθέντος, καὶ σαρκὸς λοιπὸν θεοποιουμένης, καὶ διαβόλου ἐκβαλλομένου, καὶ θανάτου λυομένου, ἔδει ψυχὰς δικαίων, καὶ πιστῶν ὀνόματα ἐν ταῖς τῶν οὐρανῶν ἀπογράφεσθαι βίβλοις, κάτω μὲν Καίσαρος κελεύοντος, ἄνω δὲ τοῖς ἀγγέλοις Πατρὸς προστάττοντος. ∆ιὸ καὶ ὁ Κύριος τοῦτο εὐαγγελιζόμενος τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλὰ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀναγέγραπται. – Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο λέγοντες, Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Οἴμοι! νικῶμαι τοῖς θαύμασι, συνέχομαι ταῖς θεωρίαις, καὶ ἡ γλῶσσά μου οὐχ εὑρίσκει τι πρότερον εἰπεῖν, ἢ τί παραλείπειν.Ἐὰν τὴν γέννησιν αὐτοῦ καταμάθω, ἐκπλήττομαι, ὅτι πρὶν ἢ τῆς φύσεως τὸ παιδίον ἐξέλθῃ, σημεῖα ἐπιτελεῖ. Ἦ γὰρ οὐκ ἔστι μέγιστον σημεῖον, τὸ παρθένον μετὰ τὸ γεννῆσαι παρθένον μεῖναι, καὶ τὸν οὐρανὸν σιωπῶντα δι' ἀστέρος λαλεῖν; Καὶ τοῖς διψῶσι τὸν τεχθέντα ἰδεῖν, ἀστέρα πέμπει συνέκδημον καὶ δεικνύει τὸ ποθούμενον βρέφος. Καὶ Ματθαῖος μὲν μάγων μνημονεύει ἐξ ἀνατολῶν ἐλθόντων· Λουκᾶς δὲ ἀγγέλου· λέγει γάρ· Καὶ ποιμένες ἦσαν ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἄγγελος Κυρίου ὤφθη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει ∆αυΐδ. Καὶ ἐγένετο ἐξαίφνης σὺν τῷ ἀγγέλῳ πλῆθος οὐρανίου στρατιᾶς, αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Χριστὸς ἐγεννήθη, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται, ἄγγελοι σὺν ἀνθρώποις χορεύουσι, ποιμένες ἀγραυλοῦσι, καὶ μάγοι προσκυνοῦσιν, οὐρανὸς λαμπαδουχεῖται, καὶ ἡ γῆ τὸν καρπὸν αὐτῆς λαμπρὸν ἐπὶ φάτνης βαστάζει. Καὶ ἐπληρώθη τότε τὸ ἐπὶ τῇ γῇ γεγραμμένον, τὸ, Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· Ἀλήθεια γὰρ Χριστὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. Ἐκ τῆς γῆς, τουτέστιν, ἐκ τῆς παρθένου ἀνέτειλε κατὰ σάρκα. Ζητῶ δὲ πόθεν οἱ μάγοι περὶ τοῦ ἀστέρος διδαχθέντες, αὐτῷ ἐχρῶντο ὁδηγῷ πρὸς τὴν τοῦ ζητουμένου παιδίου ἀνεύρεσιν.
Οὐ γὰρ, ὥς τινες ἐφαντάσθησαν, πλάνον εἶναι τὸν ἀστέρα λέγοντες, καὶ τοὺς μάγους μὴ ἀληθὲς παιδίον ἐπιζητεῖν. Πῶς γὰρ, εἰ πλάνος ἦν ὁ ἀστὴρ, τὴν ἀλήθειαν Χριστὸν ἀνεδείκνυεν; ἕως γὰρ ἐκείνου φθάσας, ἔστη τοῦ δρόμου. Πῶς δὲ καὶ οἱ μάγοι, εἰ οὐκ ἀληθείᾳ ἀπήρχοντο, τοιαύτας αὐτῷ προσφορὰς ἐκ τῶν οἰκείων ἐκόμιζον πόνων, μηνυούσας τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸ προφητικὸν πληρούσας, τὸ, Ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας; Οὐδ' αὖ πάλιν, ὡς οἱ μυθολόγοι φασὶν εἶναι ἀστέρα καθ' ἕκαστον τῶν γεννωμένων ἀνθρώπων ἀνατέλλοντα· οἵτινες οὐδὲ τὴν παρ' Ἕλλησι μυθευομένην ἀστρολογίαν ἴσασιν. Ἀλλ' ἄρα καὶ αὐτοὺς οἱ τοιοῦτοι Χριστιανοὺς εἶναι νομίζουσι· πρὸς οὓς ἐροῦμεν· Ὦ φιλόσοφοι, εἰ τοῦτο ἦν, ὃ ὑμεῖς λέγετε, εἴπατε ἡμῖν, πῶς τοῦ Ἀδὰμ καὶ τῆς Εὔας δύο μόνων ὄντων ἀνθρώπων, ὁ οὐρανὸς τῶν αὐτῶν ἐπεπλήρωτο ἀστέρων; καὶ κατακλυσμοῦ γεγονότος, καὶ πάντων τῶν ἀνθρώπων ὕδατι θανόντων, οἱ αὐτοὶ ἦσαν ἀστέρες μὴ πεσόντες, καὶ τῆς αὐτῆς τῶν ἄστρων χορείας τυγχανούσης, μόνος ἦν Νῶε μετὰ τῶν τριῶν υἱῶν καὶ τῶν γυναικῶν; Ἀλλὰ δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ νοεῖν τὰ μυστήρια. Βαλαὰμ γάρ τις ἦν προφήτης, ὃν μετακαλεσάμενος ὁ βασιλεὺς τῶν Μωαβιτῶν ἐπὶ τὸ τὸν Ἰσραὴλ ἐξιόντα ἐκ γῆς Αἰγύπτου καταράσασθαι· ἐπειδὴ οὓς ἂν ηὐλόγησεν, ηὐλόγηνται, καὶ οὓς ἂν κατηράσατο κατήραντο· γενόμενος ἐγγὺς τῆς στρατοπεδείας τοῦ Ἰσραὴλ, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρώρειαν τοῦ ὄρους, θεωρήσας τὸν Ἰσραὴλ παρεμβεβληκότα, ἀναλαβὼν αὐτοῦ τὴν παραβολὴν, καὶ προφητεύσας εἶπεν· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ συντρίψει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Ἀμμών. Οὗτοι οὖν οἱ μάγοι ἐκ τοῦ γένους τοῦ Βαλαὰμ τοῦ προφήτου ὁρμώμενοι, κατακολουθήσαντες αὐτοῦ ταῖς βίβλοις καὶ ταῖς προφητείαις, καὶ νοήσαντες ὅτι, ὅτε ἀνατελεῖ ἄστρον, τότε ἀναστήσεται καὶ ὁ ἄνθρωπος, δηλονότι ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ὅστις οὐ μόνον τοὺς ἀρχηγοὺς Μωὰβ συντρίψει, ἀλλὰ καὶ πάσας τοῦ διαβόλου τὰς βασιλείας λεπτυνεῖ καὶ λικμήσει κατὰ τὸν ∆ανιὴλ, παρετήρουν τὸν καιρόν· καὶ θεωρήσαντες τὸν ἀστέρα ξένον παρὰ τοὺς ἄλλους ἀνατείλαντα, ἔγνωσαν αὐτὸν εἶναι τὸν πάλαι προφητευθέντα, καὶ κατακολουθήσαντες, εὑρηκότες τε τὸν τεχθέντα, ἐχάρησαν, τῶν πάλιν προφητευθέντων εὑρηκότες τὴν ἔκβασιν. Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ', ὅσονἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι' ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα Χριστὸν ὁδηγουμένους. Ὅρα γάρ μοι καὶ τὸν ἀστέρα ἄχρι τοῦ παιδίου ἐλθόντα, καὶ σταθέντα τοῦ δρόμου. Καὶ γὰρ Ἰωάννης, δίκην ἀστέρος, τῷ κηρύγματι ὑπολάμψας, καὶ ὑποδείξας Χριστὸν λέγων, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπαύσατο τοῦ δρόμου· εἴρηκε γὰρ, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Καὶ ἐλθόντες, φησὶν, οἱ μάγοι εὗρον τὸ παιδίον καὶ τὴν μητέρα· καὶ πεσόντες προσεκύνησαν αὐτῷ. ∆εῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ' οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν. Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· χρυσὸν ὡς βασιλεῖ, λίβανον ὡς Θεῷ, σμύρναν ὡς παθητῷ δι' ἡμᾶς.Καὶ ἐδέχετο ὁ Χριστὸς τὰ δῶρα, οὐκ αὐτὸς χρῄζων, ἀλλὰ τοὺς φέροντας ὠφελῶν. Χρυσὸν μὲν γὰρ δεχόμενος, φιλαργυρίας αὐ τοὺς ἀπέστρεφε· λίβανον δεχόμενος, εἰδωλολατρείας ἀπήλλασσε· σμύρναν δὲ κομιζόμενος, τὴν νέκρωσιν αὐτῶν ἀπέσμηχε τῆς ψυχῆς. Εἰ δὲ δεῖ καὶ ἕτερον μυστήριον θεωρῆσαι, καταμάθωμεν ἀκριβῶς. Χρυσὸν καὶ σμύρναν προσφέρουσι τῷ τεχθέντι. Ἐπειδὴ ἦν περὶ αὐτοῦ γεγραμμένον τὸ, Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἐν ταῖς προσφοραῖς προετύπουν τὸ μέλλον, ἐν τῷ χρυσῷ δηλοῦντες τὴν τῶν οὐρανίων ἀγγέλων δοξολογίαν, ἐν τῷ λιβάνῳ τὴν τῶν ἐπιγείων ἀνθρώπων γονυκλισίαν, ἐν τῇ σμύρνῃ, τῶν ἐν ᾅδου ψυχῶν κατεχομένων τὴν ἱκεσίαν.Ἐπειδὴ τρεῖς ἀρετὰς δεῖ κεκτῆσθαι τὸν προσελθόντα Χριστῷ, ἃς φάσκει ὁ Ἀπόστολος, πίστιν, ἐλπίδα, ἀγάπην, ἀνοίξαντες [δὲ] τοὺς θησαυροὺς τῆς καρδίας, προσεκόμιζον πίστιν, ὡς χρυσὸν ἐξαστράπτουσαν· ἐλπίδα, ὡς λίβανον εὐωδιάζουσαν· ἀγάπην, ὡς σμύρναν συσφίγγουσαν τὰ μέλη τῆς Ἐκκλησίας. Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν. Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν· ἀλλὰ τὴν ἁγνὴν ἐξασκήσαντας πίστιν καὶ πρᾶξιν, τὸν ἀνθρωποκτόνον ὄφιν λαθόντας, ἀναχωρεῖν εἰς κληρονομίαν Χριστοῦ. Αὐτῷ γὰρ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸν ἑκατόνταρχον.

Ἑκατοντάρχου τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν· ἀλλ' οὐκ ἐτελεύτησε διὰ τὸν ∆εσπότην· ἔμελλεν ἀποθανεῖν· ἄνθρωπος γὰρ ἦν· ἀλλ' οὐκ ἀπέθανε διὰ τὸν πρεσβεύοντα θεοφιλῆ τυγχάνοντα. Ἡ φύσις τὸ ἴδιον ἀπαιτεῖ χρέος· ἀλλ' ὁ ∆εσπότης τῆς φύσεως τὸ κτῆμα τῷ κτιστῷ διὰ πίστιν παρεχώρει. Θάνατος καὶ φύσεως ἀνάγκη πρὸς τελευτὴν ἐβιάζοντο, ἀλλὰ ἀνθεῖλκεν ἡ πίστις τῷ θανάτῳ πολεμοῦσα καὶ θανάτου παραλύουσα νόμους. Καὶ μὴ ἀπιστήσῃς, εἰ τοσαῦτα δύναται πίστις, ὥστε καὶ θανάτου δεσμὰ διαῤῥῆξαι, καὶ ἐξ αὐτῶν τῶν καταχθονίων βαράθρων ψυχὰς ἀνασπᾶσαι.Πίστις καὶ ᾅδου πύλας ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθει κλεῖθρα, καὶ φύσεως ὅρους ἀμείβει, καὶ πυρὸς δύναμιν κατακοιμίζει καὶ φλόγα δρόσον ἀποδεικνύει, καὶ θανάτου κέντρον ἀμβλύνει. Οὐκ ἀμάρτυρα λέγω· ἐκ τῶν ἁγίων σε Γραφῶν πιστώσομαι. Εἶπον ὅτι πίστις πύλας ᾅδου ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθησι κλεῖθρα. Οὐκοῦν δέξαι τὰς ἀποδείξεις ἐναργεῖς· ἴδε μοι τὸν μακάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα. Μόνον γὰρ εἶπε, Ταβιθὰ, ἀνάστηθι, εὐθὺς πύλαι μὲν ᾅδου ἀνοίγονται, ταρταραῖοι δὲ πίπτουσι μοχλοὶ, ἡ δὲ τεθνηκυῖα τῶν ζώντων ὀξύτερον ὑπακούει. Πάλιν Ἠλίας ὁ προφήτης ταύτῃ πεποιθὼς τῇ πίστει εἶπεν· Οὐκ ἔσται ὑετὸς εἰ μὴ διὰ στόματός μου· καὶ χαλκεύεται μὲν ὁ οὐρανὸς, συστέλλεται δὲ ὁ ὑετὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, γῆ δὲ καθάπερ σιδηρᾶ τὴν φύσιν, τὸν συνήθη καρπὸν ἀρνεῖται, ἵνα γνῷς οἷα δύναται πίστις. Ἄνθρωπος ἐπὶ γῆς ἀποφαίνεται, καὶ Θεὸς ἐν οὐρανῷ βεβαιοῖ τὴν ἀπόφασιν· θνητὸν φθέγγεται στόμα, καὶ Θεοῦ γνώμη ἐπιψηφίζεται, ἔργῳ κυροῦσα τὰ ῥήματα. Ἔκλεισε, φησὶν, Ἠλίας τὸν οὐρανὸν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Κλεῖθρον οὐρανοῦ ἦν ἀνθρώπου στόμα θνητοῦ, εὐσεβεῖ πίστει κοσμούμενον. Ὁ αὐτὸς πάλιν Ἠλίας πυρίνων κατετόλμησεν ἁρμάτων, καὶ καθάπερ πτηνὸν εἰς τὰς αἰθερίους ἐπέπτη μονὰς, ἀμέλει μέχρι σήμερον ἄγευστος θανάτου, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι μονογενητικῇ, καὶ δυνάμει πίστεως ἀκλινὴς φυλαττόμενος. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὁ Ἐνὼχ ἀπὸ ζωῆς εἰς ζωὴν μετὰ σώματος ἐβαστάχθη, θάνατον καὶ γῆρας καὶ φύσιν διὰ πίστεως ὑπερνικήσας.
Πολλὰ μὲν οὖν ἄλλα περὶ πίστεως ἔστι λέγειν, ἀλλὰ συστέλλω τὸν λόγον, ἵνα μὴ κόρον ἐμποιήσω. Οἶδα δὲ ὅτι, καίπερ τὰ θεῖα λόγια ταῖς ὑμετέραις φιλοχρίστοις ἀκοαῖς οὐ κόρον, ἀλλὰ πόθον ἐμποιεῖν ἐπίστανται, ἀλλ' ὅμως ἐπὶ τὸ προκείμενον ἐπανελεύσεται. Ἑκατοντάρχου, φησὶ, τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος· ἔντιμος οἰκέτης τῷ δεσπότῃ. Εἰ γὰρ καὶ ἡ πλεονεξία τοῦ βίου τὸν δοῦλον ἐπενόησεν, ἀλλ' ἡ εὐγνωμοσύνη τοῦ δεσπότου τὸ συγγενὲς τῆς φύσεως οὐκ ἠρνήσατο. Οὐ διέπτυσεν ὡς οἰκέτην, ἀλλ' ἔστεργεν ὡς ὁμόφυλον, φιλανθρωπίᾳ τὴν βαρεῖαν τῆς δουλείας ζεύγλην ἐπελαφρίζων. Ἀκούετε καὶ μανθάνετε, οἱ δούλων δεσπόται, μὴ ὡς ἀλλοτρίων τῆς φύσεως καταφρονεῖν τῶν οἰκετῶν, μήτε μὴν ὡς ἐχθρῶν ἀφειδεῖν τῶν ὁμογενῶν, πειθόμενοι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Οἱ κύριοι, πρὸς τοὺς δούλους τὴν ἰσότητα παρέχεσθε, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι αὐτῶν καὶ ὑμῶν ὁ Κύριος ἐν οὐρανοῖς ὑπάρχει. Συνεχώρησε δοῦλον εἶναι Θεὸς, ἵνα Θεῷ δουλεύειν μανθάνῃς. Εὔνοιαν ἀπαιτεῖς παρὰ τοῦ οἰκέτου; Εὐνόει καὶ αὐτὸς τῷ ∆εσπότῃ. Κολάζεις ἁμαρτάνοντα; οὐκοῦν μὴ ἁμάρτῃς, ἵνα μὴ κολάζῃ παρὰ Θεῷ. Συγγνώμην οὐ διδοὺς ὁμογενεῖ; μηδὲ σὺ αἴτει συγγνώμην. ∆ιδάσκει γάρ σε τὸ εὐαγγέλιον λοιπὸν οὕτω προσεύχεσθαι· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. Ὡς οὖν παρὰ Θεοῦ φιλανθρωπίαν ζητοῦντες, οὕτω καὶ ὑμεῖς φιλανθρωπίαν νείματε τοῖς ὁμοφύλοις. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων. Τί ἀκούσας; Ὅτι λόγῳ θεραπεύει, λόγῳ τεθνεῶτας ζωογονεῖ, λόγῳ δαίμονας ἀπελαύνει, λόγῳ τὰ πάντα διανύει. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Οὐ βοτάνας, οὐ φάρμακα προσάγει, ἀλλὰ λόγος παρ' αὐτοῦ πέμπεται, καὶ τὸ ἔργον ἐπιτελεῖ. Βλέπε πόση ἡ μεταξὺ τοῦ ἑκατοντάρχου καὶ τῶν Ἰουδαίων διαφορά. Ὁ μὲν ἀκούσας, ἐκ μόνης ψιλῆς ἀκοῆς ἐπίστευσε, καὶ πιστεύσας ὡς Θεῷ προσῆλθεν· οἱ δὲ, ἐπ' ὄψει ὁρῶντες τὰ θαύματα, τὸν θαυματοποιὸν ἠρνοῦντο· καίτοι ὄψις ἀκοῆς ἐνεργεστέρα. Ἐνεργεστέρα μὲν ὄψις ἀκοῆς, ἀλλὰ κακίαν εἶχον τῆς νόσου διδάσκαλον. ∆ιὰ τοῦτο τυφλοὶ τῇ κρίσει τὸν κριτὴν ἐξουθένουν. Ἀπέστειλε φησὶ, πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἀπελθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους, οὐ δι' ὑπεροψίαν παραιτούμενος αὐτὸς ἀπελθεῖν, ἀλλ' ὀκνῶν αὐτὸς ὑπὲρ ἑαυτοῦ πρεσβεύειν διὰ τὸ μέγεθος τοῦ ἀξιώματος. Ἤδει ἑαυτὸν ἄνθρωπον ἐξ ἀνθρώπου φθαρτοῦ, Ἰησοῦν δὲ Θεὸν ἐκ Θεοῦ, μονογενῆ Υἱὸν ἐξ ἀγεννήτου Πατρός. ∆ιὸ τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας ὑπ' εὐλαβείας κινούμενος ἀποστέλλει, τὰ ἀποστολικὰ πρὸ τῶν ἀποστόλων πληρῶν· Ἀθυμεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσεύξωνται ὑπὲρ αὐτοῦ, καὶ ἐὰν ᾖ ἁμαρτίας πεποιηκὼς, συγχωρηθήσονται αὐτῷ. Ἀπέστειλεν οὖν τοὺς πρεσβυτέρους πρὸς αὐτὸν, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Σὺ δὲ καὶ τὴν τοῦ ἀνδρὸς συμπάθειαν θαύμαζε· κάμνοντος γὰρ αὐτοῦ τοῦ οἰκέτου οὐ κατεφρόνει, ἀλλὰ σπουδὴν τοσαύτην ἐτίθετο, ὁπόσην ἄν τις ὑπὲρ ἑαυτοῦ πάσχων ἐπεδείκνυτο. Ταῦτα δὲ πρὸς ἀρετήν ἐστι βλέποντος ἀνδρὸς, τοσαύτην ποιήσασθαι σπουδὴν, καὶ πρεσβείαν στείλασθαι ὑπὲρ οἰκέτου θεραπείας. Ἤδει τῆς φύσεως τὸ ἰσότιμον· καὶ οὔτε κατεφρόνει ὡς ἀνδραπόδου, ἀλλὰ συνέπασχεν ὡς συνδούλῳ, εἰδὼς ὅτι κοινὸς ἁπάντων ἐστὶν ὁ Θεός. Ἀλλὰ τοιοῦτος μὲν ἦν ὁ ἑκατόνταρχος. Πολλοὶ δὲ τῶν πλουσίων παρὰ μὲν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τίθενται· ἀλλὰ προσπεσούσης νόσου, τῆς παιδίσκης χαμαὶ ἐῤῥιμμένης, οὐ προσέχει ὁ δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα· κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν, οὐκ ἐπισκέπτεται ὡς ὁμογενῆ, ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι' ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένη τῆς φύσεως. Καὶ ἀναγινώσκετε τὰς Γραφάς. Οὐκ οἴδατε τί φησιν ὁ ἅγιος ∆αυΐδ; Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. ∆υσωποῦ τὴν εἰκόνα, εὐλαβήθητι τὰ γεγραμμένα, ἐπίκουρος τῆς ἀσθενούσης κατάβηθι. Ὁ Σωτὴρ, Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἄνθρωπος ὑπὲρ ἀνθρώπων ηὐδόκησε γενέσθαι· σὺ ἄνθρωπος ὢν παραιτῇ τὸν ὁμότιμον ὡς οὐκ ἰσότιμον, παραιτῇ τὸ συμπαθὲς περὶ τὴν συγγενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύει, ἐπιμελῇ διὰ τὴν χρείαν· ὅτε δὲ τὸ λογικὸν, τουτέστιν, ὁ σὸς οἰκέτης ἀσθενεῖ, ἀποῤῥίπτεις καὶ οὐ προνοεῖς. Περιορᾷς ὅτι λογικόν ἐστι τὸ ὑπηρετοῦν; ∆ιὰ τοῦτο ζηλοτυποῦμεν. Πολὺ καλὸν ἄνθρωπος παρὰ Θεῷ· ἀλλὰ τίμιον ἀνὴρ ἐλεήμων. Ἡμεῖς δὲ οὐ προσέχομεν τοῖς γεγραμμένοις, ἀλλὰ τοὺς μὲν ἔξωθεν τρέφομεν ἔσθ' ὅτε τὴν παρ' ἀνθρώπων δόξαν θηρώμενοι, τοὺς δὲ ἔνδον ἐῶμεν λιμῷφθείρεσθαι, καὶ τῷ κρύει πήγνυσθαι, τὰς παρὰ τοῦ Θεοῦ ἀνταποδόσεις οὐκ ἐννοοῦντες. Ἀλλ' οὐ τοιοῦτος ἦν ὁ ἑκατόνταρχος, ὁ πανταχοῦ νήφων, ὁ ὄντως κεκτημένος, τὸ κτῆμά τε καὶ ἑαυτὸν φυλάττων, ὡς Θεοῦ κτῆμα, ὁ φρονήσεως γέμων καὶ θείᾳ σωφροσύνῃ καταυγαζόμενος.
∆ιὸ καὶ τοὺς πρεσβυτέρους πρῶτον πρὸς τὸν Ἰησοῦν ἀποστέλλει. Οἱ μὲν οὖν πολλῇ προθυμίᾳ πρεσβεύουσιν, ἱκανὰ προσβάλλουσι δυσωπήματα, καί φασιν· Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ἀληθῶς ἱκανὰ θεοσεβείας γνωρίσματα, ἱκανὰ συνειδήσεως ἀγαθῆς τεκμήρια. Ποῖα ταῦτα; Ἡ πρὸς τὸν Θεὸν ἀγάπη, καὶ ἡ πρὸς τὸν ἄνθρωπον γνησία διάθεσις. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν· δηλονότι τὸν νόμον. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησε, τὴν πρὸς τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενος. Θεῷ γὰρ οἶκον κατασκευάζων, οἱονεὶ περίβλεπτον στήλην τῆς πρὸς αὐτὸν ἀγάπης τὸν ναὸν τοῦτον ἀνίστα. Βλέπε πῶς αἱ καλαὶ πράξεις ἐν καιρῷ τῆς ἀνάγκης μνημονευόμεναι πολλὴν παρέχουσι τοῖς πρεσβευομένοις τὴν παῤῥησίαν· πανταχοῦ γὰρ αἱ καλαὶ πράξεις ἱκανὸν ἐδέξαντο δυσώπημα.Οἱ μὲν οὖν οὕτως ἐπρέσβευον· ὁ δὲ Ἰησοῦς τὴν παράκλησιν ἐδέξατο τῶν πρεσβυτέρων, οὐκ αὐτοὺς αἰδούμενος, ἀλλὰ τὴν τοῦ ἑκατοντάρχου πίστιν ἀποδεξάμενος. Ἀναστὰς οὖν ἐπορεύετο σὺν αὐτοῖς. Τάχα που καὶ σχολαίτερον ἐβάδιζε, καὶ τὸν βαθμὸν ἤρεμον ἐποιεῖτο, οὐ βραδύνων πρὸς εὐποιίαν, ἀλλὰ καιρὸν ἐνδιδοὺς, ἵνα τὴν ἔνδον λανθάνουσαν τοῦ ἑκατοντάρχου δημοσιεύσῃ διάθεσιν, ἵνα πομπεύσῃ τὴν ἀπαράβατον πίστιν πρὸς ἔλεγχον τῶν ἀπιστούντων, ἵνα τὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον θεατρίσῃ γνώμην. Ἤδη γὰρ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος τοὺς δούλους αὐτοῦ, λέγων, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Κατὰ τὴν πρώτην αὐτοῦ τῆς ψυχῆς ὁρμὴν ἀποστέλλει τοὺς πρεσβυτέρους· ἀλλὰ καὶ τοῦτο ποιήσας, καὶ ἐφ' ἑαυτῷ μένων, οὐκ ἠρεμεῖ. Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου· κἀγὼ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὢ τῆς συνέσεως καὶ νήψεως τοῦ ἑκατοντάρχου! οὐκ ἔλαθεν αὐτὸν ὁ Θεὸς ἐν ἀνθρώπῳ κρυπτόμενος· οὐκ ἔλαθεν αὐτὸν ὁ μονογενὴς Λόγος τῇ τοῦ σώματος περιβολῇ καλυπτόμενος. Ὁρᾷ τὸν ναὸν, καὶ νοεῖ τὸν οἰκήτορα. Οὐκ ἔλαθεν αὐτὸν ὁ ∆εσπότης ἐν δούλου ἀξίᾳ, ὁβασιλεὺς ἐν αἰχμαλώτου ὄψει, ὁ βραχὺς ἐν ἀπεριορίστῳ μεγέθει. Αὐτίκα γοῦν θαυμάζει Ἰησοῦς, καὶ μαρτυρεῖ αὐτῷ τὴν ἄκραν πίστιν αὐτοῦ, τὴν ἀστείαν τῆς ψυχῆς αὐτοῦ ὁρμὴν, καθ' ἣν ἔλεγε τῷ Σωτῆρι· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέθους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι ἐγὼ, Κύριε. Ἀλλ' ἴσως μὲν τὰ περὶ Πέτρου οὐκ ᾔδει,τὰ δὲ ἐν τῷ Λευιτικῷ ἐγνώκει. Λέπρα, φησὶν, ἐπικειμένη ἀκάθαρτον ποιεῖ τὸν ὑποπεσόντα τῇ νόσῳ. Τῇ δὲ λέπρᾳ παρεοίκασιν ἀλφοὶ καὶ λεῦκαι καὶ λειχῆνες. ∆υσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μά λιστα ἐν ἀρχῇ τῆς νόσου· ὅθεν ὁ νόμος τὸν ἱερέα βούλεται τῶν τοιούτων ἐπιγνώμονα καθίστασθαι. Ἄγει τοίνυν ὁ νόμος τὸν ἱερέα εἰς τὸν τοῦ κρινομένου οἶκον· κἀκεῖ κρίνας ὡς λέπραν, πάντα τὰ ἐν τῷ οἴκῳ μεμολυσμένα ἀποφαίνει. Ὅθεν οἱ πολλοὶ προμετασκευάζουσι, καὶ τότε τὸν ἱερέα καλοῦσι. Τὴν ἐκ τούτου ἔννοιαν ὁ μακάριος ἑκατόνταρχος λαβὼν, παραιτεῖται τὴν ἄφιξιν τοῦ Σωτῆρος. Οὐκ εἰμὶ, φησὶν, ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πολλοὶ ὑπὸ τὴν στέγην ἐκείνην· οἶδα ἐμαυτοῦ τὰ ἁμαρτήματα· παραιτοῦμαι τοίνυν τὴν ὡς κριτοῦ παρουσίαν, πρὶν ἀποκαθάρωμαι. Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐρανός σοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον· ποῖος οἶκος χωρήσει τὸν ἀχώρητον; Οὐκ ἔχω στέγην οὐράνιον, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὐκ ἔχω βασιλικὰς αὐλὰς, ἵνα τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξωμαι. Πῶς ὑπωρόφιον δέξομαι Τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ; πῶς δὲ τὸ πενιχρόν μου καταγώγιον ὁμόσκηνον δέξεται τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα; ποία στέγη χωρήσει τὸν σύμπαντα τὸν οὐρανὸν καὶ τὴν γῆν χωροῦντα ὁμοῦ; Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὡς μὲν εὐεργέτου τὴν εἴσοδον ἁρπάζω, ὡς δὲ κριτοῦ τὴν παῤῥησίαν εὐλαβοῦ μαι. Ἐπίσκοπος εἶ ψυχῶν, ἐξεταστὴς νεφρῶν, ἐρευνητὴς καρδίας καὶ κριτὴς ἁμαρτιῶν. Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. ∆έδοικα ἐμαυτόν· Εἰπὲ οὖν λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ἆρα οὐ δοκεῖ σοι [ὁ λέγων], Εἰπὲ λόγῳ μόνον, σαφῶς εἰδέναι, ὅτι Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πᾶσα ἡ δύναμις αὐτῶν, καὶ ὅτι πάντα Λόγῳ γινόμενα καὶ συνέχεται καὶ διοικεῖται; Ἀπὸ γὰρ θείας ἐννοίας φωτισθεὶς ὁ ἀνὴρ ἀθρόον τὸν Ἰησοῦν σώματι ἑώρα, τοῦτον Υἱὸν Θεοῦ γνωρίζων. Εἰπὲ, φησὶ, λόγῳ μόνον. Οἶδα τί προηγόρευσεν ὁ σοφὸς Σολομὼν περὶ σοῦ· Οὔτε βοτάνη, οὔτε μάλαγμα ἐθεράπευσε τὸν λαόν σου, ἀλλ' ὁ λόγος ὁ σὸς, Κύριε, ὁ πάντα ἰώμενος. Εἰπὲ λόγῳ μόνον. Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν διετέλεσας. Οὐκ ὤδινεν ὁ Πατὴρ ἐπὶ σοὶ γεννῶν σε· οὐκ ὠδίνεις ποιῶν, οὐκ ὠδίνεις δημιουργῶν. Εἰπὲ λόγῳ μόνον. Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν θέλησιν δηλῶν.
Εἰπὲ οὖν λόγῳ μόνον· δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων.Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει· τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται. Ταύτην δὲ τὴν οὕτω σοφὴν ἔννοιαν διαδέχεται ἄλλη τις μείζων. Οὕτω γὰρ ἀπὸ δυνάμεως εἰς δύναμιν ὁ ἀνὴρ προβαίνει, καὶ πηγάζει παρ' αὐτῷ ἀξιολόγων νοημάτων πλοῦτος, νεάζων ἐν ταῖς τῶν θεωρημάτων ἐπιδόσεσιν. Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ. Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ, Ποίησον τοῦτο, καὶ ποιεῖ. Οἶδα, φησὶν, ὅτι τῶν πάντων τὴν ἐξουσίαν περιεζωσμένος, ὡς εἷς τῶν πάντων πρὸς ἡμᾶς ἐπεδήμησας. Ἦλθες πρὸς ἡμᾶς ὡς ἡμεῖς, πάντων ἔχων τὴν ἐξουσίαν, ὡς λέγει ὁ ἅγιος ∆αυΐδ· Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Καθεύδεις, καὶ ἡ θάλασσα διανίσταται· ἀνίστασαι, καὶ γαληνιᾷ τὰ κύματα. Τεθνεῶτας καλεῖς καὶ ὁ τεθνεὼς τοῦ ζῶντος ὀξύτερον ὑπακούει. Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος. Ἐνταῦθα τὴν τῆς ψυχῆς αὐτεξούσιον ὁρμὴν κωλύειν τοῦ ἐπὶ τὰ κρείττονα παραβαίνειν δηλοῖ. Ἔχω, φησὶν, ὑπ' ἐμαυτὸν στρατιώτας. Στρατιώτας τοὺς ἐν τῷ ἀνθρώπῳ ποικίλους καὶ διαφόρους ἐμφωλεύοντας λογισμοὺς καλεῖ. Οἶδε γὰρ ὁ μακάριος Παῦλος τούτους στρατιώτας ὀνομάζειν· Συνήδομαι, φησὶ, τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον· ὁρῶ δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Εἰκότως οὖν ἔλεγεν, Ἔχω ὑπ' ἐμαυτὸν στρατιώτας· οὐ κατ' ἐμαυτοῦ ἔχω· καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· οὐκ ἄρχομαι,ἀλλ' ἄρχω τῶν λογισμῶν. Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |